ΚΕΦΑΛΑΙΟΝ 1
ΕΝ τῷ δευτέρῳ ἔτει ἐπὶ Δαρείου τοῦ βασιλέως, ἐν τῷ μηνὶ τῷ ἕκτῳ, μιᾷ τοῦ μηνός, ἐγένετο λόγος Κυρίου ἐν χειρὶ ᾿Αγγαίου τοῦ προφήτου λέγων· εἰπὸν πρὸς Ζοροβάβελ τὸν τοῦ Σαλαθιὴλ ἐκ φυλῆς ᾿Ιούδα καὶ πρὸς ᾿Ιησοῦν τὸν τοῦ ᾿Ιωσεδὲκ τὸν ἱερέα τὸν μέγαν λέγων· 2 τάδε λέγει Κύριος παντοκράτωρ λέγων· ὁ λαὸς οὗτος λέγουσιν· οὐχ ἥκει ὁ καιρὸς τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίου. 3 καὶ ἐγένετο λόγος Κυρίου ἐν χειρὶ ᾿Αγγαίου τοῦ προφήτου λέγων· 4 εἰ καιρὸς μὲν ὑμῖν ἐστι τοῦ οἰκεῖν ἐν οἴκοις ὑμῶν κοιλοστάθμοις, ὁ δὲ οἶκος οὗτος ἐξηρήμωται; 5 καὶ νῦν τάδε λέγει Κύριος παντοκράτωρ· τάξατε δὴ καρδίας ὑμῶν εἰς τὰς ὁδούς ὑμῶν. 6 ἐσπείρατε πολλὰ καὶ εἰσηνέγκατε ὀλίγα, ἐφάγετε καὶ οὐκ εἰς πλησμονήν, ἐπίετε καὶ οὐκ εἰς μέθην, περιεβάλεσθε καὶ οὐκ ἐθερμάνθητε ἐν αὐτοῖς, καὶ ὁ τοὺς μισθοὺς συνάγων συνήγαγεν εἰς δεσμὸν τετρυπημένον. 7 τάδε λέγει Κύριος παντοκράτωρ· θέσθε τὰς καρδίας ὑμῶν εἰς τὰς ὁδοὺς ὑμῶν· 8 ἀνάβητε εἰς τὸ ὄρος καὶ κόψατε ξύλα καὶ οἰκοδομήσατε τὸν οἶκον, καὶ εὐδοκήσω ἐν αὐτῷ καὶ ἐνδοξασθήσομαι, εἶπε Κύριος. 9 ἐπεβλέψατε εἰς πολλά, καὶ ἐγένετο ὀλίγα· καὶ εἰσηνέχθη εἰς τὸν οἶκον, καὶ ἐξεφύσησα αὐτά. διὰ τοῦτο τάδε λέγει Κύριος παντοκράτωρ· ἀνθ᾿ ὧν ὁ οἶκός μού ἐστιν ἔρημος, ὑμεῖς δὲ διώκετε ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ, 10 διὰ τοῦτο ἀνέξει ὁ οὐρανὸς ἀπὸ δρόσου, καὶ ἡ γῆ ὑποστελεῖται τὰ ἐκφόρια αὐτῆς· 11 καὶ ἐπάξω ρομφαίαν ἐπὶ τὴν γῆν καὶ ἐπὶ τὰ ὄρη καὶ ἐπὶ τὸν σῖτον καὶ ἐπὶ τὸν οἶνον καὶ ἐπὶ τὸ ἔλαιον καὶ ὅσα ἐκφέρει ἡ γῆ καὶ ἐπὶ τοὺς ἀνθρώπους καὶ ἐπὶ τὰ κτήνη καὶ ἐπὶ πάντας τοὺς πόνους τῶν χειρῶν αὐτῶν. 12 καὶ ἤκουσε Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ ἐκ φυλῆς ᾿Ιούδα καὶ ᾿Ιησοῦς ὁ τοῦ ᾿Ιωσεδὲκ ὁ ἱερεὺς ὁ μέγας καὶ πάντες οἱ κατάλοιποι τοῦ λαοῦ τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ αὐτῶν καὶ τῶν λόγων τοῦ ᾿Αγγαίου τοῦ προφήτου, καθότι ἐξαπέστειλεν αὐτὸν Κύριος ὁ Θεὸς αὐτῶν πρὸς αὐτούς, καὶ ἐφοβήθη ὁ λαὸς ἀπὸ προσώπου Κυρίου. 13 καὶ εἶπεν ᾿Αγγαῖος ἄγγελος Κυρίου ἐν ἀγγέλοις Κυρίου τῷ λαῷ· ἐγώ εἰμι μεθ᾿ ὑμῶν, λέγει Κύριος. 14 καὶ ἐξήγειρε Κύριος τὸ πνεῦμα Ζοροβάβελ τοῦ Σαλαθιὴλ ἐκ φυλῆς ᾿Ιούδα καὶ τὸ πνεῦμα ᾿Ιησοῦ τοῦ ᾿Ιωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου καὶ τὸ πνεῦμα τῶν καταλοίπων παντὸς τοῦ λαοῦ, καὶ εἰσῆλθον καὶ ἐποίουν ἔργα ἐν τῷ οἴκῳ Κυρίου παντοκράτορος Θεοῦ αὐτῶν 15 τῇ τετράδι καὶ εἰκάδι τοῦ μηνὸς τοῦ ἕκτου, τῷ δευτέρῳ ἔτει, ἐπὶ Δαρείου τοῦ βασιλέως.
ΚΕΦΑΛΑΙΟΝ 3
Ω ἡ ἐπιφανὴς καὶ ἀπολελυτρωμένη, ἡ πόλις ἡ περιστερά· 2 οὐκ εἰσήκουσε φωνῆς, οὐκ ἐδέξατο παιδείαν, ἐπὶ τῷ Κυρίῳ οὐκ ἐπεποίθει καὶ πρὸς τὸν Θεὸν αὐτῆς οὐκ ἤγγισεν. 3 οἱ ἄρχοντες αὐτῆς ἐν αὐτῇ ὡς λέοντες ὠρυόμενοι· οἱ κριταὶ αὐτῆς ὡς λύκοι τῆς ᾿Αραβίας, οὐχ ὑπελίποντο εἰς τὸ πρωΐ· 4 οἱ προφῆται αὐτῆς πνευματοφόροι, ἄνδρες καταφρονηταί· ἱερεῖς αὐτῆς βεβηλοῦσι τὰ ἅγια καὶ ἀσεβοῦσι νόμον· 5 ὁ δὲ Κύριος δίκαιος ἐν μέσῳ αὐτῆς καὶ οὐ μὴ ποιήσῃ ἄδικον· πρωΐ πρωΐ δώσει κρίμα αὐτοῦ εἰς φῶς καὶ οὐκ ἀπεκρύβη καὶ οὐκ ἔγνω ἀδικίαν ἐν ἀπαιτήσει καὶ οὐκ εἰς νεῖκος ἀδικίαν. 6 ἐν διαφθορᾷ κατέσπασα ὑπερηφάνους, ἠφανίσθησαν γωνίαι αὐτῶν· ἐξερημώσω τὰς ὁδοὺς αὐτῶν τὸ παράπαν τοῦ μὴ διοδεύειν· ἐξέλιπον αἱ πόλεις αὐτῶν παρὰ τὸ μηδένα ὑπάρχειν μηδὲ κατοικεῖν. 7 εἶπα· πλὴν φοβεῖσθέ με καὶ δέξασθε παιδείαν, καὶ οὐ μὴ ἐξολοθρευθῆτε ἐξ ὀφθαλμῶν αὐτῆς, πάντα ὅσα ἐξεδίκησα ἐπ᾿ αὐτήν· ἑτοιμάζου, ὄρθρισον, ἔφθαρται πᾶσα ἡ ἐπιφυλλὶς αὐτῶν. 8 Διὰ τοῦτο ὑπόμεινόν με, λέγει Κύριος, εἰς ἡμέραν ἀναστάσεώς μου εἰς μαρτύριον· διότι τὸ κρίμα μου εἰς συναγωγὰς ἐθνῶν τοῦ εἰσδέξασθαι βασιλεῖς, τοῦ ἐκχέαι ἐπ᾿ αὐτοὺς πᾶσαν ὀργὴν θυμοῦ μου· διότι ἐν πυρὶ ζήλου μου καταναλωθήσεται πᾶσα ἡ γῆ. 9 ὅτι τότε μεταστρέψω ἐπὶ λαοὺς γλῶσσαν εἰς γενεὰν αὐτῆς τοῦ ἐπικαλεῖσθαι πάντας τὸ ὄνομα Κυρίου τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνα. 10 ἐκ περάτων ποταμῶν Αἰθιοπίας προσδέξομαι ἐν διεσπαρμένοις μου, οἴσουσι θυσίας μοι. 11 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐ μὴ καταισχυνθῇς ἐκ πάντων τῶν ἐπιτηδευμάτων σου, ὧν ἠσέβησας εἰς ἐμέ· ὅτι τότε περιελῶ ἀπὸ σοῦ τὰ φαυλίσματα τῆς ὕβρεώς σου, καὶ οὐκέτι μὴ προσθῇς τοῦ μεγαλαυχῆσαι ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου. 12 καὶ ὑπολείψομαι ἐν σοὶ λαὸν πρᾳΰν καὶ ταπεινόν, καὶ εὐλαβηθήσονται ἀπὸ τοῦ ὀνόματος Κυρίου 13 οἱ κατάλοιποι τοῦ ᾿Ισραὴλ καὶ οὐ ποιήσουσιν ἀδικίαν καὶ οὐ λαλήσουσι μάταια, καὶ οὐ μὴ εὑρεθῇ ἐν τῷ στόματι αὐτῶν γλῶσσα δολία, διότι αὐτοὶ νεμήσονται καὶ κοιτασθήσονται, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν αὐτούς. 14 Χαῖρε σφόδρα, θύγατερ Σιών, κήρυσσε, θύγατερ ῾Ιερουσαλήμ· εὐφραίνου καὶ κατατέρπου ἐξ ὅλης τῆς καρδίας σου, θύγατερ ῾Ιερουσαλήμ. 15 περιεῖλε Κύριος τὰ ἀδικήματά σου, λελύτρωταί σε ἐκ χειρὸς ἐχθρῶν σου· βασιλεὺς ᾿Ισραὴλ Κύριος ἐν μέσῳ σου, οὐκ ὄψῃ κακὰ οὐκέτι. 16 ἐν τῷ καιρῷ ἐκείνῳ ἐρεῖ Κύριος τῇ ῾Ιερουσαλήμ· θάρσει, Σιών, μὴ παρείσθωσαν αἱ χεῖρές σου· 17 Κύριος ὁ Θεός σου ἐν σοί, δύνατὸς σώσει σε, ἐπάξει ἐπὶ σὲ εὐφροσύνην καὶ καινιεῖ σε ἐν τῇ ἀγαπήσει αὐτοῦ καὶ εὐφρανθήσεται ἐπὶ σὲ ἐν τέρψει ὡς ἐν ἡμέρᾳ ἑορτῆς. 18 καὶ συνάξω τοὺς συντετριμμένους σου. οὐαί, τίς ἔλαβεν ἐπ᾿ αὐτὴν ὀνειδισμόν; 19 ἰδοὺ ἐγὼ ποιῶ ἐν σοὶ ἕνεκέν σου ἐν τῷ καιρῷ ἐκείνῳ, λέγει Κύριος, καὶ σώσω τὴν ἐκπεπιεσμένην, καὶ τὴν ἀπωσμένην εἰσδέξομαι, καὶ θήσομαι αὐτοὺς εἰς καύχημα καὶ ὀνομαστοὺς ἐν πάσῃ τῇ γῇ. 20 καὶ καταισχυνθήσονται ἐν τῷ καιρῷ ἐκείνῳ, ὅταν καλῶς ὑμῖν ποιήσω, καὶ ἐν τῷ καιρῷ, ὅταν εἰσδέξωμαι ὑμᾶς· διότι δώσω ὑμᾶς ὀνομαστοὺς καὶ εἰς καύχημα ἐν πᾶσι τοῖς λαοῖς τῆς γῆς ἐν τῷ ἐπιστρέφειν με τήν αἰχμαλωσίαν ὑμῶν ἐνώπιον ὑμῶν, λέγει Κύριος.
ΚΕΦΑΛΑΙΟΝ 2
ΣΥΝΑΧΘΗΤΕ καὶ συνδέθητε, τὸ ἔθνος τὸ ἀπαίδευτον, 2 πρὸ τοῦ γενέσθαι ὑμᾶς ὡς ἄνθος παραπορευόμενον, πρὸ τοῦ ἐπελθεῖν ἐφ᾿ ὑμᾶς ὀργὴν Κυρίου, πρὸ τοῦ ἐπελθεῖν ἐφ᾿ ὑμᾶς ἡμέραν θυμοῦ Κυρίου. 3 ζητήσατε τὸν Κύριον, πάντες ταπεινοὶ γῆς· κρίμα ἐργάζεσθε καὶ δικαιοσύνην ζητήσατε καὶ ἀποκρίνασθε αὐτά, ὅπως σκεπασθῆτε ἐν ἡμέρᾳ ὀργῆς Κυρίου. 4 διότι Γάζα διηρπασμένη ἔσται, καὶ ᾿Ασκάλων εἰς ἀφανισμόν, καὶ ῎Αζωτος μεσημβρίας ἐκριφήσεται, καὶ ᾿Ακκαρὼν ἐκριζωθήσεται. 5 οὐαὶ οἱ κατοικοῦντες τὸ σχοίνισμα τῆς θαλάσσης, πάροικοι Κρητῶν· λόγος Κυρίου ἐφ᾿ ὑμᾶς, Χαναὰν γῆ ἀλλοφύλων, καὶ ἀπολῶ ὑμᾶς ἐκ κατοικίας. 6 καὶ ἔσται Κρήτη νομὴ ποιμνίων καὶ μάνδρα προβάτων. 7 καὶ ἔσται τὸ σχοίνισμα τῆς θαλάσσης τοῖς καταλοίποις οἴκου ᾿Ιούδα· ἐπ᾿ αὐτοὺς νεμήσονται ἐν τοῖς οἴκοις ᾿Ασκάλωνος, δείλης καταλύσουσιν ἀπὸ προσώπου υἱῶν ᾿Ιούδα, ὅτι ἐπέσκεπται αὐτοὺς Κύριος ὁ Θεὸς αὐτῶν, καὶ ἀποστρέψει τὴν αἰχμαλωσίαν αὐτῶν. 8 ῎Ηκουσα ὀνειδισμοὺς Μωὰβ καὶ κονδυλισμοὺς υἱῶν ᾿Αμμών, ἐν οἷς ὠνείδιζον τὸν λαόν μου καὶ ἐμεγαλύνοντο ἐπὶ τὰ ὅριά μου. 9 διὰ τοῦτο ζῶ ἐγώ, λέγει Κύριος τῶν δυνάμεων ὁ Θεὸς ᾿Ισραήλ, διότι Μωὰβ ὡς Σόδομα ἔσται καὶ υἱοὶ ᾿Αμμὼν ὡς Γόμορρα, καὶ Δαμασκὸς ἐκλελειμμένη ὡς θιμωνία ἅλωνος καὶ ἠφανισμένη εἰς τὸν αἰῶνα· καὶ οἱ κατάλοιποι λαοῦ μου διαρπῶνται αὐτοὺς καὶ οἱ κατάλοιποι ἔθνους μου κληρονομήσουσιν αὐτούς. 10 αὕτη αὐτοῖς ἀντὶ τῆς ὕβρεως αὐτῶν, διότι ὠνείδισαν καὶ ἐμεγαλύνθησαν ἐπὶ τὸν Κύριον τὸν παντοκράτορα. 11 ἐπιφανήσεται Κύριος ἐπ᾿ αὐτοὺς καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν τῆς γῆς, καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ, πᾶσαι αἱ νῆσοι τῶν ἐθνῶν. 12 Καὶ ὑμεῖς, Αἰθίοπες, τραυματίαι ρομφαίας μού ἐστε. 13 καὶ ἐκτενεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ βορρᾶν καὶ ἀπολεῖ τὸν ᾿Ασσύριον καὶ θήσει τὴν Νινευὴ εἰς ἀφανισμὸν ἄνυδρον ὡς ἔρημον. 14 καὶ νεμήσονται ἐν μέσῳ αὐτῆς ποίμνια καὶ πάντα τὰ θηρία τῆς γῆς, καὶ χαμαιλέοντες καί ἐχῖνοι ἐν τοῖς φατνώμασιν αὐτῆς κοιτασθήσονται, καὶ θηρία φωνήσει ἐν τοῖς διορύγμασιν αὐτῆς καὶ κόρακες ἐν τοῖς πυλῶσιν αὐτῆς, διότι κέδρος τὸ ἀνάστημα αὐτῆς. 15 αὕτη ἡ πόλις ἡ φαυλίστρια ἡ κατοικοῦσα ἐπ᾿ ἐλπίδι, ἡ λέγουσα ἐν καρδίᾳ αὐτῆς· ἐγώ εἰμι, καὶ οὐκ ἔστι μετ᾿ ἐμὲ ἔτι. πῶς ἐγενήθη εἰς ἀφανισμὸν νομὴ θηρίων· πᾶς ὁ διαπορευόμενος δι᾿ αὐτῆς συριεῖ καὶ κινήσει τὰς χεῖρας αὐτοῦ. |
|
ΚΕΦΑΛΑΙΟΝ 1
ΛΟΓΟΣ Κυρίου, ὃς ἐγενήθη πρὸς Σοφονίαν τὸν τοῦ Χουσί, υἱὸν Γοδολίου, τοῦ ᾿Αμορίου, τοῦ ᾿Εζεκίου, ἐν ἡμέραις ᾿Ιωσίου υἱοῦ ᾿Αμὼν βασιλέως ᾿Ιούδα.2 ᾿Εκλείψει ἐκλιπέτω ἀπὸ προσώπου τῆς γῆς, λέγει Κύριος, 3 ἐκλιπέτω ἄνθρωπος καὶ κτήνη, ἐκλιπέτω τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ οἱ ἰχθύες τῆς θαλάσσης, καὶ ἀσθενήσουσιν οἱ ἀσεβεῖς καὶ ἐξαρῶ τοὺς ἀνόμους ἀπὸ προσώπου τῆς γῆς, λέγει Κύριος. 4 καί ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ ᾿Ιούδαν καὶ ἐπί πάντας τοὺς κατοικοῦντας ῾Ιερουσαλὴμ καὶ ἐξαρῶ ἐκ τοῦ τόπου τούτου τὰ ὀνόματα τῆς Βάαλ καὶ τὰ ὀνόματα τῶν ἱερέων 5 καὶ τοὺς προσκυνοῦντας ἐπὶ τὰ δώματα τῇ στρατιᾷ τοῦ οὐρανοῦ καὶ τοὺς ὀμνύοντας κατὰ τοῦ Κυρίου καὶ τοὺς ὀμνύοντας κατὰ τοῦ βασιλέως αὐτῶν 6 καὶ τοὺς ἐκκλίνοντας ἀπὸ τοῦ Κυρίου καὶ τοὺς μή ζητοῦντας τὸν Κύριον καὶ τοὺς μὴ ἀντεχομένους τοῦ Κυρίου. 7 Εὐλαβεῖσθε ἀπὸ προσώπου Κυρίου τοῦ Θεοῦ, διότι ἐγγὺς ἡμέρα τοῦ Κυρίου, ὅτι ἡτοίμακε Κύριος τὴν θυσίαν αὐτοῦ, καὶ ἡγίακε τοὺς κλητοὺς αὐτοῦ. 8 καὶ ἔσται ἐν ἡμέρᾳ θυσίας Κυρίου καὶ ἐκδικήσω ἐπὶ τοὺς ἄρχοντας καὶ ἐπὶ τὸν οἶκον τοῦ βασιλέως καὶ ἐπὶ πάντας τοὺς ἐνδεδυμένους ἐνδύματα ἀλλότρια· 9 καὶ ἐκδικήσω ἐπὶ πάντας ἐμφανῶς ἐπὶ τὰ πρόπυλα ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, τοὺς πληροῦντας τὸν οἶκον Κυρίου Θεοῦ αὐτῶν ἀσεβείας καὶ δόλου. 10 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, φωνὴ κραυγῆς ἀπὸ πύλης ἀποκεντούντων καὶ ὀλολυγμὸς ἀπὸ τῆς δευτέρας καὶ συντριμμὸς μέγας ἀπὸ τῶν βουνῶν. 11 θρηνήσατε, οἱ κατοικοῦντες τὴν κατακεκομμένην, ὅτι ὡμοιώθη πᾶς ὁ λαὸς Χαναάν, ἐξωλοθρεύθησαν πάντες οἱ ἐπῃρμένοι ἀργυρίῳ. 12 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξερευνήσω τὴν ῾Ιερουσαλὴμ μετὰ λύχνου καὶ ἐκδικήσω ἐπὶ τοὺς ἄνδρας τοὺς καταφρονοῦντας ἐπὶ τὰ φυλάγματα αὐτῶν. οἱ δὲ λέγοντες ἐν ταῖς καρδίαις αὐτῶν· οὐ μὴ ἀγαθοποιήσῃ Κύριος, οὐδ᾿ οὐ μὴ κακώσῃ, 13 καὶ ἔσται ἡ δύναμις αὐτῶν εἰς διαρπαγὴν καὶ οἱ οἶκοι αὐτῶν εἰς ἀφανισμόν, καὶ οἰκοδομήσουσιν οἰκίας καὶ οὐ μὴ κατοικήσουσιν ἐν αὐταῖς καὶ καταφυτεύσουσιν ἀμπελῶνας καὶ οὐ μὴ πίωσι τὸν οἶνον αὐτῶν. 14 ῞Οτι ἐγγὺς ἡμέρα Κυρίου ἡ μεγάλη, ἐγγὺς καὶ ταχεῖα σφόδρα· φωνὴ ἡμέρας Κυρίου πικρὰ καὶ σκληρὰ τέτακται. 15 δυνατὴ ἡμέρα ὀργῆς ἡ ἡμέρα ἐκείνη, ἡμέρα θλίψεως καὶ ἀνάγκης, ἡμέρα ἀωρίας καὶ ἀφανισμοῦ, ἡμέρα γνόφου καὶ σκότους, ἡμέρα νεφέλης καὶ ὁμίχλης, 16 ἡμέρα σάλπιγγος καὶ κραυγῆς ἐπὶ τὰς πόλεις τὰς ὀχυρὰς καὶ ἐπὶ τὰς γωνίας τὰς ὑψηλάς. 17 καὶ ἐκθλίψω τοὺς ἀνθρώπους, καὶ πορεύσονται ὡς τυφλοί, ὅτι τῷ Κυρίῳ ἐξήμαρτον· καὶ ἐκχεεῖ τὸ αἷμα αὐτῶν ὡς χοῦν καὶ τὰς σάρκας αὐτῶν ὡς βόλβιτα. 18 καὶ τὸ ἀργύριον αὐτῶν καὶ τὸ χρυσίον αὐτῶν οὐ μὴ δύνηται ἐξελέσθαι αὐτοὺς ἐν ἡμέρᾳ ὀργῆς Κυρίου, καὶ ἐν πυρὶ ζήλου αὐτοῦ καταναλωθήσεται πᾶσα ἡ γῆ, διότι συντέλειαν καὶ σπουδὴν ποιήσει ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν.
ΚΕΦΑΛΑΙΟΝ 3
Προσευχὴ ᾿Αμβακοὺμ τοῦ προφήτου μετὰ ᾠδῆς.ΚΥΡΙΕ, εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην· 2 Κύριε, κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην. ἐν μέσῳ δύο ζῴων γνωσθήσῃ, ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ, ἐν τῷ ταραχθῆναι τὴν ψυχήν μου, ἐν ὀργῇ ἐλέους μνησθήσῃ. 3 ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει, καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος. (διάψαλμα). ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ, καὶ αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ. 4 καὶ φέγγος αὐτοῦ ὡς φῶς ἔσται, κέρατα ἐν χερσὶν αὐτοῦ, καὶ ἔθετο ἀγάπησιν κραταιὰν ἰσχύος αὐτοῦ. 5 πρὸ προσώπου αὐτοῦ πορεύσεται λόγος, καὶ ἐξελεύσεται εἰς παιδείαν κατὰ πόδας αὐτοῦ 6 ἔστη, καὶ ἐσαλεύθη ἡ γῆ· ἐπέβλεψε, καὶ διετάκη ἔθνη. διεβρύθη τὰ ὄρη βίᾳ, ἐτάκησαν βουνοὶ αἰώνιοι. 7 πορείας αἰωνίας αὐτοῦ ἀντὶ κόπων εἶδον· σκηνώματα Αἰθιόπων πτοηθήσονται καὶ αἱ σκηναὶ γῆς Μαδιάμ. 8 μὴ ἐν ποταμοῖς ὠργίσθης, Κύριε, ἢ ἐν ποταμοῖς ὁ θυμός σου; ἢ ἐν θαλάσσῃ τὸ ὅρμημά σου; ὅτι ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους σου, καὶ ἡ ἱππασία σου σωτηρία. 9 ἐντείνων ἐντενεῖς τὸ τόξον σου ἐπὶ σκῆπτρα, λέγει Κύριος. (διάψαλμα). ποταμῶν ραγήσεται γῆ. 10 ὄψονταί σε καὶ ὠδινήσουσι λαοί, σκορπίζων ὕδατα πορείας αὐτοῦ· ἔδωκεν ἡ ἄβυσσος φωνὴν αὐτῆς, ὕψος φαντασίας αὐτῆς. 11 ἐπῄρθη ὁ ἥλιος, καὶ ἡ σελήνη ἔστη ἐν τῇ τάξει αὐτῆς· εἰς φῶς βολίδες σου πορεύσονται, εἰς φέγγος ἀστραπῆς ὅπλων σου. 12 ἐν ἀπειλῇ ὀλιγώσεις γῆν καὶ ἐν θυμῷ κατάξεις ἔθνη. 13 ἐξῆλθες εἰς σωτηρίαν λαοῦ σου τοῦ σῶσαι τὸν χριστόν σου· ἔβαλες εἰς κεφαλὰς ἀνόμων θάνατον, ἐξήγειρας δεσμοὺς ἕως τραχήλου. (διάψαλμα). 14 διέκοψας ἐν ἐκστάσει κεφαλὰς δυναστῶν, σεισθήσονται ἐν αὐτῇ· διανοίξουσι χαλινοὺς αὐτῶν ὡς ἐσθίων πτωχὸς λάθρᾳ. 15 καὶ ἐπεβίβασας εἰς θάλασσαν τοὺς ἵππους σου ταράσσοντας ὕδατα πολλά. 16 ἐφυλαξάμην, καὶ ἐπτοήθη ἡ κοιλία μου ἀπὸ φωνῆς προσευχῆς χειλέων μου, καὶ εἰσῆλθε τρόμος εἰς τὰ ὀστᾶ μου, καὶ ὑποκάτωθέν μου ἐταράχθη ἡ ἕξις μου. ἀναπαύσομαι ἐν ἡμέρᾳ θλίψεως τοῦ ἀναβῆναι εἰς λαὸν παροικίας μου. 17 διότι συκῆ οὐ καρποφορήσει, καὶ οὐκ ἔσται γενήματα ἐν ταῖς ἀμπέλοις· ψεύσεται ἔργον ἐλαίας, καὶ τὰ πεδία οὐ ποιήσει βρῶσιν· ἐξέλιπον ἀπὸ βρώσεως πρόβατα, καὶ οὐχ ὑπάρχουσι βόες ἐπὶ φάτναις. 18 ἐγὼ δὲ ἐν τῷ Κυρίῳ ἀγαλλιάσομαι, χαρήσομαι ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. 19 Κύριος ὁ Θεὸς δύναμίς μου καὶ τάξει τοὺς πόδας μου εἰς συντέλειαν· ἐπὶ τὰ ὑψηλὰ ἐπιβιβᾷ με τοῦ νικῆσαί με ἐν τῇ ᾠδῇ αὐτοῦ.
ΚΕΦΑΛΑΙΟΝ 2
ΕΠΙ τῆς φυλακῆς μου στήσομαι καὶ ἐπιβήσομαι ἐπὶ πέτραν καὶ ἀποσκοπεύσω τοῦ ἰδεῖν τί λαλήσει ἐν ἐμοὶ καὶ τί ἀποκριθῶ ἐπὶ τὸν ἔλεγχόν μου. 2 καὶ ἀπεκρίθη πρός με Κύριος καὶ εἶπε· γράψον ὅρασιν καὶ σαφῶς εἰς πυξίον, ὅπως διώκῃ ὁ ἀναγινώσκων αὐτά. 3 διότι ἔτι ὅρασις εἰς καιρὸν καὶ ἀνατελεῖ εἰς πέρας καὶ οὐκ εἰς κενόν· ἐὰν ὑστερήσῃ, ὑπόμεινον αὐτόν, ὅτι ἐρχόμενος ἥξει καὶ οὐ μὴ χρονίσῃ. 4 ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ· ὁ δὲ δίκαιος ἐκ πίστεώς μου ζήσεται. 5 ὁ δὲ κατοιόμενος καὶ καταφρονητής, ἀνὴρ ἀλαζών, οὐθὲν μὴ περάνῃ, ὃς ἐπλάτυνε καθὼς ᾅδης τὴν ψυχὴν αὐτοῦ καὶ οὗτος ὡς θάνατος οὐκ ἐμπιπλάμενος καὶ ἐπισυνάξει ἐπ᾿ αὐτὸν πάντα τὰ ἔθνη καὶ εἰσδέξεται πρὸς αὐτὸν πάντας τοὺς λαούς. 6 οὐχὶ ταῦτα πάντα κατ᾿ αὐτοῦ παραβολὴν λήψονται καὶ πρόβλημα εἰς διήγησιν αὐτοῦ; καὶ ἐροῦσιν· οὐαὶ ὁ πληθύνων ἑαυτῷ τὰ οὐκ ὄντα αὐτοῦ ἕως τίνος; καὶ βαρύνων τὸν κλοιὸν αὐτοῦ στιβαρῶς. 7 ὅτι ἐξαίφνης ἀναστήσονται δάκνοντες αὐτόν, καὶ ἐκνήψουσιν οἱ ἐπίβουλοί σου, καὶ ἔσῃ εἰς διαρπαγὴν αὐτοῖς. 8 διότι σὺ ἐσκύλευσας ἔθνη πολλά, σκυλεύσουσί σε πάντες οἱ ὑπολελειμμένοι λαοὶ δι᾿ αἵματα ἀνθρώπων καὶ ἀσεβείας γῆς καὶ πόλεως καὶ πάντων τῶν κατοικούντων αὐτήν. 9 ὦ ὁ πλεονεκτῶν πλεονεξίαν κακὴν τῷ οἴκῳ αὐτοῦ τοῦ τάξαι εἰς ὕψος νοσσιὰν αὐτοῦ τοῦ ἐκσπασθῆναι ἐκ χειρὸς κακῶν. 10 ἐβουλεύσω αἰσχύνην τῷ οἴκῳ σου, συνεπέρανας πολλοὺς λαούς, καὶ ἐξήμαρτεν ἡ ψυχή σου· 11 διότι λίθος ἐκ τοίχου βοήσεται, καὶ κάνθαρος ἐκ ξύλου φθέγξεται αὐτά. 12 οὐαὶ ὁ οἰκοδομῶν πόλιν ἐν αἵμασι καὶ ἑτοιμάζων πόλιν ἐν ἀδικίαις. 13 οὐ ταῦτά ἐστι παρὰ Κυρίου παντοκράτορος; καὶ ἐξέλιπον λαοὶ ἱκανοὶ ἐν πυρί, καὶ ἔθνη πολλὰ ὠλιγοψύχησαν. 14 ὅτι ἐπλησθήσεται ἡ γῆ τοῦ γνῶναι τὴν δόξαν Κυρίου, ὡς ὕδωρ κατακαλύψει αὐτούς. 15 ὦ ὁ ποτίζων τὸν πλησίον αὐτοῦ ἀνατροπῇ θολερᾷ καὶ μεθύσκων, ὅπως ἐπιβλέπῃ ἐπὶ τὰ σπήλαια αὐτῶν. 16 πλησμονὴν ἀτιμίας ἐκ δόξης πίε καὶ σύ, καρδία σαλεύθητι καὶ σείσθητι· ἐκύκλωσεν ἐπὶ σὲ ποτήριον δεξιᾶς Κυρίου καὶ συνήχθη ἀτιμία ἐπὶ τὴν δόξαν σου. 17 διότι ἀσέβεια τοῦ Λιβάνου καλύψει σε, καὶ ταλαιπωρία θηρίων πτοήσει σε δι᾿ αἵματα ἀνθρώπων καὶ ἀσεβείας γῆς καὶ πόλεως καὶ πάντων τῶν κατοικούντων αὐτήν. 18 τί ὠφελεῖ γλυπτόν, ὅτι ἔγλυψαν αὐτό; ἔπλασεν αὐτὸ χώνευμα, φαντασίαν ψευδῆ, ὅτι πέποιθεν ὁ πλάσας ἐπὶ τὸ πλάσμα αὐτοῦ τοῦ ποιῆσαι εἴδωλα κωφά. 19 οὐαὶ ὁ λέγων τῷ ξύλῳ· ἔκνηψον, ἐξεγέρθητι, καὶ τῷ λίθῳ· ὑψώθητι· καὶ αὐτό ἐστι φαντασία, τοῦτο δέ ἐστιν ἔλασμα χρυσίου καὶ ἀργυρίου, καὶ πᾶν πνεῦμα οὐκ ἔστιν ἐν αὐτῷ. 20 ὁ δὲ Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ· εὐλαβείσθω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ.
ΚΕΦΑΛΑΙΟΝ 1
ΤΟ λῆμμα ὃ εἶδεν ᾿Αμβακοὺμ ὁ προφήτης.2 ῞Εως τίνος, Κύριε, κεκράξομαι καὶ οὐ μὴ εἰσακούσῃς; βοήσομαι πρός σε ἀδικούμενος καὶ οὐ σώσεις; 3 ἱνατί ἔδειξάς μοι κόπους καὶ πόνους, ἐπιβλέπειν ταλαιπωρίαν καὶ ἀσέβειαν; ἐξεναντίας μου γέγονε κρίσις, καὶ ὁ κριτὴς λαμβάνει. 4 διὰ τοῦτο διεσκέδασται νόμος, καὶ οὐ διεξάγεται εἰς τέλος κρίμα, ὅτι ὁ ἀσεβὴς καταδυναστεύει τὸν δίκαιον· ἕνεκεν τούτου ἐξελεύσεται τὸ κρίμα διεστραμμένον. 5 ἴδετε, οἱ καταφρονηταί, καὶ ἐπιβλέψατε καὶ θαυμάσατε θαυμάσια καὶ ἀφανίσθητε, διότι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν, ὃ οὐ μὴ πιστεύσητε, ἐάν τις ἐκδιηγῆται. 6 διότι ἰδοὺ ἐγὼ ἐξεγείρω ἐφ᾿ ὑμᾶς τοὺς Χαλδαίους τοὺς μαχητάς, τὸ ἔθνος τὸ πικρὸν καὶ τὸ ταχινόν, τὸ πορευόμενον ἐπὶ τὰ πλάτη τῆς γῆς τοῦ κατακληρονομῆσαι σκηνώματα οὐκ αὐτοῦ. 7 φοβερὸς καὶ ἐπιφανής ἐστιν, ἐξ αὐτοῦ τὸ κρίμα αὐτοῦ ἔσται καὶ τὸ λῆμμα αὐτοῦ ἐξ αὐτοῦ ἐξελεύσεται. 8 καὶ ἐξαλοῦνται ὑπὲρ παρδάλεις οἱ ἵπποι αὐτοῦ καὶ ὀξύτεροι ὑπὲρ τοὺς λύκους τῆς ᾿Αραβίας· καὶ ἐξιππάσονται οἱ ἱππεῖς αὐτοῦ καὶ ὁρμήσουσι μακρόθεν καὶ πετασθήσονται ὡς ἀετὸς πρόθυμος εἰς τὸ φαγεῖν. 9 συντέλεια εἰς ἀσεβεῖς ἥξει, ἀνθεστηκότας προσώποις αὐτῶν ἐξεναντίας καὶ συνάξει ὡς ἄμμον αἰχμαλωσίαν. 10 καὶ αὐτὸς ἐν βασιλεῦσιν ἐντρυφήσει καὶ τύραννοι παίγνια αὐτοῦ, καὶ αὐτὸς εἰς πᾶν ὀχύρωμα ἐμπαίξεται καὶ βαλεῖ χῶμα καὶ κρατήσει αὐτοῦ. 11 τότε μεταβαλεῖ τὸ πνεῦμα καὶ διελεύσεται καὶ ἐξιλάσεται· αὕτη ἡ ἰσχὺς τῷ Θεῷ μου. 12 οὐχὶ σὺ ἀπ᾿ ἀρχῆς, Κύριε, ὁ Θεὸς ὁ ἅγιός μου; καὶ οὐ μὴ ἀποθάνωμεν. Κύριε, εἰς κρίμα τέταχας αὐτόν· καὶ ἔπλασέ με τοῦ ἐλέγχειν παιδείαν αὐτοῦ. 13 καθαρὸς ὁ ὀφθαλμὸς τοῦ μὴ ὁρᾶν πονηρά, καὶ ἐπιβλέπειν ἐπὶ πόνους οὐ δυνήσῃ· ἵνα τί ἐπιβλέπεις ἐπὶ καταφρονοῦντας; παρασιωπήσῃ ἐν τῷ καταπίνειν ἀσεβῆ τὸν δίκαιον; 14 καὶ ποιήσεις τοὺς ἀνθρώπους ὡς τοὺς ἰχθύας τῆς θαλάσσης καὶ ὡς τὰ ἑρπετὰ τὰ οὐκ ἔχοντα ἡγούμενον; 15 συντέλειαν ἐν ἀγκίστρῳ ἀνέσπασε καὶ εἵλκυσεν αὐτὸν ἐν ἀμφιβλήστρῳ καὶ συνήγαγεν αὐτὸν ἐν ταῖς σαγήναις αὐτοῦ. 16 ἕνεκεν τούτου εὐφρανθήσεται καὶ χαρήσεται ἡ καρδία αὐτοῦ· ἕνεκεν τούτου θύσει τῇ σαγήνῃ αὐτοῦ καὶ θυμιάσει τῷ ἀμφιβλήστρῳ αὐτοῦ, ὅτι ἐν αὐτοῖς ἐλίπανε μερίδα αὐτοῦ, καὶ τὰ βρώματα αὐτοῦ ἐκλεκτά. 17 διὰ τοῦτο ἀμφιβαλεῖ τὸ ἀμφίβληστρον αὐτοῦ καὶ διὰ παντὸς ἀποκτέννειν ἔθνη οὐ φείσεται.
ΚΕΦΑΛΑΙΟΝ 3
Ω πόλις αἱμάτων, ὅλη ψευδής, ἀδικίας πλήρης, οὐ ψηλαφηθήσεται θήρα. 2 φωνὴ μαστίγων καὶ φωνὴ σεισμοῦ τροχῶν καὶ ἵππου διώκοντος καὶ ἅρματος ἀναβράσσοντος 3 καὶ ἱππέως ἀναβαίνοντος καὶ στιλβούσης ρομφαίας καὶ ἐξαστραπτόντων ὅπλων καὶ πλήθους τραυματιῶν καὶ βαρείας πτώσεως· καὶ οὐκ ἦν πέρας τοῖς ἔθνεσιν αὐτῆς, καὶ ἀσθενήσουσιν ἐν τοῖς σώμασιν αὐτῶν ἀπὸ πλήθους πορνείας. 4 πόρνη καλὴ καὶ ἐπίχαρις ἡγουμένη φαρμάκων, ἡ πωλοῦσα ἔθνη ἐν τῇ πορνείᾳ αὐτῆς καὶ λαοὺς ἐν τοῖς φαρμάκοις αὐτῆς. 5 ἰδοὺ ἐγὼ ἐπὶ σέ, λέγει Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ, καὶ ἀποκαλύψω τὰ ὀπίσω σου ἐπὶ τὸ πρόσωπόν σου καὶ δείξω ἔθνεσι τὴν αἰσχύνην σου καὶ βασιλείαις τὴν ἀτιμίαν σου. 6 καὶ ἐπιρρίψω ἐπὶ σὲ βδελυγμὸν κατὰ τὰς ἀκαθαρσίας σου καὶ θήσομαί σε εἰς παράδειγμα, 7 καὶ ἔσται πᾶς ὁ ὁρῶν σε καταβήσεται ἀπὸ σοῦ καὶ ἐρεῖ· δειλαία Νινευή· τίς στενάξει αὐτήν; πόθεν ζητήσω παράκλησιν αὐτῇ; 8 ἑτοίμασαι μερίδα, ἅρμοσαι χορδήν, ἑτοίμασαι μερίδα, ᾿Αμμὼν ἡ κατοικοῦσα ἐν ποταμοῖς, ὕδωρ κύκλῳ αὐτῆς, ἧς ἡ ἀρχὴ θάλασσα καὶ ὕδωρ τὰ τείχη αὐτῆς, 9 καὶ Αἰθιοπία ἰσχὺς αὐτῆς καὶ Αἴγυπτος, καὶ οὐκ ἔστη πέρας τῆς φυγῆς, καὶ Λίβυες ἐγένοντο βοηθοὶ αὐτῆς. 10 καὶ αὐτὴ εἰς μετοικεσίαν πορεύσεται αἰχμάλωτος, καὶ τὰ νήπια αὐτῆς ἐδαφιοῦσιν ἐπ᾿ ἀρχὰς πασῶν τῶν ὁδῶν αὐτῆς, καὶ ἐπὶ πάντα τὰ ἔνδοξα αὐτῆς βαλοῦσι κλήρους, καὶ πάντες οἱ μεγιστᾶνες αὐτῆς δεθήσονται χειροπέδαις. 11 καὶ σὺ μεθυσθήσῃ καὶ ἔσῃ ὐπερεωραμένη, καὶ σὺ ζητήσεις σεαυτῇ στάσιν ἐξ ἐχθρῶν. 12 πάντα τὰ ὀχυρώματά σου συκαῖ σκοποὺς ἔχουσαι· ἐὰν σαλευθῶσι, καὶ πεσοῦνται εἰς στόμα ἔσθοντος. 13 ἰδοὺ ὁ λαός σου ὡς γυναῖκες ἐν σοί· τοῖς ἐχθροῖς σου ἀνοιγόμεναι ἀνοιχθήσονται πύλαι τῆς γῆς σου, καὶ καταφάγεται πῦρ τοὺς μοχλούς σου. 14 ὕδωρ περιοχῆς ἐπίσπασαι σεαυτῇ καὶ κατακράτησον τῶν ὀχυρωμάτων σου, ἔμβηθι εἰς πηλὸν καὶ συμπατήθητι ἐν ἀχύροις, κατακράτησον ὑπὲρ πλίνθον· 15 ἐκεῖ καταφάγεταί σε πῦρ, ἐξολοθρεύσει σε ρομφαία, καταφάγεταί σε ὡς ἀκρίς, καὶ βαρυνθήσῃ ὡς βροῦχος. 16 ἐπλήθυνας τὰς ἐμπορίας σου ὑπὲρ τὰ ἄστρα τοῦ οὐρανοῦ· βροῦχος ὥρμησε καὶ ἐξεπετάσθη. 17 ἐξήλατο ὡς ἀττέλεβος ὁ σύμμεικτός σου, ὡς ἀκρὶς ἐπιβεβηκυῖα ἐπὶ φραγμὸν ἐν ἡμέρᾳ πάγους· ὁ ἥλιος ἀνέτειλε, καὶ ἀφήλατο, καὶ οὐκ ἔγνω τὸν τόπον αὐτῆς· οὐαὶ αὐτοῖς. 18 ἐνύσταξαν οἱ ποιμένες σου, βασιλεὺς ᾿Ασσύριος ἐκοίμισε τοὺς δυνάστας σου· ἀπῇρεν ὁ λαός σου ἐπὶ τὰ ὄρη, καὶ οὐκ ἦν ὁ ἐκδεχόμενος. 19 οὐκ ἔστιν ἴασις τῇ συντριβῇ σου, ἐφλέγμανεν ἡ πληγή σου· πάντες οἱ ἀκούοντες τὴν ἀγγελίαν σου κροτήσουσι χεῖρας ἐπὶ σέ· διότι ἐπὶ τίνα οὐκ ἐπῆλθεν ἡ κακία σου διαπαντός;
ΚΕΦΑΛΑΙΟΝ 2
ΙΔΟΥ ἐπὶ τὰ ὄρη οἱ πόδες εὐαγγελιζομένου καὶ ἀπαγγέλλοντος εἰρήνην· ἑόρταζε, ᾿Ιούδα, τὰς ἑορτάς σου, ἀπόδος τὰς εὐχάς σου, διότι οὐ μὴ προσθήσωσιν ἔτι τοῦ διελθεῖν διὰ σοῦ εἰς παλαίωσιν. Συντετέλεσται, ἐξῇρται. 2 ἀνέβη ἐμφυσῶν εἰς πρόσωπόν σου ἐξαιρούμενος ἐκ θλίψεως· σκόπευσον ὁδόν, κράτησον ὀσφύος, ἄνδρισαι τῇ ἰσχύϊ σφόδρα, 3 διότι ἀπέστρεψε Κύριος τὴν ὕβριν ᾿Ιακώβ, καθὼς ὕβριν τοῦ ᾿Ισραήλ, διότι ἐκτινάσσοντες ἐξετίναξαν αὐτοὺς καὶ τὰ κλήματα αὐτῶν, διέφθειραν 4 ὅπλα δυναστείας αὐτῶν ἐξ ἀνθρώπων, ἄνδρας δυνατοὺς ἐμπαίζοντας ἐν πυρί· αἱ ἡνίαι τῶν ἁρμάτων αὐτῶν ἐν ἡμέρᾳ ἑτοιμασίας αὐτοῦ, καὶ οἱ ἱππεῖς θορυβηθήσονται 5 ἐν ταῖς ὁδοῖς, καὶ συγχυθήσονται τὰ ἅρματα καὶ συμπλακήσονται ἐν ταῖς πλατείαις· ἡ ὅρασις αὐτῶν ὡς λαμπάδες πυρὸς καὶ ὡς ἀστραπαὶ διατρέχουσαι. 6 καὶ μνησθήσονται οἱ μεγιστᾶνες αὐτῶν καὶ φεύξονται ἡμέρας καὶ ἀσθενήσουσιν ἐν τῇ πορείᾳ αὐτῶν καὶ σπεύσουσιν ἐπὶ τὰ τείχη αὐτῆς καὶ ἑτοιμάσουσι τὰς προφυλακὰς αὐτῶν. 7 πύλαι τῶν ποταμῶν διηνοίχθησαν, καὶ τὰ βασίλεια διέπεσε, 8 καὶ ἡ ὑπόστασις ἀπεκαλύφθη, καὶ αὕτη ἀνέβαινε, καὶ αἱ δοῦλαι αὐτῆς ἤγοντο καθὼς περιστεραὶ φθεγγόμεναι ἐν καρδίαις αὐτῶν. 9 καὶ Νινευή, ὡς κολυμβήθρα ὕδατος τὰ ὕδατα αὐτῆς, καὶ αὐτοὶ φεύγοντες οὐκ ἔστησαν, καὶ οὐκ ἦν ὁ ἐπιβλέπων. 10 διήρπαζον τὸ ἀργύριον, διήρπαζον τὸ χρυσίον, καὶ οὐκ ἦν πέρας τοῦ κόσμου αὐτῆς· βεβάρυνται ὑπὲρ πάντα τὰ σκεύη τὰ ἐπιθυμητὰ αὐτῆς. 11 ἐκτιναγμὸς καὶ ἀνατιναγμὸς καὶ ἐκβρασμὸς καὶ καρδίας θραυσμὸς καί ὑπόλυσις γονάτων καὶ ὠδῖνες ἐπὶ πᾶσαν ὀσφύν, καὶ τὸ πρόσωπον πάντων ὡς πρόσκαυμα χύτρας. 12 ποῦ ἐστι τὸ κατοικητήριον τῶν λεόντων καὶ ἡ νομὴ ἡ οὖσα τοῖς σκύμνοις, οὗ ἐπορεύθη λέων τοῦ εἰσελθεῖν ἐκεῖ, σκύμνος λέοντος καὶ οὐκ ἦν ὁ ἐκφοβῶν; 13 λέων ἥρπασε τὰ ἱκανὰ τοῖς σκύμνοις αὐτοῦ καὶ ἀπέπνιξε τοῖς λέουσιν αὐτοῦ καὶ ἔπλησε θήρας νοσσιὰν αὐτοῦ καὶ τὸ κατοικητήριον αὐτοῦ ἁρπαγῆς. 14 ἰδοὺ ἐγὼ ἐπὶ σέ, λέγει Κύριος παντοκράτωρ, καὶ ἐκκαύσω ἐν καπνῷ πλῆθός σου, καὶ τοὺς λέοντάς σου καταφάγεται ρομφαία, καὶ ἐξολοθρεύσω ἐκ τῆς γῆς τὴν θήραν σου, καὶ οὐ μὴ ἀκουσθῇ οὐκέτι τὰ ἔργα σου.
ΚΕΦΑΛΑΙΟΝ 1
ΛΗΜΜΑ Νινευή, βιβλίον ὁράσεως Ναοὺμ τοῦ ᾿Ελκεσαίου. 2 Θεὸς ζηλωτὴς καὶ ἐκδικῶν Κύριος, ἐκδικῶν Κύριος μετὰ θυμοῦ, ἐκδικῶν Κύριος τοὺς ὑπεναντίους αὐτοῦ, καὶ ἐξαίρων αὐτὸς τούς ἐχθροὺς αὐτοῦ. 3 Κύριος μακρόθυμος, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ, καὶ ἀθῷον οὐκ ἀθῳώσει Κύριος. ἐν συντελείᾳ καὶ ἐν συσσεισμῷ ἡ ὁδὸς αὐτοῦ, καὶ νεφέλαι κονιορτὸς ποδῶν αὐτοῦ. 4 ἀπειλῶν θαλάσσῃ καὶ ξηραίνων αὐτὴν καὶ πάντας τοὺς ποταμοὺς ἐξερημῶν· ὠλιγώθη ἡ Βασανῖτις καὶ ὁ Κάρμηλος, καὶ τὰ ἐξανθοῦντα τοῦ Λιβάνου ἐξέλιπε. 5 τὰ ὄρη ἐσείσθησαν ἀπ᾿ αὐτοῦ, καὶ οἱ βουνοὶ ἐσαλεύθησαν· καὶ ἀνεστάλη ἡ γῆ ἀπὸ προσώπου αὐτοῦ ἡ σύμπασα καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ. 6 ἀπὸ προσώπου ὀργῆς αὐτοῦ τίς ὑποστήσεται; καὶ τίς ἀντιστήσεται ἐν ὀργῇ θυμοῦ αὐτοῦ; ὁ θυμὸς αὐτοῦ τήκει ἀρχάς, καὶ αἱ πέτραι διεθρύβησαν ἀπ᾿ αὐτοῦ. 7 χρηστὸς Κύριος τοῖς ὑπομένουσιν αὐτὸν ἐν ἡμέρᾳ θλίψεως καὶ γινώσκων τοὺς εὐλαβουμένους αὐτόν· 8 καὶ ἐν κατακλυσμῷ πορείας συντέλειαν ποιήσεται τούς ἐπεγειρομένους, καὶ τοὺς ἐχθροὺς αὐτοῦ διώξεται σκότος. 9 τί λογίζεσθε ἐπὶ τὸν Κύριον; συντέλειαν αὐτὸς ποιήσεται, οὐκ ἐκδικήσει δὶς ἐπὶ τὸ αὐτὸ ἐν θλίψει· 10 ὅτι ἕως θεμελίου αὐτοῦ χερσωθήσεται καὶ ὡς σμῖλαξ περιπλεκομένη βρωθήσεται καὶ ὡς καλάμη ξηρασίας μεστή. 11 ἐκ σοῦ ἐξελεύσεται λογισμὸς κατὰ τοῦ Κυρίου πονηρὰ βουλευόμενος ἐναντία. 12 τάδε λέγει Κύριος κατάρχων ὑδάτων πολλῶν· καὶ οὕτως διασταλήσονται, καὶ ἡ ἀκοή σου οὐκ ἐνακουσθήσεται ἔτι. 13 καὶ νῦν συντρίψω τὴν ράβδον αὐτοῦ ἀπὸ σοῦ καὶ τοὺς δεσμούς σου διαρρήξω· 14 καὶ ἐντελεῖται περὶ σοῦ Κύριος, οὐ σπαρήσεται ἐκ τοῦ ὀνόματός σου ἔτι· ἐξ οἴκου Θεοῦ σου ἐξολοθρεύσω τὰ γλυπτὰ καὶ χωνευτά· θήσομαι ταφήν σου, ὅτι ταχεῖς.
ΚΕΦΑΛΑΙΟΝ 4
ΚΑΙ ἐλυπήθη ᾿Ιωνᾶς λύπην μεγάλην καὶ συνεχύθη, 2 καὶ προσηύξατο πρὸς Κύριον καὶ εἶπεν· ῏Ω Κύριε, οὐχ οὗτοι οἱ λόγοι μου ἔτι ὄντος μου ἐν τῇ γῇ μου; διὰ τοῦτο προέφθασα τοῦ φυγεῖν εἰς Θαρσίς, διότι ἔγνων ὅτι σὺ ἐλεήμων καὶ οἰκτίρμων, μακρόθυμος καὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις. 3 καὶ νῦν, δέσποτα Κύριε, λάβε τὴν ψυχήν μου ἀπ᾿ ἐμοῦ, ὅτι καλὸν τὸ ἀποθανεῖν με μᾶλλον, ἢ ζῆν με. 4 καὶ εἶπε Κύριος πρὸς ᾿Ιωνᾶν· εἰ σφόδρα λελύπησαι σύ; 5 καὶ ἐξῆλθεν ᾿Ιωνᾶς ἐκ τῆς πόλεως καὶ ἐκάθισεν ἀπέναντι τῆς πόλεως· καὶ ἐποίησεν ἑαυτῷ ἐκεῖ σκηνὴν καὶ ἐκάθητο ὑποκάτω αὐτῆς, ἕως οὗ ἀπίδῃ τί ἔσται τῇ πόλει. 6 καὶ προσέταξε Κύριος ὁ Θεὸς κολοκύνθῃ, καὶ ἀνέβη ὑπὲρ κεφαλῆς τοῦ ᾿Ιωνᾶ τοῦ εἶναι σκιὰν ὑπεράνω τῆς κεφαλῆς αὐτοῦ τοῦ σκιάζειν αὐτῷ ἀπὸ τῶν κακῶν αὐτοῦ. καὶ ἐχάρη ᾿Ιωνᾶς ἐπὶ τῇ κολοκύνθῃ χαρὰν μεγάλην. 7 καὶ προσέταξεν ὁ Θεὸς σκώληκι ἑωθινῇ τῇ ἐπαύριον, καὶ ἐπάταξε τὴν κολοκύνθαν, καὶ ἀπεξηράνθη. 8 καὶ ἐγένετο ἅμα τῷ ἀνατεῖλαι τὸν ἥλιον καὶ προσέταξεν ὁ Θεὸς πνεύματι καύσωνι συγκαίοντι, καὶ ἐπάταξεν ὁ ἥλιος ἐπὶ τὴν κεφαλὴν τοῦ ᾿Ιωνᾶ· καὶ ὠλιγοψύχησε καὶ ἐπελέγετο τὴν ψυχὴν αὐτοῦ καὶ εἶπε· καλόν μοι ἀποθανεῖν με ἢ ζῆν. 9 καὶ εἶπεν ὁ Θεὸς πρὸς ᾿Ιωνᾶν· εἰ σφόδρα λελύπησαι σὺ ἐπὶ τῇ κολοκύνθῃ; καὶ εἶπε· σφόδρα λελύπημαι ἐγὼ ἑως θανάτου. 10 καὶ εἶπε Κύριος· σὺ ἐφείσω ὑπὲρ τῆς κολοκύνθης, ὑπὲρ ἧς οὐκ ἐκακοπάθησας ἐπ᾿ αὐτὴν οὐδὲ ἐξέθρεψας αὐτήν, ἣ ἐγενήθη ὑπὸ νύκτα καὶ ὑπὸ νύκτα ἀπώλετο. 11 ἐγὼ δὲ οὐ φείσομαι ὑπὲρ Νινευὴ τῆς πόλεως τῆς μεγάλης, ἐν ᾗ κατοικοῦσι πλείους ἢ δώδεκα μυριάδες ἀνθρώπων, οἵτινες οὐκ ἔγνωσαν δεξιὰν αὐτῶν ἢ ἀριστερὰν αὐτῶν, καὶ κτήνη πολλά;
ΚΕΦΑΛΑΙΟΝ 3
ΚΑΙ ἐγένετο λόγος Κυρίου πρὸς ᾿Ιωνᾶν ἐκ δευτέρου λέγων· 2 ἀνάστηθι καὶ πορεύθητι εἰς Νινευὴ τὴν πόλιν τὴν μεγάλην καὶ κήρυξον ἐν αὐτῇ κατὰ τὸ κήρυγμα τὸ ἔμπροσθεν, ὃ ἐγὼ ἐλάλησα πρός σε. 3 καὶ ἀνέστη ᾿Ιωνᾶς καὶ ἐπορεύθη εἰς Νινευή, καθὰ ἐλάλησε Κύριος· ἡ δὲ Νινευὴ ἦν πόλις μεγάλη τῷ Θεῷ ὡσεὶ πορείας ὁδοῦ τριῶν ἡμερῶν. 4 καὶ ἤρξατο ᾿Ιωνᾶς τοῦ εἰσελθεῖν εἰς τὴν πόλιν ὡσεὶ πορείαν ἡμέρας μιᾶς καὶ ἐκήρυξε καὶ εἶπεν· ἔτι τρεῖς ἡμέραι καὶ Νινευὴ καταστραφήσεται. 5 καὶ ἐπίστευσαν οἱ ἄνδρες Νινευὴ τῷ Θεῷ καὶ ἐκήρυξαν νηστείαν καὶ ἐνεδύσαντο σάκκους ἀπὸ μεγάλου αὐτῶν ἕως μικροῦ αὐτῶν. 6 καὶ ἤγγισεν ὁ λόγος πρὸς τὸν βασιλέα τῆς Νινευή, καὶ ἐξανέστη ἀπὸ τοῦ θρόνου αὐτοῦ καὶ περιείλετο τὴν στολὴν αὐτοῦ ἀφ᾿ ἑαυτοῦ καὶ περιεβάλετο σάκκον καὶ ἐκάθισεν ἐπὶ σποδοῦ. 7 καὶ ἐκηρύχθη καὶ ἐρρέθη ἐν τῇ Νινευὴ παρὰ τοῦ βασιλέως καὶ παρὰ τῶν μεγιστάνων αὐτοῦ λέγων· οἱ ἄνθρωποι καὶ τὰ κτήνη καὶ οἱ βόες καὶ τὰ πρόβατα μὴ γευσάσθωσαν μηδὲ νεμέσθωσαν μηδὲ ὕδωρ πιέτωσαν. 8 καὶ περιεβάλλοντο σάκκους οἱ ἄνθρωποι καὶ τὰ κτήνη, καὶ ἀνεβόησαν πρὸς τὸν Θεὸν ἐκτενῶς· καὶ ἀπέστρεψαν ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς καὶ ἀπὸ τῆς ἀδικίας τῆς ἐν χερσὶν αὐτῶν λέγοντες· 9 τίς οἶδεν εἰ μετανοήσει ὁ Θεὸς καὶ ἀποστρέψει ἐξ ὀργῆς θυμοῦ αὐτοῦ καὶ οὐ μὴ ἀπολώμεθα; 10 καὶ εἶδεν ὁ Θεὸς τὰ ἔργα αὐτῶν, ὅτι ἀπέστρεψαν ἀπὸ τῶν ὁδῶν αὐτῶν τῶν πονηρῶν, καὶ μετενόησεν ὁ Θεὸς ἐπὶ τῇ κακίᾳ, ᾗ ἐλάλησε τοῦ ποιῆσαι αὐτοῖς, καὶ οὐκ ἐποίησε.
ΚΕΦΑΛΑΙΟΝ 2
ΚΑΙ προσέταξε Κύριος κήτει μεγάλῳ καταπιεῖν τὸν ᾿Ιωνᾶν· καὶ ἦν ᾿Ιωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. 2 καὶ προσηύξατο ᾿Ιωνᾶς πρὸς Κύριον τὸν Θεὸν αὐτοῦ ἐκ τῆς κοιλίας τοῦ κήτους 3 καὶ εἶπεν·᾿Εβόησα ἐν θλίψει μου πρὸς Κύριον τὸν Θεόν μου, καὶ εἰσήκουσέ μου· ἐκ κοιλίας ᾅδου κραυγῆς μου ἤκουσας φωνῆς μου. 4 ἀπέρριψάς με εἰς βάθη καρδίας θαλάσσης, καὶ ποταμοὶ ἐκύκλωσάν με· πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ᾿ ἐμὲ διῆλθον. 5 καὶ ἐγὼ εἶπα· ἀπῶσμαι ἐξ ὀφθαλμῶν σου· ἆρα προσθήσω τοῦ ἐπιβλέψαι με πρὸς ναὸν τὸν ἅγιόν σου; 6 περιεχύθη μοι ὕδωρ ἕως ψυχῆς, ἄβυσσος ἐκύκλωσέ με ἐσχάτη, ἔδυ ἡ κεφαλή μου εἰς σχισμὰς ὀρέων. 7 κατέβην εἰς γῆν, ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι, καὶ ἀναβήτω ἐκ φθορᾶς ἡ ζωή μου, πρὸς σὲ Κύριε ὁ Θεός μου. 8 ἐν τῷ ἐκλείπειν ἀπ᾿ ἐμοῦ τὴν ψυχήν μου τοῦ Κυρίου ἐμνήσθην, καὶ ἔλθοι πρὸς σὲ ἡ προσευχή μου εἰς ναὸν τὸ ἅγιόν σου. 9 φυλασσόμενοι μάταια καὶ ψευδῆ ἔλεον αὐτῶν ἐγκατέλιπον. 10 ἐγὼ δὲ μετὰ φωνῆς αἰνέσεως καὶ ἐξομολογήσεως θύσω σοι, ὅσα ηὐξάμην ἀποδώσω σοι εἰς σωτηρίαν μου τῷ Κυρίῳ.11 Καὶ προσέταξε Κύριος τῷ κήτει, καὶ ἐξέβαλε τὸν ᾿Ιωνᾶν ἐπὶ τὴν ξηράν.
ΚΕΦΑΛΑΙΟΝ 1
ΚΑΙ ἐγένετο λόγος Κυρίου πρὸς ᾿Ιωνᾶν τὸν τοῦ ᾿Αμαθὶ λέγων· 2 ἀνάστηθι καὶ πορεύθητι εἰς Νινευὴ τὴν πόλιν τὴν μεγάλην καὶ κήρυξον ἐν αὐτῇ, ὅτι ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῆς πρός με. 3 καὶ ἀνέστη ᾿Ιωνᾶς τοῦ φυγεῖν εἰς Θαρσὶς ἐκ προσώπου Κυρίου καὶ κατέβη εἰς ᾿Ιόππην καὶ εὗρε πλοῖον βαδίζον εἰς Θαρσὶς καὶ ἔδωκε τὸν ναῦλον αὐτοῦ καὶ ἐνέβη εἰς αὐτὸ τοῦ πλεῦσαι μετ᾿ αὐτῶν εἰς Θαρσὶς ἐκ προσώπου Κυρίου. 4 καὶ Κύριος ἐξήγειρε πνεῦμα μέγα εἰς τὴν θάλασσαν, καὶ ἐγένετο κλύδων μέγας ἐν τῇ θαλάσσῃ, καὶ τὸ πλοῖον ἐκινδύνευε τοῦ συντριβῆναι. 5 καὶ ἐφοβήθησαν οἱ ναυτικοὶ καὶ ἀνεβόησαν ἕκαστος πρὸς τὸ θεὸν αὐτοῦ καὶ ἐκβολὴν ἐποιήσαντο τῶν σκευῶν τῶν ἐν τῷ πλοίῳ εἰς τὴν θάλασσαν τοῦ κουφισθῆναι ἀπ᾿ αὐτῶν. ᾿Ιωνᾶς δὲ κατέβη εἰς τὴν κοίλην τοῦ πλοίου καὶ ἐκάθευδε καὶ ἔρρεγχε. 6 καὶ προσῆλθε πρὸς αὐτὸν ὁ πρωρεὺς καὶ εἶπεν αὐτῷ· τί σὺ ρέγχεις; ἀνάστα καὶ ἐπικαλοῦ τὸν Θεόν σου, ὅπως διασώσῃ ὁ Θεὸς ἡμᾶς καὶ οὐ μὴ ἀπολώμεθα. 7 καὶ εἶπεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ· δεῦτε βάλωμεν κλήρους καὶ ἐπιγνῶμεν τίνος ἕνεκεν ἡ κακία αὕτη ἐστὶν ἐν ἡμῖν; καὶ ἔβαλον κλήρους, καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ ᾿Ιωνᾶν. 8 καὶ εἶπον πρὸς αὐτόν· ἀπάγγειλον ἡμῖν τίνος ἕνεκεν ἡ κακία αὕτη ἐστὶν ἐν ἡμῖν; τίς σου ἡ ἐργασία ἐστί; καὶ πόθεν ἔρχῃ, καὶ τοῦ πορεύῃ, καὶ ἐκ ποίας χώρας καὶ ἐκ ποίου λαοῦ εἶ σύ; 9 καὶ εἶπε πρὸς αὐτούς· δοῦλος Κυρίου εἰμὶ ἐγὼ καὶ τὸν Κύριον Θεὸν τοῦ οὐρανοῦ ἐγὼ σέβομαι, ὃς ἐποίησε τὴν θάλασσαν καὶ τὴν ξηράν. 10 καὶ ἐφοβήθησαν οἱ ἄνδρες φόβον μέγαν καὶ εἶπον πρὸς αὐτόν· τί τοῦτο ἐποίησας; διότι ἔγνωσαν οἱ ἄνδρες, ὅτι ἐκ προσώπου Κυρίου ἦν φεύγων, ὅτι ἀπήγγειλεν αὐτοῖς. 11 καὶ εἶπον πρὸς αὐτόν· τί ποιήσομέν σοι καὶ κοπάσει ἡ θάλασσα ἀφ᾿ ἡμῶν; ὅτι ἡ θάλασσα ἐπορεύετο καὶ ἐξήγειρε μᾶλλον κλύδωνα. 12 καὶ εἶπεν ᾿Ιωνᾶς πρὸς αὐτούς· ἄρατέ με καὶ ἐμβάλετέ με εἰς τὴν θάλασσαν, καὶ κοπάσει ἡ θάλασσα ἀφ᾿ ὑμῶν· διότι ἔγνωκα ἐγὼ ὅτι δι᾿ ἐμὲ ὁ κλύδων ὁ μέγας οὗτος ἐφ᾿ ὑμᾶς ἐστι. 13 καὶ παρεβιάζοντο οἱ ἄνδρες τοῦ ἐπιστρέψαι πρὸς τὴν γῆν καὶ οὐκ ἠδύναντο, ὅτι ἡ θάλασσα ἐπορεύετο καὶ ἐξηγείρετο μᾶλλον ἐπ᾿ αὐτούς. 14 καὶ ἀνεβόησαν πρὸς Κύριον καὶ εἶπαν· μηδαμῶς, Κύριε, μὴ ἀπολώμεθα ἕνεκεν τῆς ψυχῆς τοῦ ἀνθρώπου τούτου, καὶ μὴ δῷς ἐφ᾿ ἡμᾶς αἷμα δίκαιον, διότι σύ, Κύριε, ὃν τρόπον ἐβούλου, πεποίηκας. 15 καὶ ἔλαβον τὸν ᾿Ιωνᾶν καὶ ἐξέβαλον αὐτὸν εἰς τὴν θάλασσαν, καὶ ἔστη ἡ θάλασσα ἐκ τοῦ σάλου αὐτῆς. 16 καὶ ἐφοβήθησαν οἱ ἄνδρες φόβῳ μεγάλῳ τὸν Κύριον καὶ ἔθησαν θυσίαν τῷ Κυρίῳ καὶ ηὔξαντο τὰς εὐχάς.
ΚΕΦΑΛΑΙΟΝ 1
ΟΡΑΣΙΣ ᾿Οβδιού.
Τάδε λέγει Κύριος ὁ Θεὸς τῇ ᾿Ιδουμαίᾳ· ἀκοὴν ἤκουσα παρὰ Κυρίου, καὶ περιοχὴν εἰς τὰ ἔθνη ἐξαπέστειλεν. ἀνάστητε, καὶ ἐξαναστῶμεν ἐπ᾿ αὐτὴν εἰς πόλεμον. 2 ἰδοὺ ὀλιγοστὸν δέδωκά σε ἐν τοῖς ἔθνεσιν, ἠτιμωμένος εἶ σὺ σφόδρα. 3 ὑπερηφανία τῆς καρδίας σου ἐπῇρέ σε κατασκηνοῦντα ἐν ταῖς ὀπαῖς τῶν πετρῶν, ὑψῶν κατοικίαν αὐτοῦ, λέγων ἐν καρδίᾳ αὐτοῦ· τίς κατάξει με ἐπὶ τὴν γῆν; 4 ἐὰν μετεωρισθῇς ὡς ἀετὸς καὶ ἐὰν ἀνὰ μέσον τῶν ἄστρων θῇς νοσσιάν σου, ἐκεῖθεν κατάξω σε, λέγε Κύριος. 5 εἰ κλέπται εἰσῆλθον πρός σε ἢ λῃσταὶ νυκτός, ποῦ ἂν ἀπερρίφης; οὐκ ἂν ἔκλεψαν τὰ ἱκανὰ ἑαυτοῖς; καὶ εἰ τρυγηταὶ εἰσῆλθον πρὸς σέ, οὐκ ἂν ὑπελίποντο ἐπιφυλλίδα; 6 πῶς ἐξηρευνήθη ῾Ησαῦ καὶ κατελήφθη τὰ κεκρυμμένα αὐτοῦ; 7 ἕως τῶν ὁρίων ἐξαπέστειλάν σε πάντες οἱ ἄνδρες τῆς διαθήκης σου, ἀντέστησάν σοι, ἠδυνάσθησαν πρός σε ἄνδρες εἰρηνικοί σου, ἔθηκαν ἔνεδρα ὑποκάτω σου, οὐκ ἔστι σύνεσις αὐτοῖς. 8 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, ἀπολῶ σοφοὺς ἐκ τῆς ᾿Ιδουμαίας καὶ σύνεσιν ἐξ ὄρους ῾Ησαῦ· 9 καὶ πτοηθήσονται οἱ μαχηταί σου οἱ ἐκ Θαιμάν, ὅπως ἐξαρθῇ ἄνθρωπος ἐξ ὄρους ῾Ησαῦ 10 διὰ τὴν σφαγὴν καὶ τὴν ἀσέβειαν τὴν εἰς τὸν ἀδελφόν σου ᾿Ιακώβ, καὶ καλύψει σε αἰσχύνη καὶ ἐξαρθήσῃ εἰς τὸν αἰῶνα. 11 ᾿Αφ᾿ ἧς ἡμέρας ἀντέστης ἐξεναντίας ἐν ἡμέραις αἰχμαλωτευόντων ἀλλογενῶν δύναμιν αὐτοῦ καὶ ἀλλότριοι εἰσῆλθον εἰς πύλας αὐτοῦ καὶ ἐπὶ ῾Ιερουσαλὴμ ἔβαλον κλήρους, καὶ σὺ ἦς ὡς εἷς ἐξ αὐτῶν. 12 καὶ μὴ ἐπίδῃς ἡμέραν ἀδελφοῦ σου ἐν ἡμέρᾳ ἀλλοτρίων καὶ μὴ ἐπιχαρῇς ἐπὶ τοὺς υἱοὺς ᾿Ιούδα ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν καὶ μὴ μεγαλορρημονήσῃς ἐν ἡμέρᾳ θλίψεως, 13 μηδὲ εἰσέλθῃς εἰς πύλας λαῶν ἐν ἡμέρᾳ πόνων αὐτῶν, μηδὲ ἐπίδῃς καὶ σὺ τὴν συναγωγὴν αὐτῶν ἐν ἡμέρᾳ ὀλέθρου αὐτῶν καὶ μὴ συνεπιθῇ ἐπὶ τὴν δύναμιν αὐτῶν ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν. 14 μηδὲ ἐπιστῇς ἐπὶ τὰς διεκβολὰς αὐτῶν τοῦ ἐξολοθρεῦσαι τοὺς ἀνασῳζομένους αὐτῶν, μηδὲ συγκλείσῃς τοὺς φεύγοντας ἐξ αὐτῶν ἐν ἡμέρᾳ θλίψεως. 15 διότι ἐγγὺς ἡμέρα Κυρίου ἐπὶ πάντα τὰ ἔθνη· ὃν τρόπον ἐποίησας, οὕτως ἔσται σοι· τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται εἰς κεφαλήν σου. 16 διότι ὃν τρόπον ἔπιες ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου, πίονται πάντα τὰ ἔθνη οἶνον· πίονται καὶ καταβήσονται καὶ ἔσονται καθὼς οὐχ ὑπάρχοντες. 17 ᾿Εν δὲ τῷ ὄρει Σιὼν ἔσται ἡ σωτηρία, καὶ ἔσται ἅγιον· καὶ κατακληρονομήσουσιν ὁ οἶκος ᾿Ιακὼβ τοὺς κατακληρονομήσαντας αὐτούς. 18 καὶ ἔσται ὁ οἶκος ᾿Ιακὼβ πῦρ, ὁ δὲ οἶκος ᾿Ιωσὴφ φλόξ, ὁ δὲ οἶκος ῾Ησαῦ εἰς καλάμην, καὶ ἐκκαυθήσονται εἰς αὐτοὺς καὶ καταφάγονται αὐτούς, καὶ οὐκ ἔσται πυροφόρος ἐν τῷ οἴκῳ ῾Ησαῦ, διότι Κύριος ἐλάλησε. 19 καὶ κατακληρονομήσουσιν οἱ ἐν Ναγὲβ τὸ ὄρος τὸ ῾Ησαῦ καὶ οἱ ἐν τῇ Σεφηλὰ τοὺς ἀλλοφύλους καὶ κατακληρονομήσουσι τὸ ὄρος ᾿Εφραὶμ καὶ τὸ πεδίον Σαμαρείας καὶ Βενιαμὶν καὶ τὴν Γαλααδῖτιν. 20 καὶ τῆς μετοικεσίας ἡ ἀρχὴ αὕτη· τοῖς υἱοῖς ᾿Ισραὴλ γῆ τῶν Χαναναίων ἕως Σαρεπτῶν καὶ ἡ μετοικεσία ῾Ιερουσαλὴμ ἕως ᾿Εφραθά, καὶ κληρονομήσουσι τὰς πόλεις τοῦ Ναγέβ. 21 καὶ ἀναβήσονται ἀνασῳζόμενοι ἐξ ὄρους Σιὼν τοῦ ἐκδικῆσαι τὸ ὄρος ῾Ησαῦ, καὶ ἔσται τῷ Κυρίῳ ἡ βασιλεία.
ΚΕΦΑΛΑΙΟΝ 4
ΟΤΙ ἰδοὺ ἐγὼ ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ, ὅταν ἐπιστρέψω τὴν αἰχμαλωσίαν ᾿Ιούδα καὶ ῾Ιερουσαλήμ, 2 καὶ συνάξω πάντα τὰ ἔθνη καὶ κατάξω αὐτὰ εἰς τὴν κοιλάδα ᾿Ιωσαφὰτ καὶ διακριθήσομαι πρὸς αὐτοὺς ἐκεῖ ὑπὲρ τοῦ λαοῦ μου καὶ τῆς κληρονομίας μου ᾿Ισραήλ, οἳ διεσπάρησαν ἐν τοῖς ἔθνεσι· καὶ τὴν γῆν μου καταδιείλαντο 3 καὶ ἐπὶ τὸν λαόν μου ἔβαλον κλήρους καὶ ἔδωκαν τὰ παιδάρια πόρναις καὶ τὰ κοράσια ἐπώλουν ἀντὶ τοῦ οἴνου καὶ ἔπινον. 4 καὶ τί ὑμεῖς ἐμοί, Τύρος καὶ Σιδὼν καὶ πᾶσα Γαλιλαία ἀλλοφύλων; μὴ ἀνταπόδομα ὑμεῖς ἀνταποδίδοτέ μοι; ἢ μνησικακεῖτε ὑμεῖς ἐπ᾿ ἐμοὶ ὀξέως; καὶ ταχέως ἀνταποδώσω τὸ ἀνταπόδομα ὑμῶν εἰς κεφαλὰς ὑμῶν, 5 ἀνθ᾿ ὧν τὸ ἀργύριόν μου καὶ τὸ χρυσίον μου ἐλάβετε καὶ τὰ ἐπίλεκτά μου τὰ καλὰ εἰσηνέγκατε εἰς τοὺς ναοὺς ὑμῶν 6 καὶ τοὺς υἱοὺς ᾿Ιούδα καὶ τοὺς υἱοὺς ῾Ιερουσαλὴμ ἀπέδοσε τοῖς υἱοῖς τῶν ῾Ελλήνων, ὅπως ἐξώσητε αὐτοὺς ἐκ τῶν ὁρίων αὐτῶν. 7 καὶ ἰδοὺ ἐγὼ ἐξεγείρω αὐτοὺς ἐκ τοῦ τόπου, οὗ ἀπέδοσθε αὐτοὺς ἐκεῖ, καὶ ἀνταποδώσω τὸ ἀνταπόδομα ὑμῶν εἰς κεφαλὰς ὑμῶν 8 καὶ ἀποδώσομαι τοὺς υἱοὺς ὑμῶν καὶ τὰς θυγατέρας ὑμῶν εἰς χεῖρας τῶν υἱῶν ᾿Ιούδα, καὶ ἀποδώσονται αὐτοὺς εἰς αἰχμαλωσίαν εἰς ἔθνος μακρὰν ἀπέχον, ὅτι Κύριος ἐλάλησε. 9 Κηρύξατε ταῦτα ἐν τοῖς ἔθνεσιν, ἁγιάσατε πόλεμον, ἐξεγείρατε τούς μαχητάς, προσαγάγετε καὶ ἀναβαίνετε, πάντες ἄνδρες πολεμισταί. 10 συγκόψατε τὰ ἄροτρα ὑμῶν εἰς ρομφαίας καὶ τὰ δρέπανα ὑμῶν εἰς σειρομάστας· ὁ ἀδύνατος λεγέτω ὅτι ἰσχύω ἐγώ. 11 συναθροίζεσθε καὶ εἰσπορεύεσθε, πάντα τὰ ἔθνη κυκλόθεν, καὶ συνάχθητε ἐκεῖ· ὁ πρᾳΰς ἔστω μαχητής. 12 ἐξεγειρέσθωσαν καὶ ἀναβαινέτωσαν πάντα τὰ ἔθνη εἰς τὴν κοιλάδα ᾿Ιωσαφάτ, διότι ἐκεῖ καθιῶ τοῦ διακρῖναι πάντα τὰ ἔθνη κυκλόθεν. 13 ἐξαποστείλατε δρέπανα, ὅτι παρέστηκεν ὁ τρυγητός· εἰσπορεύεσθε, πατεῖτε, διότι πλήρης ἡ ληνός· ὑπερεκχεῖτε τὰ ὑπολήνια, ὅτι πεπλήθυνται τὰ κακὰ αὐτῶν. 14 ἦχοι ἐξήχησαν ἐν τῇ κοιλάδι τῆς δίκης, ὅτι ἐγγὺς ἡμέρα Κυρίου ἐν τῇ κοιλάδι τῆς δίκης. 15 ὁ ἥλιος καὶ ἡ σελήνη συσκοτάσουσι, καὶ οἱ ἀστέρες δύσουσι φέγγος αὐτῶν. 16 ὁ δὲ Κύριος ἐκ Σιὼν ἀνακεκράξεται καὶ ἐξ ῾Ιερουσαλὴμ δώσει φωνὴν αὐτοῦ, καὶ σεισθήσεται ὁ οὐρανὸς καὶ ἡ γῆ· ὁ δὲ Κύριος φείσεται τοῦ λαοῦ αὐτοῦ, καὶ ἐνισχύσει τοὺς υἱοὺς ᾿Ισραήλ. 17 καὶ ἐπιγνώσεσθε, διότι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν ὁ κατασκηνῶν ἐν Σιὼν ὄρει ἁγίῳ μου· καὶ ἔσται ῾Ιερουσαλὴμ ἁγία, καὶ ἀλλογενεῖς οὐ διελεύσονται δι᾿ αὐτῆς οὐκέτι. 18 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀποσταλάξει τὰ ὄρη γλυκασμόν, καὶ οἱ βουνοὶ ρυήσονται γάλα, καὶ πᾶσαι αἱ ἀφέσεις ᾿Ιούδα ρυήσονται ὕδατα, καὶ πηγὴ ἐξ οἴκου Κυρίου ἐξελεύσεται καὶ ποτιεῖ τὸν χειμάρρουν τῶν σχοίνων. 19 Αἴγυπτος εἰς ἀφανισμὸν ἔσται, καὶ ἡ ᾿Ιδουμαία εἰς πεδίον ἀφανισμοῦ ἔσται ἐξ ἀδικιῶν υἱῶν ᾿Ιούδα, ἀνθ᾿ ὧν ἐξέχεαν αἷμα δίκαιον ἐν τῇ γῇ αὐτῶν. 20 ἡ δὲ ᾿Ιουδαία εἰς τὸν αἰῶνα κατοικηθήσεται καὶ ῾Ιερουσαλὴμ εἰς γενεὰς γενεῶν. 21 καὶ ἐκζητήσω τὸ αἷμα αὐτῶν καὶ οὐ μὴ ἀθωώσω, καὶ Κύριος κατασκηνώσει ἐν Σιών.
ΚΕΦΑΛΑΙΟΝ 3
ΚΑΙ ἔσται μετὰ ταῦτα καὶ ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται· 2 καὶ ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου. 3 καὶ δώσω τέρατα ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ· 4 ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ. 5 καὶ ἔσται, πᾶς, ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται· ὅτι ἐν τῷ ὄρει Σιὼν καὶ ἐν ῾Ιερουσαλὴμ ἔσται ἀνασῳζόμενος, καθότι εἶπε Κύριος, καὶ εὐαγγελιζόμενοι, οὓς Κύριος προσκέκληται.
ΚΕΦΑΛΑΙΟΝ 2
ΣΑΛΠΙΣΑΤΕ σάλπιγγι ἐν Σιών, κηρύξατε ἐν ὄρει ἁγίῳ μου, καὶ συγχυθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν γῆν, διότι πάρεστιν ἡμέρα Κυρίου, ὅτι ἐγγύς, 2 ἡμέρα σκότους καὶ γνόφου, ἡμέρα νεφέλης καὶ ὁμίχλης. ὡς ὄρθρος χυθήσεται ἐπὶ τὰ ὄρη λαὸς πολὺς καὶ ἰσχυρός· ὅμοιος αὐτῷ οὐ γέγονεν ἀπὸ τοῦ αἰῶνος καὶ μετ᾿ αὐτὸν οὐ προστεθήσεται ἕως ἐτῶν εἰς γενεὰς γενεῶν. 3 τὰ ἔμπροσθεν αὐτοῦ πῦρ ἀναλίσκον, καὶ τὰ ὀπίσω αὐτοῦ ἀναπτομένη φλόξ· ὡς παράδεισος τρυφῆς ἡ γῆ πρὸ προσώπου αὐτοῦ, καὶ τὰ ὄπισθεν αὐτοῦ πεδίον ἀφανισμοῦ, καὶ ἀνασῳζόμενος οὐκ ἔσται αὐτῷ. 4 ὡς ὅρασις ἵππων ἡ ὄψις αὐτῶν, καὶ ὡς ἱππεῖς οὕτως καταδιώξονται· 5 ὡς φωνὴ ἁρμάτων ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων ἐξαλοῦνται καὶ ὡς φωνὴ φλογὸς πυρὸς κατεσθιούσης καλάμην καὶ ὡς λαὸς πολὺς καὶ ἰσχυρὸς παρατασσόμενος εἰς πόλεμον. 6 ἀπὸ προσώπου αὐτοῦ συντριβήσονται λαοί, πᾶν πρόσωπον ὡς πρόσκαυμα χύτρας. 7 ὡς μαχηταὶ δραμοῦνται καὶ ὡς ἄνδρες πολεμισταί ἀναβήσονται ἐπὶ τὰ τείχη, καὶ ἕκαστος ἐν τῇ ὁδῷ αὐτοῦ πορεύσεται, καὶ οὐ μὴ ἐκκλίνουσι τὰς τρίβους αὐτῶν, 8 καὶ ἕκαστος ἀπὸ τοῦ ἀδελφοῦ αὐτοῦ οὐκ ἀφέξεται, καταβαρυνόμενοι ἐν τοῖς ὅπλοις αὐτῶν πορεύσονται καὶ ἐν τοῖς βέλεσιν αὐτῶν πεσοῦνται καὶ οὐ μὴ συντελεσθῶσι. 9 τῆς πόλεως ἐπιλήψονται καὶ ἐπὶ τῶν τειχέων δραμοῦνται καὶ ἐπὶ τὰς οἰκίας ἀναβήσονται καὶ διὰ θυρίδων εἰσελεύσονται ὡς κλέπται. 10 πρὸ προσώπου αὐτῶν συγχυθήσεται ἡ γῆ καὶ σεισθήσεται ὁ οὐρανός, ὁ ἥλιος καὶ ἡ σελήνη συσκοτάσουσι, καὶ τὰ ἄστρα δύσουσι τὸ φέγγος αὐτῶν. 11 καὶ Κύριος δώσει φωνὴν αὐτοῦ πρὸ προσώπου δυνάμεως αὐτοῦ, ὅτι πολλή ἐστι σφόδρα ἡ παρεμβολὴ αὐτοῦ, ὅτι ἰσχυρὰ ἔργα λόγων αὐτοῦ· διότι μεγάλη ἡ ἡμέρα Κυρίου, ἐπιφανὴς σφόδρα, καὶ τίς ἔσται ἱκανὸς αὐτῇ; 12 καὶ νῦν λέγει Κύριος ὁ Θεὸς ὑμῶν· ἐπιστράφητε πρός με ἐξ ὅλης τῆς καρδίας ὑμῶν καὶ ἐν νηστείᾳ καὶ ἐν κλαυθμῷ καὶ ἐν κοπετῷ· 13 καὶ διαρρήξατε τὰς καρδίας ὑμῶν καὶ μὴ τὰ ἱμάτια ὑμῶν καὶ ἐπιστράφητε πρὸς Κύριον τὸν Θεὸν ὑμῶν, ὅτι ἐλεήμων καὶ οἰκτίρμων ἐστί, μακρόθυμος καὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις. 14 τίς οἶδεν εἰ ἐπιστρέψει καὶ μετανοήσει καὶ ὑπολείψεται ὀπίσω αὐτοῦ εὐλογίαν καὶ θυσίαν καὶ σπονδὴν Κυρίῳ τῷ Θεῷ ὑμῶν; 15 σαλπίσατε σάλπιγγι ἐν Σιών, ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν, 16 συναγάγετε λαόν, ἁγιάσατε ἐκκλησίαν, ἐκλέξασθε πρεσβυτέρους, συναγάγετε νήπια θηλάζοντα μαστούς, ἐξελθέτω νυμφίος ἐκ τοῦ κοιτῶνος αὐτοῦ καὶ νύμφη ἐκ τοῦ παστοῦ αὐτῆς. 17 ἀνὰ μέσον τῆς κρηπῖδος τοῦ θυσιαστηρίου κλαύσονται οἱ ἱερεῖς οἱ λειτουργοῦντες τῷ Κυρίῳ καὶ ἐροῦσι· φεῖσαι, Κύριε, τοῦ λαοῦ σου καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος τοῦ κατάρξαι αὐτῶν ἔθνη, ὅπως μὴ εἴπωσιν ἐν τοῖ ἔθνεσι· ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν; 18 Καὶ ἐζήλωσε Κύριος τὴν γῆν αὐτοῦ καὶ ἐφείσατο τοῦ λαοῦ αὐτοῦ. 19 καὶ ἀπεκρίθη Κύριος καὶ εἶπε τῷ λαῷ αὐτοῦ· ἰδοὺ ἐγὼ ἐξαποστέλλω ὑμῖν τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον, καὶ ἐμπλησθήσεσθε αὐτῶν, καὶ οὐ δώσω ὑμᾶς οὐκέτι εἰς ὀνειδισμὸν ἐν τοῖς ἔθνεσι· 20 καὶ τὸν ἀπὸ Βορρᾶ ἐκδιώξω ἀφ᾿ ὑμῶν καὶ ἐξώσω αὐτὸν εἰς γῆν ἄνυδρον καὶ ἀφανιῶ τὸ πρόσωπον αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην καὶ τὰ ὀπίσω αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην, καὶ ἀναβήσεται ἡ σαπρία αὐτοῦ, καὶ ἀναβήσεται ὁ βρόμος αὐτοῦ, ὅτι ἐμεγάλυνε τὰ ἔργα αὐτοῦ. 21 θάρσει, γῆ, χαῖρε καὶ εὐφραίνου, ὅτι ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι. 22 θαρσεῖτε, κτήνη τοῦ πεδίου, ὅτι βεβλάστηκε τὰ πεδία τῆς ἐρήμου, ὅτι ξύλον ἤνεγκε τὸν καρπὸν αὐτοῦ, συκῆ καὶ ἄμπελος ἔδωκαν τὴν ἰσχὺν αὐτῶν. 23 καὶ τὰ τέκνα Σιών, χαίρετε καὶ εὐφραίνεσθε ἐπὶ τῷ Κυρίῳ Θεῷ ὑμῶν, διότι ἔδωκεν ὑμῖν τὰ βρώματα εἰς δικαιοσύνην καὶ βρέξει ὑμῖν ὑετὸν πρώϊμον καὶ ὄψιμον καθὼς ἔμπροσθεν. 24 καὶ πλησθήσονται αἱ ἅλωνες σίτου, καὶ ὑπερεκχυθήσονται αἱ ληνοὶ οἴνου καὶ ἐλαίου. 25 καὶ ἀνταποδώσω ὑμῖν ἀντὶ τῶν ἐτῶν ὧν κατέφαγεν ἡ ἀκρὶς καὶ ὁ βροῦχος καὶ ἡ ἐρυσίβη καὶ ἡ κάμπη, ἡ δύναμίς μου ἡ μεγάλη, ἣν ἐξαπέστειλα εἰς ὑμᾶς. 26 καὶ φάγεσθε ἐσθίοντες καὶ ἐμπλησθήσεσθε καὶ αἰνέσετε τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ ὑμῶν, ἃ ἐποίησε μεθ᾿ ὑμῶν εἰς θαυμάσια, καὶ οὐ μὴ καταισχυνθῇ ὁ λαός μου εἰς τὸν αἰῶνα· 27 καὶ ἐπιγνώσεσθε ὅτι ἐν μέσῳ τοῦ ᾿Ισραὴλ ἐγώ εἰμι, καὶ ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ, καὶ οὐ μὴ καταισχυνθῶσιν ἔτι ὁ λαός μου εἰς τὸν αἰῶνα.
ΚΕΦΑΛΑΙΟΝ 1
ΛΟΓΟΣ Κυρίου, ὃς ἐγενήθη πρὸς ᾿Ιωὴλ τὸν τοῦ Βαθουήλ. 2 ᾿Ακούσατε ταῦτα, οἱ πρεσβύτεροι, καὶ ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν γῆν. εἰ γέγονε τοιαῦτα ἐν ταῖς ἡμέραις ὑμῶν ἢ ἐν ταῖς ἡμέραις τῶν πατέρων ὑμῶν; 3 ὑπὲρ αὐτῶν τοῖς τέκνοις ὑμῶν διηγήσασθε, καὶ τὰ τέκνα ὑμῶν τοῖς τέκνοις αὐτῶν, καὶ τὰ τέκνα αὐτῶν εἰς γενεὰν ἑτέραν. 4 τὰ κατάλοιπα τῆς κάμπης κατέφαγεν ἡ ἀκρίς, καὶ τὰ κατάλοιπα τῆς ἀκρίδος κατέφαγεν ὁ βροῦχος, καὶ τὰ κατάλοιπα τοῦ βρούχου κατέφαγεν ἡ ἐρυσίβη. 5 ἐκνήψατε, οἱ μεθύοντες, ἐξ οἴνου αὐτῶν καὶ κλαύσατε· θρηνήσατε, πάντες οἱ πίνοντες οἶνον εἰς μέθην, ὅτι ἐξῄρθη ἐκ στόματος ὑμῶν εὐφροσύνη καὶ χαρά. 6 ὅτι ἔθνος ἀνέβη ἐπὶ τὴν γῆν μου ἰσχυρὸν καὶ ἀναρίθμητον, οἱ ὀδόντες αὐτοῦ, ὀδόντες λέοντος, καὶ αἱ μύλαι αὐτοῦ σκύμνου. 7 ἔθετο τὴν ἄμπελόν μου εἰς ἀφανισμὸν καὶ τὰς συκᾶς μου εἰς συγκλασμόν· ἐρευνῶν ἐξηρεύνησεν αὐτὴν καὶ ἔρριψεν, ἐλεύκανε τὰ κλήματα αὐτῆς. 8 θρήνησον πρός με ὑπὲρ νύμφην περιεζωσμένην σάκκον ἐπὶ τὸν ἄνδρα αὐτῆς τὸν παρθενικόν. 9 ἐξῇρται θυσία καὶ σπονδὴ ἐξ οἴκου Κυρίου. πενθεῖτε, οἱ ἱερεῖς οἱ λειτουργοῦντες θυσιαστηρίῳ Κυρίου, 10 ὅτι τεταλαιπώρηκε τὰ πεδία· πενθείτω ἡ γῆ, ὅτι τεταλαιπώρηκε σῖτος, ἐξηράνθη οἶνος, ὠλιγώθη ἔλαιον. 11 ἐξηράνθησαν γεωργοί· θρηνεῖτε, κτήματα, ὑπὲρ πυροῦ καὶ κριθῆς, ὅτι ἀπόλωλε τρυγητὸς ἐξ ἀγροῦ· 12 ἡ ἄμπελος ἐξηράνθη, καὶ αἱ συκαῖ ὠλιγώθησαν· ρόα καὶ φοῖνιξ καὶ μῆλον καί πάντα τὰ ξύλα τοῦ ἀγροῦ ἐξηράνθησαν, ὅτι ᾔσχυναν χαρὰν οἱ υἱοὶ τῶν ἀνθρώπων. 13 περιζώσασθε καὶ κόπτεσθε, οἱ ἱερεῖς, θρηνεῖτε οἱ λειτουργοῦντες θυσιαστηρίῳ· εἰσέλθετε ὑπνώσατε ἐν σάκκοις λειτουργοῦντες Θεῷ, ὅτι ἀπέσχηκεν ἐξ οἴκου Θεοῦ ὑμῶν θυσία καὶ σπονδή. 14 ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν, συναγάγετε πρεσβυτέρους πάντας κατοικοῦντας γῆν εἰς οἶκον Θεοῦ ὑμῶν καὶ κεκράξετε πρὸς Κύριον ἐκτενῶς· 15 οἴμοι, οἴμοι, οἴμοι εἰς ἡμέραν, ὅτι ἐγγὺς ἡ ἡμέρα Κυρίου καὶ ὡς ταλαιπωρία ἐκ ταλαιπωρίας ἥξει. 16 κατέναντι τῶν ὀφθαλμῶν ὑμῶν βρώματα ἐξωλοθρεύθη, ἐξ οἴκου Θεοῦ ὑμῶν εὐφροσύνη καὶ χαρά. 17 ἐσκίρτησαν δαμάλεις ἐπὶ ταῖς φάτναις αὐτῶν, ἠφανίσθησαν θησαυροί, κατεσκάφησαν ληνοί, ὅτι ἐξηράνθη σῖτος. 18 τί ἀποθήσομεν ἑαυτοῖς; ἔκλαυσαν βουκόλια βοῶν, ὅτι οὐχ ὑπῆρχε νομὴ αὐτοῖς, καὶ τὰ ποίμνια τῶν προβάτων ἠφανίσθησαν. 19 πρὸς σέ, Κύριε, βοήσομαι, ὅτι πῦρ ἀνήλωσε τὰ ὡραῖα τῆς ἐρήμου, καὶ φλὸξ ἀνῆψε πάντα τὰ ξύλα τοῦ ἀγροῦ· 20 καὶ τὰ κτήνη τοῦ πεδίου ἀνέβλεψαν πρὸς σέ, ὅτι ἐξηράνθησαν ἀφέσεις ὑδάτων καὶ πῦρ κατέφαγε τὰ ὡραῖα τῆς ἐρήμου.
ΚΕΦΑΛΑΙΟΝ 7
ΟΙΜΟΙ, ὅτι ἐγενήθην ὡς συνάγων καλάμην ἐν ἀμήτῳ, καὶ ὡς ἐπιφυλλίδα ἐν τρυγητῷ, οὐχ ὑπάρχοντος βότρυος τοῦ φαγεῖν τὰ πρωτόγονα. οἴμοι, ψυχή, 2 ὅτι ἀπόλωλεν εὐσεβὴς ἀπὸ τῆς γῆς καὶ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει· πάντες εἰς αἵματα δικάζονται, ἕκαστος τὸν πλησίον αὐτοῦ ἐκθλίβουσιν ἐκθλιβῇ, 3 ἐπὶ τὸ κακὸν τὰς χεῖρας αὐτῶν ἑτοιμάζουσιν. ὁ ἄρχων αἰτεῖ, καὶ ὁ κριτὴς εἰρηνικοὺς λόγους ἐλάλησε, καταθύμιον ψυχῆς αὐτοῦ ἐστι. καὶ ἐξελοῦμαι τὰ ἀγαθὰ αὐτῶν 4 ὡς σὴς ἐκτρώγων καὶ βαδίζων ἐπὶ κανόνος ἐν ἡμέρᾳ σκοπιᾶς. οὐαὶ οὐαί, αἱ ἐκδικήσεις σου ἥκασι, νῦν ἔσονται κλαυθμοὶ αὐτῶν. 5 μὴ καταπιστεύετε ἐν φίλοις καὶ μὴ ἐλπίζετε ἐπὶ ἡγουμένοις, ἀπὸ τῆς συγκοίτου σου φύλαξαι τοῦ ἀναθέσθαι τι αὐτῇ· 6 διότι υἱὸς ἀτιμάζει πατέρα, θυγάτηρ ἐπαναστήσεται ἐπὶ τὴν μητέρα αὐτῆς, νύμφη ἐπὶ τὴν πενθερὰν αὐτῆς, ἐχθροὶ πάντες ἀνδρὸς οἱ ἐν τῷ οἴκῳ αὐτοῦ. 7 ᾿Εγὼ δὲ ἐπὶ τὸν Κύριον ἐπιβλέψομαι, ὑπομενῶ ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου, εἰσακούσεταί μου ὁ Θεός μου. 8 μὴ ἐπίχαιρέ μοι, ἡ ἐχθρά μου, ὅτι πέπτωκα· καὶ ἀναστήσομαι, διότι ἐὰν καθίσω ἐν τῷ σκότει, Κύριος φωτιεῖ μοι. 9 ὀργὴν Κυρίου ὑποίσω, ὅτι ἥμαρτον αὐτῷ, ἕως τοῦ δικαιῶσαι αὐτὸν τὴν δίκην μου· καὶ ποιήσει τὸ κρίμα μου καὶ ἐξάξει με εἰς τὸ φῶς. ὄψομαι τὴν δικαιοσύνην αὐτοῦ, 10 καὶ ὄψεται ἡ ἐχθρά μου καὶ περιβαλεῖται αἰσχύνην ἡ λέγουσα πρός με· ποῦ Κύριος ὁ Θεός σου; οἱ ὀφθαλμοί μου ἐπόψονται αὐτήν· νῦν ἔσται εἰς καταπάτημα ὡς πηλὸς ἐν ταῖς ὁδοῖς 11 ἡμέρας ἀλοιφῆς πλίνθου. ἐξάλειψίς σου ἡ ἡμέρα ἐκείνη, καὶ ἀποτρίψεται νόμιμά σου ἡ ἡμέρα ἐκείνη· 12 καὶ αἱ πόλεις σου ἤξουσιν εἰς ὁμαλισμὸν καὶ εἰς διαμερισμὸν ᾿Ασσυρίων καὶ αἱ πόλεις σου αἱ ὀχυραὶ εἰς διαμερισμὸν ἀπὸ Τύρου ἕως τοῦ ποταμοῦ καὶ ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ὄρους ἕως τοῦ ὄρους· 13 καὶ ἔσται ἡ γῆ εἰς ἀφανισμὸν σὺν τοῖς κατοικοῦσιν αὐτὴν ἀπὸ καρπῶν ἐπιτηδευμάτων αὐτῶν. 14 Ποίμανε λαόν σου ἐν ράβδῳ σου, πρόβατα κληρονομίας σου, κατασκηνοῦντας καθ᾿ ἑαυτοὺς δρυμὸν ἐν μέσῳ τοῦ Καρμήλου· νεμήσονται τὴν Βασανῖτιν καὶ τὴν Γαλλαδῖτιν καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος. 15 καὶ κατὰ τὰς ἡμέρας ἐξοδίας σου ἐξ Αἰγύπτου ὄψεσθε θαυμαστά. 16 ὄψονται ἔθνη καὶ καταισχυνθήσονται ἐκ πάσης τῆς ἰσχύος αὐτῶν, ἐπιθήσουσι χεῖρας ἐπὶ τὸ στόμα αὐτῶν, τὰ ὦτα αὐτῶν ἀποκωφωθήσεται, 17 λείξουσι χοῦν ὡς ὄφεις σύροντες γῆν, συγχυθήσονται ἐν συγκλεισμῷ αὐτῶν· ἐπὶ τῷ Κυρίῳ Θεῷ ἡμῶν ἐκστήσονται καὶ φοβηθήσονται ἀπὸ σοῦ. 18 τίς Θεὸς ὥσπερ σύ; ἐξαίρων ἀνομίας καὶ ὑπερβαίνων ἀσεβείας τοῖς καταλοίποις τῆς κληρονομίας αὐτοῦ καὶ οὐ συνέσχεν εἰς μαρτύριον ὀργήν αὐτοῦ, ὅτι θελητὴς ἐλέους ἐστίν. 19 αὐτὸς ἐπιστρέψει καὶ οἰκτειρήσει ἡμᾶς, καταδύσει τὰς ἀδικίας ἡμῶν καὶ ἀπορριφήσονται εἰς τὰ βάθη τῆς θαλάσσης, πάσας τὰς ἁμαρτίας ἡμῶν. 20 δώσει εἰς ἀλήθειαν τῷ ᾿Ιακώβ, ἔλεον τῷ ῾Αβραάμ, καθότι ὤμοσας τοῖς πατράσιν ἡμῶν κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν.
ΚΕΦΑΛΑΙΟΝ 6
ΑΚΟΥΣΑΤΕ δὴ λόγον Κυρίου· Κύριος εἶπεν· ἀνάστηθι κρίθητι πρὸς τὰ ὄρη, καὶ ἀκουσάτωσαν βουνοὶ φωνήν σου. 2 ἀκούσατε ὄρη, τὴν κρίσιν τοῦ Κυρίου, καὶ αἱ φάραγγες θεμέλια τῆς γῆς, ὅτι κρίσις τῷ Κυρίῳ πρὸς τὸν λαὸν αὐτοῦ, καὶ μετὰ τοῦ ᾿Ισραὴλ διελεγχθήσεται. 3 λαός μου, τί ἐποίησά σοι ἢ τί ἐλύπησά σε ἢ τί παρηνώχλησά σοι; ἀποκρίθητί μοι. 4 διότι ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου καὶ ἐξ οἴκου δουλείας ἐλυτρωσάμην σε καὶ ἐξαπέστειλα πρὸ προσώπου σου τὸν Μωυσῆν καὶ ᾿Ααρὼν καὶ Μαριάμ. 5 λαός μου, μνήσθητι δὴ τί ἐβουλεύσατο κατὰ σοῦ Βαλὰκ βασιλεὺς Μωὰβ καὶ τί ἀπεκρίθη αὐτῷ Βαλαὰμ υἱὸς τοῦ Βεὼρ ἀπὸ τῶν σχοίνων ἕως τοῦ Γαλγάλ, ὅπως γνωσθῇ ἡ δικαιοσύνη τοῦ Κυρίου. 6 ἐν τίνι καταλάβω τὸν Κύριον, ἀντιλήψομαι Θεοῦ μου ῾Υψίστου; εἰ καταλήψομαι αὐτὸν ἐν ὁλοκαυτώμασιν, ἐν μόσχοις ἐνιαυσίοις; 7 εἰ προσδέξεται Κύριος ἐν χιλιάσι κριῶν ἢ ἐν μυριάσι χιμάρων πιόνων; εἰ δῶ πρωτότοκά μου ὑπὲρ ἀσεβείας, καρπὸν κοιλίας μου ὑπὲρ ἁμαρτίας ψυχῆς μου; 8 εἰ ἀνηγγέλη σοι, ἄνθρωπε, τί καλόν; ἢ τί Κύριος ἐκζητεῖ παρὰ σοῦ ἀλλ᾿ ἢ τοῦ ποιεῖν κρίμα καὶ ἀγαπᾶν ἔλεον καὶ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετὰ Κυρίου Θεοῦ σου; 9 Φωνὴ Κυρίου τῇ πόλει ἐπικληθήσεται, καὶ σώσει φοβουμένους τὸ ὄνομα αὐτοῦ. ἄκουε, φυλή, καὶ τίς κοσμήσει πόλιν; 10 μὴ πῦρ καὶ οἶκος ἀνόμου θησαυρίζων θησαυροὺς ἀνόμους καὶ μετὰ ὕβρεως ἀδικία; 11 εἰ δικαιωθήσεται ἐν ζυγῷ ἄνομος καὶ ἐν μαρσίππῳ στάθμια δόλου; 12 ἐξ ὧν τὸν πλοῦτον αὐτῶν ἀσεβείας ἔπλησαν, καὶ οἱ κατοικοῦντες αὐτὴν ἐλάλουν ψεύδη, καὶ ἡ γλῶσσα αὐτῶν ὑψώθη ἐν τῷ στόματι αὐτῶν. 13 καὶ ἐγὼ ἄρξομαι τοῦ πατάξαι σε, ἀφανιῶ σε ἐν ταῖς ἁμαρτίαις σου. 14 σὺ φάγεσαι καὶ οὐ μὴ ἐμπλησθῇς· καὶ συσκοτάσει ἐν σοὶ καὶ ἐκνεύσει, καὶ οὐ μὴ διασωθῇς· καὶ ὅσοι ἂν διασωθῶσιν, εἰς ρομφαίαν παραδοθήσονται. 15 σὺ σπερεῖς καὶ οὐ μὴ ἀμήσῃς, σὺ πιέσεις ἐλαίαν καὶ οὐ μὴ ἀλείψῃ ἔλαιον, καὶ οἶνον καὶ οὐ μὴ πίητε, καὶ ἀφανισθήσεται νόμιμα λαοῦ μου. 16 καὶ ἐφύλαξας τὰ δικαιώματα Ζαμβρὶ καὶ πάντα τὰ ἔργα οἴκου ᾿Αχαὰβ καὶ ἐπορεύθητε ἐν ταῖς βουλαῖς αὐτῶν, ὅπως παραδῶ σε εἰς ἀφανισμὸν καὶ τοὺς κατοικοῦντας αὐτὴν εἰς συρισμόν· καὶ ὀνείδη λαῶν λήψεσθε.
ΚΕΦΑΛΑΙΟΝ 5
ΚΑΙ σύ, Βηθλεέμ, οἶκος τοῦ ᾿Εφραθά, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν ᾿Ιούδα· ἐκ σοῦ μοι ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ ᾿Ισραήλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ᾿ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος. 2 διὰ τοῦτο δώσει αὐτοὺς ἕως καιροῦ τικτούσης τέξεται, καὶ οἱ ἐπίλοιποι τῶν ἀδελφῶν αὐτῶν ἐπιστρέψουσιν ἐπὶ τοὺς υἱοὺς ᾿Ισραήλ. 3 καὶ στήσεται καὶ ὄψεται καὶ ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ ἐν ἰσχύϊ Κύριος, καὶ ἐν τῇ δόξῃ ὀνόματος Κυρίου Θεοῦ αὐτῶν ὑπάρξουσι, διότι νῦν μεγαλυνθήσονται ἕως ἄκρων τῆς γῆς. 4 καὶ ἔσται αὕτη εἰρήνη· ὅταν ᾿Ασσύριος ἐπέλθῃ ἐπὶ τὴν γῆν ὑμῶν καὶ ὅταν ἐπιβῇ ἐπὶ τὴν χώραν ὑμῶν, καὶ ἐπεγερθήσονται ἐπ᾿ αὐτὸν ἑπτὰ ποιμένες καὶ ὀκτὼ δήγματα ἀνθρώπων· 5 καὶ ποιμανοῦσι τὸν ᾿Ασσοὺρ ἐν ρομφαίᾳ καὶ τὴν γῆν τοῦ Νεβρὼδ ἐν τῇ τάφρῳ αὐτῆς· καὶ ρύσεται ἐκ τοῦ ᾿Ασσούρ, ὅταν ἐπέλθῃ ἐπὶ τὴν γῆν ὑμῶν καὶ ὅταν ἐπιβῇ ἐπὶ τὰ ὅρια ὑμῶν. 6 καὶ ἔσται τὸ ὑπόλειμμα τοῦ ᾿Ιακὼβ ἐν τοῖς ἔθνεσιν ἐν μέσῳ λαῶν πολλῶν ὡς δρόσος παρὰ Κυρίου πίπτουσα καὶ ὡς ἄρνες ἐπὶ ἄγρωστιν, ὅπως μὴ συναχθῇ μηδεὶς μηδὲ ὑποστῇ ἐν υἱοῖς ἀνθρώπων. 7 καὶ ἔσται τὸ ὑπόλειμμα ᾿Ιακὼβ ἐν τοῖς ἔθνεσιν ἐν μέσῳ λαῶν πολλῶν ὡς λέων ἐν κτήνεσι ἐν τῷ δρυμῷ καὶ ὡς σκύμνος ἐν ποιμνίοις προβάτων, ὃν τρόπον ὅταν διέλθῃ καὶ διαστείλας ἁρπάσῃ καὶ μὴ ᾖ ὁ ἐξαιρούμενος. 8 ὑψωθήσεται ἡ χείρ σου ἐπὶ τοὺς θλίβοντάς σε, καὶ πάντες οἱ ἐχθροί σου ἐξολοθρευθήσονται. 9 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, ἐξολοθρεύσω τοὺς ἵππους ἐκ μέσου σου καὶ ἀπολῶ τὰ ἅρματά σου 10 καὶ ἐξολοθρεύσω τὰς πόλεις τῆς γῆς σου καὶ ἐξαρῶ πάντα τὰ ὀχυρώματά σου· 11 καὶ ἐξαρῶ τὰ φάρμακά σου ἐκ τῶν χειρῶν σου, καὶ ἀποφθεγγόμενοι οὐκ ἔσονται ἐν σοί· 12 καὶ ἐξολοθρεύσω τὰ γλυπτά σου καὶ τὰς στήλας σου ἐκ μέσου σου, καὶ οὐκέτι μὴ προσκυνήσῃς τοῖς ἔργοις τῶν χειρῶν σου· 13 καὶ ἐκκόψω τὰ ἄλση ἐκ μέσου σου καὶ ἀφανιῶ τὰς πόλεις σου· 14 καὶ ποιήσω ἐν ὀργῇ καὶ ἐν θυμῷ ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἀνθ᾿ ὧν οὐκ εἰσήκουσαν.
ΚΕΦΑΛΑΙΟΝ 4
ΚΑΙ ἔσται ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν ἐμφανὲς τὸ ὄρος Κυρίου, ἕτοιμον ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων, καὶ μετεωρισθήσεται ὑπεράνω τῶν βουνῶν· καὶ σπεύσουσι πρὸς αὐτὸ λαοί, 2 καὶ πορεύσονται ἔθνη πολλὰ καὶ ἐροῦσι· δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ ᾿Ιακώβ, καὶ δείξουσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν ταῖς τρίβοις αὐτοῦ· ὅτι ἐκ Σιὼν ἐξελεύσεται νόμος καὶ λόγος Κυρίου ἐξ ῾Ιερουσαλήμ. 3 καὶ κρινεῖ ἀνὰ μέσον λαῶν πολλῶν καὶ ἐξελέγξει ἔθνη ἰσχυρὰ ἕως εἰς μακράν, καὶ κατακόψουσι τὰς ρομφαίας αὐτῶν εἰς ἄροτρα καὶ τὰ δόρατα αὐτῶν εἰς δρέπανα, καὶ οὐκέτι μὴ ἀντάρῃ ἔθνος ἐπ᾿ ἔθνος ρομφαίαν, καὶ οὐκέτι μὴ μάθωσι πολεμεῖν. 4 καὶ ἀναπαύσεται ἕκαστος ὑποκάτω ἀμπέλου αὐτοῦ καὶ ἕκαστος ὑποκάτω συκῆς αὐτοῦ, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν, διότι τὸ στόμα Κυρίου παντοκράτορος ἐλάλησε ταῦτα. 5 ὅτι πάντες οἱ λαοὶ πορεύσονται ἕκαστος τὴν ὁδὸν αὐτοῦ, ἡμεῖς δὲ πορευσόμεθα ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν εἰς τὸν αἰῶνα καὶ ἐπέκεινα. 6 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, συνάξω τὴν συντετριμμένην καὶ τὴν ἐξωσμένην εἰσδέξομαι καὶ οὓς ἀπωσάμην· 7 καὶ θήσομαι τὴν συντετριμμένην εἰς ὑπόλειμμα καὶ τὴν ἀπωσμένην εἰς ἔθνος δυνατόν, καὶ βασιλεύσει Κύριος ἐπ᾿ αὐτοὺς ἐν ὄρει Σιὼν ἀπὸ τοῦ νῦν καὶ ἕως εἰς τὸν αἰῶνα. 8 καὶ σὺ πύργος ποιμνίου αὐχμώδης, θύγατερ Σιών, ἐπὶ σὲ ἥξει καὶ εἰσελεύσεται ἡ ἀρχὴ ἡ πρώτη, βασιλεία ἐκ Βαβυλῶνος τῇ θυγατρὶ ῾Ιερουσαλήμ. 9 Καὶ νῦν ἱνατί ἔγνως κακά; μὴ βασιλεὺς οὐκ ἦν σοι; ἢ ἡ βουλή σου ἀπώλετο ὅτι κατεκράτησάν σου ὠδῖνες ὡς τικτούσης; 10 ὤδινε καὶ ἀνδρίζου καὶ ἔγγιζε, θύγατερ Σιών, ὡς τίκτουσα· διότι νῦν ἐξελεύσῃ ἐκ πόλεως καὶ κατασκηνώσεις ἐν πεδίῳ καὶ ἥξεις ἕως Βαβυλῶνος· ἐκεῖθεν ρύσεταί σε καὶ ἐκεῖθεν λυτρώσεταί σε Κύριος ὁ Θεός σου ἐκ χειρὸς ἐχθρῶν σου. 11 καὶ νῦν ἐπισυνήχθησαν ἐπὶ σὲ ἔθνη πολλὰ οἱ λέγοντες· ἐπιχαρούμεθα, καὶ ἐπόψονται ἐπὶ Σιὼν οἱ ὀφθαλμοὶ ἡμῶν. 12 αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὸν λογισμὸν Κυρίου καὶ οὐ συνῆκαν τὴν βουλὴν αὐτοῦ, ὅτι συνήγαγεν αὐτοὺς ὡς δράγματα ἅλωνος. 13 ἀνάστηθι, καὶ ἀλόα αὐτούς, θύγατερ Σιών, ὅτι τὰ κέρατά σου θήσομαι σιδηρᾶ καὶ τὰς ὁπλάς σου θήσομαι χαλκᾶς, καὶ κατατήξεις ἐν αὐτοῖς ἔθνη καὶ λεπτυνεῖς λαοὺς πολλοὺς καὶ ἀναθήσεις τῷ Κυρίῳ τὸ πλῆθος αὐτῶν καὶ τὴν ἰσχὺν αὐτῶν τῷ Κυρίῳ πάσης τῆς γῆς. 14 νῦν ἐμφραχθήσεται θυγάτηρ ᾿Εφραὶμ ἐν φραγμῷ, συνοχὴν ἔταξεν ἐφ᾿ ἡμᾶς, ἐν ράβδῳ πατάξουσιν ἐπὶ σιαγόνα τὰς φυλὰς τοῦ ᾿Ισραήλ.
ΚΕΦΑΛΑΙΟΝ 3
ΚΑΙ ἐρεῖ· ἀκούσατε δὴ ταῦτα, αἱ ἀρχαὶ οἴκου ᾿Ιακὼβ καὶ οἱ κατάλοιποι οἴκου ᾿Ισραήλ. οὐχ ὑμῖν ἐστι τοῦ γνῶναι τὸ κρίμα; 2 μισοῦντες τὰ καλὰ καὶ ζητοῦντες τὰ πονηρά, ἁρπάζοντες τὰ δέρματα αὐτῶν ἀπ᾿ αὐτῶν καὶ τὰς σάρκας αὐτῶν ἀπὸ τῶν ὀστέων αὐτῶν. 3 ὃν τρόπον κατέφαγον τὰς σάρκας τοῦ λαοῦ μου καὶ τὰ δέρματα αὐτῶν ἀπ᾿ αὐτῶν ἐξέδειραν καὶ τὰ ὀστέα αὐτῶν συνέθλασαν καὶ ἐμέλισαν ὡς σάρκας εἰς λέβητα καὶ ὡς κρέα εἰς χύτραν, 4 οὕτως κεκράξονται πρὸς τὸν Κύριον, καὶ οὐκ εἰσακούσεται αὐτῶν. καὶ ἀποστρέψει τὸ πρόσωπον αὐτοῦ ἀπ᾿ αὐτῶν ἐν τῷ καιρῷ ἐκείνῳ, ἀνθ᾿ ὧν ἐπονηρεύσαντο ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν ἐπ᾿ αὐτούς. 5 τάδε λέγει Κύριος ἐπὶ τοὺς προφήτας τοὺς πλανῶντας τὸν λαόν μου, τοὺς δάκνοντας ἐν τοῖς ὀδοῦσιν αὐτῶν καὶ κηρύσσοντας εἰρήνην ἐπ᾿ αὐτόν, καὶ οὐκ ἐδόθη εἰς τὸ στόμα αὐτῶν, ἤγειραν ἐπ᾿ αὐτὸν πόλεμον. 6 διὰ τοῦτο νὺξ ὑμῖν ἔσται ἐξ ὁράσεως, καὶ σκοτία ἔσται ὑμῖν ἐκ μαντείας, καὶ δύσεται ὁ ἥλιος ἐπὶ τοὺς προφήτας, καὶ συσκοτάσει ἐπ᾿ αὐτοὺς ἡ ἡμέρα. 7 καὶ καταισχυνθήσονται οἱ ὁρῶντες τὰ ἐνύπνια, καὶ καταγελασθήσονται οἱ μάντεις, καὶ καταλαλήσουσι κατ᾿ αὐτῶν πάντες αὐτοί, διότι οὐκ ἔσται ὁ ἐπακούων αὐτῶν. 8 ἐὰν μὴ ἐγὼ ἐμπλήσω ἰσχὺν ἐν πνεύματι Κυρίου καὶ κρίματος καὶ δυναστείας τοῦ ἀπαγγεῖλαι τῷ ᾿Ιακὼβ ἀσεβείας αὐτοῦ καὶ τῷ ᾿Ισραὴλ ἁμαρτίας αὐτοῦ. 9 ἀκούσατε δὴ ταῦτα, οἱ ἡγούμενοι οἴκου ᾿Ιακὼβ καὶ οἱ κατάλοιποι οἴκου ᾿Ισραήλ, οἱ βδελυσσόμενοι κρίμα καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες, 10 οἱ οἰκοδομοῦντες Σιὼν ἐν αἵμασι καὶ ῾Ιερουσαλὴμ ἐν ἀδικίαις. 11 οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον, καὶ οἱ ἱερεῖς αὐτῆς μετὰ μισθοῦ ἀπεκρίνοντο, καὶ οἱ προφῆται αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο, καὶ ἐπὶ τὸν Κύριον ἐπανεπαύοντο λέγοντες· οὐχὶ ὁ Κύριος ἐν ἡμῖν ἐστιν; οὐ μὴ ἐπέλθῃ ἐφ᾿ ἡμᾶς κακά. 12 διὰ τοῦτο δι᾿ ἡμᾶς Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ ῾Ιερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται καὶ τὸ ὄρος τοῦ οἴκου εἰς ἄλσος δρυμοῦ.
ΚΕΦΑΛΑΙΟΝ 2
ΕΓΕΝΟΝΤΟ λογιζόμενοι κόπους καὶ ἐργαζόμενοι κακὰ ἐν ταῖς κοίταις αὐτῶν καὶ ἅμα τῇ ἡμέρᾳ συνετέλουν αὐτά, διότι οὐκ ᾖραν πρὸς τὸν Θεὸν χεῖρας αὐτῶν. 2 καὶ ἐπεθύμουν ἀγροὺς καὶ διήρπαζον ὀρφανοὺς καὶ οἴκους κατεδυνάστευον καὶ διήρπαζον ἄνδρα καὶ τὸν οἶκον αὐτοῦ, ἄνδρα καὶ τὴν κληρονομίαν αὐτοῦ. 3 διὰ τοῦτο τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ λογίζομαι ἐπὶ τὴν φυλὴν ταύτην κακά, ἐξ ὧν οὐ μὴ ἄρητε τοὺς τραχήλους ὑμῶν καὶ οὐ μὴ πορευθῆτε ὀρθοὶ ἐξαίφνης, ὅτι καιρὸς πονηρός ἐστιν. 4 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ληφθήσεται ἐφ᾿ ὑμᾶς παραβολή, καὶ θρηνηθήσεται θρῆνος ἐν μέλει λέγων· ταλαιπωρίᾳ ἐταλαιπωρήσαμεν· μερὶς λαοῦ μου κατεμετρήθη ἐν σχοινίῳ, καὶ οὐκ ἦν ὁ κωλύων αὐτὸν τοῦ ἀποστρέψαι· οἱ ἀγροὶ ὑμῶν διεμερίσθησαν. 5 διὰ τοῦτο οὐκ ἔσται σοι βάλλων σχοινίον ἐν κλήρῳ ἐν ἐκκλησίᾳ Κυρίου. 6 μὴ κλαίετε δάκρυσι, μηδὲ δακρυέτωσαν ἐπὶ τούτοις· οὐδὲ γὰρ ἀπώσεται ὀνείδη. 7 ὁ λέγων· οἶκος ᾿Ιακὼβ παρώργισε πνεῦμα Κυρίου· οὐ ταῦτα τὰ ἐπιτηδεύματα αὐτοῦ ἐστιν; οὐχ οἱ λόγοι αὐτοῦ εἰσι καλοὶ μετ᾿ αὐτοῦ καὶ ὀρθοὶ πεπόρευνται; 8 καὶ ἔμπροσθεν ὁ λαός μου εἰς ἔχθραν ἀντέστη· κατέναντι τῆς εἰρήνης αὐτοῦ τὴν δορὰν αὐτοῦ ἐξέδειραν τοῦ ἀφελέσθαι ἐλπίδα συντριμμὸν πολέμου. 9 διὰ τοῦτο ἡγούμενοι λαοῦ μου ἀπορριφήσονται ἐκ τῶν οἰκιῶν τρυφῆς αὐτῶν, διὰ τὰ πονηρὰ ἐπιτηδεύματα αὐτῶν ἐξώσθησαν· ἐγγίσατε ὄρεσιν αἰωνίοις. 10 ἀνάστηθι καὶ πορεύου, ὅτι οὐκ ἔστι σοι αὕτη ἀνάπαυσις ἕνεκεν ἀκαθαρσίας. διεφθάρητε φθορᾷ, 11 κατεδιώχθητε οὐδενὸς διώκοντος· πνεῦμα ἔστησε ψεῦδος, ἐστάλαξέ σοι εἰς οἶνον καὶ μέθυσμα. καὶ ἔσται ἐκ τῆς σταγόνος τοῦ λαοῦ τούτου. 12 συναγόμενος συναχθήσεται ᾿Ιακὼβ σὺν πᾶσιν· ἐκδεχόμενος ἐκδέξομαι τοὺς καταλοίπους τοῦ ᾿Ισραήλ, ἐπὶ τὸ αὐτὸ θήσομαι τὴν ἀποστροφὴν αὐτοῦ· ὡς πρόβατα ἐν θλίψει, ὡς ποίμνιον ἐν μέσῳ κοίτης αὐτῶν ἐξαλοῦνται ἐξ ἀνθρώπων· 13 διά τῆς διακοπῆς πρὸ προσώπου αὐτῶν διέκοψαν καὶ διῆλθον πύλην καὶ ἐξῆλθον δι᾿ αὐτῆς, καὶ ἐξῆλθεν ὁ βασιλεὺς αὐτῶν πρὸ προσώπου αὐτῶν, ὁ δὲ Κύριος ἡγήσεται αὐτῶν.
ΚΕΦΑΛΑΙΟΝ 1
ΚΑΙ ἐγένετο λόγος Κυρίου πρὸς Μιχαίαν τὸν τοῦ Μωρασθεὶ ἐν ἡμέραις ᾿Ιωάθαμ καὶ ῎Αχαζ καὶ ᾿Εζεκίου βασιλέων ᾿Ιούδα, ὑπὲρ ὧν εἶδε περὶ Σαμαρείας καὶ περὶ ῾Ιερουσαλήμ. 2 ᾿Ακούσατε, λαοί, λόγους, καὶ προσεχέτω ἡ γῆ καὶ πάντες οἱ ἐν αὐτῇ, καὶ ἔσται Κύριος ἐν ὑμῖν εἰς μαρτύριον, Κύριος ἐξ οἴκου ἁγίου αὐτοῦ. 3 διότι ἰδοὺ Κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ καὶ καταβήσεται καὶ ἐπιβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς, 4 καὶ σαλευθήσεται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ, καὶ αἱ κοιλάδες τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς καὶ ὡς ὕδωρ καταφερόμενον ἐν καταβάσει. 5 δι᾿ ἀσέβειαν ᾿Ιακὼβ πάντα ταῦτα καὶ δι᾿ ἁμαρτίαν οἴκου ᾿Ισραήλ. τίς ἡ ἀσέβεια τοῦ ᾿Ιακώβ; οὐ Σαμάρεια; καὶ τίς ἡ ἁμαρτία οἴκου ᾿Ιούδα; οὐχὶ ῾Ιερουσαλήμ; 6 καὶ θήσομαι Σαμάρειαν εἰς ὀπωροφυλάκιον ἀγροῦ καὶ εἰς φυτείαν ἀμπελῶνος καὶ κατασπάσω εἰς χάος τοὺς λίθους αὐτῆς καὶ τὰ θεμέλια αὐτῆς ἀποκαλύψω. 7 καὶ πάντα τὰ γλυπτὰ αὐτῆς κατακόψουσι καὶ πάντα τὰ μισθώματα αὐτῆς ἐμπρήσουσιν ἐν πυρί, καὶ πάντα τὰ εἴδωλα αὐτῆς θήσομαι εἰς ἀφανισμόν· διότι ἐκ μισθωμάτων πορνείας συνήγαγε καὶ ἐκ μισθωμάτων πορνείας συνέστρεψεν. 8 ἕνεκεν τούτου κόψεται καὶ θρηνήσει, πορεύσεται ἀνυπόδετος καὶ γυμνή, ποιήσεται κοπετὸν ὡς δρακόντων καὶ πένθος ὡς θυγατέρων σειρήνων· 9 ὅτι κατεκράτησεν ἡ πληγὴ αὐτῆς, διότι ἦλθεν ἕως ᾿Ιούδα καὶ ἥψατο ἕως πύλης λαοῦ μου, ἕως ῾Ιερουσαλήμ. 10 οἱ ἐν Γέθ, μὴ μεγαλύνεσθε· οἱ ἐν ᾿Ακείμ, μὴ ἀνοικοδομεῖτε ἐξ οἴκου κατὰ γέλωτα, γῆν καταπάσασθε κατὰ γέλωτα ὑμῶν. 11 κατοικοῦσα καλῶς τὰς πόλεις αὐτῆς, οὐκ ἐξῆλθε κατοικοῦσα Σενναὰν κόψασθαι οἶκον ἐχόμενον αὐτῆς, λήψεται ἐξ ὑμῶν πληγὴν ὀδύνης. 12 τίς ἤρξατο εἰς ἀγαθὰ κατοικούσῃ ὀδύνας; ὅτι κατέβη κακὰ παρὰ Κυρίου ἐπὶ πύλας ῾Ιερουσαλήμ, 13 ψόφος ἁρμάτων καὶ ἱππευόντων. κατοικοῦσα Λαχίς, ἀρχηγὸς ἁμαρτίας αὐτή ἐστι τῇ θυγατρὶ Σιών, ὅτι ἐν σοὶ εὑρέθησαν ἀσέβειαι τοῦ ᾿Ισραήλ. 14 διὰ τοῦτο δώσεις ἐξαποστελλομένους ἕως κληρονομίας Γὲθ οἴκους ματαίους· εἰς κενὸν ἐγένοντο τοῖς βασιλεῦσι τοῦ ᾿Ισραήλ, 15 ἕως τοὺς κληρονόμους ἀγάγωσι, κατοικοῦσα Λαχὶς κληρονομία, ἕως ᾿Οδολλὰμ ἥξει ἡ δόξα τῆς θυγατρὸς ᾿Ισραήλ. 16 ξύρησαι καὶ κεῖραι ἐπὶ τὰ τέκνα τὰ τρυφερά σου, ἐμπλάτυνον τὴν χηρείαν σου ὡς ἀετός, ὅτι ᾐχμαλωτεύθησαν ἀπὸ σοῦ.
ΚΕΦΑΛΑΙΟΝ 9
ΕΙΔΟΝ τὸν Κύριον ἐφεστῶτα ἐπὶ τοῦ θυσιαστηρίου, καὶ εἶπε· πάταξον ἐπὶ τὸ ἱλαστήριον καὶ σεισθήσεται τὰ πρόπυλα καὶ διάκοψον εἰς κεφαλὰς πάντων· καὶ τοὺς καταλοίπους αὐτῶν ἐν ρομφαίᾳ ἀποκτενῶ, οὐ μὴ διαφύγῃ ἐξ αὐτῶν φεύγων, καὶ οὐ μὴ διασωθῇ ἐξ αὐτῶν ἀνασωζόμενος. 2 ἐὰν κατακρυβῶσιν εἰς ᾅδου, ἐκεῖθεν ἡ χείρ μου ἀνασπάσει αὐτούς· καὶ ἐὰν ἀναβῶσιν εἰς τὸν οὐρανόν, ἐκεῖθεν κατάξω αὐτούς· 3 ἐὰν ἐγκατακρυβῶσιν εἰς τὴν κορυφὴν τοῦ Καρμήλου, ἐκεῖθεν ἐξερευνήσω καὶ λήψομαι αὐτούς· καὶ ἐὰν καταδύσωσιν ἐξ ὀφθαλμῶν μου εἰς τὰ βάθη τῆς θαλάσσης, ἐκεῖ ἐντελοῦμαι τῷ δράκοντι καὶ δήξεται αὐτούς· 4 καὶ ἐὰν πορευθῶσιν ἐν αἰχμαλωσίᾳ πρὸ προσώπου τῶν ἐχθρῶν αὐτῶν, ἐκεῖ ἐντελοῦμαι τῇ ρομφαίᾳ καὶ ἀποκτενεῖ αὐτούς. καὶ στηριῶ τοὺς ὀφθαλμούς μου ἐπ᾿ αὐτοὺς εἰς κακὰ καὶ οὐκ εἰς ἀγαθά. 5 καὶ Κύριος Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ ἐφαπτόμενος τῆς γῆς καὶ σαλεύων αὐτήν, καὶ πενθήσουσι πάντες οἱ κατοικοῦντες αὐτήν, καὶ ἀναβήσεται ὡς ποταμὸς συντέλεια αὐτῆς καὶ καταβήσεται ὡς ποταμὸς Αἰγύπτου· 6 ὁ οἰκοδομῶν εἰς τὸν οὐρανὸν ἀνάβασιν αὐτοῦ καὶ τὴν ἐπαγγελίαν αὐτοῦ ἐπὶ τῆς γῆς θεμελιῶν, ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης καὶ ἐκχέων αὐτὸ ἐπὶ πρόσωπον τῆς γῆς· Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ. 7 οὐχ ὡς υἱοὶ Αἰθιόπων ὑμεῖς ἐστε ἐμοί, υἱοὶ ᾿Ισραήλ; λέγει Κύριος. οὐ τὸν ᾿Ισραὴλ ἀνήγαγον ἐκ γῆς Αἰγύπτου καὶ τοὺς ἀλλοφύλους ἐκ Καππαδοκίας καὶ τοὺς Σύρους ἐκ βόθρου; 8 ᾿Ιδοὺ οἱ ὀφθαλμοὶ Κυρίου τοῦ Θεοῦ ἐπὶ τὴν βασιλείαν τῶν ἁμαρτωλῶν καὶ ἐξαρῶ αὐτὴν ἀπὸ προσώπου τῆς γῆς· πλὴν ὅτι οὐκ εἰς τέλος ἐξαρῶ τὸν οἶκον ᾿Ιακώβ, λέγει Κύριος. 9 διότι ἰδοὺ ἐγὼ ἐντέλλομαι καὶ λικμήσω ἐν πᾶσι τοῖς ἔθνεσι τὸν οἶκον ᾿Ισραήλ, ὃν τρόπον λικμᾶται ἐν τῷ λικμῷ καὶ οὐ μὴ πέσῃ σύντριμμα ἐπὶ τὴν γῆν. 10 ἐν ρομφαίᾳ τελευτήσουσι πάντες ἁμαρτωλοὶ λαοῦ μου οἱ λέγοντες· οὐ μὴ ἐγγίσῃ οὐδ᾿ οὐ μὴ γένηται ἐφ᾿ ἡμᾶς τὰ κακά. 11 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀναστήσω τὴν σκηνὴν Δαυὶδ τὴν πεπτωκυῖαν καὶ ἀνοικοδομήσω τὰ πεπτωκότα αὐτῆς καὶ τὰ κατεσκαμμένα αὐτῆς ἀναστήσω καὶ ἀνοικοδομήσω αὐτὴν καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος, 12 ὅπως ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων καὶ πάντα τὰ ἔθνη, ἐφ᾿ οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ᾿ αὐτούς, λέγει Κύριος ὁ Θεὸς ὁ ποιῶν πάντα ταῦτα. 13 ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ καταλήψεται ὁ ἀμητὸς τὸν τρυγητόν, καὶ περκάσει ἡ σταφυλὴ ἐν τῷ σπόρῳ, καὶ ἀποσταλάξει τὰ ὄρη γλυκασμόν, καὶ πάντες οἱ βουνοὶ σύμφυτοι ἔσονται· 14 καὶ ἐπιστρέψω τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ᾿Ισραήλ, καὶ οἰκοδομήσουσι πόλεις τὰς ἠφανισμένας καὶ κατοικήσουσι καὶ φυτεύσουσιν ἀμπελῶνας καὶ πίονται τὸν οἶνον αὐτῶν καὶ ποιήσουσι κήπους καὶ φάγονται τὸν καρπὸν αὐτῶν· 15 καὶ καταφυτεύσω αὐτοὺς ἐπὶ τῆς γῆς αὐτῶν καὶ οὐ μὴ ἐκσπασθῶσιν οὐκέτι ἀπὸ τῆς γῆς, ἧς ἔδωκα αὐτοῖς, λέγει Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ.
ΚΕΦΑΛΑΙΟΝ 8
ΟΥΤΩΣ ἔδειξέ μοι Κύριος καὶ ἰδοὺ ἄγγος ἰξευτοῦ. 2 καὶ εἶπε· τί σὺ βλέπεις, ᾿Αμώς; καὶ εἶπα· ἄγγος ἰξευτοῦ. καὶ εἶπε Κύριος πρός με· ἥκει τὸ πέρας ἐπὶ τὸν λαόν μου ᾿Ισραήλ, οὐ προσθήσω ἔτι τοῦ παρελθεῖν αὐτόν· 3 καὶ ὀλολύξει τὰ φατνώματα τοῦ ναοῦ· ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, πολὺς ὁ πεπτωκὼς ἐν παντὶ τόπῳ, ἐπιρρίψω σιωπήν. 4 ᾿Ακούσατε δὴ ταῦτα οἱ ἐκτρίβοντες εἰς τὸ πρωΐ πένητα καὶ καταδυναστεύοντες πτωχοὺς ἀπὸ τῆς γῆς, 5 οἱ λέγοντες· πότε διελεύσεται ὁ μὴν καὶ ἐμπολεμήσομεν καὶ τὰ σάββατα καὶ ἀνοίξομεν θησαυρὸν τοῦ ποιῆσαι μέτρον μικρὸν καὶ τοῦ μεγαλῦναι στάθμια καὶ ποιῆσαι ζυγὸν ἄδικον 6 τοῦ κτᾶσθαι ἐν ἀργυρίῳ καὶ πτωχοὺς καὶ πένητα ἀντὶ ὑποδημάτων καὶ ἀπὸ παντὸς γεννήματος ἐμπορευσόμεθα; 7 ὀμνύει Κύριος κατὰ τῆς ὑπερηφανίας ᾿Ιακώβ, εἰ ἐπιλησθήσεται εἰς νῖκος πάντα τὰ ἔργα ὑμῶν. 8 καὶ ἐπὶ τούτοις οὐ ταραχθήσεται ἡ γῆ, καὶ πενθήσει πᾶς ὁ κατοικῶν ἐν αὐτῇ, καὶ ἀναβήσεται ὡς ποταμὸς συντέλεια καὶ καταβήσεται ὡς ποταμὸς Αἰγύπτου. 9 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος ὁ Θεός, καὶ δύσεται ὁ ἥλιος μεσημβρίας, καὶ συσκοτάσει ἐπὶ τῆς γῆς ἐν ἡμέρᾳ τὸ φῶς· 10 καὶ μεταστρέψω τὰς ἑορτὰς ὑμῶν εἰς πένθος καὶ πάσας τὰς ὠδὰς ὑμῶν εἰς θρῆνον καὶ ἀναβιβῶ ἐπὶ πᾶσαν ὀσφὺν σάκκον καὶ ἐπὶ πᾶσαν κεφαλὴν φαλάκρωμα καὶ θήσομαι αὐτὸν ὡς πένθος ἀγαπητοῦ καὶ τοὺς μετ᾿ αὐτοῦ ὡς ἡμέραν ὀδύνης. 11 ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἐξαποστελῶ λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτων οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι τὸν λόγον Κυρίου· 12 καὶ σαλευθήσονται ὕδατα ἀπὸ τῆς θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ βορρᾶ ἕως ἀνατολῶν περιδραμοῦνται ζητοῦντες τὸν λόγον τοῦ Κυρίου καὶ οὐ μὴ εὕρωσιν. 13 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκλείψουσιν αἱ παρθένοι αἱ καλαὶ καὶ οἱ νεανίσκοι ἐν δίψει, 14 οἱ ὀμνύοντες κατὰ τοῦ ἱλασμοῦ Σαμαρείας καὶ οἱ λέγοντες· ζῇ ὁ Θεός σου, Δάν, καὶ ζῇ ὁ Θεός σου, Βηρσαβεέ· καὶ πεσοῦνται καὶ οὐ μὴ ἀναστῶσιν ἔτι.
ΚΕΦΑΛΑΙΟΝ 7
ΟΥΤΩΣ ἔδειξέ μοι Κύριος ὁ Θεός, καὶ ἰδοὺ ἐπιγονὴ ἀκρίδων ἐρχομένη ἑωθινή, καὶ ἰδοὺ βροῦχος εἷς Γὼγ ὁ βασιλεύς. 2 καὶ ἔσται ἐὰν συντελέσῃ τοῦ καταφαγεῖν τὸν χόρτον τῆς γῆς, καὶ εἶπα· Κύριε Κύριε, ἵλεως γενοῦ· τίς ἀναστήσει τὸν ᾿Ιακώβ; ὅτι ὀλιγοστός ἐστι· 3 μετανόησον, Κύριε, ἐπὶ τούτῳ. καὶ τοῦτο οὐκ ἔσται, λέγει Κύριος. 4 Οὕτως ἔδειξέ μοι Κύριος, καὶ ἰδοὺ ἐκάλεσε τὴν δίκην ἐν πυρὶ Κύριος, καὶ κατέφαγε τὴν ἄβυσσον τὴν πολλὴν καὶ κατέφαγε τὴν μερίδα Κυρίου. 5 καὶ εἶπα· Κύριε, κόπασον δή, τίς ἀναστήσει τὸν ᾿Ιακώβ; ὅτι ὀλιγοστός ἐστι· 6 μετανόησον, Κύριε, ἐπὶ τούτῳ. καὶ τοῦτο οὐ μὴ γένηται, λέγει Κύριος. 7 Οὕτως ἔδειξέ μοι Κύριος, καὶ ἰδοὺ ἑστηκὼς ἐπὶ τείχους ἀδαμαντίνου, καὶ ἐν τῇ χειρὶ αὐτοῦ ἀδάμας. 8 καὶ εἶπε Κύριος πρός με· τί σὺ ὁρᾷς, ᾿Αμώς; καὶ εἶπα· ἀδάμαντα· καὶ εἶπε Κύριος πρός με· ἰδοὺ ἐγὼ ἐντάσσω ἀδάμαντα ἐν μέσῳ λαοῦ μου ᾿Ισραήλ, οὐκέτι μὴ προσθῶ τοῦ παρελθεῖν αὐτόν· 9 καὶ ἀφανισθήσονται βωμοὶ τοῦ γέλωτος, καὶ αἱ τελεταί τοῦ ᾿Ισραὴλ ἐρημωθήσονται, καὶ ἀναστήσομαι ἐπὶ τὸν οἶκον ῾Ιεροβοὰμ ἐν ρομφαίᾳ. 10 Καὶ ἐξαπέστειλεν ᾿Αμασίας ὁ ἱερεὺς Βαιθὴλ πρὸς ῾Ιεροβοὰμ βασιλέα ᾿Ισραὴλ λέγων· συστροφὰς ποιεῖται κατὰ σοῦ ᾿Αμὼς ἐν μέσῳ οἴκου ᾿Ισραήλ· οὐ μὴ δύνηται ἡ γῆ ὑπενεγκεῖν πάντας τοὺς λόγους αὐτοῦ, 11 διότι τάδε λέγει ᾿Αμώς· ἐν ρομφαίᾳ τελευτήσει ῾Ιεροβοάμ, ὁ δὲ ᾿Ισραὴλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τῆς γῆς αὐτοῦ. 12 καὶ εἶπεν ᾿Αμασίας πρὸς ᾿Αμώς· ὁ ὁρῶν, βάδιζε ἐκχώρησον σὺ εἰς γῆν ᾿Ιούδα καὶ ἐκεῖ καταβίου καὶ ἐκεῖ προφητεύσεις, 13 εἰς δὲ Βαιθὴλ οὐκέτι προσθήσεις τοῦ προφητεῦσαι, ὅτι ἁγίασμα βασιλέως ἐστὶ καὶ οἶκος βασιλείας ἐστί. 14 καὶ ἀπεκρίθη ᾿Αμὼς καὶ εἶπε πρὸς ᾿Αμασίαν· οὐκ ἤμην προφήτης ἐγὼ οὐδὲ υἱὸς προφήτου, ἀλλ᾿ ἢ αἰπόλος ἤμην καὶ κνίζων συκάμινα· 15 καὶ ἀνέλαβέ με Κύριος ἐκ τῶν προβάτων, καὶ εἶπε Κύριος πρός με· βάδιζε προφήτευσον ἐπὶ τὸν λαὸν μου ᾿Ισραήλ. 16 καὶ νῦν ἄκουε λόγον Κυρίου. σὺ λέγεις· μὴ προφήτευε ἐπὶ τὸν ᾿Ισραὴλ καὶ οὐ μὴ ὀχλαγωγήσῃς ἐπὶ τὸν οἶκον ᾿Ιακώβ· 17 διὰ τοῦτο τάδε λέγει Κύριος· ἡ γυνή σου ἐν τῇ πόλει πορνεύσει, καὶ οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου ἐν ρομφαίᾳ πεσοῦνται, καὶ ἡ γῆ σου ἐν σχοινίῳ καταμετρηθήσεται, καὶ σὺ ἐν γῇ ἀκαθάρτῳ τελευτήσεις, ὁ δὲ ᾿Ισραὴλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ γῆς γῆς αὐτοῦ.
ΚΕΦΑΛΑΙΟΝ 6
ΟΥΑΙ τοῖς ἐξουθενοῦσι Σιὼν καὶ τοῖς πεποιθόσιν ἐπὶ τὸ ὄρος Σαμαρείας· ἀπετρύγησαν ἀρχὰς ἐθνῶν, καὶ εἰσῆλθον αὐτοί. οἶκος τοῦ ᾿Ισραήλ, 2 διάβητε πάντες καὶ ἴδετε καὶ διέλθατε ἐκεῖθεν εἰς ᾿Εμαθραββὰ καὶ κατάβητε ἐκεῖθεν εἰς Γὲθ ἀλλοφύλων, τὰς κρατίστας ἐκ πασῶν τῶν βασιλειῶν τούτων, εἰ πλείονα τὰ ὅρια αὐτῶν ἐστι τῶν ὑμετέρων ὁρίων. 3 οἱ ἐρχόμενοι εἰς ἡμέραν κακήν, οἱ ἐγγίζοντες καὶ ἐφαπτόμενοι σαββάτων ψευδῶν, 4 οἱ καθεύδοντες ἐπὶ κλινῶν ἐλεφαντίνων καὶ κατασπαταλῶντες ἐπὶ ταῖς στρωμναῖς αὐτῶν καὶ ἔσθοντες ἐρίφους ἐκ ποιμνίων καὶ μοσχάρια ἐκ μέσου βουκολίων γαλαθηνά, 5 οἱ ἐπικροτοῦντες πρὸς τὴν φωνὴν τῶν ὀργάνων, ὡς ἑστηκότα ἐλογίσαντο καὶ οὐχ ὡς φεύγοντα· 6 οἱ πίνοντες τὸν διυλισμένον οἶνον καὶ τὰ πρῶτα μῦρα χριόμενοι καὶ οὐκ ἔπασχον οὐδὲν ἐπὶ τῇ συντριβῇ ᾿Ιωσήφ. 7 διὰ τοῦτο νῦν ἀχμάλωτοι ἔσονται ἀπ᾿ ἀρχῆς δυναστῶν καὶ ἐξαρθήσεται χρεμετισμὸς ἵππων ἐξ ᾿Εφραίμ. 8 ὅτι ὤμοσε Κύριος καθ᾿ ἑαυτοῦ· διότι βδελύσσομαι ἐγὼ πᾶσα τὴν ὕβριν ᾿Ιακὼβ καὶ τάς χώρας αὐτοῦ μεμίσηκα, καὶ ἐξαρῶ πόλιν σὺν πᾶσι τοῖς κατοικοῦσιν αὐτήν· 9 καὶ ἔσται ἐὰν ὑπολειφθῶσι δέκα ἄνδρες ἐν οἰκίᾳ μιᾷ, καὶ ἀποθανοῦνται, 10 καὶ ὑπολειφθήσονται οἱ κατάλοιποι, καὶ λήψονται οἱ οἰκεῖοι αὐτῶν καὶ παραβιῶνται τοῦ ἐξενέγκαι τὰ ὀστᾶ αὐτῶν ἐκ τοῦ οἴκου· καὶ ἐρεῖ τοῖς προεστηκόσι τῆς οἰκίας· εἰ ἔτι ὑπάρχει παρὰ σοί; 11 καὶ ἐρεῖ· οὐκέτι· καὶ ἐρεῖ· σίγα, ἕνεκα τοῦ μὴ ὀνομάσαι τὸ ὄνομα Κυρίου. 12 διότι ἰδοὺ Κύριος ἐντέλλεται καὶ πατάξει τὸν οἶκον τὸν μέγαν θλάσμασι καὶ τὸν οἶκον τὸν μικρὸν ράγμασιν. 13 εἰ διώξονται ἐν πέτραις ἵπποι; εἰ παρασιωπήσονται ἐν θηλείαις; ὅτι ἐξεστρέψατε εἰς θυμὸν κρίμα καὶ καρπὸν δικαιοσύνης εἰς πικρίαν, 14 οἱ εὐφραινόμενοι ἐπ᾿ οὐδενὶ λόγῳ, οἱ λέγοντες· οὐκ ἐν τῇ ἰσχύϊ ἡμῶν ἔσχομεν κέρατα; 15 διότι ἰδοὺ ἐγὼ ἐπεγερῶ ἐφ᾿ ὑμᾶς, οἶκος ᾿Ισραήλ, ἔθνος, λέγει Κύριος τῶν δυνάμεων, καὶ ἐκθλίψουσιν ὑμᾶς τοῦ μὴ εἰσελθεῖν εἰς ᾿Εμὰθ καὶ ὡς τοῦ χειμάρρου τῶν δυσμῶν.
ΚΕΦΑΛΑΙΟΝ 5
ΑΚΟΥΣΑΤΕ τὸν λόγον Κυρίου τοῦτον, ὃν ἐγὼ λαμβάνω ἐφ᾿ ὑμᾶς θρῆνον· οἶκος ᾿Ισραὴλ ἔπεσεν, οὐκέτι μὴ προσθῇ τοῦ ἀναστῆναι· 2 παρθένος τοῦ ᾿Ισραὴλ ἔσφαλεν ἐπὶ τῆς γῆς αὐτοῦ, οὐκ ἔστιν ὁ ἀναστήσων αὐτήν. 3 διὰ τοῦτο τάδε λέγει Κύριος Κύριος· ἡ πόλις ἐξ ἧς ἐξεπορεύοντο χίλιοι, ὑπολειφθήσονται ἑκατόν, καὶ ἐξ ἧς ἐξεπορεύοντο ἑκατόν, ὑπολειφθήσονται δέκα τῷ οἴκῳ ᾿Ισραήλ. 4 διότι τάδε λέγει Κύριος πρὸς τὸν οἶκον ᾿Ισραήλ· ἐκζητήσατέ με, καὶ ζήσεσθε· 5 καὶ μὴ ἐκζητεῖτε Βαιθὴλ καὶ εἰς Γάλγαλα μὴ εἰσπορεύεσθε καὶ ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου μὴ διαβαίνετε, ὅτι Γάλγαλα αἰχμαλωτευομένη αἰχμαλωτευθήσεται, καὶ Βαιθὴλ ἔσται ὡς οὐχ ὑπάρχουσα. 6 ἐκζητήσατε τὸν Κύριον καὶ ζήσατε, ὅπως μὴ ἀναλάμψῃ ὡς πῦρ ὁ οἶκος ᾿Ιωσήφ, καὶ καταφάγεται αὐτόν, καὶ οὐκ ἔσται ὁ σβέσων τῷ οἴκῳ ᾿Ισραήλ. 7 Κύριος ὁ ποιῶν εἰς ὕψος κρίμα καὶ δικαιοσύνην εἰς γῆν ἔθηκεν, 8 ὁ ποιῶν πάντα καὶ μετασκευάζων καὶ ἐκτρέπων εἰς τὸ πρωΐ σκιὰν καὶ ἡμέραν εἰς νύκτα συσκοτάζων, ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης καὶ ἐκχέων αὐτὸ ἐπὶ πρόσωπον τῆς γῆς, Κύριος ὁ Θεὸς παντοκράτωρ ὄνομα αὐτῷ· 9 ὁ διαιρῶν συντριμμὸν ἐπὶ ἰσχὺν καὶ ταλαιπωρίαν ἐπὶ ὀχύρωμα ἐπάγων. 10 ἐμίσησαν ἐν πύλαις ἐλέγχοντα καὶ λόγον ὅσιον ἐβδελύξαντο. 11 διὰ τοῦτο ἀνθ᾿ ὧν κατεκονδυλίζετε πτωχοὺς καὶ δῶρα ἐκλεκτὰ ἐδέξασθε παρ᾿ αὐτῶν, οἴκους ξεστοὺς ᾠκοδομήσατε καὶ οὐ μὴ κατοικήσητε ἐν αὐτοῖς, ἀμπελῶνας ἐπιθυμητοὺς ἐφυτεύσατε καὶ οὐ μὴ πίητε τὸν οἶνον αὐτῶν. 12 ὅτι ἔγνων πολλὰς ἀσεβείας ὑμῶν, καὶ ἰσχυραὶ αἱ ἁμαρτίαι ὑμῶν, καταπατοῦντες δίκαιον, λαμβάνοντες ἀλλάγματα καὶ πένητας ἐν πύλαις ἐκκλίνοντες. 13 διὰ τοῦτο ὁ συνίων ἐν τῷ καιρῷ ἐκείνῳ σιωπήσεται, ὅτι καιρὸς πονηρῶν ἐστιν. 14 ἐκζητήσατε τὸ καλόν, καὶ μὴ τὸ πονηρόν, ὅπως ζήσητε· καὶ ἔσται οὕτως μεθ᾿ ὑμῶν Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ, ὃν τρόπον εἴπατε· 15 μεμισήκαμεν τὰ πονηρὰ καὶ ἠγαπήσαμεν τὰ καλά· καὶ ἀποκαταστήσατε ἐν πύλαις κρίμα, ὅπως ἐλεήσῃ Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ τοὺς περιλοίπους τοῦ ᾿Ιωσήφ. 16 διὰ τοῦτο τάδε λέγει Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ· ἐν πάσαις ταῖς πλατείαις κοπετός, καὶ ἐν πάσαις ταῖς ὁδοῖς ρηθήσεται· οὐαί, οὐαί· κληθήσεται γεωργὸς εἰς πένθος καὶ κοπετὸν καὶ εἰς εἰδότας θρῆνον, 17 καὶ ἐν πάσαις ὁδοῖς κοπετός, διότι ἐλεύσομαι διὰ μέσου σου, εἶπε Κύριος. 18 Οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν Κυρίου· ἱνατί αὕτη ὑμῖν ἡ ἡμέρα τοῦ Κυρίου; καὶ αὐτή ἐστι σκότος καὶ οὐ φῶς. 19 ὃν τρόπον ἐὰν φύγῃ ἄνθρωπος ἐκ προσώπου τοῦ λέοντος καὶ ἐμπέσῃ αὐτῷ ἡ ἄρκος, καὶ εἰσπηδήσῃ εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀπερείσηται τὰς χεῖρας αὐτοῦ ἐπὶ τὸν τοῖχον καὶ δάκῃ αὐτὸν ὄφις. 20 οὐχὶ σκότος ἡ ἡμέρα τοῦ Κυρίου καὶ οὐ φῶς; καὶ γνόφος οὐκ ἔχων φέγγος αὕτη; 21 μεμίσηκα, ἀπῶσμαι ἑορτὰς ὑμῶν καὶ οὐ μὴ ὀσφρανθῶ θυσίας ἐν ταῖς πανηγύρεσιν ὑμῶν· 22 διότι ἐὰν ἐνέγκητέ μοι ὁλοκαυτώματα καὶ θυσίας ὑμῶν, οὐ προσδέξομαι αὐτά, καὶ σωτηρίου ἐπιφανείας ὑμῶν οὐκ ἐπιβλέψομαι. 23 μετάστησον ἀπ᾿ ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ ψαλμὸν ὀργάνων σου οὐκ ἀκούσομαι· 24 καὶ κυλισθήσεται ὡς ὕδωρ κρίμα καὶ δικαιοσύνη ὡς χειμάρρους ἄβατος. 25 μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι, οἶκος ᾿Ισραήλ, τεσσαράκοντα ἔτη ἐν τῇ ἐρήμῳ; 26 καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολὸχ καὶ τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν Ραιφάν, τοὺς τύπους αὐτῶν, οὓς ἐποιήσατε ἑαυτοῖς. 27 καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Δαμασκοῦ, λέγει Κύριος, ὁ Θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ.
ΚΕΦΑΛΑΙΟΝ 4
ΑΚΟΥΣΑΤΕ τὸν λόγον τοῦτον, δαμάλεις τῆς Βασανίτιδος, αἱ ἐν τῷ ὄρει τῆς Σαμαρείας, αἱ καταδυναστεύουσαι πτωχοὺς καὶ καταπατοῦσαι πένητας, αἱ λέγουσαι τοῖς κυρίοις αὐτῶν· ἐπίδοτε ἡμῖν ὅπως πίωμεν. 2 ὀμνύει Κύριος κατὰ τῶν ἁγίων αὐτοῦ, διότι ἰδοὺ ἡμέραι ἔρχονται ἐφ᾿ ὑμᾶς, καὶ λήψονται ὑμᾶς ἐν ὅπλοις, καὶ τοὺς μεθ᾿ ὑμῶν εἰς λέβητας ὑποκαιομένους ἐμβαλοῦσιν ἔμπυροι λοιμοί, 3 καὶ ἐξενεχθήσεσθε γυμναὶ κατέναντι ἀλλήλων καὶ ἀπορριφήσεσθε εἰς τὸ ὄρος τὸ Ρεμμάν, λέγει Κύριος. 4 Εἰσήλθατε εἰς Βαιθὴλ καὶ ἠνομήσατε καὶ εἰς Γάλγαλα ἐπληθύνατε τοῦ ἀσεβῆσαι καὶ ἠνέγκατε εἰς τὸ πρωΐ θυσίας ὑμῶν, εἰς τὴν τριημερίαν τὰ ἐπιδέκατα ὑμῶν· 5 καὶ ἀνέγνωσαν ἔξω νόμον καὶ ἐπεκαλέσαντο ὁμολογίας. ἀπαγγείλατε ὅτι ταῦτα ἠγάπησαν οἱ υἱοὶ ᾿Ισραήλ, λέγει Κύριος. 6 καὶ ἐγὼ δώσω ὑμῖν γομφιασμὸν ὀδόντων ἐν πάσαις ταῖς πόλεσιν ὑμῶν καὶ ἔνδειαν ἄρτων ἐν πᾶσι τοῖς τόποις ὑμῶν· καὶ οὐκ ἐπεστρέψατε πρός με, λέγει Κύριος. 7 καὶ ἐγὼ ἀνέσχον ἐξ ὑμῶν τὸν ὑετὸν πρὸ τριῶν μηνῶν τοῦ τρυγητοῦ· καὶ βρέξω ἐπὶ πόλιν μίαν, ἐπὶ δὲ πόλιν μίαν οὐ βρέξω· μερὶς μία βραχήσεται, καὶ μερίς, ἐφ᾿ ἣν οὐ βρέξω ἐπ᾿ αὐτήν, ξηρανθήσεται· 8 καὶ συναθροισθήσονται δύο καὶ τρεῖς πόλεις εἰς πόλιν μίαν τοῦ πιεῖν ὕδωρ καὶ οὐ μὴ ἐμπλησθῶσι· καὶ οὐκ ἐπιστράφητε πρός με, λέγει Κύριος. 9 ἐπάταξα ὑμᾶς ἐν πυρώσει καὶ ἐν ἰκτέρῳ· ἐπληθύνατε κήπους ὑμῶν, ἀμπελῶνας ὑμῶν καὶ συκεῶνας ὑμῶν καὶ ἐλαιῶνας ὑμῶν κατέφαγεν ἡ κάμπη· καὶ οὐδ᾿ ὧς ἐπεστρέψατε πρός με, λέγει Κύριος. 10 ἐξαπέστειλα εἰς ὑμᾶς θάνατον ἐν ὁδῷ Αἰγύπτου καὶ ἀπέκτεινα ἐν ρομφαίᾳ τοὺς νεανίσκους ὑμῶν μετὰ αἰχμαλωσίας ἵππων σου καὶ ἀνήγαγον ἐν πυρὶ τὰς παρεμβολὰς ἐν τῇ ὀργῇ μου· καὶ οὐδ᾿ ὧς ἐπεστρέψατε πρός με, λέγει Κύριος. 11 κατέστρεψα ὑμᾶς, καθὼς κατέστρεψεν ὁ Θεὸς Σόδομα καὶ Γόμορρα, καὶ ἐγένεσθε ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός· καὶ οὐδ᾿ ὧς ἐπεστρέψατε πρός με, λέγει Κύριος. 12 διὰ τοῦτο οὕτως ποιήσω σοι, ᾿Ισραήλ· πλὴν ὅτι οὕτως ποιήσω σοι, ἑτοιμάζου τοῦ ἐπικαλεῖσθαι τὸν Θεόν σου, ᾿Ισραήλ. 13 διότι ἰδοὺ ἐγὼ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα καὶ ἀπαγγέλλων· εἰς ἀνθρώπους τὸν χριστὸν αὐτοῦ, ποιῶν ὄρθρον καὶ ὁμίχλην καὶ ἐπιβαίνων ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς· Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ.
ΚΕΦΑΛΑΙΟΝ 3
ΑΚΟΥΣΑΤΕ τὸν λόγον τοῦτον, ὃν ἐλάλησε Κύριος ἐφ᾿ ὑμᾶς, οἶκος ᾿Ισραήλ, καὶ κατὰ πάσης φυλῆς, ἧς ἀνήγαγον ἐκ γῆς Αἰγύπτου, λέγων· 2 πλὴν ὑμᾶς ἔγνων ἐκ πασῶν τῶν φυλῶν τῆς γῆς· διὰ τοῦτο ἐκδικήσω ἐφ᾿ ὑμᾶς πάσας τὰς ἁμαρτίας ὑμῶν. 3 εἰ πορεύσονται δύο ἐπὶ τὸ αὐτὸ καθόλου, ἐὰν μὴ γνωρίσωσιν ἑαυτούς; 4 εἰ ἐρεύξεται λέων ἐκ τοῦ δρυμοῦ αὐτοῦ θήραν οὐκ ἔχων; εἰ δώσει σκύμνος φωνὴν αὐτοῦ ἐκ τῆς μάνδρας αὐτοῦ καθόλου, ἐὰν μὴ ἁρπάσῃ τι; 5 εἰ πεσεῖται ὄρνεον ἐπὶ γῆς γῆς ἄνευ ἰξευτοῦ; εἰ σχασθήσεται παγὶς ἐπὶ τῆς γῆς ἄνευ τοῦ συλλαβεῖν τί; 6 εἰ φωνήσει σάλπιγξ ἐν πόλει, καὶ λαὸς οὐ πτοηθήσεται; εἰ ἔσται κακία ἐν πόλει, ἣν Κύριος οὐκ ἐποίησε; 7 διότι οὐ μὴ ποιήσῃ Κύριος ὁ Θεὸς πρᾶγμα, ἐὰν μὴ ἀποικαλύψῃ παιδείαν αὐτοῦ πρὸς τοὺς δούλους αὐτοῦ τοὺς προφήτας. 8 λέων ἐρεύξεται, καὶ τίς οὐ φοβηθήσεται; Κύριος ὁ Θεὸς ἐλάλησε, καὶ τίς οὐ προφητεύσει; 9 ᾿Απαγγείλατε χώραις ἐν ᾿Ασσυρίοις καὶ ἐπὶ τὰς χώρας τῆς Αἰγύπτου καὶ εἴπατε· συνάχθητε ἐπὶ τὸ ὄρος Σαμαρείας καὶ ἴδετε θαυμαστὰ πολλὰ ἐν μέσῳ αὐτῆς καὶ καταδυναστείαν τὴν ἐν αὐτῇ· 10 καὶ οὐκ ἔγνω ἃ ἔσται ἐναντίον αὐτῆς, λέγει Κύριος, οἱ θησαυρίζοντες ἀδικίαν καὶ ταλαιπωρίαν ἐν ταῖς χώραις αὐτῶν. 11 διὰ τοῦτο τάδε λέγει Κύριος ὁ Θεός· Τύρος, κυκλόθεν ἡ γῆ σου ἐρημωθήσεται, καὶ κατάξει ἐκ σοῦ ἰσχύν σου, καὶ διαρπαγήσονται αἱ χῶραί σου. 12 τάδε λέγει Κύριος· ὃν τρόπον ὅταν ἐκσπάσῃ ὁ ποιμὴν ἐκ στόματος τοῦ λέοντος δύο σκέλη ἢ λοβὸν ὠτίου, οὕτως ἐκσπασθήσονται οἱ υἱοὶ ᾿Ισραὴλ οἱ κατοικοῦντες ἐν Σαμαρείᾳ κατέναντι τῆς φυλῆς καὶ ἐν Δαμασκῷ ἱερεῖς, 13 ἀκούσατε καὶ ἐπιμαρτύρασθε τῷ οἴκῳ ᾿Ιακώβ, λέγει Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ· 14 διότι ἐν τῇ ἡμέρᾳ ὅταν ἐκδικῶ ἀσεβείας τοῦ ᾿Ισραὴλ ἐπ᾿ αὐτόν, καὶ ἐκδικήσω ἐπὶ τὰ θυσιαστήρια Βαιθήλ, καὶ κατασκαφήσεται τὰ κέρατα τοῦ θυσιαστηρίου καὶ πεσοῦνται ἐπὶ τὴν γῆν· 15 συγχεῶ καὶ πατάξω τὸν οἶκον τὸν περίπτερον ἐπὶ τὸν οἶκον τὸν θερινόν, καὶ ἀπολοῦνται οἶκοι ἐλεφάντινοι, καὶ προστεθήσονται ἕτεροι οἶκοι πολλοί, λέγει Κύριος.
ΚΕΦΑΛΑΙΟΝ 2
ΤΑΔΕ λέγει Κύριος· ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Μωὰβ καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν, ἀνθ᾿ ὧν κατέκαυσαν τὰ ὀστᾶ βασιλέως τῆς ᾿Ιδουμαίας εἰς κονίαν. 2 καὶ ἐξαποστελῶ πῦρ εἰς Μωάβ, καὶ καταφάγεται τὰ θεμέλια τῶν πόλεων αὐτῆς, καὶ ἀποθανεῖται ἐν ἀδυναμίᾳ Μωὰβ μετὰ κραυγῆς καὶ μετὰ φωνῆς σάλπιγγος. 3 καὶ ἐξολοθρεύσω κριτὴν ἐξ αὐτῆς, καὶ πάντας αὐτῆς ἀποκτενῶ μετ᾿ αὐτοῦ, λέγει Κύριος. 4 Τάδε λέγει Κύριος· ἐπὶ ταῖς τρισίν ἀσεβείαις υἱῶν ᾿Ιούδα καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν, ἕνεκα τοῦ ἀπώσασθαι αὐτοὺς τὸν νόμον τοῦ Κυρίου, καὶ τὰ προστάγματα αὐτοῦ οὐκ ἐφυλάξαντο, καὶ ἐπλάνησεν αὐτοὺς τὰ μάταια αὐτῶν, ἃ ἐποίησαν, οἷς ἐξηκολούθησαν οἱ πατέρες αὐτῶν ὀπίσω αὐτῶν. 5 καὶ ἐξαποστελῶ πῦρ ἐπὶ ᾿Ιούδαν, καὶ καταφάγεται θεμέλια ῾Ιερουσαλήμ. 6 Τάδε λέγει Κύριος· ἐπὶ ταῖς τρισὶν ἀσεβείαις᾿Ισραὴλ καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν, ἀνθ᾿ ὧν ἀπέδοντο ἀργυρίου δίκαιον καὶ πένητα ἕνεκεν ὑποδημάτων, 7 τὰ πατοῦντα ἐπὶ τὸν χοῦν τῆς γῆς καὶ ἐκονδύλιζον εἰς κεφαλὰς πτωχῶν καὶ ὁδὸν ταπεινῶν ἐξέκλιναν, καὶ υἱὸς καὶ πατὴρ αὐτοῦ εἰσεπορεύοντο πρὸς τὴν αὐτὴν παιδίσκην, ὅπως βεβηλῶσι τὸ ὄνομα τοῦ Θεοῦ αὐτῶν. 8 καὶ τὰ ἱμάτια αὐτῶν δεσμεύοντες σχοινίοις παραπετάσματα ἐποίουν ἐχόμενα τοῦ θυσιαστηρίου καὶ οἶνον ἐκ συκοφαντιῶν ἔπινον ἐν τῷ οἴκῳ τοῦ Θεοῦ αὐτῶν. 9 ἐγὼ δὲ ἐξῇρα τὸν ᾿Αμορραῖον ἐκ προσώπου αὐτῶν, οὗ ἦν, καθὼς ὕψος κέδρου τὸ ὕψος αὐτοῦ, καὶ ἰσχυρὸς ἦν ὡς δρῦς, καὶ ἐξήρανα τὸν καρπὸν αὐτοῦ ἐπάνωθεν καὶ τὰς ρίζας αὐτοῦ ὑποκάτωθεν. 10 καὶ ἐγὼ ἀνήγαγον ὑμᾶς ἐκ γῆς Αἰγύπτου καὶ περιήγαγον ὑμᾶς ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη τοῦ κατακληρονομῆσαι τὴν γῆν τῶν ᾿Αμορραίων. 11 καὶ ἔλαβον ἐκ τῶν υἱῶν ὑμῶν εἰς προφήτας καὶ ἐκ τῶν νεανίσκων ὑμῶν εἰς ἁγιασμόν. μὴ οὐκ ἔστι ταῦτα υἱοὶ ᾿Ισραήλ; λέγει Κύριος. 12 καὶ ἐποτίζετε τοὺς ἡγιασμένους οἶνον καὶ τοῖς προφήταις ἐνετέλλεσθε λέγοντες· οὐ μὴ προφητεύσητε. 13 διὰ τοῦτο ἰδοὺ ἐγὼ κυλίω ὑποκάτω ὑμῶν, ὃν τρόπον κυλίεται ἡ ἅμαξα ἡ γέμουσα καλάμης· 14 καὶ ἀπολεῖται φυγὴ ἐκ δρομέως, καὶ ὁ κραταιὸς οὐ μὴ κρατήσῃ τῆς ἰσχύος αὐτοῦ, καὶ ὁ μαχητὴς οὐ μὴ σώσῃ τὴν ψυχὴν αὐτοῦ, 15 καὶ ὁ τοξότης οὐ μὴ ὑποστῇ, καὶ ὁ ὀξὺς τοῖς ποσὶν αὐτοῦ οὐ μὴ διασωθῇ καὶ ὁ ἱππεὺς οὐ μὴ σώσῃ τὴν ψυχὴν αὐτοῦ 16 καὶ ὁ κραταιὸς οὐ μὴ εὑρήσει τὴν καρδίαν αὐτοῦ ἐν δυναστείαις· ὁ γυμνὸς διώξεται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος.
ΚΕΦΑΛΑΙΟΝ 1
ΛΟΓΟΙ ᾿Αμώς, οἳ ἐγένοντο ἐν ᾿Ακκαρεὶμ ἐκ Θεκουέ, οὓς εἶδεν ὑπὲρ ῾Ιερουσαλὴμ ἐν ἡμέραις ᾿Οζίου βασιλέως ᾿Ιούδα καὶ ἐν ἡμέραις ῾Ιεροβοὰμ τοῦ ᾿Ιωὰς βασιλέως ᾿Ισραήλ, πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ. 2 Καὶ εἶπε· Κύριος ἐκ Σιὼν ἐφθέγξατο καὶ ἐξ ῾Ιερουσαλὴμ ἔδωκε φωνὴν αὐτοῦ, καὶ ἐπένθησαν αἱ νομαὶ τῶν ποιμένων, καὶ ἐξηράνθη ἡ κορυφὴ τοῦ Καρμήλου. 3 Καὶ εἶπε Κύριος· ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Δαμασκοῦ καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν, ἀνθ᾿ ὧν ἔπριζον πρίοσι σιδηροῖς τὰς ἐν γαστρὶ ἐχούσας τῶν ἐν Γαλαάδ· 4 καὶ ἀποστελῶ πῦρ εἰς τὸν οἶκον ᾿Αζαήλ, καὶ καταφάγεται τὰ θεμέλια υἱοῦ ῎Αδερ· 5 καὶ συντρίψω μοχλοὺς Δαμασκοῦ καὶ ἐξολοθρεύσω κατοικοῦντας ἐκ πεδίου ῏Ων, καὶ κατακόψω φυλὴν ἐξ ἀνδρῶν Χαρράν, καὶ αἰχμαλωτευθήσεται λαὸς Συρίας ἐπίκλητος, λέγει Κύριος. 6 Τάδε λέγει Κύριος· ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Γάζης καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτούς, ἕνεκεν τοῦ αἰχμαλωτεῦσαι αὐτοὺς αἰχμαλωσίαν τοῦ Σαλωμὼν τοῦ συγκλεῖσαι εἰς τὴν ᾿Ιδουμαίαν. 7 καὶ ἐξαποστελῶ πῦρ ἐπὶ τὰ τείχη Γάζης, καὶ καταφάγεται τὰ θεμέλια αὐτῆς· 8 καὶ ἐξολοθρεύσω κατοικοῦντας ἐξ ᾿Αζώτου, καὶ ἐξαρθήσεται φυλὴ ἐξ ᾿Ασκάλωνος, καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ ᾿Ακκάρων, καὶ ἀπολοῦνται οἱ κατάλοιποι τῶν ἀλλοφύλων, λέγει Κύριος. 9 Τάδε λέγει Κύριος· ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Τύρου καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτήν, ἀνθ᾿ ὧν συνέκλεισαν αἰχμαλωσίαν τοῦ Σαλωμὼν εἰς τὴν ᾿Ιδουμαίαν καὶ οὐκ ἐμνήσθησαν διαθήκης ἀδελφῶν· 10 καὶ ἐξαποστελῶ πῦρ ἐπὶ τὰ τείχη Τύρου, καὶ καταφάγεται τὰ θεμέλια αὐτῆς. 11 Τάδε λέγει Κύριος· ἐπὶ ταῖς τρισὶν ἀσεβείαις τῆς ᾿Ιδουμαίας καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτούς, ἕνεκα τοῦ διῶξαι αὐτοὺς ἐν ρομφαίᾳ τὸν ἀδελφὸν αὐτοῦ καὶ ἐλυμήνατο μητέρα ἐπὶ γῆς καὶ ἥρπασεν εἰς μαρτύριον φρίκην αὐτοῦ καὶ τὸ ὅρμημα αὐτοῦ ἐφύλαξεν εἰς νῖκος. 12 καὶ ἐξαποστελῶ πῦρ εἰς Θαμάν, καὶ καταφάγεται θεμέλια τειχέων αὐτῆς. 13 Τάδε λέγει Κύριος· ἐπὶ ταῖς τρισὶν ἀσεβείαις υἱῶν ᾿Αμμὼν καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν, ἀνθ᾿ ὧν ἀνέσχιζον τὰς ἐν γαστρὶ ἐχούσας τῶν Γαλααδιτῶν, ὅπως ἐμπλατύνωσι τὰ ὅρια αὐτῶν· 14 καὶ ἀνάψω πῦρ ἐπὶ τείχη Ραββάθ, καὶ καταφάγεται θεμέλια αὐτῆς μετὰ κραυγῆς ἐν ἡμέρᾳ πολέμου, καὶ σεισθήσεται ἐν ἡμέραις συντελείας αὐτῆς· 15 καὶ πορεύσονται οἱ βασιλεῖς αὐτῆς ἐν αἰχμαλωσίᾳ, οἱ ἱερεῖς αὐτῶν καὶ οἱ ἄρχοντες αὐτῶ ἐπὶ τὸ αὐτό, λέγει Κύριος.
ΚΕΦΑΛΑΙΟΝ 14
ΑΦΑΝΙΣΘΗΣΕΤΑΙ Σαμάρεια, ὅτι ἀντέστη πρὸς τὸν Θεὸν αὐτῆς· ἐν ρομφαίᾳ πεσοῦνται αὐτοί, καὶ τὰ ὑποτίτθια αὐτῶν ἐδαφισθήσονται, καὶ αἱ ἐν γαστρὶ ἔχουσαι αὐτῶν διαρραγήσονται. 2 ἐπιστράφηθι, ᾿Ισραήλ, πρὸς Κύριον τὸν Θεόν σου, διότι ἠσθένησαν ἐν ταῖς ἀδικίαις σου. 3 λάβετε μεθ᾿ ἑαυτῶν λόγους καὶ ἐπιστράφητε πρὸς Κύριον τὸν Θεὸν ὑμῶν· εἴπατε αὐτῷ, ὅπως μὴ λάβητε ἀδικίαν καὶ λάβητε ἀγαθά, καὶ ἀνταποδώσομεν καρπὸν χειλέων ἡμῶν. 4 ᾿Ασσοὺρ οὐ μὴ σώσῃ ἡμᾶς, ἐφ᾿ ἵππον οὐκ ἀναβησόμεθα· οὐκέτι μὴ εἴπωμεν· θεοὶ ἡμῶν, τοῖς ἔργοις τῶν χειρῶν ἡμῶν· ὁ ἐν σοὶ ἐλεήσει ὀρφανόν. 5 ἰάσομαι τὰς κατοικίας αὐτῶν, ἀγαπήσω αὐτοὺς ὁμολόγως, ὅτι ἀποστρέψω τὴν ὀργήν μου ἀπ᾿ αὐτοῦ. 6 ἔσομαι ὡς δρόσος τῷ ᾿Ισραήλ, ἀνθήσει ὡς κρίνον καὶ βαλεῖ τὰς ρίζας αὐτοῦ ὡς ὁ Λίβανος· 7 πορεύσονται οἱ κλάδοι αὐτοῦ, καὶ ἔσται ὡς ἐλαία κατάκαρπος, καὶ ἡ ὀσφρασία αὐτοῦ ὡς Λιβάνου· 8 ἐπιστρέψουσι καὶ καθιοῦνται ὑπὸ τὴν σκέπην αὐτοῦ, ζήσονται καὶ μεθυσθήσονται σίτῳ· καὶ ἐξανθήσει ὡς ἄμπελος μνημόσυνον αὐτοῦ, ὡς οἶνος Λιβάνου. 9 τῷ ᾿Εφραίμ, τί αὐτῷ ἔτι καὶ εἰδώλοις; ἐγὼ ἐταπείνωσα αὐτόν, καὶ ἐγὼ κατισχύσω αὐτόν· ἐγὼ ὡς ἄρκευθος πυκάζουσα, ἐξ ἐμοῦ ὁ καρπός σου εὕρηται. 10 τίς σοφὸς καὶ συνήσει ταῦτα; ἢ συνετὸς καὶ ἐπιγνώσεται αὐτά; ὅτι εὐθεῖαι αἱ ὁδοὶ τοῦ Κυρίου, καὶ δίκαιοι πορεύσονται ἐν αὐταῖς, οἱ δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν αὐταῖς.
ΚΕΦΑΛΑΙΟΝ 13
ΚΑΤΑ τὸν λόγον ᾿Εφραὶμ δικαιώματα ἔλαβεν αὐτὸς ἐν τῷ ᾿Ισραὴλ καὶ ἔθετο αὐτὰ τῇ Βάαλ καὶ ἀπέθανε. 2 καὶ νῦν προσέθεντο τοῦ ἁμαρτάνειν ἔτι, καὶ ἐποίησαν ἑαυτοῖς χώνευμα ἐκ τοῦ ἀργυρίου αὐτῶν κατ᾿ εἰκόνα εἰδώλων, ἔργα τεκτόνων συντετελεσμένα αὐτοῖς· αὐτοὶ λέγουσι· θύσατε ἀνθρώπους, μόσχοι γὰρ ἐκλελοίπασι. 3 διὰ τοῦτο ἔσονται ὡς νεφέλη πρωϊνὴ καὶ ὡς δρόσος ὀρθρινὴ πορευομένη, ὥσπερ χνοῦς ἀποφυσώμενος ἀφ᾿ ἅλωνος καὶ ὡς ἀτμὶς ἀπό δακρύων. 4 ἐγὼ δὲ Κύριος ὁ Θεός σου ὁ στερεῶν τὸν οὐρανὸν καὶ κτίζων γῆν, οὗ αἱ χεῖρες ἔκτισαν πᾶσαν τὴν στρατιὰν τοῦ οὐρανοῦ, καὶ οὐ παρέδειξά σοι αὐτὰ τοῦ πορεύεσθαι ὀπίσω αὐτῶν· καὶ ἐγὼ ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου, καὶ Θεὸν πλὴν ἐμοῦ οὐ γνώσῃ, καὶ σῴζων οὐκ ἔστι πάρεξ ἐμοῦ. 5 ἐγὼ ἐποίμανόν σε ἐν τῇ ἐρήμῳ, ἐν γῇ ἀοικήτῳ 6 κατὰ τὰς νομὰς αὐτῶν. καὶ ἐνεπλήσθησαν εἰς πλησμονὴν καὶ ὑψώθησαν αἱ καρδίαι αὐτῶν· ἕνεκα τούτου ἐπελάθοντό μου. 7 καὶ ἔσομαι αὐτοῖς ὡς πανθὴρ καὶ ὡς πάρδαλις κατὰ τὴν ὁδὸν ᾿Ασσυρίων· 8 ἀπαντήσομαι αὐτοῖς ὡς ἄρκος ἀπορουμένη καὶ διαρρήξω συγκλεισμὸν καρδίας αὐτῶν, καὶ καταφάγονται αὐτοὺς ἐκεῖ σκύμνοι δρυμοῦ, θηρία ἀγροῦ διασπάσει αὐτούς. 9 τῇ διαφθορᾷ σου, ᾿Ισραήλ, τίς βοηθήσει; 10 ποῦ ὁ βασιλεύς σου οὗτος; καὶ διασωσάτω σε ἐν πάσαις ταῖς πόλεσί σου· κρινάτω σε ὃν εἶπας· δός μοι βασιλέα καὶ ἄρχοντα. 11 καὶ ἔδωκά σοι βασιλέα ἐν ὀργῇ μου καὶ ἔσχον ἐν τῷ θυμῷ μου 12 συστροφὴν ἀδικίας. ᾿Εφραίμ, ἐγκεκρυμμένη ἡ ἁμαρτία αὐτοῦ· 13 ὠδῖνες ὡς τικτούσης ἥξουσιν αὐτῷ. οὗτος ὁ υἱός σου ὁ φρόνιμος, διότι οὐ μὴ ὑποστῇ ἐν συντριβῇ τέκνων. 14 ἐκ χειρὸς ᾅδου ρύσομαι καὶ ἐκ θανάτου λυτρώσομαι αὐτούς, ποῦ ἡ δίκη σου, θάνατε; ποῦ τὸ κέντρον σου, ᾅδη; παράκλησις κέκρυπται ἀπὸ ὀφθαλμῶν μου, 15 διότι οὗτος ἀνὰ μέσον ἀδελφῶν διαστελεῖ· ἐπάξει καύσωνα ἄνεμον Κύριος ἐκ τῆς ἐρήμου ἐπ᾿ αὐτόν, καὶ ἀναξηρανεῖ τὰς φλέβας αὐτοῦ, ἐξερημώσει τὰς πηγὰς αὐτοῦ· αὐτὸς καταξηρανεῖ τὴν γῆν αὐτοῦ καὶ πάντα τὰ σκεύη τὰ ἐπιθυμητὰ αὐτοῦ.
ΚΕΦΑΛΑΙΟΝ 12
ΕΚΥΚΛΩΣΕ με ἐν ψεύδει ᾿Εφραὶμ καὶ ἐν ἀσεβείας οἶκος ᾿Ισραὴλ καὶ ᾿Ιούδα. νῦν ἔγνω αὐτοὺς ὁ Θεός, καὶ λαὸς ἅγιος κεκλήσεται Θεοῦ. 2 ὁ δὲ ᾿Εφραὶμ πονηρὸν πνεῦμα ἐδίωξε, καύσωνα ὅλην τὴν ἡμέραν· κενὰ καὶ μάταια ἐπλήθυνε καὶ διαθήκην μετὰ ᾿Ασσυρίων διέθετο, καὶ ἔλαιον εἰς Αἴγυπτον ἐνεπορεύετο. 3 καὶ κρίσις τῷ Κυρίῳ πρὸς ᾿Ιούδαν τοῦ ἐκδικῆσαι τὸν ᾿Ιακώβ· κατὰ τὰς ὁδοὺς αὐτοῦ καὶ κατὰ τὰ ἐπιτηδεύματα αὐτοῦ ἀποδώσει αὐτῷ. 4 ἐν τῇ κοιλίᾳ ἐπτέρνισε τὸν ἀδελφὸν αὐτοῦ καὶ ἐν κόποις αὐτοῦ ἐνίσχυσε πρὸς Θεὸν 5 καὶ ἐνίσχυσε μετὰ ἀγγέλου, καὶ ἠδυνάσθη. ἔκλαυσαν καὶ ἐδεήθησάν μου, ἐν τῷ οἴκῳ ῏Ων εὕροσάν με, καὶ ἐκεῖ ἐλαλήθη πρὸς αὐτούς. 6 ὁ δὲ Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ ἔσται μνημόσυνον αὐτοῦ. 7 καὶ σὺ ἐν Θεῷ σου ἐπιστρέψεις· ἔλεον καὶ κρίμα φυλάσσου καὶ ἔγγιζε πρὸς τὸν Θεόν σου διαπαντός. 8 Χαναὰν ἐν χειρὶ αὐτοῦ ζυγὸς ἀδικίας, καταδυναστεύειν ἠγάπησε. 9 καὶ εἶπε ᾿Εφραίμ· πλὴν πεπλούτηκα, εὕρηκα ἀναψυχὴν ἐμαυτῷ. πάντες οἱ πόνοι αὐτοῦ οὐχ εὑρεθήσονται αὐτῷ, δι᾿ ἀδικίας ἃς ἥμαρτεν. 10 ἐγὼ δὲ Κύριος ὁ Θεός σου ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου, ἔτι κατοικιῶ σε ἐν σκηναῖς καθὼς ἡμέρᾳ ἑορτῆς. 11 καὶ λαλήσω πρὸς προφήτας, καὶ ἐγὼ ὁράσεις ἐπλήθυνα καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην. 12 εἰ μὴ Γαλαὰδ ἐστιν, ἄρα ψευδεῖς ἦσαν ἐν Γαλγὰλ ἄρχοντες θυσιάζοντες, καὶ τὰ θυσιαστήρια αὐτῶν ὡς χελῶναι ἐπὶ χέρσον ἀγροῦ. 13 καὶ ἀνεχώρησεν ᾿Ιακὼβ εἰς πεδίον Συρίας, καὶ ἐδούλευσεν ᾿Ισραὴλ ἐν γυναικὶ καὶ ἐν γυναικὶ ἐφυλάξατο. 14 καὶ ἐν προφήτῃ ἀνήγαγε Κύριος τὸν ᾿Ισραὴλ ἐκ γῆς Αἰγύπτου, καὶ ἐν προφήτῃ διεφυλάχθη. 15 ἐθύμωσεν ᾿Εφραὶμ καὶ παρώργισε, καὶ τὸ αἷμα αὐτοῦ ἐπ᾿ αὐτὸν ἐκχυθήσεται, καὶ τὸν ὀνειδισμὸν αὐτοῦ ἀνταποδώσει αὐτῷ Κύριος.
ΚΕΦΑΛΑΙΟΝ 11
ΟΡΘΡΟΥ ἀπερρίφησαν, ἀπερρίφη βασιλεὺς ᾿Ισραήλ· ὅτι νήπιος ᾿Ισραήλ, καὶ ἐγὼ ἠγάπησα αὐτὸν καὶ ἐξ Αἰγύπτου μετεκάλεσα τὰ τέκνα αὐτοῦ. 2 καθὼς μετεκάλεσα αὐτούς, οὕτως ἀπῴχοντο ἐκ προσώπου μου· αὐτοὶ τοῖς Βααλεὶμ ἔθυον καὶ τοῖς γλυπτοῖς ἐθυμίων. 3 καὶ ἐγὼ συνεπόδισα τὸν ᾿Εφραίμ, ἀνέλαβον αὐτὸν ἐπὶ τὸν βραχίονά μου, καὶ οὐκ ἔγνωσαν ὅτι ἴαμαι αὐτούς. 4 ἐν διαφθορᾷ ἀνθρώπων ἐξέτεινα αὐτοὺς ἐν δεσμοῖς ἀγαπήσεώς μου καὶ ἔσομαι αὐτοῖς ὡς ραπίζων ἄνθρωπος ἐπὶ τὰς σιαγόνας αὐτοῦ· καὶ ἐπιβλέψομαι πρὸς αὐτόν, δυνήσομαι αὐτῷ. 5 κατῴκησεν ᾿Εφραὶμ ἐν Αἰγύπτῳ, καὶ ᾿Ασσοὺρ αὐτὸς βασιλεὺς αὐτοῦ, ὅτι οὐκ ἠθέλησεν ἐπιστρέψαι. 6 καὶ ἠσθένησε ρομφαία ἐν ταῖς πόλεσιν αὐτοῦ καὶ κατέπαυσεν ἐν ταῖς χερσὶν αὐτοῦ, καὶ φάγονται ἐκ τῶν διαβουλίων αὐτῶν. 7 καὶ ὁ λαὸς αὐτοῦ ἐπικρεμάμενος ἐκ τῆς κατοικίας αὐτοῦ, καὶ ὁ Θεὸς ἐπὶ τὰ τίμια αὐτοῦ θυμωθήσεται, καὶ οὐ μὴ ὑψώσῃ αὐτόν. 8 τί σε διαθῶμαι, ᾿Εφραίμ; ὑπερασπιῶ σου, ᾿Ισραήλ; τί σε διαθῷ; ὡς ᾿Αδαμὰ θήσομαί σε καὶ ὡς Σεβνείμ; μετεστράφη ἡ καρδία μου ἐν τῷ αὐτῷ, συνεταράχθη ἡ μεταμέλειά μου. 9 οὐ μὴ ποιήσω κατὰ τὴν ὀργὴν τοῦ θυμοῦ μου, οὐ μὴ ἐγκαταλίπω τοῦ ἐξαλειφθῆναι τὸν ᾿Εφραίμ· διότι Θεὸς ἐγώ εἰμι καὶ οὐκ ἄνθρωπος· ἐν σοὶ ἅγιος, καὶ οὐκ εἰσελεύσομαι εἰς πόλιν. 10 ὀπίσω Κυρίου πορεύσομαι· ὡς λέων ἐρεύξεται, ὅτι αὐτὸς ὠρύσεται, καὶ ἐκστήσονται τέκνα ὑδάτων. 11 ἐκστήσονται ὡς ὄρνεον ἐξ Αἰγύπτου καὶ ὡς περιστερὰ ἐκ γῆς ᾿Ασσυρίων· καὶ ἀποκαταστήσω αὐτούς εἰς τοὺς οἴκους αὐτῶν, λέγει Κύριος.
ΚΕΦΑΛΑΙΟΝ 10
ΑΜΠΕΛΟΣ εὐκληματοῦσα ᾿Ισραήλ, ὁ καρπὸς εὐθηνῶν αὐτῆς· κατὰ τὸ πλῆθος τῶν καρπῶν αὐτῆς ἐπλήθυνε τὰ θυσιαστήρια, κατὰ τὰ ἀγαθὰ τῆς γῆς αὐτοῦ ᾠκοδόμησε στήλας. 2 ἐμέρισαν καρδίας αὐτῶν, νῦν ἀφανισθήσονται· αὐτὸς κατασκάψει τὰ θυσιαστήρια αὐτῶν, ταλαιπωρήσουσιν αἱ στῆλαι αὐτῶν. 3 διότι νῦν ἐροῦσιν· οὐκ ἔστι βασιλεὺς ἡμῖν, ὅτι οὐκ ἐφοβήθημεν τὸν Κύριον, ὁ δὲ βασιλεὺς τί ποιήσει ἡμῖν; 4 λαλῶν ρήματα προφάσεις ψευδεῖς διαθήσεται διαθήκην· ἀνατελεῖ ὡς ἄγρωστις κρίμα ἐπὶ χέρσον ἀγροῦ. 5 τῷ μόσχῳ τοῦ οἴκου ῏Ων παροικήσουσιν οἱ κατοικοῦντες Σαμάρειαν, ὅτι ἐπένθησε λαὸς αὐτοῦ ἐπ᾿ αὐτόν· καὶ καθὼς παρεπίκραναν αὐτόν, ἐπιχαροῦνται ἐπὶ τὴν δόξαν αὐτοῦ, ὅτι μετῳκίσθη ἀπ᾿ αὐτοῦ. 6 καὶ αὐτὸν εἰς ᾿Ασσυρίους δήσαντες ἀπήνεγκαν ξένια τῷ βασιλεῖ ᾿Ιαρείμ· ἐν δόματι ᾿Εφραὶμ δέξεται, καὶ αἰσχυνθήσεται ᾿Ισραὴλ ἐν τῇ βουλῇ αὐτοῦ. 7 ἀπέρριψε Σαμάρεια βασιλέα αὐτῆς ὡς φρύγανον ἐπὶ προσώπου ὕδατος. 8 καὶ ἐξαρθήσονται βωμοὶ ῏Ων, ἁμαρτήματα τοῦ ᾿Ισραήλ· ἄκανθαι καὶ τρίβολοι ἀναβήσονται ἐπὶ τὰ θυσιαστήρια αὐτῶν· καὶ ἐροῦσι τοῖς ὄρεσι· καλύψατε ἡμᾶς, καὶ τοῖς βουνοῖς· πέσατε ἐφ᾿ ἡμᾶς. 9 ᾿Αφ᾿ οὗ οἱ βουνοί, ἥμαρτεν ᾿Ισραήλ, ἐκεῖ ἔστησαν· οὐ μὴ καταλάβῃ αὐτοὺς ἐν τῷ βουνῷ πόλεμος ἐπὶ τὰ τέκνα ἀδικίας; 10 ἦλθε παιδεῦσαι αὐτούς, καὶ συναχθήσονται ἐπ᾿ αὐτοὺς λαοὶ ἐν τῷ παιδεύεσθαι αὐτοὺς ἐν ταῖς δυσὶν ἀδικίαις αὐτῶν. 11 ᾿Εφραὶμ δάμαλις δεδιδαγμένη ἀγαπᾶν νεῖκος, ἐγὼ δὲ ἀπελεύσομαι ἐπὶ τὸ κάλλιστον τοῦ τραχήλου αὐτῆς· ἐπιβιβῶ ᾿Εφραὶμ καὶ παρασιωπήσομαι ᾿Ιούδαν, ἐνισχύσει αὐτῷ ᾿Ιακώβ. 12 σπείρατε ἑαυτοῖς εἰς δικαιοσύνην, τρυγήσατε εἰς καρπὸν ζωῆς, φωτίσατε ἑαυτοῖς φῶς γνώσεως, ἐκζητήσατε τὸν Κύριον ἕως τοῦ ἐλθεῖν γενήματα δικαιοσύνης ὑμῖν. 13 ἱνατὶ παρεσιωπήσατε ἀσέβειαν καὶ τὰς ἀδικίας αὐτῆς ἐτρυγήσατε; ἐφάγετε καρπὸν ψευδῆ, ὅτι ἤλπισας ἐν τοῖς ἁμαρτήμασί σου, ἐν πλήθει δυνάμεώς σου. 14 καὶ ἐξαναστήσεται ἀπώλεια ἐν τῷ λαῷ σου, καὶ πάντα τὰ περιτετειχισμένα σου οἰχήσεται· ὡς ἄρχων Σαλαμὰν ἐκ τοῦ οἴκου τοῦ ῾Ιεροβάαλ, ἐν ἡμέραις πολέμου μητέρα ἐπὶ τέκνοις ἠδάφισαν. 15 οὕτως ποιήσω ὑμῖν, οἶκος τοῦ ᾿Ισραήλ, ἀπὸ προσώπου ἀδικίας κακιῶν ὑμῶν.
ΚΕΦΑΛΑΙΟΝ 9
ΜΗ χαῖρε ᾿Ισραήλ, μηδὲ εὐφραίνου καθὼς οἱ λαοί, διότι ἐπόρνευσας ἀπὸ τοῦ Θεοῦ σου· ἠγάπησας δόματα ἐπὶ πάντα ἅλωνα σίτου. 2 ἅλων καὶ ληνὸς οὐκ ἔγνω αὐτούς, καὶ ὁ οἶνος ἐψεύσατο αὐτούς. 3 οὐ κατῴκησαν ἐν τῇ γῇ τοῦ Κυρίου· κατῴκησεν ᾿Εφραὶμ Αἴγυπτον, καὶ ἐν ᾿Ασσυρίοις ἀκάθαρτα φάγονται. 4 οὐκ ἔσπεισαν τῷ Κυρίῳ οἶνον καὶ οὐχ ἥδυναν αὐτῷ· αἱ θυσίαι αὐτῶν ὡς ἄρτος πένθους αὐτοῖς, πάντες οἱ ἐσθίοντες αὐτὰ μιανθήσονται, διότι οἱ ἄρτοι αὐτῶν ταῖς ψυχαῖς αὐτῶν οὐκ εἰσελεύσονται εἰς τὸν οἶκον Κυρίου. 5 τί ποιήσετε ἐν ἡμέραις πανηγύρεως καὶ ἐν ἡμέρᾳ ἑορτῆς τοῦ Κυρίου; 6 διὰ τοῦτο ἰδοὺ πορεύσονται ἐκ ταλαιπωρίας Αἰγύπτου, καὶ ἐκδέξεται αὐτοὺς Μέμφις, καὶ θάψει αὐτοὺς Μαχμάς· τὸ ἀργύριον αὐτῶν ὄλεθρος κληρονομήσει αὐτό, ἄκανθαι ἐν τοῖς σκηνώμασιν αὐτῶν. 7 ἥκασιν αἱ ἡμέραι τῆς ἐκδικήσεως, ἥκασιν αἱ ἡμέραι τῆς ἀνταποδόσεώς σου, καὶ κακωθήσεται ᾿Ισραὴλ ὥσπερ ὁ προφήτης ὁ παρεξεστηκώς, ἄνθρωπος ὁ πνευματοφόρος· ὑπὸ τοῦ πλήθους τῶν ἀδικιῶν σου ἐπληθύνθη μανία σου. 8 σκοπὸς ᾿Εφραὶμ μετὰ Θεοῦ· προφήτης, παγὶς σκολιὰ ἐπὶ πάσας τὰς ὁδοὺς αὐτοῦ· μανίαν ἐν οἴκῳ Κυρίου κατέπηξαν. 9 ἐφθάρησαν κατὰ τὰς ἡμέρας τοῦ βουνοῦ· μνησθήσεται ἀδικίας αὐτῶν, ἐκδικήσει ἁμαρτίας αὐτῶν. 10 ῾Ως σταφυλὴν ἐν ἐρήμῳ εὗρον τὸν ᾿Ισραὴλ καὶ ὡς σκοπὸν ἐν συκῇ πρώϊμον πατέρας αὐτῶν εἶδον· αὐτοὶ εἰσῆλθον πρὸς τὸν Βεελφεγὼρ καὶ ἀπηλλοτριώθησαν εἰς αἰσχύνην, καὶ ἐγένοντο οἱ ἐβδελυγμένοι ὡς οἱ ἠγαπημένοι. 11 ᾿Εφραὶμ ὡς ὄρνεον ἐξεπετάσθη, αἱ δόξαι αὐτῶν ἐκ τόκων καὶ ὠδίνων καὶ συλλήψεων· 12 διότι καὶ ἐὰν ἐκθρέψωσι τὰ τέκνα αὐτῶν, ἀτεκνωθήσονται ἐξ ἀνθρώπων· διότι καὶ οὐαὶ αὐτοῖς ἐστι, σάρξ μου ἐξ αὐτῶν. 13 ᾿Εφραίμ, ὃν τρόπον εἶδον. εἰς θήραν παρέστησαν τὰ τέκνα αὐτῶν, καὶ ᾿Εφραὶμ τοῦ ἐξαγαγεῖν εἰς ἀποκέντησιν τὰ τέκνα αὐτοῦ. 14 δὸς αὐτοῖς, Κύριε· τί δώσεις αὐτοῖς; δὸς αὐτοῖς μήτραν ἀτεκνοῦσαν καὶ μαστούς ξηρούς. 15 πᾶσαι αἱ κακίαι αὐτῶν ἐν Γαλγάλ, ὅτι ἐκεῖ ἐμίσησα αὐτούς· διὰ τὰς κακίας τῶν ἐπιτηδευμάτων αὐτῶν ἐκ τοῦ οἴκου μου ἐκβαλῶ αὐτούς, οὐ μὴ προσθήσω τοῦ ἀγαπῆσαι αὐτούς· πάντες οἱ ἄρχοντες αὐτῶν ἀπειθοῦντες. 16 ἐπόνεσεν ᾿Εφραίμ· τὰς ρίζας αὐτοῦ ἐξηράνθη, καρπὸν οὐκ ἔτι μὴ ἐνέγκῃ· διότι καὶ ἐὰν γεννήσωσιν, ἀποκτενῶ τὰ ἐπιθυμήματα κοιλίας αὐτῶν. 17 ἀπώσεται αὐτοὺς ὁ Θεός, ὅτι οὐκ εἰσήκουσαν αὐτοῦ, καὶ ἔσονται πλανῆται ἐν τοῖς ἔθνεσιν.
ΚΕΦΑΛΑΙΟΝ 8
ΕΙΣ κόλπον αὐτῶν ὡς γῆ, ὡς ἀετὸς ἐπὶ οἶκον Κυρίου, ἀνθ᾿ ὧν παρέβησαν τὴν διαθήκην μου καὶ κατὰ τοῦ νόμου μου ἠσέβησαν. 2 ἐμὲ κεκράξονται· ὁ Θεός, ἐγνώκαμέν σε. 3 ὅτι ᾿Ισραὴλ ἀπεστρέψατο ἀγαθά, ἐχθρὸν κατεδίωξαν. 4 ἑαυτοῖς ἐβασίλευσαν καὶ οὐ δι᾿ ἐμοῦ· ἦρξαν καὶ οὐκ ἐγνώρισάν μοι· τὸ ἀργύριον αὐτῶν καὶ τὸ χρυσίον αὐτῶν ἐποίησαν ἑαυτοῖς εἴδωλα, ὅπως ἐξολοθρευθῶσιν. 5 ἀπότριψαι τὸν μόσχον σου, Σαμάρεια· παρωξύνθη ὁ θυμός μου ἐπ᾿ αὐτούς· ἕως τίνος οὐ μὴ δύνωνται καθαρισθῆναι ἐν τῷ ᾿Ισραήλ; 6 καὶ αὐτὸ τέκτων ἐποίησε, καὶ οὐ θεός ἐστι· διότι πλανῶν ἦν ὁ μόσχος σου, Σαμάρεια. 7 ὅτι ἀνεμόφθορα ἔσπειραν, καὶ ἡ καταστροφὴ αὐτῶν ἐκδέξεται αὐτά· δράγμα οὐκ ἔχον ἰσχὺν τοῦ ποιῆσαι ἄλευρον· ἐὰν δὲ καὶ ποιήσῃ, ἀλλότριοι καταφάγονται αὐτό. 8 κατεπόθη ᾿Ισραήλ, νῦν ἐγένετο ἐν τοῖς ἔθνεσιν ὡς σκεῦος ἄχρηστον, 9 ὅτι αὐτοὶ ἀνέβησαν εἰς ᾿Ασσυρίους· ἀνέθαλε καθ᾿ ἑαυτὸν ᾿Εφραίμ, δῶρα ἠγάπησαν· 10 διὰ τοῦτο παραδοθήσονται ἐν τοῖς ἔθνεσι. νῦν εἰσδέξομαι αὐτούς, καὶ κοπάσουσι μικρὸν τοῦ χρίειν βασιλέα καὶ ἄρχοντας. 11 ὅτι ἐπλήθυνεν ᾿Εφραὶμ θυσιαστήρια, εἰς ἁμαρτίας ἐγένοντο αὐτῷ θυσιαστήρια ἠγαπημένα. 12 καταγράψω αὐτῷ πλῆθος καὶ τὰ νόμιμα αὐτοῦ, εἰς ἀλλότρια ἐλογίσθησαν θυσιαστήρια τὰ ἠγαπημένα. 13 διότι ἐὰν θύσωσι θυσίαν καὶ φάγωσι κρέα, Κύριος οὐ προσδέξεται αὐτά· νῦν μνησθήσεται τὰς ἀδικίας αὐτῶν καὶ ἐκδικήσει τὰς ἁμαρτίας αὐτῶν. αὐτοὶ εἰς Αἴγυπτον ἀπέστρεψαν καὶ ἐν ᾿Ασσυρίοις ἀκάθαρτα φάγονται. 14 καὶ ἐπελάθετο ᾿Ισραὴλ τοῦ ποιήσαντος αὐτὸν καὶ ᾠκοδόμησαν τεμένη, καὶ ᾿Ιούδας ἐπλήθυνε πόλεις τετειχισμένας· καὶ ἐξαποστελῶ πῦρ εἰς τὰς πόλεις αὐτοῦ, καὶ καταφάγεται τὰ θεμέλια αὐτῶν.
ΚΕΦΑΛΑΙΟΝ 7
ΚΑΙ ἀποκαλυφθήσεται ἡ ἀδικία ᾿Εφραὶμ καὶ ἡ κακία Σαμαρείας, ὅτι εἰργάσαντο ψευδῆ· καὶ κλέπτης πρὸς αὐτὸν εἰσελεύσεται, ἐκδιδύσκων λῃστὴς ἐν τῇ ὁδῷ αὐτοῦ, 2 ὅπως συνᾴδωσιν ὡς ᾄδοντες τῇ καρδίᾳ αὐτῶν. πάσας τὰς κακίας αὐτῶν ἐμνήσθην· νῦν ἐκύκλωσαν αὐτοὺς τὰ διαβούλια αὐτῶν, ἀπέναντι τοῦ προσώπου μου ἐγένοντο. 3 ἐν ταῖς κακίαις αὐτῶν εὔφραναν βασιλεῖς καὶ ἐν τοῖς ψεύδεσιν αὐτῶν ἄρχοντας· 4 πάντες μοιχεύοντες, ὡς κλίβανος καιόμενος εἰς πέψιν κατακαύματος ἀπὸ τῆς φλογός, ἀπὸ φυράσεως στέατος ἕως τοῦ ζυμωθῆναι αὐτό. 5 αἱ ἡμέραι τῶν βασιλέων ὑμῶν, ἤρξαντο οἱ ἄρχοντες θυμοῦσθαι ἐξ οἴνου, ἐξέτεινε τὴν χεῖρα αὐτοῦ μετὰ λοιμῶν· 6 διότι ἀνεκαύθησαν ὡς κλίβανος αἱ καρδίαι αὐτῶν, ἐν τῷ καταράσσειν αὐτούς, ὅλην τὴν νύκτα ὅπου ᾿Εφραὶμ ἐνεπλήσθη, πρωΐ ἐγενήθη, ἀνεκαύθη ὡς πυρὸς φέγγος. 7 πάντες ἐθερμάνθησαν ὡς κλίβανος καὶ κατέφαγον τοὺς κριτὰς αὐτῶν· πάντες οἱ βασιλεῖς αὐτῶν ἔπεσαν, οὐκ ἦν ἐν αὐτοῖς ὁ ἐπικαλούμενος πρός με. 8 ᾿Εφραὶμ ἐν τοῖς λαοῖς αὐτοῦ συνεμίγνυτο, ᾿Εφραὶμ ἐγένετο ἐγκρυφίας οὐ μεταστρεφόμενος. 9 κατέφαγον ἀλλότριοι τὴν ἰσχὺν αὐτοῦ, αὐτὸς δὲ οὐκ ἔγνω· καὶ πολιαὶ ἐξήνθησαν αὐτῷ, καὶ αὐτὸς οὐκ ἔγνω. 10 καὶ ταπεινωθήσεται ἡ ὕβρις ᾿Ισραὴλ εἰς πρόσωπον αὐτοῦ, καὶ οὐκ ἐπέστρεψαν πρὸς Κύριον τὸν Θεὸν αὐτῶν καὶ οὐκ ἐξεζήτησαν αὐτὸν ἐν πᾶσι τούτοις. 11 καὶ ἦν ᾿Εφραὶμ ὡς περιστερὰ ἄνους οὐχ ἔχουσα καρδίαν· Αἴγυπτον ἐπεκαλεῖτο καὶ εἰς ᾿Ασσυρίους ἐπορεύθησαν. 12 καθὼς ἂν πορεύωνται, ἐπιβαλῶ ἐπ᾿ αὐτοὺς τὸ δίκτυόν μου· καθὼς τὰ πετεινὰ τοῦ οὐρανοῦ κατάξω αὐτούς, παιδεύσω αὐτοὺς ἐν τῇ ἀκοῇ τῆς θλίψεως αὐτῶν. 13 οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ᾿ ἐμοῦ· δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμέ· ἐγὼ δὲ ἐλυτρωσάμην αὐτούς, αὐτοὶ δὲ κατελάλησαν κατ᾿ ἐμοῦ ψευδῆ. 14 καὶ οὐκ ἐβόησαν πρός με αἱ καρδίαι αὐτῶν, ἀλλ᾿ ἢ ὠλόλυζον ἐν ταῖς κοίταις αὐτῶν· ἐπὶ σίτῳ καὶ οἴνῳ κατετέμνοντο. 15 ἐπαιδεύθησαν ἐν ἐμοί, κἀγὼ κατίσχυσα τοὺς βραχίονας αὐτῶν, καὶ εἰς ἐμὲ ἐλογίσαντο πονηρά. 16 ἀπεστράφησαν εἰς οὐδέν, ἐγένοντο ὡς τόξον ἐντεταμένον· πεσοῦνται ἐν ρομφαίᾳ οἱ ἄρχοντες αὐτῶν δι᾿ ἀπαιδευσίαν γλώσσης αὐτῶν· οὗτος ὁ φαυλισμὸς αὐτῶν ἐν γῇ Αἰγύπτῳ.
ΚΕΦΑΛΑΙΟΝ 6
ΠΟΡΕΥΘΩΜΕΝ καὶ ἐπιστρέψωμεν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ὅτι αὐτὸς ἥρπακε καὶ ἰάσεται ἡμᾶς, πατάξει καὶ μοτώσει ἡμᾶς· 2 ὑγιάσει ἡμᾶς μετὰ δύο ἡμέρας, ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ἐξαναστησόμεθα καὶ ζησόμεθα ἐνώπιον αὐτοῦ 3 καὶ γνωσόμεθα· διώξωμεν τοῦ γνῶναι τὸν Κύριον, ὡς ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτόν, καὶ ἥξει ὡς ὑετὸς ἡμῖν πρώϊμος καὶ ὄψιμος γῇ. 4 τί σοι ποιήσω ᾿Εφραίμ; τί σοι ποιήσω ᾿Ιούδα; τὸ δὲ ἔλεος ὑμῶν ὡς νεφέλη πρωϊνὴ καὶ ὡς δρόσος ὀρθρινὴ πορευομένη. 5 Διὰ τοῦτο ἀπεθέρισα τοὺς προφήτας ὑμῶν, ἀπέκτεινα αὐτοὺς ἐν ρήματι στόματός μου, καὶ τὸ κρίμα μου ὡς φῶς ἐξελεύσεται· 6 διότι ἔλεος θέλω καὶ οὐ θυσίαν καὶ ἐπίγνωσιν Θεοῦ ἢ ὁλοκαυτώματα. 7 αὐτοὶ δέ εἰσιν ὡς ἄνθρωπος παραβαίνων διαθήκην· ἐκεῖ κατεφρόνησέ μου 8 Γαλαὰδ πόλις ἐργαζομένη μάταια, ταράσσουσα ὕδωρ, 9 καὶ ἡ ἰσχύς σου ἀνδρὸς πειρατοῦ· ἔκρυψαν ἱερεῖς ὁδόν, ἐφόνευσαν Σίκιμα, ὅτι ἀνομίαν ἐποίησαν. 10 ἐν τῷ οἴκῳ τοῦ ᾿Ισραὴλ εἶδον φρικώδη ἐκεῖ, πορνείαν τοῦ ᾿Εφραίμ· ἐμιάνθη ᾿Ισραὴλ καὶ ᾿Ιούδα. 11 ἄρχου τρυγᾶν σεαυτῷ ἐν τῷ ἐπιστρέφειν με τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐν τῷ ἰάσασθαί με τὸν ᾿Ισραήλ.
ΚΕΦΑΛΑΙΟΝ 5
ΑΚΟΥΣΑΤΕ ταῦτα, οἱ ἱερεῖς, καὶ προσέχετε, οἶκος ᾿Ισραήλ, καὶ ὁ οἶκος τοῦ βασιλέως, ἐνωτίζεσθε, διότι πρὸς ὑμᾶς ἐστι τὸ κρίμα· ὅτι παγὶς ἐγενήθητε τῇ σκοπιᾷ καὶ ὡς δίκτυον ἐκτεταμένον ἐπὶ τὸ ᾿Ιταβύριον, 2 ὃ οἱ ἀγρεύοντες τὴν θήραν κατέπηξαν. ἐγὼ δὲ παιδευτὴς ὑμῶν· 3 ἐγὼ ἔγνων τὸν ᾿Εφραίμ, καὶ ᾿Ισραὴλ οὐκ ἀπέστη ἀπ᾿ ἐμοῦ· διότι νῦν ἐξεπόρνευσεν ᾿Εφραίμ, ἐμιάνθη ᾿Ισραήλ. 4 οὐκ ἔδωκαν τὰ διαβούλια αὐτῶν τοῦ ἐπιστρέψαι πρὸς τὸν Θεὸν αὐτῶν, ὅτι πνεῦμα πορνείας ἐν αὐτοῖς ἐστι, τὸν δὲ Κύριον οὐκ ἐπέγνωσαν. 5 καὶ ταπεινωθήσεται ἡ ὕβρις τοῦ ᾿Ισραὴλ εἰς πρόσωπον αὐτοῦ, καὶ ᾿Ισραὴλ καὶ ᾿Εφραὶμ ἀσθενήσουσιν ἐν ταῖς ἀδικίαις αὐτῶν, καὶ ἀσθενήσει καὶ ᾿Ιούδας μετ᾿ αὐτῶν. 6 μετὰ προβάτων καὶ μόσχων πορεύσονται τοῦ ἐκζητῆσαι τὸν Κύριον καὶ οὐ μὴ εὕρωσιν αὐτόν, ὅτι ἐκκέκλικεν ἀπ᾿ αὐτῶν, 7 ὅτι τὸν Κύριον ἐγκατέλιπον, ὅτι τέκνα ἀλλότρια ἐγεννήθησαν αὐτοῖς· νῦν καταφάγεται αὐτοὺς ἡ ἐρυσίβη, καὶ τοὺς κλήρους αὐτῶν. 8 Σαλπίσατε σάλπιγγι ἐπὶ τοὺς βουνούς, ἠχήσατε ἐπὶ τῶν ὑψηλῶν, κηρύξατε ἐν τῷ οἴκῳ ῏Ων· ἐξέστη Βενιαμίν, 9 ᾿Εφραὶμ εἰς ἀφανισμὸν ἐγένετο ἐν ἡμέραις ἐλέγχου· ἐν ταῖς φυλαῖς τοῦ ᾿Ισραὴλ ἔδειξα πιστά. 10 ἐγένοντο οἱ ἄρχοντες ᾿Ιούδα ὡς μετατιθέντες ὅρια, ἐπ᾿ αὐτοὺς ἐκχεῶ ὡς ὕδωρ τὸ ὅρμημά μου. 11 κατεδυνάστευσεν ᾿Εφραὶμ τὸν ἀντίδικον αὐτοῦ, κατεπάτησε κρίμα, ὅτι ἤρξατο πορεύεσθαι ὀπίσω τῶν ματαίων. 12 καὶ ἐγὼ ὡς ταραχὴ τῷ ᾿Εφραὶμ καὶ ὡς κέντρον τῷ οἴκῳ ᾿Ιούδα. 13 καὶ εἶδεν ᾿Εφραὶμ τὴν νόσον αὐτοῦ καὶ ᾿Ιούδας τὴν ὀδύνην αὐτοῦ, καὶ ἐπορεύθη ᾿Εφραὶμ πρὸς ᾿Ασσυρίους καὶ ἀπέστειλε πρέσβεις πρὸς βασιλέα ᾿Ιαρείμ· καὶ αὐτὸς οὐκ ἠδυνάσθη ἰάσασθαι ὑμᾶς, καὶ οὐ μὴ διαπαύσῃ ἐξ ὑμῶν ὀδύνη. 14 διότι ἐγώ εἰμι ὡς πανθὴρ τῷ ᾿Εφραὶμ καὶ ὡς λέων τῷ οἴκῳ ᾿Ιούδα· καὶ ἐγὼ ἁρπῶμαι καὶ πορεύσομαι καὶ λήψομαι, καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος. 15 πορεύσομαι καὶ ἐπιστρέψω εἰς τὸν τόπον μου, ἕως οὗ ἀφανισθῶσι· καὶ ζητήσουσι τὸ πρόσωπόν μου, ἐν θλίψει αὐτῶν ὀρθριοῦσι πρός με λέγοντες·