Τρίτη 31 Μαρτίου 2015

Απόστιχα

Ομάδα πέντε τροπαρίων από τα οποία τα δύο τελευταία είναι το <<Δόξα...Και νυν...>>. Στα τροπάρια αυτά (εκτός από το πρώτο) προηγούνται ψαλμικοί στίχοι κατ' επιλογή. Ψάλλονται κάθε μέρα στο τέλος του Εσπερινού και του Όρθρου. Οι στίχοι των Αποστίχων του Σαββάτου είναι παρμένοι από τον 92ο ψαλμό ενώ των καθημερινών από τον 89ο ψαλμό στίχοι 14-17. Αν ο εορταζόμενος άγιος δεν έχει Απόστιχα, ψάλλονται της Παρακλητικής. Στα Απόστιχα των Δεσποτικών και Θεομητορικών εορτών, καθώς και στις εορτές των αγίων, προτάσσονται ανάλογοι ψαλμικοί στίχοι. Στα Απόστιχα οι ψαλμικοί στίχοι που προτάσσονται των τροπαρίων είναι <<κατ' επιλογήν>> σε αντίθεση με τα Στιχηρά, που οι ψαλμικοί στίχοι είναι <<κατά συνέχεια>> από τον στιχολογούμενο ψαλμό. Τα Απόστιχα είναι Αναστάσιμα, Αποστολικά, Κατανυκτικά, Μαρτυρικά, Νεκρώσιμα και Σταυρώσιμα.

Κυριακή 29 Μαρτίου 2015

ΓΕΝΕΣΙΣ

ΚΕΦΑΛΑΙΟΝ 39 


ΙΩΣΗΦ δὲ κατήχθη εἰς Αἴγυπτον, καὶ ἐκτήσατο αὐτὸν Πετεφρὴς ὁ εὐνοῦχος Φαραώ, ὁ ἀρχιμάγειρος, ἀνὴρ Αἰγύπτιος, ἐκ χειρῶν τῶν ᾿Ισμαηλιτῶν, οἳ κατήγαγον αὐτὸν ἐκεῖ. 2 καὶ ἦν Κύριος μετὰ ᾿Ιωσήφ, καὶ ἦν ἀνὴρ ἐπιτυγχάνων καὶ ἐγένετο ἐν τῷ οἴκῳ παρὰ τῷ κυρίῳ αὐτοῦ τῷ Αἰγυπτίῳ. 3 ᾔδει δὲ ὁ κύριος αὐτοῦ, ὅτι ὁ Κύριος ἦν μετ᾿ αὐτοῦ καὶ ὅσα ἐὰν ποιῇ, Κύριος εὐοδοῖ ἐν ταῖς χερσὶν αὐτοῦ. 4 καὶ εὗρεν ᾿Ιωσὴφ χάριν ἐναντίον τοῦ κυρίου αὐτοῦ, καὶ εὐηρέστησεν αὐτῷ, καὶ κατέστησεν αὐτὸν ἐπὶ τοῦ οἴκου αὐτοῦ καὶ πάντα, ὅσα ἦν αὐτῷ, ἔδωκε διὰ χειρὸς ᾿Ιωσήφ. 5 ἐγένετο δὲ μετὰ τὸ καταστῆναι αὐτὸν ἐπὶ τοῦ οἴκου αὐτοῦ καὶ ἐπὶ πάντα, ὅσα ἦν αὐτῷ, καὶ ηὐλόγησε Κύριος τὸν οἶκον τοῦ Αἰγυπτίου διὰ ᾿Ιωσήφ, καὶ ἐγενήθη εὐλογία Κυρίου ἐν πᾶσι τοῖς ὑπάρχουσιν αὐτῷ ἐν τῷ οἴκῳ καὶ ἐν τῷ ἀγρῷ αὐτοῦ. 6 καὶ ἐπέτρεψε πάντα, ὅσα ἦν αὐτῷ, εἰς χεῖρας ᾿Ιωσὴφ καὶ οὐκ ᾔδει τῶν καθ᾿ αὑτὸν οὐδὲν πλὴν τοῦ ἄρτου, οὗ ἤσθιεν αὐτός. Καὶ ἦν ᾿Ιωσὴφ καλὸς τῷ εἴδει καὶ ὡραῖος τῇ ὄψει σφόδρα. 7 καὶ ἐγένετο μετὰ τὰ ρήματα ταῦτα καὶ ἐπέβαλεν ἡ γυνὴ τοῦ κυρίου αὐτοῦ τοὺς ὀφθαλμοὺς αὐτῆς ἐπὶ ᾿Ιωσὴφ καὶ εἶπε· κοιμήθητι μετ᾿ ἐμοῦ. 8 ὁ δὲ οὐκ ἤθελεν, εἶπε δὲ τῇ γυναικὶ τοῦ κυρίου αὐτοῦ· εἰ ὁ κύριός μου οὐ γινώσκει δι᾿ ἐμὲ οὐδὲν ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ πάντα, ὅσα ἐστὶν αὐτῷ, ἔδωκεν εἰς τὰς χεῖράς μου 9 καὶ οὐχ ὑπερέχει ἐν τῇ οἰκίᾳ ταύτῃ οὐδὲν ἐμοῦ, οὐδὲ ὑπεξῄρηται ἀπ᾿ ἐμοῦ οὐδὲν πλὴν σοῦ, διὰ τὸ σὲ γυναῖκα αὐτοῦ εἶναι, καὶ πῶς ποιήσω τὸ ρῆμα τὸ πονηρὸν τοῦτο, καὶ ἁμαρτήσομαι ἐναντίον τοῦ Θεοῦ; 10 ἡνίκα δὲ ἐλάλει τῷ ᾿Ιωσὴφ ἡμέραν ἐξ ἡμέρας, καὶ οὐχ ὑπήκουεν αὐτῇ καθεύδειν μετ᾿ αὐτῆς τοῦ συγγενέσθαι αὐτῇ. 11 ἐγένετο δὲ τοιαύτη τις ἡμέρα, καὶ εἰσῆλθεν ᾿Ιωσὴφ εἰς τὴν οἰκίαν ποιεῖν τὰ ἔργα αὐτοῦ, καὶ οὐδεὶς ἦν τῶν ἐν τῇ οἰκίᾳ ἔσω, 12 καὶ ἐπεσπάσατο αὐτὸν τῶν ἱματίων λέγουσα· κοιμήθητι μετ᾿ ἐμοῦ. καὶ καταλιπὼν τὰ ἱμάτια αὐτοῦ ἐν ταῖς χερσὶν αὐτῆς ἔφυγε καὶ ἐξῆλθεν ἔξω. 13 καὶ ἐγένετο ὡς εἶδεν, ὅτι καταλιπὼν τὰ ἱμάτια αὐτοῦ ἐν ταῖς χερσὶν αὐτῆς ἔφυγε καὶ ἐξῆλθεν ἔξω, 14 καὶ ἐκάλεσε τοὺς ὄντας ἐν τῇ οἰκίᾳ καὶ εἶπεν αὐτοῖς λέγουσα· ἴδετε, εἰσήγαγεν ἡμῖν παῖδα ῾Εβραῖον ἐμπαίζειν ἡμῖν· εἰσῆλθε πρός με λέγων· κοιμήθητι μετ᾿ ἐμοῦ, καὶ ἐβόησα φωνῇ μεγάλῃ· 15 ἐν δὲ τῷ ἀκοῦσαι αὐτὸν ὅτι ὕψωσα τὴν φωνήν μου καὶ ἐβόησα, καταλιπὼν τὰ ἱμάτια αὐτοῦ παρ᾿ ἐμοὶ ἔφυγε καὶ ἐξῆλθεν ἔξω. 16 καὶ καταλιμπάνει τὰ ἱμάτια παρ᾿ ἑαυτῇ, ἕως ἦλθεν ὁ κύριος εἰς τὸν οἶκον αὐτοῦ. 17 καὶ ἐλάλησεν αὐτῷ κατὰ τὰ ρήματα ταῦτα λέγουσα· εἰσῆλθε πρός με ὁ παῖς ὁ ῾Εβραῖος, ὃν εἰσήγαγες πρὸς ἡμᾶς, ἐμπαῖξαί μοι καὶ εἶπέ μοι· κοιμηθήσομαι μετὰ σοῦ· 18 ὡς δὲ ἤκουσεν ὅτι ὕψωσα τὴν φωνήν μου καὶ ἐβόησα, καταλιπὼν τὰ ἱμάτια αὐτοῦ παρ᾿ ἐμοὶ ἔφυγε καὶ ἐξῆλθεν ἔξω. 19 ἐγένετο δέ, ὡς ἤκουσεν ὁ κύριος αὐτοῦ τὰ ρήματα τῆς γυναικὸς αὐτοῦ, ὅσα ἐλάλησε πρὸς αὐτόν, λέγουσα· οὕτως ἐποίησέ μοι ὁ παῖς σου, καὶ ἐθυμώθη ὀργῇ. 20 καὶ λαβὼν ὁ κύριος ᾿Ιωσὴφ ἐνέβαλεν αὐτὸν εἰς τὸ ὀχύρωμα, εἰς τὸν τόπον, ἐν ᾦ οἱ δεσμῶται τοῦ βασιλέως κατέχονται ἐκεῖ ἐν τῷ ὀχυρώματι. 21 Καὶ ἦν Κύριος μετὰ ᾿Ιωσὴφ καὶ κατέχεεν αὐτοῦ ἔλεος καὶ ἔδωκεν αὐτῷ χάριν ἐναντίον τοῦ ἀρχιδεσμοφύλακος, 22 καὶ ἔδωκεν ὁ ἀρχιδεσμοφύλαξ τὸ δεσμωτήριον διὰ χειρὸς ᾿Ιωσὴφ καὶ πάντας τοὺς ἀπηγμένους, ὅσοι ἐν τῷ δεσμωτηρίῳ, καὶ πάντα ὅσα ποιοῦσιν ἐκεῖ, αὐτὸς ἦν ποιῶν. 23 οὐκ ἦν ὁ ἀρχιδεσμοφύλαξ τοῦ δεσμωτηρίου γινώσκων δι᾿ αὐτὸν οὐδέν· πάντα γὰρ ἦν διὰ χειρὸς ᾿Ιωσὴφ διὰ τὸ τὸν Κύριον μετ᾿ αὐτοῦ εἶναι, καὶ ὅσα αὐτὸς ἐποίει, ὁ Κύριος εὐώδου ἐν ταῖς χερσὶν αὐτοῦ.

Σάββατο 28 Μαρτίου 2015

Μεγάλη Συναπτή

Ονομάζονται τα <<Ειρηνικά>>. Λέγεται Μεγάλη Συναπτή γιατί σ' αυτές τις δεήσεις συνάπτονται όλα τα αιτήματα των πιστών από τα οποία έχουν ανάγκη και μόνο ο Θεός μπορεί να τα χορηγήσει και πραγματοποιήσει. Και όπως σημειώνει ένας σύγχρονος Θεολόγος <<λέγονται έτσι, επειδή σ' αυτές τις δεήσεις συνάπτεται, δηλ. περιλαμβάνεται όλος ο βίος και η ζωή των πιστών. Είναι σαν μιά πρώτη εμφάνιση και παρουσία της Εκκλησίας ενώπιον του Θεού με όλες τις επίγειες ανάγκες και περιστάσεις του βίου>>. Και αλλού πάλι λέει: <<Όλες οι δεήσεις της Μεγάλης Συναπτής είναι προτροπές του λειτουργού προς το λαό, που τελειώνουν η κάθε μία με το <<δεηθώμεν>>, δηλ. ας παρακαλέσουμε τον Κύριο.

Παρασκευή 27 Μαρτίου 2015

Παννυχίς

Είναι η ολονύκτια ακολουθία. Συνηθίζεται να ονομάζονται έτσι η ακολουθία των Χαιρετισμών και οι νυκτερινές ακολουθίες της Μεγάλης Εβδομάδος. 

Πέμπτη 19 Μαρτίου 2015

ΓΕΝΕΣΙΣ

ΚΕΦΑΛΑΙΟΝ 38


ΕΓΕΝΕΤΟ δέ ἐν τῷ καιρῷ ἐκείνῳ, κατέβη ᾿Ιούδας ἀπὸ τῶν ἀδελφῶν αὐτοῦ καὶ ἀφίκετο ἕως πρὸς ἄνθρωπόν τινα ᾿Οδολλαμίτην, ᾧ ὄνομα Εἰράς. 2 καὶ εἶδεν ἐκεῖ ᾿Ιούδας θυγατέρα ἀνθρώπου Χαναναίου, ᾗ ὄνομα Σαυά, καὶ ἔλαβεν αὐτὴν καὶ εἰσῆλθε πρὸς αὐτήν. 3 καὶ συλλαβοῦσα ἔτεκεν υἱὸν καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ ῎Ηρ. 4 καὶ συλλαβοῦσα ἔτεκεν υἱὸν ἔτι καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Αὐνάν. 5 καὶ προσθεῖσα ἔτεκεν υἱὸν καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Σηλώμ. αὕτη δὲ ἦν ἐν Χασβί, ἡνίκα ἔτεκεν αὐτούς. 6 καὶ ἔλαβεν ᾿Ιούδας γυναῖκα ῍Ηρ τῷ πρωτοτόκῳ αὐτοῦ, ᾗ ὄνομα Θάμαρ. 7 ἐγένετο δὲ ῍Ηρ πρωτότοκος ᾿Ιούδα πονηρὸς ἔναντι Κυρίου, καὶ ἀπέκτεινεν αὐτὸν ὁ Θεός. 8 εἶπε δὲ ᾿Ιούδας τῷ Αὐνάν· εἴσελθε πρὸς τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου καὶ ἐπιγάμβρευσαι αὐτὴν καὶ ἀνάστησον σπέρμα τῷ ἀδελφῷ σου. 9 γνοὺς δὲ Αὐνὰν ὅτι οὐκ αὐτῷ ἔσται τὸ σπέρμα, ἐγίνετο ὅταν εἰσήρχετο πρὸς τὴν γυναῖκα τοῦ ἀδελφοῦ αὐτοῦ, ἐξέχεεν ἐπὶ τὴν γῆν τοῦ μὴ δοῦναι σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 10 πονηρὸν δὲ ἐφάνη ἐναντίον τοῦ Θεοῦ, ὅτι ἐποίησε τοῦτο, καὶ ἐθανάτωσε καὶ τοῦτον. 11 εἶπε δὲ ᾿Ιούδας Θάμαρ τῇ νύμφῃ αὐτοῦ· κάθου χήρα ἐν τῷ οἴκῳ τοῦ πατρός σου ἕως μέγας γένηται Σηλὼμ ὁ υἱός μου. εἶπε γάρ· μή ποτε ἀποθάνῃ καὶ οὗτος, ὥσπερ καὶ οἱ ἀδελφοὶ αὐτοῦ. ἀπελθοῦσα δὲ Θάμαρ ἐκάθητο ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτῆς. 12 ᾿Επληθύνθησαν δὲ αἱ ἡμέραι καὶ ἀπέθανε Σαυὰ ἡ γυνὴ ᾿Ιούδα· καὶ παρακληθεὶς ᾿Ιούδας ἀνέβη ἐπὶ τοὺς κείροντας τά πρόβατα αὐτοῦ, αὐτὸς καὶ Εἰρὰς ὁ ποιμὴν αὐτοῦ ὁ ᾿Οδολλαμίτης εἰς Θαμνά. 13 καὶ ἀπηγγέλη Θάμαρ τῇ νύμφῃ αὐτοῦ λέγοντες· ἰδοὺ ὁ πενθερός σου ἀναβαίνει εἰς Θαμνὰ κεῖραι τὰ πρόβατα αὐτοῦ. 14 καὶ περιελομένη τὰ ἱμάτια τῆς χηρεύσεως ἀφ᾿ ἑαυτῆς, περιεβάλετο θέριστρον καὶ ἐκαλλωπίσατο καὶ ἐκάθισε πρὸς ταῖς πύλαις Αἰνάν, ἥ ἐστιν ἐν παρόδῳ Θαμνά· εἶδε γὰρ ὅτι μέγας γέγονε Σηλώμ, αὐτὸς δὲ οὐκ ἔδωκεν αὐτὴν αὐτῷ γυναῖκα. 15 καὶ ἰδὼν αὐτὴν ᾿Ιούδας ἔδοξεν αὐτὴν πόρνην εἶναι· κατεκαλύψατο γὰρ τὸ πρόσωπον αὐτῆς, καὶ οὐκ ἐπέγνω αὐτήν. 16 ἐξέκλινε δὲ πρὸς αὐτὴν τὴν ὁδὸν καὶ εἶπεν αὐτῇ· ἔασόν με εἰσελθεῖν πρὸς σέ· οὐ γὰρ ἔγνω ὅτι νύμφη αὐτοῦ ἐστίν. ἡ δὲ εἶπε· τί μοι δώσεις, ἐὰν εἰσέλθῃς πρός με; 17 ὁ δὲ εἶπεν· ἐγώ σοι ἀποστελῶ ἔριφον αἰγῶν ἐκ τῶν προβάτων μου, ἡ δὲ εἶπεν· ἐὰν δῷς μοι ἀρραβῶνα, ἕως τοῦ ἀποστεῖλαί σε. 18 ὁ δὲ εἶπε· τίνα τὸν ἀρραβῶνά σοι δώσω; ἡ δὲ εἶπε· τὸν δακτύλιόν σου καὶ τὸν ὁρμίσκον, καὶ τὴν ράβδον τὴν ἐν τῇ χειρί σου. καὶ ἔδωκεν αὐτῇ καὶ εἰσῆλθε πρὸς αὐτήν, καὶ ἐν γαστρὶ ἔλαβεν ἐξ αὐτοῦ. 19 καὶ ἀναστᾶσα ἀπῆλθε καὶ περιείλετο τὸ θέριστρον αὐτῆς ἀφ᾿ ἑαυτῆς καὶ ἐνεδύσατο τὰ ἱμάτια τῆς χηρεύσεως αὐτῆς. 20 ἀπέστειλε δὲ ᾿Ιούδας τὸν ἔριφον ἐξ αἰγῶν ἐν χειρὶ τοῦ ποιμένος αὐτοῦ τοῦ ᾿Οδολλαμίτου κομίσασθαι παρὰ τῆς γυναικὸς τὸν ἀρραβῶνα, καὶ οὐχ εὗρεν αὐτήν. 21 ἐπηρώτησε δὲ τοὺς ἄνδρας τοὺς ἐκ τοῦ τόπου· ποῦ ἐστιν ἡ πόρνη ἡ γενομένη ἐν Αἰνὰν ἐπὶ τῆς ὁδοῦ; καὶ εἶπαν· οὐκ ἦν ἐνταῦθα πόρνη. 22 καὶ ἀπεστράφη πρὸς ᾿Ιούδαν καὶ εἶπεν· οὐχ εὗρον, καὶ οἱ ἄνθρωποι οἱ ἐκ τοῦ τόπου λέγουσι μὴ εἶναι ὧδε πόρνην. 23 εἶπε δὲ ᾿Ιούδας· ἐχέτω αὐτά, ἀλλὰ μή ποτε καταγελασθῶμεν· ἐγὼ μὲν ἀπέσταλκα τὸν ἔριφον τοῦτον, σὺ δὲ οὐχ εὕρηκας. 24 ᾿Εγένετο δὲ μετὰ τρίμηνον ἀνηγγέλη τῷ ᾿Ιούδᾳ λέγοντες· ἐκπεπόρνευκε Θάμαρ ἡ νύμφη σου καὶ ἰδοὺ ἐν γαστρὶ ἔχει ἐκ πορνείας. εἶπε δὲ ᾿Ιούδας· ἐξαγάγετε αὐτήν, καὶ κατακαυθήτω. 25 αὐτὴ δὲ ἀγομένη ἀπέστειλε πρὸς τὸν πενθερὸν αὐτῆς λέγουσα· ἐκ τοῦ ἀνθρώπου, οὗτινος ταῦτά ἐστιν, ἐγὼ ἐν γαστρὶ ἔχω. καὶ εἶπεν· ἐπίγνωθι, τίνος ὁ δακτύλιος καὶ ὁ ὁρμίσκος καὶ ἡ ράβδος αὕτη. 26 ἐπέγνω δὲ ᾿Ιούδας καὶ εἶπε· δεδικαίωται Θάμαρ ἢ ἐγώ, οὗ ἕνεκεν οὐκ ἔδωκα αὐτὴν Σηλὼν τῷ υἱῷ μου. καὶ οὐ προσέθετο ἔτι τοῦ γνῶναι αὐτήν. 27 ᾿Εγένετο δὲ ἡνίκα ἔτικτε, καὶ τῇδε ἦν δίδυμα ἐν τῇ γαστρὶ αὐτῆς. 28 ἐγένετο δὲ ἐν τῷ τίκτειν αὐτήν, ὁ εἷς προεξήνεγκε τὴν χεῖρα· λαβοῦσα δὲ ἡ μαῖα ἔδησεν ἐπί τὴν χεῖρα αὐτοῦ κόκκινον λέγουσα· οὗτος ἐξελεύσεται πρότερος. 29 ὡς δὲ ἐπισυνήγαγε τὴν χεῖρα, καὶ εὐθὺς ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ. ἡ δὲ εἶπε· τί διεκόπη διὰ σὲ φραγμός; καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Φαρές. 30 καί μετὰ τοῦτο ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ, ἐφ᾿ ᾧ ἦν ἐπὶ τῇ χειρὶ αὐτοῦ τὸ κόκκινον· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ζαρά.

Δευτέρα 16 Μαρτίου 2015

Αναβαθμοί

Είναι στίχοι από τους ψαλμούς 119 έως 133, που λέγονται <<Ωδαί των αναβαθμών>>. Σήμερα οι στίχοι αυτοί αντικατέστησαν τους πιό πάνω ψαλμούς. Αναβαθμούς έχουν και οι οκτώ ήχοι και ψάλλονται στον όρθρο των Κυριακών. Στις μεγάλες εορτές ψάλλονται οι Αναβαθμοί του δ΄ ήχου <<Εκ νεότητός μου...>>. Την ονομασία τους την οφείλουν στο γεγονός ότι όταν οι απανταχού της γης Ιουδαίοι ήρχοντο να προσκυνήσουν στα Ιεροσόλυμα το ναό του Σολομώντος, έψαλλαν τους ψαλμούς αυτούς καθώς ανέβαιναν στην αγία Πόλη. Και επειδή η ανάβαση των Ιουδαίων από την κοιλάδα και την έρημο του Ιορδάνου προς τα Ιεροσόλυμα έμοιαζε σαν να ανεβαίνουν αναβαθμούς (σκαλοπάτια) ονομάστηκαν έτσι. Σύμφωνα με άλλη παράδοση, τους ψαλμούς αυτούς τους έψαλλαν οι Ιουδαίοι στα σκαλοπάτια του ναού του Σολομώντος. Οι Αναβαθμοί λέγονται και Αντίφωνα γιατί ψάλλονται στην εκκλησία <<κατ' αντιφωνίαν>>. Κάθε Αναβαθμός έχει τρία τροπάρια και αποτελούν ένα Αντίφωνο. Κάθε ήχος έχει τρία Αντίφωνα, εκτός του πλ. Δ΄ ο οποίος έχει τέσσερα. Συνολικά υπάρχουν είκοσι πέντε Αντίφωνα. Στους Αναβαθμούς είτε χρησιμοποιείται ο στίχος αυτούσιος από τις ωδές των Αναβαθμών ή στίχοι εμπνευσμένοι από αυτούς. Οι Αναβαθμοί είναι <<ιεραποδημητικά άσματα>>. Σύμφωνα με την παράδοση τα Αντίφωνα παρέδωσε στην Εκκλησία ο άγιος Ιγνάτιος ο Θεοφόρος.

Πέμπτη 12 Μαρτίου 2015

ΓΕΝΕΣΙΣ

ΚΕΦΑΛΑΙΟΝ 37


ΚΑΤῼΚΕΙ δὲ ᾿Ιακὼβ ἐν τῇ γῇ, οὗ παρώκησεν ὁ πατὴρ αὐτοῦ, ἐν γῇ Χαναάν. 2 αὗται δὲ αἱ γενέσεις ᾿Ιακώβ· ᾿Ιωσὴφ δὲ δέκα καὶ ἑπτὰ ἐτῶν ἦν, ποιμαίνων τὰ πρόβατα τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀδελφῶν αὐτοῦ, ὢν νέος, μετὰ τῶν υἱῶν Βαλλᾶς καὶ μετὰ τῶν υἱῶν Ζελφᾶς τῶν γυναικῶν τοῦ πατρὸς αὐτοῦ· κατήνεγκαν δὲ ᾿Ιωσὴφ ψόγον πονηρὸν πρὸς ᾿Ισραὴλ τὸν πατέρα αὐτῶν. 3 ᾿Ιακὼβ δέ ἠγάπα τὸν ᾿Ιωσὴφ παρὰ πάντας τοὺς υἱοὺς αὐτοῦ, ὅτι υἱὸς γήρως ἦν αὐτῷ· ἐποίησε δὲ αὐτῷ χιτῶνα ποικίλον. 4 ἰδόντες δὲ οἱ ἀδελφοὶ αὐτοῦ, ὅτι αὐτὸν ὁ πατὴρ φιλεῖ ἐκ πάντων τῶν υἱῶν αὐτοῦ, ἐμίσησαν αὐτὸν καὶ οὐκ ἠδύναντο λαλεῖν αὐτῷ οὐδὲν εἰρηνικόν. 5 ᾿Ενυπνιασθεὶς δὲ ᾿Ιωσὴφ ἐνύπνιον ἀπήγγειλεν αὐτὸ τοῖς ἀδελφοῖς αὐτοῦ. 6 καὶ εἶπεν αὐτοῖς· ἀκούσατε τοῦ ἐνυπνίου τούτου, οὗ ἐνυπνιάσθην· 7 ᾤμην ὑμᾶς δεσμεύειν δράγματα ἐν μέσῳ τῷ πεδίῳ, καὶ ἀνέστη τὸ ἐμὸν δράγμα καὶ ὠρθώθη, περιστραφέντα δὲ τὰ δράγματα ὑμῶν προσεκύνησαν τὸ ἐμὸν δράγμα. 8 εἶπαν δὲ αὐτῷ οἱ ἀδελφοὶ αὐτοῦ· μὴ βασιλεύων βασιλεύσεις ἐφ᾿ ἡμᾶς ἢ κυριεύων κυριεύσεις ἡμῶν; καὶ προσέθεντο ἔτι μισεῖν αὐτὸν ἕνεκεν τῶν ἐνυπνίων αὐτοῦ καὶ ἕνεκεν τῶν ρημάτων αὐτοῦ. 9 εἶδε δὲ ἐνύπνιον ἕτερον καὶ διηγήσατο αὐτῷ τῷ πατρὶ αὐτοῦ καὶ τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ εἶπεν· ἰδοὺ ἐνυπνιασάμην ἐνύπνιον ἕτερον, ὥσπερ ὁ ἥλιος καὶ ἡ σελήνη καὶ ἕνδεκα ἀστέρες προσεκύνουν με. 10 καὶ ἐπετίμησεν αὐτῷ ὁ πατὴρ αὐτοῦ καὶ εἶπεν αὐτῷ· τί τὸ ἐνύπνιον τοῦτο, ὃ ἐνυπνιάσθης; ἆρά γε ἐλθόντες ἐλευσόμεθα ἐγώ τε καὶ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου προσκυνῆσαί σοι ἐπὶ τὴν γῆν; 11 ἐζήλωσαν δὲ αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ, ὁ δὲ πατὴρ αὐτοῦ διετήρησε τὸ ρῆμα. 12 ᾿Επορεύθησαν δὲ οἱ ἀδελφοὶ αὐτοῦ βόσκειν τὰ πρόβατα τοῦ πατρὸς αὐτῶν εἰς Συχέμ. 13 καὶ εἶπεν ᾿Ισραὴλ πρὸς ᾿Ιωσήφ· οὐχὶ οἱ ἀδελφοί σου ποιμαίνουσιν εἰς Συχέμ; δεῦρο ἀποστείλω σε πρὸς αὐτούς. εἶπε δὲ αὐτῷ· ἰδοὺ ἐγώ. 14 εἶπε δὲ αὐτῷ ᾿Ισραήλ· πορευθεὶς ἰδέ, εἰ ὑγιαίνουσιν οἱ ἀδελφοί σου καὶ τὰ πρόβατα, καὶ ἀνάγγειλόν μοι. καὶ ἀπέστειλεν αὐτὸν ἐκ τῆς κοιλάδος τῆς Χεβρών, καὶ ἦλθεν εἰς Συχέμ. 15 καὶ εὗρεν αὐτὸν ἄνθρωπος πλανώμενον ἐν τῷ πεδίῳ· ἠρώτησε δὲ αὐτὸν ὁ ἄνθρωπος λέγων· τί ζητεῖς; 16 ὁ δὲ εἶπε· τοὺς ἀδελφούς μου ζητῶ· ἀπάγγειλόν μοι, ποῦ βόσκουσιν. 17 εἶπε δὲ αὐτῷ ὁ ἄνθρωπος· ἀπῄρκασιν ἐντεῦθεν, ἤκουσα γὰρ αὐτῶν λεγόντων· πορευθῶμεν εἰς Δωθαείμ. καὶ ἐπορεύθη ᾿Ιωσὴφ κατόπισθεν τῶν ἀδελφῶν αὐτοῦ καὶ εὗρεν αὐτοὺς ἐν Δωθαείμ. 18 προεῖδον δὲ αὐτὸν μακρόθεν πρὸ τοῦ ἐγγίσαι αὐτὸν πρὸς αὐτοὺς καὶ ἐπονηρεύοντο τοῦ ἀποκτεῖναι αὐτόν. 19 εἶπε δὲ ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ· ἰδοὺ ὁ ἐνυπνιαστὴς ἐκεῖνος ἔρχεται· 20 νῦν οὖν δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ ρίψωμεν αὐτὸν εἰς ἕνα τῶν λάκκων καὶ ἐροῦμεν· θηρίον πονηρὸν κατέφαγεν αὐτόν· καὶ ὀψόμεθα, τί ἔσται τὰ ἐνύπνια αὐτοῦ. 21 ἀκούσας δὲ Ρουβὴν ἐξείλετο αὐτὸν ἐκ τῶν χειρῶν αὐτῶν καὶ εἶπεν· οὐ πατάξωμεν αὐτὸν εἰς ψυχήν. 22 εἶπε δὲ αὐτοῖς Ρουβήν· μὴ ἐκχέητε αἷμα· ἐμβάλλετε αὐτὸν εἰς ἕνα τῶν λάκκων τούτων τῶν ἐν τῇ ἐρήμῳ, χεῖρα δὲ μὴ ἐπενέγκητε αὐτῷ· ὅπως ἐξέληται αὐτὸν ἐκ τῶν χειρῶν αὐτῶν καὶ ἀποδῷ αὐτὸν τῷ πατρὶ αὐτοῦ. 23 ἐγένετο δὲ ἡνίκα ἦλθεν ᾿Ιωσὴφ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ, ἐξέδυσαν ᾿Ιωσὴφ τὸν χιτῶνα τὸν ποικίλον τὸν περὶ αὐτόν 24 καὶ λαβόντες αὐτόν ἔρριψαν εἰς τὸν λάκκον· ὁ δὲ λάκκος κενός, ὕδωρ οὐκ εἶχεν. 25 ᾿Εκάθισαν δὲ φαγεῖν ἄρτον καὶ ἀναβλέψαντες τοῖς ὀφθαλμοῖς εἶδον, καὶ ἰδοὺ ὁδοιπόροι ᾿Ισμαηλῖται ἤρχοντο ἐκ Γαλαάδ, καὶ αἱ κάμηλοι αὐτῶν ἔγεμαν θυμιαμάτων καὶ ρητίνης καὶ στακτῆς· ἐπορεύοντο δὲ καταγαγεῖν εἰς Αἴγυπτον. 26 εἶπε δὲ ᾿Ιούδας πρὸς τούς ἀδελφοὺς αὐτοῦ· τί χρήσιμον, ἐὰν ἀποκτείνωμεν τὸν ἀδελφὸν ἡμῶν καὶ κρύψωμεν τὸ αἷμα αὐτοῦ; 27 δεῦτε ἀποδώμεθα αὐτὸν τοῖς ᾿Ισμαηλίταις τούτοις, αἱ δὲ χεῖρες ἡμῶν μὴ ἔστωσαν ἐπ᾿ αὐτόν, ὅτι ἀδελφὸς ἡμῶν καὶ σὰρξ ἡμῶν ἐστιν. ἤκουσαν δὲ οἱ ἀδελφοὶ αὐτοῦ. 28 καὶ παρεπορεύοντο οἱ ἄνθρωποι οἱ Μαδιηναῖοι ἔμποροι, καὶ ἐξείλκυσαν καὶ ἀνεβίβασαν τὸν ᾿Ιωσὴφ ἐκ τοῦ λάκκου καὶ ἀπέδοντο τὸν ᾿Ιωσὴφ τοῖς ᾿Ισμαηλίταις εἴκοσι χρυσῶν, καὶ κατήγαγον τὸν ᾿Ιωσὴφ εἰς Αἴγυπτον. 29 ἀνέστρεψε δὲ Ρουβὴν ἐπὶ τὸν λάκκον καὶ οὐχ ὁρᾷ τὸν ᾿Ιωσὴφ ἐν τῷ λάκκῳ. καὶ διέρρηξε τὰ ἱμάτια αὐτοῦ. 30 καὶ ἐπέστρεψε πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ. καὶ εἶπε· τὸ παιδάριον οὐκ ἔστιν, ἐγὼ δὲ ποῦ πορεύομαι ἔτι; 31 Λαβόντες δὲ τὸν χιτῶνα τοῦ ᾿Ιωσὴφ ἔσφαξαν ἔριφον αἰγῶν καὶ ἐμόλυναν τὸν χιτῶνα τῷ αἵματι. 32 καὶ ἀπέστειλαν τὸν χιτῶνα τὸν ποικίλον καὶ εἰσήνεγκαν τῷ πατρὶ αὐτῶν. καὶ εἶπαν· τοῦτον εὕρομεν, ἐπίγνωθι εἰ χιτὼν τοῦ υἱοῦ σού ἐστιν ἢ οὔ. 33 καὶ ἐπέγνω αὐτὸν καὶ εἶπε· χιτὼν τοῦ υἱοῦ μού ἐστι· θηρίον πονηρὸν κατέφαγεν αὐτόν, θηρίον ἥρπασε τὸν ᾿Ιωσήφ. 34 διέρρηξε δὲ ᾿Ιακὼβ τὰ ἱμάτια αὐτοῦ καὶ ἐπέθετο σάκκον ἐπὶ τὴν ὀσφὺν αὐτοῦ καὶ ἐπένθει τὸν υἱὸν αὐτοῦ ἡμέρας πολλάς. 35 συνήχθησαν δὲ πάντες οἱ υἱοὶ αὐτοῦ καὶ αἱ θυγατέρες καὶ ἦλθον παρακαλέσαι αὐτόν, καὶ οὐκ ἤθελε παρακαλεῖσθαι λέγων ὅτι· καταβήσομαι πρὸς τὸν υἱόν μου πενθῶν εἰς ᾅδου. καὶ ἔκλαυσεν αὐτὸν ὁ πατὴρ αὐτοῦ. 36 οἱ δὲ Μαδιηναῖοι ἀπέδοντο τὸν ᾿Ιωσὴφ εἰς Αἴγυπτον τῷ Πετεφρῇ τῷ σπάδοντι Φαραώ, ἀρχιμαγείρῳ.

Τρίτη 10 Μαρτίου 2015

ΚΑΘΟΛΙΚΗ ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Β΄

ΚΕΦΑΛΑΙΟΝ Γ΄ 

Στίχ. 1-10. Η δευτέρα παρουσία του Κυρίου θα γίνει ωρισμένως.

Ταύτην ήδη, αγαπητοί, δευτέραν υμίν γράφω επιστολήν, εν αις διεγείρω υμών εν υπομνήσει την ειλικρινή διάνοιαν, 
2 μνησθήναι των προειρημένων ρημάτων υπό των αγίων προφητών και της των αποστόλων υμών εντολής του Κυρίου και σωτήρος, 
3 τούτο πρώτον γινώσκοντες, ότι ελεύσονται επ' εσχάτων των ημερών εμπαίκται, κατά τας ιδίας επιθυμίας αυτών πορευόμενοι 
4 και λέγοντες που εστιν η επαγγελία της παρουσίας αυτού; αφ' ης γαρ οι πατέρες εκοιμήθησαν, πάντα ούτω διαμένει απ' αρχής κτίσεως. 
5 λανθάνει γαρ αυτούς τούτο θέλοντας ότι ουρανοί ήσαν έκπαλαι και γη εξ ύδατος και δι' ύδατος συνεστώσα τω του Θεού λόγω, 
6 δι' ων ο τότε κόσμος ύδατι κατακλυσθείς απώλετο 
7 οι δε νυν ουρανοί και η γη τω αυτού λόγω τεθησαυρισμένοι εισί πυρί τηρούμενοι εις ημέραν κρίσεως και απωλείας των ασεβών ανθρώπων. 
8 Εν δε τούτο μη λανθανέτω υμάς, αγαπητοί, ότι μία ημέρα παρά Κυρίω ως χίλια έτη, και χίλια έτη ως ημέρα μία. 
9 ου βραδύνει ο Κύριος της επαγγελίας ως τινες βραδυτήτα ηγούνται, αλλά μακροθυμεί εις ημάς, μη βουλόμενός τινας απολέσθαι, αλλά πάντας εις μετάνοιαν χωρήσαι. 
10 Ήξει δε η ημέρα Κυρίου ως κλέπτης εν νυκτί, εν η ουρανοί ροιζηδόν παρελεύσονται, στοιχεία δε καυσούμενα λυθήσονται, και γη και τα εν αυτή έργα κατακαήσεται. 

Στίχ. 11-18. Φροντίς των πιστών, ίνα ευρεθούν καθαροί ενώπιον του Κριτού. 

11 Τούτων ουν πάντων λυομένων ποταπούς δει υπάρχειν υμάς εν αγίαις αναστροφαίς και ευσεβείαις, 
12 προσδοκώντας και σπεύδοντας την παρουσίαν της του Θεού ημέρας, δι' ην ουρανοί πυρούμενοι λυθήσονται και στοιχεία καυσούμενα τήκεται! 
13 καινούς δε ουρανούς και γην καινήν κατά το επάγγελμα αυτού προσδοκώμεν, εν οις δικαιοσύνη κατοικεί. 
14 Διό, αγαπητοί, ταύτα προσδοκώντες σπουδάσατε άσπιλοι και αμώμητοι αυτώ ευρεθήναι εν ειρήνη, 
15 και την του Κυρίου ημών μακροθυμίαν σωτηρίαν ηγείσθε, καθώς και ο αγαπητός ημών αδελφός Παύλος κατά την αυτώ δοθείσαν σοφίαν έγραψεν υμίν, 
16 ως και εν πάσαις ταις επιστολαίς λαλών εν αυταίς περί τούτων, εν οις εστι δυσνόητά τινα, α οι αμαθείς και αστήρικτοι στρεβλούσιν ως και τας λοιπάς γραφάς προς την ιδίαν αυτών απώλειαν. 
17 Υμείς ουν, αγαπητοί, προγινώσκοντες φυλάσσεσθε, ίνα μη τη των αθέσμων πλάνη συναπαχθέντες εκπέσητε του ιδίου στηριγμού, 
18 αυξάνετε δε εν χάριτι και γνώσει του Κυρίου ημών και σωτήρος Ιησού Χριστού, αυτώ η δόξα και νυν και εις ημέραν αιώνος αμήν. 

Δευτέρα 9 Μαρτίου 2015

ΚΑΘΟΛΙΚΗ ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Β΄

ΚΕΦΑΛΑΙΟΝ Β΄ 

Στίχ. 1-11. Οι ψευτοδιδάσκαλοι και η βεβαία τιμωρία των. 

Εγένοντο δε και ψευδοπροφήται εν τω λαώ, ως και εν υμίν έσονται ψευδοδιδάσκαλοι, οίτινες παρεισάξουσιν αιρέσεις απωλείας, και τον αγοράσαντα αυτούς δεσπότην αρνούμενοι, επάγοντες εαυτοίς ταχινήν απώλειαν 
2 και πολλοί εξακολουθήσουσιν αυτών ταις ασελγείαις, δι' ους η οδός της αληθείας βλασφημηθήσεται 
3 και εν πλεονεξία πλαστοίς λόγοις υμάς εμπορεύσονται, οις το κρίμα έκπαλαι ουκ αργεί, και η απώλεια αυτών ου νυστάξει. 
4 ει γαρ ο Θεός αγγέλων αμαρτησάντων ουκ εφείσατο, αλλά σειραίς ζόφου ταρταρώσας παρέδωκεν εις κρίσιν τηρουμένους, 
5 και αρχαίου κόσμου ουκ εφείσατο, αλλά όγδοον Νώε δικαιοσύνης κήρυκα εφύλαξε, κατακλυσμόν κόσμω ασεβών επάξας, 
6 και πόλεις Σοδόμων και Γομόρρας τεφρώσας καταστροφή κατέκρινεν, υπόδειγμα μελλόντων ασεβείν τεθεικώς, 
7 και δίκαιον Λωτ καταπονούμενον υπό της των αθέσμων εν ασελγεία αναστροφής ερρύσατο 
8 βλέμματι γαρ και ακοή ο δίκαιος, εγκατοικών εν αυτοίς, ημέραν εξ ημέρας ψυχήν δικαίαν ανόμοις έργοις εβασάνιζεν 
9 οίδε Κύριος ευσεβείς εκ πειρασμού ρύεσθαι, αδίκους δε εις ημέραν κρίσεως κολαζομένους τηρείν, 
10 μάλιστα δε τους οπίσω σαρκός εν επιθυμία μιασμού πορευομένους και κυριότητος καταφρονούντας. τολμηταί, αυθάδεις! δόξας ου τρέμουσι βλασφημούντες, 
11 όπου άγγελοι, ισχύϊ και δυνάμει μείζονες όντες, ου φέρουσι κατ' αυτών παρά Κυρίω βλάσφημον κρίσιν. 

Στίχ. 12-22. Τα αμαρτωλά ήθη των ψευδοδιδασκάλων. 

12 ούτοι δε, ως άλογα ζώα φυσικά γεγεννημένα εις άλωσιν και φθοράν, εν οις αγνοούσι βλασφημούντες, εν τη φθορά αυτών καταφθαρήσονται, 
13 κομιούμενοι μισθόν αδικίας, ηδονήν ηγούμενοι την εν ημέρα τρυφήν, σπίλοι και μώμοι, έντρυφώντες εν ταις απάταις αυτών, συνευωχούμενοι υμίν, 
14 οφθαλμούς έχοντες μεστούς μοιχαλίδος και ακαταπαύστους αμαρτίας, δελεάζοντες ψυχάς αστηρίκτους, καρδίαν γεγυμνασμένην πλεονεξίας έχοντες, κατάρας τέκνα! 
15 καταλιπόντες ευθείαν οδόν επλανήθησαν, εξακολουθήσαντες τη οδώ του Βαλαάμ του Βοσόρ, ος μισθόν αδικίας ηγάπησεν, 
16 έλεγξιν δε έσχεν ιδίας παρανομίας υποζύγιον άφωνον εν ανθρώπου φωνή φθεγξάμενον εκώλυσε την του προφήτου παραφρονίαν. 
17 ούτοι εισι πηγαί άνυδροι, νεφέλαι υπό λαίλαπος ελαυνόμεναι, οις ο ζόφος του σκότους εις αιώνα τετήρηται. 
18 υπέρογκα γαρ ματαιότητος φθεγγόμενοι δελεάζουσιν εν επιθυμίαις σαρκός ασελγείαις τους όντως αποφυγόντας τους εν πλάνη αναστρεφομένους, 
19 ελευθερίαν αυτοίς επαγγελλόμενοι, αυτοί δούλοι υπάρχοντες της φθοράς ω γαρ τις ήττηται, τούτω και δεδούλωται. 
20 ει γαρ αποφυγόντες τα μιάσματα του κόσμου εν επιγνώσει του Κυρίου και σωτήρος Ιησού Χριστού, τούτοις δε πάλιν εμπλακέντες ηττώνται, γέγονεν αυτοίς τα έσχατα χείρονα των πρώτων. 
21 κρείττον γαρ ην αυτοίς μη επεγνωκέναι την οδόν της δικαιοσύνης ή επιγνούσιν επιστρέψαι εκ της παραδοθείσης αυτοίς αγίας εντολής. 
22 συμβέβηκε δε αυτοίς το της αληθούς παροιμίας, κύων επιστρέψας επί το ίδιον εξέραμα, και, υς λουσαμένη εις κύλισμα βορβόρου.

Κυριακή 8 Μαρτίου 2015

Αποστολικά Καθίσματα

Τροπάρια τα οποία ψάλλονται κάθε Πέμπτη (ημέρα αφιερωμένη στους Αποστόλους) και περιέχονται στην Παρακλητική. Τα τροπάρια υμνούν και εγκωμιάζουν τους Αποστόλους, οι οποίοι εκήρυξαν το Ευαγγέλιο του Χριστού <<πάσαν τη κτίσει>>. Ως δε <<αυτόπται και αυτήκοοι του Λόγου>> διέδραμον <<πάσαν την γην>> διηγούμενοι και διδάσκοντες πάντα όσα είδον και ήκουσαν από τον Ιησούν Χριστόν, <<βαπτίζοντες τα έθνη εις το όνομα του Πατρός και του Υιού και του αγίου Πνεύματος>> (Ματθ. ΚΗ΄, 19).

ΓΕΝΕΣΙΣ

ΚΕΦΑΛΑΙΟΝ 36


ΑΥΤΑΙ δὲ αἱ γενέσεις ῾Ησαῦ (αὐτός ἐστιν ᾿Εδώμ)· 2 ῾Ησαῦ δὲ ἔλαβε τὰς γυναῖκας ἑαυτῷ ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων, τὴν ᾿Αδὰ θυγατέρα Αἰλὼμ τοῦ Χετταίου καὶ τοῦ ᾿Ολιβεμὰ θυγατέρα ᾿Ανὰ τοῦ υἱοῦ Σεβεγὼν τοῦ Εὐαίου 3 καὶ τὴν Βασεμὰθ θυγατέρα ᾿Ισμαὴλ ἀδελφὴν Ναβεώθ. 4 ἔτεκε δὲ αὐτῷ ᾿Αδὰ τὸν ῾Ελιφάς, καὶ Βασεμὰθ ἔτεκε τὸν Ραγουήλ, 5 καὶ ᾿Ολιβεμὰ ἔτεκε τὸν ᾿Ιεοὺς καὶ τὸν ᾿Ιεγλὸμ καὶ τὸν Κορέ· οὗτοι υἱοὶ ῾Ησαῦ, οἳ ἐγένοντο αὐτῷ ἐν γῇ Χαναάν. 6 ἔλαβε δὲ ῾Ησαῦ τὰς γυναῖκας αὐτοῦ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς θυγατέρας αὐτοῦ καὶ πάντα τὰ σώματα τοῦ οἴκου αὐτοῦ καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ καὶ πάντα τὰ κτήνη καὶ πάντα ὅσα ἐκτήσατο καὶ πάντα ὅσα περιεποιήσατο ἐν γῇ Χαναάν, καὶ ἐπορεύθη ῾Ησαῦ ἐκ τῆς γῆς Χαναὰν ἀπό προσώπου ᾿Ιακὼβ τοῦ ἀδελφοῦ αὐτοῦ. 7 ἦν γὰρ αὐτῶν τὰ ὑπάρχοντα πολλὰ τοῦ οἰκεῖν ἅμα, καὶ οὐκ ἠδύνατο ἡ γῆ τῆς παροικήσεως αὐτῶν φέρειν αὐτοὺς ἀπὸ τοῦ πλήθους τῶν ὑπαρχόντων αὐτῶν. 8 κατῴκησε δὲ ῾Ησαῦ ἐν τῷ ὄρει Σηεὶρ (῾Ησαῦ αὐτός ἐστιν ᾿Εδώμ). 9 Αὗται δὲ αἱ γενέσεις ῾Ησαῦ πατρὸς ᾿Εδὼμ ἐν τῷ ὄρει Σηείρ, 10 καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν ῾Ησαῦ· ῾Ελιφὰς υἱὸς ᾿Αδᾶς γυναικὸς ῾Ησαῦ καὶ Ραγουὴλ υἱὸς Βασεμὰθ γυναικὸς ῾Ησαῦ. 11 ἐγένοντο δὲ ῾Ελιφὰς υἱοί· Θαιμάν, ῾Ωμάρ, Σωφάρ, Γοθὼμ καὶ Κενέζ· 12 Θαμνὰ δὲ ἦν παλλακὴ ῾Ελιφὰς τοῦ υἱοῦ ῾Ησαῦ καὶ ἔτεκε τῷ ῾Ελιφὰς τὸν ᾿Αμαλήκ· οὗτοι υἱοὶ ᾿Αδᾶς γυναικὸς ῾Ησαῦ. 13 οὗτοι δὲ υἱοὶ Ραγουήλ· Ναχόθ, Ζαρέ, Σομέ, καὶ Μοζέ· οὗτοι ἦσαν υἱοὶ Βασεμὰθ γυναικὸς ῾Ησαῦ. 14 οὗτοι δὲ υἱοὶ ᾿Ολιβεμᾶς θυγατρὸς ᾿Ανὰ τοῦ υἱοῦ Σεβεγών, γυναικὸς ῾Ησαῦ· ἔτεκε δὲ τῷ ῾Ησαῦ τὸν ᾿Ιεοὺς καὶ τὸν ᾿Ιεγλὸμ καὶ τὸν Κορέ. 15 οὗτοι ἡγεμόνες υἱοὶ ῾Ησαῦ· υἱοὶ ῾Ελιφὰς πρωτοτόκου ῾Ησαῦ· ἡγεμὼν Θαιμάν, ἡγεμὼν ῾Ωμάρ, ἡγεμὼν Σωφάρ, ἡγεμὼν Κενέζ, 16 ἡγεμὼν Κορέ, ἡγεμὼν Γοθώμ, ἡγεμὼν ᾿Αμαλήκ· οὗτοι ἡγεμόνες ῾Ελιφὰς ἐν γῇ ᾿Ιδουμαίᾳ· οὗτοι υἱοὶ ᾿Αδᾶς. 17 καὶ οὗτοι υἱοὶ Ραγουὴλ υἱοῦ ῾Ησαῦ· ἡγεμὼν Ναχώθ, ἡγεμὼν Ζαρέ, ἡγεμὼν Σομέ, ἡγεμὼν Μοζέ· οὗτοι ἡγεμόνες Ραγουὴλ ἐν γῇ ᾿Εδώμ· οὗτοι υἱοὶ Βασεμὰθ γυναικὸς ῾Ησαῦ. 18 οὗτοι δὲ υἱοὶ ᾿Ολιβεμᾶς γυναικὸς ῾Ησαῦ· ἡγεμὼν ᾿Ιεούλ, ἡγεμὼν ᾿Ιεγλόμ, ἡγεμὼν Κορέ· οὗτοι ἡγεμόνες ᾿Ολιβεμᾶς θυγατρὸς ᾿Ανὰ γυναικὸς ῾Ησαῦ. 19 οὗτοι υἱοὶ ῾Ησαῦ, καὶ οὗτοι ἡγεμόνες αὐτῶν. οὗτοί εἰσιν υἱοὶ ᾿Εδώμ. 20 Οὗτοι δὲ υἱοὶ Σηεὶρ τοῦ Χορραίου τοῦ κατοικοῦντος τὴν γῆν· Λωτά, Σωβάλ, Σεβεγών, ᾿Ανὰ 21 καὶ Δησὼν καὶ ᾿Ασὰρ καὶ Ρισών· οὗτοι ἡγεμόνες τοῦ Χορραίου τοῦ υἱοῦ Σηεὶρ ἐν τῇ γῇ ᾿Εδώμ. 22 ἐγένοντο δὲ υἱοὶ Λωτάν· Χορρὶ καὶ Αἰμάν· ἀδελφὴ δὲ Λωτὰν Θαμνά. 23 οὗτοι δὲ υἱοὶ Σωβάλ· Γωλὰμ καὶ Μαναχὰθ καὶ Γαιβὴλ καὶ Σωφὰρ καὶ ῾Ωμάρ. 24 καὶ οὗτοι υἱοὶ Σεβεγών· ᾿Αϊέ καὶ ᾿Ανά· οὗτός ἐστιν ᾿Ανά, ὃς εὗρε τὸν ᾿Ιαμεὶν ἐν τῇ ἐρήμῳ, ὅτε ἔνεμε τὰ ὑποζύγια Σεβεγὼν τοῦ πατρὸς αὐτοῦ. 25 οὗτοι δὲ υἱοὶ ᾿Ανά· Δησὼν καὶ ᾿Ολιβεμὰ θυγάτηρ ᾿Ανά. 26 οὗτοι δὲ υἱοὶ Δησών· ᾿Αμαδὰ καὶ ᾿Ασβὰν καὶ ᾿Ιθρὰν καὶ Χαρράν. 27 οὗτοι δὲ υἱοὶ ᾿Ασάρ· Βαλαὰμ καὶ Ζουκὰμ καὶ ᾿Ιουκάμ. 28 οὗτοι δὲ υἱοὶ Ρισών· ῟Ως καὶ ᾿Αράν. 29 οὗτοι δὲ ἡγεμόνες Χορρί· ἡγεμὼν Λωτάν, ἡγεμὼν Σωβάλ, ἡγεμὼν Σεβεγών, ἡγεμὼν ᾿Ανά, 30 ἡγεμὼν Δησών, ἡγεμὼν ᾿Ασάρ, ἡγεμὼν Ρισών. οὗτοι ἡγεμόνες Χορρὶ ἐν ταῖς ἡγεμονίαις αὐτῶν ἐν γῇ ᾿Εδώμ. 31 Καὶ οὗτοι οἱ βασιλεῖς οἱ βασιλεύσαντες ἐν ᾿Εδὼμ πρὸ τοῦ βασιλεῦσαι βασιλέα ἐν ᾿Ισραήλ. 32 καὶ ἐβασίλευσεν ἐν ᾿Εδὼμ Βαλὰκ υἱὸς Βεώρ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Δενναβά. 33 ἀπέθανε δὲ Βαλάκ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ ᾿Ιωβὰβ υἱὸς Ζαρὰ ἐκ Βοσόρρας. 34 ἀπέθανε δὲ ᾿Ιωβάβ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ ᾿Ασὼμ ἐκ τῆς γῆς Θαιμανών. 35 ἀπέθανε δὲ ᾿Ασώμ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ ᾿Αδὰδ υἱὸς Βαρὰδ ὁ ἐκκόψας Μαδιὰμ ἐν τῷ πεδίῳ Μωάβ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γετθαίμ. 36 ἀπέθανε δὲ ᾿Αδάδ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Σαμαδὰ ἐκ Μασεκκᾶς. 37 ἀπέθανε δὲ Σαμαδά, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Σαοὺλ ἐκ Ροωβὼθ τῆς παρὰ ποταμόν. 38 ἀπέθανε δὲ Σαούλ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Βαλαεννὼν υἱὸς ᾿Αχοβώρ. 39 ἀπέθανε δὲ Βαλαεννὼν υἱὸς ᾿Αχοβώρ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ ᾿Αρὰδ υἱὸς Βαράδ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Φογώρ, ὄνομα δὲ τῇ γυναικὶ αὐτοῦ Μετεβεήλ, θυγάτηρ Ματραΐθ, υἱοῦ Μαιζοώβ. 40 Ταῦτα τὰ ὀνόματα τῶν ἡγεμόνων ῾Ησαῦ ἐν ταῖς φυλαῖς αὐτῶν κατὰ τόπον αὐτῶν, ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν. ἡγεμὼν Θαμνά, ἡγεμὼν Γωλά, ἡγεμὼν ᾿Ιεθέρ, 41 ἡγεμὼν ᾿Ολιβεμάς, ἡγεμὼν ῾Ηλάς, ἡγεμὼν Φινών, 42 ἡγεμὼν Κενέζ, ἡγεμὼν Θαιμάν, ἡγεμὼν Μαζάρ, 43 ἡγεμὼν Μαγεδιήλ, ἡγεμὼν Ζαφωίν. οὗτοι ἡγεμόνες ᾿Εδὼμ ἐν ταῖς κατῳκοδομημέναις ἐν τῇ γῇ τῆς κτήσεως αὐτῶν. οὗτος ῾Ησαῦ πατὴρ ᾿Εδώμ.

Σάββατο 7 Μαρτίου 2015

Θεοτοκάριον

Εκκλησιαστικό, λειτουργικό βιβλίο, που περιέχει τους <<καθ' ημέραν>> κανόνες, που είναι αφιερωμένοι στη Θεοτόκο (απ' εδώ και η ονομασία). Οι κανόνες του Θεοτοκαρίου ψάλλονται κυρίως την περίοδο της Μεγάλης Τεσσαρακοστής στη διάρκεια του Μεγάλου Αποδείπνου μετά το <<Άξιόν εστι...>>. Στα μοναστήρια ψάλλονται στο τέλος του Εσπερινού. Οι κανόνες του Θεοτοκαρίου είναι γραμμένοι και στους οκτώ ήχους. Κάθε ημέρα ψάλλεται και ένας κανόνας στον τυχόντα ήχο. Την πρώτη εβδομάδα της Μεγάλης Τεσσαρακοστής δεν ψάλλεται Θεοτοκάριο, αντ' αυτού ψάλλεται τμηματικά ο Μέγας Κανών. Το Θεοτοκάριο περιέχει 62 κανόνες.

Παρασκευή 6 Μαρτίου 2015

Αγιασματάριον

Μικρό εκκλησιαστικό βιβλίο, το οποίο περιέχει την ακολουθία του αγιασμού, της μικράς και της μεγάλης Παρακλήσεως, ευχές <<επί γεννήσει παιδιού>>, το μυστήριο του αγίου Βαπτίσματος, τον Αρραβώνα και τον Γάμο, τις ευχές της Ιεράς Εξομολογήσεως, το μυστήριο του αγίου Ευχελαίου, ευχές <<επί εκδημία πιστού>>, ευχές <<εις διαφόρους περιστάσεις>>, περιστατικές ακολουθίες, τα Ένδεκα Εωθινά Ευαγγέλια, τις Καταβασίες του Πάσχα και της Υψώσεως του Τιμίου Σταυρού. Επίσης το <<μηνολόγιον του όλου ενιαυτού>> και το αγιολόγιον (Πανάγιον). Το βιβλίο ονομάστηκε Αγιασματάριον, γιατί αρχίζει με την ακολουθία του Αγιασμού. Ονομάζεται και <<Μικρόν Ευχολόγιον>>.

Τετάρτη 4 Μαρτίου 2015

Ευχή κεφαλοκλισίας

Η ευχή που διαβάζει <<μυστικώς>> ο ιερεύς ή ο Αρχιερεύς μετά από την ειρήνευση - <<Ειρήνη πάσι>>. Ονομάζεται ευχή κεφαλοκλισίας γιατί τόσο ο ιερεύς ή ο Αρχιερεύς όσο και οι πιστοί <<κλίνουν την κεφαλήν>> προς το δάπεδο του ναού, όσο διαβάζεται <<μυστικώς>> η ευχή. 

Μέγας Κανών

Ονομάστηκε Μέγας Κανών γιατί έχει 250 τροπάρια. Οι συνηθισμένοι Κανόνες έχουν 22-23 τροπάρια. Δημιουργός του Μεγάλου Κανόνος είναι ο άγιος Ανδρέας επίσκοπος Κρήτης, που γεννήθηκε στη Δαμασκό της Συρίας το 660 και πέθανε το 740 μ.Χ. Ο Μέγας Κανών ψάλλεται το απόγευμα της Τετάρτης της Ε΄ εβδομάδος των Νηστειών. Αργότερα προστέθηκαν και άλλα τροπάρια, άλλων υμνωδών. Ο Μέγας Κανών περιέχει και την Β΄ ωδή. Οι μέχρι σήμερα εκδόσεις του Μ.Κανόνος δεν συμφωνούν ως προς τον αριθμό των τροπαρίων. Άλλες έχουν περισσότερα και άλλες λιγότερα, αλλά ούτε και πάλι ως προς τη σειρά των τροπαρίων. Στην έκδοση της Αποστολικής Διακονίας της Εκκλησίας της Ελλάδος ο Μέγας Κανών παρουσιάζεται να έχει 250 τροπάρια και 11 ειρμούς, χωρίς τα τροπάρια της Οσίας Μαρίας της Αιγυπτίας, του Αγίου Ανδρέου, τα Τριώδια, τους Μακαρισμούς, τα Καθίσματα κ.ά. Δεν είναι αληθές αυτό που αναφέρει η παράδοση ότι ο Μέγας Κανών έχει 365 τροπάρια, όσες δηλ. και οι ημέρες του έτους.

Τρίτη 3 Μαρτίου 2015

Οπισθάμβωνος ευχή

Ονομάζεται η ευχή <<Ο ευλογών τους ευλογούντας...>> που μεγαλόφωνα και εμμελώς απαγγέλλει ο ιερεύς ενώπιο της εικόνας του Ιησού Χριστού στο τέλος της θείας Λειτουργίας. Ονομάστηκε <<Οπισθάμβωνος ευχή>> γιατί στους πρωτοχριστιανικούς χρόνους η ευχή αυτή διαβαζόταν πίσω από τον Άμβωνα, που την εποχή αυτή βρισκόταν στο μέσον σχεδόν του ναού, που κατά τον Καβάσιλα σημαίνει <<την βαθμιαίαν κατάβασιν του ιερέως από της μετά Θεού υψηλής συναντήσεως εις την των ανθρώπων και αύθις ομιλίαν και κοινωνίαν>>. Δηλ. ενώ ο ιερεύς βρισκόταν κοντύτερα με το Θεό μέσα στο άγιο Βήμα, τώρα στη μέση του ναού, κοντύτερα στους ανθρώπους. Η Οπισθάμβωνος ευχή ανακεφαλαιώνει όλα τα αιτήματα της θείας Λειτουργίας και αποτελεί τον επίλογό της.

Κυριακή 1 Μαρτίου 2015

ΓΕΝΕΣΙΣ

ΚΕΦΑΛΑΙΟΝ 35

ΕΙΠΕ δὲ ὁ Θεὸς πρὸς ᾿Ιακώβ· ἀναστὰς ἀνάβηθι εἰς τὸν τόπον Βαιθὴλ καὶ οἴκει ἐκεῖ καὶ ποίησον ἐκεῖ θυσιαστήριον τῷ Θεῷ τῷ ὀφθέντι σοι ἐν τῷ ἀποδιδράσκειν σε ἀπὸ προσώπου ῾Ησαῦ τοῦ ἀδελφοῦ σου. 2 εἶπε δὲ ᾿Ιακὼβ τῷ οἴκῳ αὐτοῦ καὶ πᾶσι τοῖς μετ᾿ αὐτοῦ· ἄρατε τοὺς θεοὺς τοὺς ἀλλοτρίους τοὺς μεθ᾿ ὑμῶν ἐκ μέσου ὑμῶν καὶ καθαρίσθητε καὶ ἀλλάξατε τὰς στολὰς ὑμῶν, 3 καὶ ἀναστάντες ἀναβῶμεν εἰς Βαιθὴλ καὶ ποιήσωμεν ἐκεῖ θυσιαστήριον τῷ Θεῷ τῷ ἐπακούσαντί μου ἐν ἡμέρᾳ θλίψεως, ὃς ἦν μετ᾿ ἐμοῦ καὶ διέσωσέ με ἐν τῇ ὁδῷ, ᾗ ἐπορεύθην. 4 καὶ ἔδωκαν τῷ ᾿Ιακὼβ τοὺς θεοὺς τοὺς ἀλλοτρίους, οἳ ἦσαν ἐν ταῖς χερσὶν αὐτῶν, καὶ τὰ ἐνώτια τὰ ἐν τοῖς ὠσὶν αὐτῶν, καὶ κατέκρυψεν αὐτὰ ᾿Ιακὼβ ὑπὸ τὴν τερέβινθον τὴν ἐν Σικίμοις καὶ ἀπώλεσαν αὐτὰ ἕως τῆς σήμερον ἡμέρας. 5 καὶ ἐξῇρεν ᾿Ισραὴλ ἐκ Σικίμων, καὶ ἐγένετο φόβος Θεοῦ ἐπὶ τὰς πόλεις τὰς κύκλῳ αὐτῶν, καὶ οὐ κατεδίωξαν ὀπίσω τῶν υἱῶν ᾿Ισραήλ. 6 ἦλθε δὲ ᾿Ιακὼβ εἰς Λουζά, ἥ ἐστιν ἐν γῇ Χαναάν, ἥ ἐστι Βαιθήλ, αὐτὸς καὶ πᾶς ὁ λαός, ὃς ἦν μετ᾿ αὐτοῦ. 7 καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου Βαιθήλ. ἐκεῖ γὰρ ἐφάνη αὐτῷ ὁ Θεὸς ἐν τῷ ἀποδιδράσκειν αὐτὸν ἀπὸ προσώπου ῾Ησαῦ τοῦ ἀδελφοῦ αὐτοῦ. 8 ἀπέθανε δὲ Δεβῶρα ἡ τροφὸς Ρεβέκκας καὶ ἐτάφη κατώτερον Βαιθὴλ ὑπὸ τὴν βάλανον, καὶ ἐκάλεσεν ᾿Ιακὼβ τὸ ὄνομα αὐτῆς Βάλανος πένθους. 9 ῎Ωφθη δὲ ὁ Θεὸς τῷ ᾿Ιακὼβ ἔτι ἐν Λουζᾷ, ὅτε παρεγένετο ἐκ Μεσοποταμίας τῆς Συρίας, καὶ εὐλόγησεν αὐτὸν ὁ Θεός. 10 καὶ εἶπεν αὐτῷ ὁ Θεός· τὸ ὄνομά σου οὐ κληθήσεται ἔτι ᾿Ιακώβ, ἀλλ᾿ ᾿Ισραὴλ ἔσται τὸ ὄνομά σου. καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ ᾿Ισραήλ. 11 εἶπε δὲ αὐτῷ ὁ Θεός· ἐγὼ ὁ Θεός σου· αὐξάνου καὶ πληθύνου· ἔθνη καὶ συναγωγαὶ ἐθνῶν ἔσονται ἐκ σοῦ, καὶ βασιλεῖς ἐκ τῆς ὀσφύος σου ἐξελεύσονται. 12 καὶ τὴν γῆν, ἣν ἔδωκα ῾Αβραὰμ καὶ ᾿Ισαάκ, σοὶ δέδωκα αὐτήν· σοὶ ἔσται, καὶ τῷ σπέρματί σου μετὰ σὲ δώσω τὴν γῆν ταύτην. 13 ἀνέβη δὲ ὁ Θεὸς ἀπ᾿ αὐτοῦ ἐκ τοῦ τόπου, οὗ ἐλάλησε μετ᾿ αὐτοῦ. 14 καὶ ἔστησεν ᾿Ιακὼβ στήλην ἐν τῷ τόπῳ, ᾧ ἐλάλησε μετ᾿ αὐτοῦ ὁ Θεός, στήλην λιθίνην, καὶ ἔσπεισεν ἐπ᾿ αὐτὴν σπονδὴν καὶ ἐπέχεεν ἐπ᾿ αὐτὴν ἔλαιον. 15 καὶ ἐκάλεσεν ᾿Ιακὼβ τὸ ὄνομα τοῦ τόπου, ἐν ᾧ ἐλάλησε μετ᾿ αὐτοῦ ἐκεῖ ὁ Θεός, Βαιθήλ. 16 ᾿Απάρας δὲ ᾿Ιακὼβ ἐκ Βαιθήλ, ἔπηξε τὴν σκηνὴν αὐτοῦ ἐπέκεινα τοῦ πύργου Γαδέρ. ἐγένετο δὲ ἡνίκα ἤγγισεν εἰς Χαβραθὰ τοῦ ἐλθεῖν εἰς τὴν ᾿Εφραθᾶ, ἔτεκε Ραχὴλ καὶ ἐδυστόκησεν ἐν τῷ τοκετῷ. 17 ἐγένετο δὲ ἐν τῷ σκληρῶς αὐτὴν τίκτειν, εἶπεν αὐτῇ ἡ μαῖα· θάρσει, καὶ γὰρ οὗτός σοί ἐστιν υἱός. 18 ἐγένετο δὲ ἐν τῷ ἀφιέναι αὐτὴν τὴν ψυχήν, ἀπέθνησκε γάρ, ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Υἱὸς ὀδύνης μου· ὁ δὲ πατὴρ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Βενιαμίν. 19 ἀπέθανε δὲ Ραχὴλ καὶ ἐτάφη ἐν τῇ ὁδῷ τοῦ ἱπποδρόμου ᾿Εφραθᾶ (αὕτη ἐστὶ Βηθλεέμ). 20 καὶ ἔστησεν ᾿Ιακὼβ στήλην ἐπὶ τοῦ μνημείου αὐτῆς· αὕτη ἐστὶν ἡ στήλη ἐπὶ τοῦ μνημείου Ραχὴλ ἕως τῆς ἡμέρας ταύτης. 21 ἐγένετο δέ ἡνίκα κατῴκησεν ᾿Ισραὴλ ἐν τῇ γῇ ἐκείνῃ, ἐπορεύθη Ρουβὴν καὶ ἐκοιμήθη μετὰ Βαλλᾶς τῆς παλλακῆς τοῦ πατρὸς αὐτοῦ ᾿Ιακώβ· καὶ ἤκουσεν ᾿Ισραήλ, καὶ πονηρὸν ἐφάνη ἐναντίον αὐτοῦ. 22 ῏Ησαν δὲ οἱ υἱοὶ ᾿Ιακὼβ δώδεκα. 23 υἱοὶ Λείας· πρωτότοκος ᾿Ιακὼβ Ρουβήν, Συμεών, Λευί, ᾿Ιούδας, ᾿Ισσάχαρ, Ζαβουλών. 24 υἱοὶ δὲ Ραχήλ· ᾿Ιωσὴφ καὶ Βενιαμίν. 25 υἱοὶ δὲ Βαλλᾶς παιδίσκης Ραχήλ· Δὰν καὶ Νεφθαλείμ. 26 υἱοὶ δὲ Ζελφᾶς παιδίσκης Λείας· Γὰδ καὶ ᾿Ασήρ. οὗτοι υἱοὶ ᾿Ιακώβ, οἳ ἐγένοντο αὐτῷ ἐν Μεσοποταμίᾳ τῆς Συρίας. 27 ῏Ηλθε δὲ ᾿Ιακὼβ πρὸς ᾿Ισαὰκ τὸν πατέρα αὐτοῦ εἰς Μαμβρῆ, εἰς πόλιν τοῦ πεδίου (αὕτη ἐστὶ Χεβρών) ἐν γῇ Χαναάν, οὗ παρῴκησεν ῾Αβραὰμ καὶ ᾿Ισαάκ. 28 ἐγένοντο δὲ αἱ ἡμέραι ᾿Ισαάκ, ἃς ἔζησεν, ἔτη ἑκατὸν ὀγδοήκοντα, 29 καὶ ἐκλείπων ᾿Ισαὰκ ἀπέθανε καὶ προσετέθη πρὸς τὸ γένος αὐτοῦ πρεσβύτερος καὶ πλήρης ἡμερῶν, καὶ ἔθαψαν αὐτὸν ῾Ησαῦ καὶ ᾿Ιακὼβ οἱ υἱοὶ αὐτοῦ.