Τετάρτη 31 Οκτωβρίου 2018

ΤΩΒΙΤ

ΚΕΦΑΛΑΙΟΝ 14 


ΚΑΙ ἐπαύσατο ἐξομολογούμενος Τωβίτ. 2 καὶ ἦν ἐτῶν πεντηκονταοκτώ, ὅτε ἀπώλεσε τὰς ὄψεις, καὶ μετὰ ἔτη ὀκτὼ ἀνέβλεψε. καὶ ἐποίει ἐλεημοσύνας καὶ προσέθετο φοβεῖσθαι Κύριον τὸν Θεὸν καὶ ἐξωμολογεῖτο αὐτῷ. 3 μεγάλως δὲ ἐγήρασε· καὶ ἐκάλεσε τὸν υἱὸν αὐτοῦ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ εἶπεν αὐτῷ· τέκνον, λάβε τοὺς υἱούς σου· ἰδοὺ γεγήρακα καὶ πρὸς τὸ ἀποτρέχειν ἐκ τοῦ ζῆν εἰμι. 4 ἄπελθε εἰς τὴν Μηδίαν, τέκνον, ὅτι πέπεισμαι ὅσα ἐλάλησεν ᾿Ιωνᾶς ὁ προφήτης περὶ Νινευῆ, ὅτι καταστραφήσεται, ἐν δὲ τῇ Μηδίᾳ ἔσται εἰρήνη μᾶλλον ἕως καιροῦ, καὶ ὅτι οἱ ἀδελφοὶ ἡμῶν ἐν τῇ γῇ σκορπισθήσονται ἀπὸ τῆς ἀγαθῆς γῆς, καὶ ῾Ιεροσόλυμα ἔσται ἔρημος, καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐν αὐτῇ κατακαήσεται καὶ ἔρημος ἔσται μέχρι χρόνου. 5 καὶ πάλιν ἐλεήσει αὐτοὺς ὁ Θεὸς καὶ ἐπιστρέψει αὐτοὺς εἰς τὴν γῆν, καὶ οἰκοδομήσουσι τὸν οἶκον, οὐχ οἷος ὁ πρότερος, ἕως πληρωθῶσι καιροὶ τοῦ αἰῶνος. καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν ἐκ τῶν αἰχμαλωσιῶν καί οἰκοδομήσουσιν ῾Ιερουσαλὴμ ἐντίμως, καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐν αὐτῇ οἰκοδομηθήσεται εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος οἰκοδομῇ ἐνδόξῳ, καθὼς ἐλάλησαν περὶ αὐτῆς οἱ προφῆται. 6 καὶ πάντα τὰ ἔθνη ἐπιστρέψουσιν ἀληθινῶς φοβεῖσθαι Κύριον τὸν Θεὸν καὶ κατορύξουσι τὰ εἴδωλα αὐτῶν, καὶ εὐλογήσουσι πάντα τὰ ἔθνη Κύριον. 7 καὶ ὁ λαὸς αὐτοῦ ἐξομολογήσεται τῷ Θεῷ, καὶ ὑψώσει Κύριος τὸν λαὸν αὐτοῦ, καὶ χαρήσονται πάντες οἱ ἀγαπῶντες Κύριον τὸν Θεὸν ἐν ἀληθείᾳ καὶ δικαιοσύνῃ, ποιοῦντες ἔλεος τοῖς ἀδελφοῖς ἡμῶν. 8 καὶ νῦν, τέκνον, ἄπελθε ἀπὸ Νινευῆ, ὅτι πάντως ἔσται ἃ ἐλάλησεν ὁ προφήτης ᾿Ιωνᾶς. 9 σὺ δὲ τήρησον τὸν νόμον καὶ τὰ προστάγματα καὶ γενοῦ φιλελεήμων καὶ δίκαιος, ἵνα σοι καλῶς ᾖ. καὶ θάψον με καλῶς καὶ τὴν μητέρα σου μετ᾿ ἐμοῦ, καὶ μηκέτι αὐλισθῆτε εἰς Νινευῆ. 10 τέκνον, ἰδὲ τί ἐποίησεν ᾿Αμὰν ᾿Αχιαχάρῳ τῷ θρέψαντι αὐτόν, ὡς ἐκ τοῦ φωτὸς ἤγαγεν αὐτὸν εἰς τὸ σκότος, καὶ ὅσα ἀνταπέδωκεν αὐτῷ· καὶ ᾿Αχιάχαρος μὲν ἐσώθη, ἐκείνῳ δὲ τὸ ἀνταπόδομα ἐπεδόθη, καὶ αὐτὸς κατέβη εἰς τὸ σκότος. Μανασσῆς ἐποίησεν ἐλεημοσύνην καὶ ἐσώθη ἐκ παγίδος θανάτου, ἧς ἔπηξεν αὐτῷ, ᾿Αμὰν δὲ ἐνέπεσεν εἰς τὴν παγίδα καὶ ἀπώλετο. 11 καὶ νῦν, παιδία, ἴδετε τί ἐλεημοσύνη ποιεῖ, καὶ τί δικαιοσύνη ρύεται. καὶ ταῦτα αὐτοῦ λέγοντος, ἐξέλιπεν ἡ ψυχὴ αὐτοῦ ἐπὶ τῆς κλίνης· ἦν δὲ ἐτῶν ἑκατὸν πεντηκονταοκτώ, καὶ ἔθαψαν αὐτὸν ἐνδόξως. 12 καὶ ὅτε ἀπέθανεν ῎Αννα, ἔθαψεν αὐτὴν μετὰ τοῦ πατρὸς αὐτοῦ, ἀπῆλθε δὲ Τωβίας μετὰ τῆς γυναικὸς αὐτοῦ καὶ τῶν υἱῶν αὐτοῦ εἰς ᾿Εκβάτανα πρὸς Ραγουὴλ τὸν πενθερὸν αὐτοῦ, 13 καὶ ἐγήρασεν ἐντίμως καὶ ἔθαψε τοὺς πενθεροὺς αὐτοῦ ἐνδόξως καὶ ἐκληρονόμησε τὴν οὐσίαν αὐτῶν καὶ Τωβὶτ τοῦ πατρὸς αὐτοῦ. 14 καὶ ἀπέθανεν ἐτῶν ἑκατὸν εἰκοσιεπτὰ ἐν ᾿Εκβατάνοις τῆς Μηδίας. 15 καὶ ἤκουσε πρὶν ἢ ἀποθανεῖν αὐτὸν τὴν ἀπώλειαν Νινευῆ, ἣν ᾐχμαλώτισε Ναβουχοδονόσορ καὶ ᾿Ασύηρος, καὶ ἐχάρη πρὸ τοῦ ἀποθανεῖν ἐπὶ Νινευῆ.

Δευτέρα 22 Οκτωβρίου 2018

ΤΩΒΙΤ

ΚΕΦΑΛΑΙΟΝ 13 


ΚΑΙ Τωβὶτ ἔγραψε προσευχὴν εἰς ἀγαλλίασιν καὶ εἶπεν· «Εὐλογητὸς ὁ Θεὸς ὁ ζῶν εἰς τοὺς αἰῶνας καὶ ἡ βασιλεία αὐτοῦ, 2 ὅτι αὐτὸς μαστιγοῖ καὶ ἐλεεῖ, κατάγει εἰς ᾅδην καὶ ἀνάγει, καὶ οὐκ ἔστιν ὃς ἐκφεύξεται τὴν χεῖρα αὐτοῦ. 3 ἐξομολογεῖσθε αὐτῷ οἱ υἱοὶ ᾿Ισραὴλ ἐνώπιον τῶν ἐθνῶν, ὅτι αὐτὸς διέσπειρεν ἡμᾶς ἐν αὐτοῖς· 4 ἐκεῖ ὑποδείξατε τὴν μεγαλωσύνην αὐτοῦ, ὑψοῦτε αὐτὸν ἐνώπιον παντὸς ζῶντος, καθότι αὐτὸς Κύριος ἡμῶν καὶ Θεός, αὐτὸς πατὴρ ἡμῶν εἰς πάντας τοὺς αἰῶνας. 5 καὶ μαστιγώσει ἡμᾶς ἐν ταῖς ἀδικίαις ἡμῶν καὶ πάλιν ἐλεήσει καὶ συνάξει ἡμᾶς ἐκ πάντων τῶν ἐθνῶν, οὗ ἐὰν σκορπισθῆτε ἐν αὐτοῖς. 6 ἐὰν ἐπιστρέψητε πρὸς αὐτὸν ἐν ὅλῃ τῇ καρδίᾳ ὑμῶν καὶ ἐν ὅλῃ τῇ ψυχῇ ὑμῶν ποιῆσαι ἐνώπιον αὐτοῦ ἀλήθειαν, τότε ἐπιστρέψει πρὸς ὑμᾶς καὶ οὐ μὴ κρύψῃ τὸ πρόσωπον αὐτοῦ ἀφ᾿ ὑμῶν. καὶ θεάσασθε ἃ ποιήσει μεθ᾿ ὑμῶν, καὶ ἐξομολογήσασθε αὐτῷ ἐν ὅλῳ τῷ στόματι ὑμῶν· καὶ εὐλογήσατε τὸν Κύριον τῆς δικαιοσύνης καὶ ὑψώσατε τὸν βασιλέα τῶν αἰώνων. ἐγὼ ἐν τῇ γῇ τῆς αἰχμαλωσίας μου ἐξομολογοῦμαι αὐτῷ καὶ δεικνύω τὴν ἰσχὺν καὶ τὴν μεγαλωσύνην αὐτοῦ ἔθνει ἁμαρτωλῶν. ἐπιστρέψατε, ἁμαρτωλοί, καὶ ποιήσατε δικαιοσύνην ἐνώπιον αὐτοῦ· τίς γινώσκει εἰ θελήσει ὑμᾶς καὶ ποιήσει ἐλεημοσύνην ὑμῖν; 7 τὸν Θεόν μου ὑψῶ καὶ ἡ ψυχή μου τὸν βασιλέα τοῦ οὐρανοῦ καὶ ἀγαλλιάσεται τὴν μεγαλωσύνην αὐτοῦ. 8 λεγέτωσαν πάντες καὶ ἐξομολογείσθωσαν αὐτῷ ἐν ῾Ιεροσολύμοις· 9 ῾Ιεροσόλυμα πόλις ἁγία, μαστιγώσει ἐπὶ τὰ ἔργα τῶν υἱῶν σου καὶ πάλιν ἐλεήσει τοὺς υἱοὺς τῶν δικαίων. 10 ἐξομολογοῦ τῷ Κυρίῳ ἀγαθῶς καὶ εὐλόγει τὸν βασιλέα τῶν αἰώνων, ἵνα πάλιν ἡ σκηνὴ αὐτοῦ οἰκοδομηθῇ ἐν σοὶ μετὰ χαρᾶς, καὶ εὐφράναι ἐν σοὶ τοὺς αἰχμαλώτους καὶ ἀγαπῆσαι ἐν σοὶ τοὺς ταλαιπώρους εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος. 11 ἔθνη πολλὰ μακρόθεν ἥξει πρὸς τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ δῶρα ἐν χερσὶν ἔχοντες καὶ δῶρα τῷ βασιλεῖ τοῦ οὐρανοῦ, γενεαὶ γενεῶν δώσουσί σοι ἀγαλλίαμα. 12 ἐπικατάρατοι πάντες οἱ μισοῦντές σε, εὐλογημένοι ἔσονται πάντες οἱ ἀγαπῶντές σε εἰς τὸν αἰῶνα. 13 χάρηθι καὶ ἀγαλλίασαι ἐπὶ τοῖς υἱοῖς τῶν δικαίων, ὅτι συναχθήσονται καὶ εὐλογήσουσι τὸν Κύριον τῶν δικαίων. 14 ὦ μακάριοι οἱ ἀγαπῶντές σε, χαρήσονται ἐπὶ τῇ εἰρήνῃ σου. μακάριοι ὅσοι ἐλυπήθησαν ἐπὶ πάσαις ταῖς μάστιξί σου, ὅτι ἐπὶ σοὶ χαρήσονται θεασάμενοι πᾶσαν τὴν δόξαν σου καὶ εὐφρανθήσονται εἰς τὸν αἰῶνα. 15 ἡ ψυχή μου εὐλογείτω τὸν Θεὸν τὸν βασιλέα τὸν μέγαν, 16 ὅτι οἰκοδομηθήσεται ῾Ιερουσαλὴμ σαπφείρῳ καὶ σμαράγδῳ καὶ λίθῳ ἐντίμῳ τὰ τείχη σου καὶ οἱ πύργοι καὶ οἱ προμαχῶνες ἐν χρυσίῳ καθαρῷ, 17 καὶ αἱ πλατεῖαι ῾Ιερουσαλὴμ ἐν βηρύλλῳ καὶ ἄνθρακι καὶ λίθῳ ἐκ Σουφεὶρ ψηφολογηθήσονται. 18 καὶ ἐροῦσι πᾶσαι αἱ ρύμαι αὐτῆς, ἀλληλούϊα καὶ αἰνέσουσι λέγοντες· εὐλογητὸς ὁ Θεός, ὃς ὕψωσε πάντας τοὺς αἰῶνας».

Τετάρτη 17 Οκτωβρίου 2018

ΤΩΒΙΤ

ΚΕΦΑΛΑΙΟΝ 12


ΚΑΙ ἐκάλεσε Τωβὶτ Τωβίαν τὸν υἱὸν αὐτοῦ καὶ εἶπεν αὐτῷ· ὅρα, τέκνον, μισθὸν τῷ ἀνθρώπῳ τῷ συνελθόντι σοι, καὶ προσθεῖναι αὐτῷ δεῖ. 2 καὶ εἶπε· πάτερ, οὐ βλάπτομαι δοὺς αὐτῷ τὸ ἥμισυ, ὧν ἐνήνοχα, 3 ὅτι με ἀγήοχέ σοι ὑγιῆ καὶ τὴν γυναῖκα μου ἐθεράπευσε καὶ τὸ ἀργύριόν μου ἤνεγκε καὶ σὲ ὁμοίως ἐθεράπευσε. 4 καὶ εἶπεν ὁ πρεσβύτης· δικαιοῦται αὐτῷ. 5 καὶ ἐκάλεσε τὸν ἄγγελον καὶ εἶπεν αὐτῷ· λάβε τὸ ἥμισυ πάντων, ὧν ἐνηνόχατε, καὶ ὕπαγε ὑγιαίνων. 6 τότε καλέσας τοὺς δύο κρυπτῶς εἶπεν αὐτοῖς· εὐλογεῖτε τὸν Θεὸν καὶ αὐτῷ ἐξομολογεῖσθε καὶ μεγαλωσύνην δίδοτε αὐτῷ καὶ ἐξολογεῖσθε αὐτῷ ἐνώπιον πάντων τῶν ζώντων, περὶ ὧν ἐποίησε μεθ᾿ ὑμῶν. ἀγαθὸν τὸ εὐλογεῖν τὸν Θεὸν καὶ ὑψοῦν τὸ ὄνομα αὐτοῦ, τοὺς λόγους τῶν ἔργων τοῦ Θεοῦ ἐντίμως ὑποδεικνύοντες, καὶ μὴ ὀκνεῖτε ἐξομολογεῖσθαι αὐτῷ. 7 μυστήριον βασιλέως καλὸν κρύψαι, τὰ δὲ ἔργα τοῦ Θεοῦ ἀνακαλύπτειν ἐνδόξως. ἀγαθὸν ποιήσατε, καὶ κακὸν οὐχ εὑρήσει ὑμᾶς. 8 ἀγαθὸν προσευχὴ μετὰ νηστείας καὶ ἐλεημοσύνης καὶ δικαιοσύνης· ἀγαθὸν τὸ ὀλίγον μετὰ δικαιοσύνης ἢ πολὺ μετὰ ἀδικίας. καλὸν ποιῆσαι ἐλεημοσύνην ἢ θησαυρίσαι χρυσίον· 9 ἐλεημοσύνη γὰρ ἐκ θανάτου ρύεται, καὶ αὐτὴ ἀποκαθαριεῖ πᾶσαν ἁμαρτίαν· οἱ ποιοῦντες ἐλεημοσύνας καὶ δικαιοσύνας πλησθήσονται ζωῆς, 10 οἱ δὲ ἁμαρτάνοντες πολέμιοί εἰσι τῆς ἑαυτῶν ζωῆς. 11 οὐ μὴ κρύψω ἀφ᾿ ὑμῶν πᾶν ρῆμα· εἴρηκα δὴ μυστήριον βασιλέως κρύψαι καλόν, τὰ δὲ ἔργα τοῦ Θεοῦ ἀνακαλύπτειν ἐνδόξως. 12 καὶ νῦν ὅτι προσηύξω σὺ καὶ ἡ νύμφη σου Σάρρα, ἐγὼ προσήγαγον τὸ μνημόσυνον τῆς προσευχῆς ὑμῶν ἐνώπιον τοῦ ἁγίου· καὶ ὅτε ἔθαπτες τοὺς νεκρούς, ὡσαύτως συμπαρήγμην σοι. 13 καὶ ὅτε οὐκ ὤκνησας ἀναστῆναι καὶ καταλιπεῖν τὸ ἄριστόν σου, ὅπως ἀπελθὼν περιστείλῃς τὸν νεκρόν, οὐκ ἔλαθές με ἀγαθοποιῶν, ἀλλὰ σὺν σοὶ ἤμην. 14 καὶ νῦν ἀπέστειλέ με ὁ Θεὸς ἰάσασθαί σε καὶ τὴν νύμφην σου Σάρραν. 15 ἐγώ εἰμι Ραφαήλ, εἷς ἐκ τῶν ἑπτὰ ἁγίων ἀγγέλων, οἳ προσαναφέρουσι τὰς προσευχὰς τῶν ἁγίων, καὶ εἰσπορεύονται ἐνώπιον τῆς δόξης τοῦ ἁγίου. 16 καὶ ἐταράχθησαν οἱ δύο καὶ ἔπεσον ἐπὶ πρόσωπον, ὅτι ἐφοβήθησαν. 17 καὶ εἶπεν αὐτοῖς· μὴ φοβεῖσθε, εἰρήνη ὑμῖν ἔσται· τὸν δὲ Θεὸν εὐλογεῖτε εἰς τὸν αἰῶνα, 18 ὅτι οὐ τῇ ἐμαυτοῦ χάριτι, ἀλλὰ τῇ θελήσει τοῦ Θεοῦ ἡμῶν ἦλθον, ὅθεν εὐλογεῖτε αὐτὸν εἰς τὸν αἰῶνα. 19 πάσας τὰς ἡμέρας ὠπτανόμην ὑμῖν, καὶ οὐκ ἔφαγον οὐδὲ ἔπιον, ἀλλὰ ὅρασιν ὑμεῖς ἐθεωρεῖτε. 20 καὶ νῦν ἐξομολογεῖσθε τῷ Θεῷ, διότι ἀναβαίνω πρὸς τὸν ἀποστείλαντά με, καὶ γράψατε πάντα τὰ συντελεσθέντα εἰς βιβλίον. 21 καὶ ἀνέστησαν, καὶ οὐκ ἔτι εἶδον αὐτόν. 22 καὶ ἐξωμολογοῦντο τὰ ἔργα τὰ μεγάλα καὶ θαυμαστὰ αὐτοῦ καὶ ὡς ὤφθη αὐτοῖς ὁ ἄγγελος Κυρίου.

Τρίτη 16 Οκτωβρίου 2018

ΤΩΒΙΤ

ΚΕΦΑΛΑΙΟΝ 11 


ΚΑΙ ἐπορεύετο μέχρις οὗ ἐγγίσαι αὐτοὺς εἰς Νινευῆ. καὶ εἶπε Ραφαὴλ πρὸς Τωβίαν· οὐ γινώσκεις, ἀδελφέ, πῶς ἀφῆκας τὸν πατέρα σου; 2 προδράμωμεν ἔμπροσθεν τῆς γυναικός σου καὶ ἑτοιμάσωμεν τὴν οἰκίαν· 3 λαβὲ δὲ παρὰ χεῖρα τὴν χολὴν τοῦ ἰχθῦος. καὶ ἐπορεύθησαν, καὶ συνῆλθεν ὁ κύων ὄπισθεν αὐτῶν. 4 καὶ ῎Αννα ἐκάθητο περιβλεπομένη εἰς τὴν ὁδὸν τὸν παῖδα αὐτῆς· 5 καὶ προσενόησεν αὐτὸν ἐρχόμενον καὶ εἶπε τῷ πατρὶ αὐτοῦ· ἰδοὺ ὁ υἱός μου ἔρχεται καὶ ὁ ἄνθρωπος ὁ πορευθεὶς μετ᾿ αὐτοῦ. 6 καὶ Ραφαὴλ εἶπεν· ἐπίσταμαι ἐγὼ ὅτι ἀνοίξει τοὺς ὀφθαλμοὺς ὁ πατήρ σου. 7 σὺ ἔγχρισον τὴν χολὴν εἰς τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ δηχθεὶς διατρίψει καὶ ἀποβαλεῖται τὰ λευκώματα καὶ ὄψεταί σε. 8 καὶ προσδραμοῦσα ῎Αννα ἐπέπεσεν ἐπὶ τὸν τράχηλον τοῦ υἱοῦ αὐτῆς καὶ εἶπεν αὐτῷ· εἶδόν σε, παιδίον, ἀπὸ τοῦ νῦν ἀποθανοῦμαι καὶ ἔκλαυσαν ἀμφότεροι. 9 καὶ Τωβὶτ ἐξήρχετο πρὸς τὴν θύραν καὶ προσέκοπτεν, ὁ δὲ υἱὸς αὐτοῦ προσέδραμεν αὐτῷ 10 καὶ ἐπελάβετο τοῦ πατρὸς αὐτοῦ καὶ προσέπασε τὴν χολὴν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ πατρὸς αὐτοῦ λέγων· θάρσει, πάτερ. 11 ὡς δὲ συνεδήχθησαν, διέτριψε τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ ἐλεπίσθη ἀπὸ τῶν κάνθων τῶν ὀφθαλμῶν αὐτοῦ τὰ λευκώματα. 12 καὶ ἰδὼν τὸν υἱὸν αὐτοῦ ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ 13 καὶ ἔκλαυσε καὶ εἶπεν· εὐλογητὸς εἶ, ὁ Θεός, καὶ εὐλογητὸν τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας, καὶ εὐλογημένοι πάντες οἱ ἅγιοί σου ἄγγελοι· ὅτι ἐμαστίγωσας καὶ ἠλέησάς με, ἰδοὺ βλέπω Τωβίαν τὸν υἱόν μου. 14 καὶ εἰσῆλθεν ὁ υἱὸς αὐτοῦ χαίρων καὶ ἀπήγγειλε τῷ πατρὶ αὐτοῦ τὰ μεγαλεῖα τὰ γενόμενα αὐτῷ ἐν τῇ Μηδίᾳ. 15 καὶ ἐξῆλθε Τωβὶτ εἰς συνάντησιν τῇ νύμφῃ αὐτοῦ χαίρων καὶ εὐλογῶν τὸν Θεὸν πρὸς τῇ πύλῃ Νινευῆ· καὶ ἐθαύμαζον οἱ θεωροῦντες αὐτὸν πορευόμενον, ὅτι ἔβλεψε. 16 καὶ Τωβὶτ ἐξωμολογεῖτο ἐνώπιον αὐτοῦ, ὅτι ἠλέησεν αὐτοὺς ὁ Θεός· καὶ ὡς ἤγγισε Τωβὶτ Σάρρᾳ τῇ νύμφῃ αὐτοῦ, κατευλόγησεν αὐτὴν λέγων· ἔλθοις ὑγιαίνουσα, θύγατερ· εὐλογητὸς ὁ Θεός, ὃς ἤγαγέ σε πρὸς ἡμᾶς, καὶ ὁ πατήρ σου καὶ ἡ μήτηρ σου. καὶ ἐγένετο χαρὰ πᾶσι τοῖς ἐν Νινευῆ ἀδελφοῖς αὐτοῦ. 17 καὶ παρεγένετο ᾿Αχιάχαρος καὶ Νασβὰς ὁ ἐξάδελφος αὐτοῦ, 18 καὶ ἤχθη ὁ γάμος Τωβία μετ᾿ εὐφροσύνης ἡμέρας ἑπτά.

Δευτέρα 15 Οκτωβρίου 2018

ΤΩΒΙΤ

ΚΕΦΑΛΑΙΟΝ 10 


ΚΑΙ Τωβὶτ ὁ πατὴρ αὐτοῦ ἐλογίσατο ἑκάστης ἡμέρας· καὶ ὡς ἐπληρώθησαν αἱ ἡμέραι τῆς πορείας καὶ οὐκ ἤρχοντο, 2 εἶπε· μήποτε κατῄσχυνται; ἢ μήποτε ἀπέθανε Γαβαὴλ καὶ οὐδεὶς αὐτῷ δίδωσι τὸ ἀργύριον; 3 καὶ ἐλυπεῖτο λίαν. 4 εἶπε δὲ αὐτῷ ἡ γυνή· ἀπώλετο τὸ παιδίον, διότι κεχρόνικε· καὶ ἤρξατο θρηνεῖν αὐτὸν καὶ εἶπεν· 5 οὐ μέλοι μοι, τέκνον, ὅτι ἀφῆκά σε τὸ φῶς τῶν ὀφθαλμῶν μου; 6 καὶ Τωβὶτ λέγει αὐτῇ· σίγα, μὴ λόγον ἔχει, ὑγιαίνει. 7 καὶ εἶπεν αὐτῷ· σίγα, μὴ πλάνα με, ἀπώλετο τὸ παιδίον μου. καὶ ἐπορεύετο καθ᾿ ἡμέραν εἰς τὴν ὁδὸν ἔξω, οἵας ἀπῆλθεν, ἡμέρας τε ἄρτον οὐκ ἤσθιε, τὰς δέ νύκτας οὐ διελίμπανε θρηνοῦσα Τωβίαν τὸν υἱὸν αὐτῆς, ἕως οὗ συνετελέσθησαν αἱ δεκατέσσαρες ἡμέραι τοῦ γάμου, ἃς ὤμοσε Ραγουὴλ ποιῆσαι αὐτὸν ἐκεῖ· εἶπε δὲ Τωβίας τῷ Ραγουήλ· ἐξαπόστειλόν με, ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου οὐκέτι ἐλπίζουσιν ὄψεσθαί με. 8 εἶπε δὲ αὐτῷ ὁ πενθερός· μεῖνον παρ᾿ ἐμοί, κἀγὼ ἐξαποστελῶ πρὸς τὸν πατέρα σου καὶ δηλώσουσιν αὐτῷ τὰ κατὰ σέ. 9 καὶ Τωβίας λέγει· ἐξαπόστειλόν με πρὸς τὸν πατέρα μου. 10 ἀναστὰς δὲ Ραγουὴλ ἔδωκεν αὐτῷ Σάρραν τὴν γυναῖκα αὐτοῦ καὶ τὰ ἥμισυ τῶν ὑπαρχόντων, σώματα καὶ κτήνη καὶ ἀργύριον, 11 καὶ εὐλογήσας αὐτοὺς ἐξαπέστειλε λέγων· εὐοδώσει ὑμᾶς, τέκνα, ὁ Θεὸς τοῦ οὐρανοῦ πρὸ τοῦ με ἀποθανεῖν. 12 καὶ εἶπε τῇ θυγατρὶ αὐτοῦ· τίμα τοὺς πενθερούς σου, αὐτοὶ νῦν γονεῖς σού εἰσιν· ἀκούσαιμί σου ἀκοὴν καλήν, καὶ ἐφίλησεν αὐτήν. καὶ ῎Εδνα εἶπε πρὸς Τωβίαν· ἀδελφὲ ἀγαπητέ, ἀποκαταστήσαι σε ὁ Κύριος τοῦ οὐρανοῦ καὶ δῴη μοι ἰδεῖν σου παιδία ἐκ Σάρρας τῆς θυγατρός μου, ἵνα εὐφρανθῶ ἐνώπιον τοῦ Κυρίου· καὶ ἰδοὺ παρατίθεμαί σοι τὴν θυγατέρα μου ἐν παρακαταθήκῃ, μὴ λυπήσῃς αὐτήν. 13 μετὰ ταῦτα ἐπορεύετο καὶ Τωβίας εὐλογῶν τὸν Θεόν, ὅτι εὐώδωσε τὴν ὁδὸν αὐτοῦ, καὶ κατευλόγει Ραγουὴλ καὶ ῎Εδναν τὴν γυναῖκα αὐτοῦ.

Δευτέρα 8 Οκτωβρίου 2018

ΤΩΒΙΤ

ΚΕΦΑΛΑΙΟΝ 9 


ΚΑΙ ἐκάλεσε Τωβίας τὸν Ραφαὴλ καὶ εἶπεν αὐτῷ· 2 ᾿Αζαρία ἀδελφέ, λάβε μετὰ σεαυτοῦ παῖδα καὶ δύο καμήλους καὶ πορεύθητι ἐν Ράγοις τῆς Μηδίας παρὰ Γαβαὴλ καὶ κόμισαί μοι τὸ ἀργύριον καὶ αὐτὸν ἄγε μοι εἰς τὸν γάμον· 3 διότι ὠμόμοκε Ραγουὴλ μὴ ἐξελθεῖν με, 4 καὶ ὁ πατήρ μου ἀριθμεῖ τὰς ἡμέρας, καὶ ἐὰν χρονίσω μέγα, ὀδυνηθήσεται λίαν. 5 καὶ ἐπορεύθη Ραφαὴλ καὶ ηὐλίσθη παρὰ Γαβαήλ, καὶ ἔδωκεν αὐτῷ τὸ χειρόγραφον· ὃς δὲ προήνεγκε τὰ θυλάκια ἐν ταῖς σφαγῖσι καὶ ἔδωκεν αὐτῷ. 6 καὶ ὤρθρευσαν κοινῶς καὶ ἦλθον εἰς τὸν γάμον. καὶ εὐλόγησε Τωβίας τὴν γυναῖκα αὐτοῦ.

Τρίτη 2 Οκτωβρίου 2018

ΤΩΒΙΤ

ΚΕΦΑΛΑΙΟΝ 8 


ΟΤΕ δὲ συνετέλεσαν δειπνοῦντες, εἰσήγαγον Τωβίαν πρὸς αὐτήν. 2 ὁ δὲ πορευόμενος ἐμνήσθη τῶν λόγων Ραφαὴλ καὶ ἔλαβε τὴν τέφραν τῶν θυμιαμάτων καὶ ἐπέθηκε τὴν καρδίαν τοῦ ἰχθύος καὶ τὸ ἧπαρ καὶ ἐκάπνισεν. 3 ὅτε δὲ ὠσφράνθη τὸ δαιμόνιον τῆς ὀσμῆς, ἔφυγεν εἰς τὰ ἀνώτατα Αἰγύπτου καὶ ἔδησεν αὐτὸ ὁ ἄγγελος. 4 ὡς δὲ συνεκλείσθησαν ἀμφότεροι, ἀνέστη Τωβίας ἀπὸ τῆς κλίνης καὶ εἶπεν· ἀνάστηθι, ἀδελφή, καὶ προσευξώμεθα, ἵνα ἐλεήσῃ ἡμᾶς ὁ Κύριος. 5 καὶ ἤρξατο Τωβίας λέγειν· εὐλογητὸς εἶ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ εὐλογητὸν τὸ ὄνομά σου τὸ ἅγιον καὶ ἔνδοξον εἰς τοὺς αἰῶνας· εὐλογησάτωσάν σε οἱ οὐρανοὶ καὶ πᾶσαι αἱ κτίσεις σου. 6 σὺ ἐποίησας ᾿Αδὰμ καὶ ἔδωκας αὐτῷ βοηθὸν Εὔαν στήριγμα τὴν γυναῖκα αὐτοῦ· ἐκ τούτων ἐγεννήθη τὸ ἀνθρώπων σπέρμα. σὺ εἶπας· οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον, ποιήσωμεν αὐτῷ βοηθὸν ὅμοιον αὐτῷ. 7 καὶ νῦν, Κύριε, οὐ διά πορνείαν ἐγὼ λαμβάνω τὴν ἀδελφήν μου ταύτην, ἀλλὰ ἐπ᾿ ἀληθείας ἐπίταξον ἐλεῆσαί με καὶ αὐτῇ συγκαταγηρᾶσαι. 8 καὶ εἶπε μετ᾿ αὐτοῦ· ἀμήν. 9 καὶ ἐκοιμήθησαν ἀμφότεροι τὴν νύκτα. 10 καὶ ἀναστὰς Ραγουὴλ ἐπορεύθη καὶ ὤρυξε τάφον λέγων· μὴ καὶ οὗτος ἀποθάνῃ; 11 καὶ ἦλθε Ραγουὴλ εἰς τὴν οἰκίαν ἑαυτοῦ 12 καὶ εἶπεν ῎Εδνᾳ τῇ γυναικὶ αὐτοῦ· ἀπόστειλον μίαν τῶν παιδισκῶν, καὶ ἰδέτωσαν εἰ ζῇ· εἰ δὲ μή, ἵνα θάψωμεν αὐτόν, καὶ μηδεὶς γνῷ. 13 καὶ εἰσῆλθεν ἡ παιδίσκη ἀνοίξασα τὴν θύραν καὶ εὗρε τοὺς δύο καθεύδοντας. 14 καὶ ἐξελθοῦσα ἀπήγγειλεν αὐτοῖς, ὅτι ζῇ. 15 καὶ εὐλόγησε Ραγουὴλ τὸν Θεὸν λέγων· εὐλογητὸς εἶ σύ, ὁ Θεός, ἐν πάσῃ εὐλογίᾳ καθαρᾷ καὶ ἁγίᾳ, καὶ εὐλογείτωσάν σε οἱ ἅγιοί σου καὶ πᾶσαι αἱ κτίσεις σου, καὶ πάντες οἱ ἄγγελοί σου καὶ οἱ ἐκλεκτοί σου εὐλογείτωσάν σε εἰς τοὺς αἰῶνας. 16 εὐλογητὸς εἶ ὅτι ηὔφρανάς με, καὶ οὐκ ἐγένετό μοι καθὼς ὑπενόουν, ἀλλὰ κατὰ τὸ πολὺ ἔλεός σου ἐποίησας μεθ᾿ ἡμῶν. 17 εὐλογητὸς εἶ ὅτι ἠλέησας δύο μονογενεῖς· ποίησον αὐτοῖς, δέσποτα, ἔλεος, συντέλεσον τὴν ζωὴν αὐτῶν ἐν ὑγιείᾳ μετ᾿ εὐφροσύνης καὶ ἐλέους. 18 ἐκέλευσε δὲ τοῖς οἰκέταις χῶσαι τὸν τάφον. 19 καὶ ἐποίησεν αὐτοῖς γάμον ἡμερῶν δεκατεσσάρων. 20 καὶ εἶπεν αὐτῷ Ραγουὴλ πρὶν ἢ συντελεσθῆναι τὰς ἡμέρας τοῦ γάμου ἐνόρκως μὴ ἐξελθεῖν αὐτὸν ἐὰν μὴ πληρωθῶσιν αἱ δεκατέσσαρες ἡμέραι τοῦ γάμου. 21 καὶ τότε λαβόντα τὸ ἥμισυ τῶν ὑπαρχόντων αὐτοῦ πορεύεσθαι μεθ᾿ ὑγιείας πρὸς τὸν πατέρα· καὶ τὰ λοιπά, ὅταν ἀποθάνω καὶ ἡ γυνή μου.