Δευτέρα 29 Ιουνίου 2020

ΣΟΦΙΑ ΣΕΙΡΑΧ

ΚΕΦΑΛΑΙΟΝ 33 


Τῼ φοβουμένῳ Κύριον οὐκ ἀπαντήσει κακόν, ἀλλ᾿ ἐν πειρασμῷ καὶ πάλιν ἐξελεῖται. 2 ἀνὴρ σοφὸς οὐ μισήσει νόμον, ὁ δὲ ὑποκρινόμενος ἐν αὐτῷ, ὡς ἐν καταιγίδι πλοῖον. 3 ἄνθρωπος συνετὸς ἐμπιστεύσει νόμῳ, καὶ ὁ νόμος αὐτῷ πιστὸς ὡς ἐρώτημα δήλων. 4 ἑτοίμασον λόγον καὶ οὕτως ἀκουσθήσῃ, σύνδησον παιδείαν καὶ ἀποκρίθητι. 5 τροχὸς ἁμάξης σπλάγχνα μωροῦ, καὶ ὡς ἄξων στρεφόμενος ὁ διαλογισμὸς αὐτοῦ. 6 ἵππος εἰς ὀχείαν ὡς φίλος μωκός, ὑποκάτω παντὸς ἐπικαθημένου χρεμετίζει. 7 Διατί ἡμέρα ἡμέρας ὑπερέχει, καὶ πᾶν φῶς ἡμέρας ἐνιαυτοῦ ἀφ᾿ ἡλίου; 8 ἐν γνώσει Κυρίου διεχωρίσθησαν, καὶ ἠλλοίωσε καιροὺς καὶ ἑορτάς· 9 ἀπ᾿ αὐτῶν ἀνύψωσε καὶ ἡγίασε καὶ ἐξ αὐτῶν ἔθηκεν εἰς ἀριθμὸν ἡμερῶν. 10 καὶ ἄνθρωποι πάντες ἀπὸ ἐδάφους, καὶ ἐκ γῆς ἐκτίσθη ᾿Αδάμ. 11 ἐν πλήθει ἐπιστήμης Κύριος διεχώρισεν αὐτοὺς καὶ ἠλλοίωσε τὰς ὁδοὺς αὐτῶν. 12 ἐξ αὐτῶν εὐλόγησε καὶ ἀνύψωσε καὶ ἐξ αὐτῶν ἡγίασε, καὶ πρὸς αὐτὸν ἤγγισεν· ἀπ᾿ αὐτῶν κατηράσατο καὶ ἐταπείνωσε καὶ ἀνέστρεψεν αὐτοὺς ἀπὸ στάσεως αὐτῶν. 13 ὡς πηλὸς κεραμέως ἐν χειρὶ αὐτοῦ —πᾶσαι αἱ ὁδοὶ αὐτοῦ κατὰ τὴν εὐδοκίαν αὐτοῦ—, οὕτως ἄνθρωποι ἐν χειρὶ τοῦ ποιήσαντος αὐτοὺς ἀποδοῦναι αὐτοῖς κατὰ τὴν κρίσιν αὐτοῦ. 14 ἀπέναντι τοῦ κακοῦ τὸ ἀγαθὸν καὶ ἀπέναντι τοῦ θανάτου ἡ ζωή· οὕτως ἀπέναντι εὐσεβοῦς ἁμαρτωλός. 15 καὶ οὕτως ἔμβλεψον εἰς πάντα τὰ ἔργα τοῦ ῾Υψίστου, δύο δύο, ἓν κατέναντι τοῦ ἑνός. 16 Κἀγὼ ἔσχατος ἠγρύπνησα ὡς καλαμώμενος ὀπίσω τρυγητῶν· 17 ἐν εὐλογίᾳ Κυρίου ἔφθασα καὶ ὡς τρυγῶν ἐπλήρωσα ληνόν. 18 κατανοήσατε ὅτι οὐκ ἐμοὶ μόνῳ ἐκοπίασα, ἀλλὰ πᾶσι τοῖς ζητοῦσι παιδείαν. 19 ἀκούσατέ μου, μεγιστάνες λαοῦ, καὶ οἱ ἡγούμενοι ἐκκλησίας, ἐνωτίσασθε· 20 υἱῷ καὶ γυναικί, ἀδελφῷ καὶ φίλῳ μὴ δῷς ἐξουσίαν ἐπὶ σὲ ἐν ζωῇ σου· καὶ μὴ δῷς ἑτέρῳ τὰ χρήματά σου, ἵνα μὴ μεταμεληθεὶς δέῃ περὶ αὐτῶν. 21 ἕως ἔτι ζῇς καὶ πνοὴ ἐν σοί, μὴ ἀλλάξῃς σεαυτὸν πάσῃ σαρκί. 22 κρείσσων γάρ ἐστι τὰ τέκνα δεηθῆναί σου ἢ σὲ ἐμβλέπειν εἰς χεῖρας υἱῶν σου. 23 ἐν πᾶσι τοῖς ἔργοις σου γίνου ὑπεράγων, μὴ δῷς μῶμον ἐν τῇ δόξῃ σου. 24 ἐν ἡμέρᾳ συντελείας ἡμερῶν ζωῆς σου καὶ ἐν καιρῷ τελευτῆς διάδος κληρονομίαν. ΠΕΡΙ ΔΟΥΛΩΝ.— 25 Χορτάσματα καὶ ράβδος καὶ φορτία ὄνῳ, ἄρτος καὶ παιδεία καὶ ἔργον οἰκέτῃ. 26 ἔργασαι ἐν παιδί, καὶ εὑρήσεις ἀνάπαυσιν· ἄνες χεῖρας αὐτῷ, καὶ ζητήσει ἐλευθερίαν. 27 ζυγὸς καὶ ἱμὰς κάμψουσι τράχηλον, καὶ οἰκέτῃ κακούργῳ στρέβλαι καὶ βάσανοι. 28 ἔμβαλε αὐτὸν εἰς ἐργασίαν. ἵνα μὴ ἀργῇ, πολλὴν γὰρ κακίαν ἐδίδαξεν ἡ ἀργία. 29 εἰς ἔργα κατάστησον, καθὼς πρέπει αὐτῷ, κἂν μὴ πειθαρχῇ, βάρυνον τὰς πέδας αὐτοῦ. 30 καὶ μὴ περισσεύσῃς ἐν πάσῃ σαρκί, καὶ ἄνευ κρίσεως μὴ ποιήσῃς μηδέν. 31 εἰ ἔστι σοι οἰκέτης, ἔστω ὡς σύ, ὅτι ἐν αἵματι ἐκτήσω αὐτόν. 32 εἰ ἔστι σοι οἰκέτης, ἄγε αὐτὸν ὡς ἀδελφόν, ὅτι ὡς ἡ ψυχή σου ἐπιδεήσεις αὐτοῦ. 33 ἐὰν κακώσῃς αὐτὸν καὶ ἀπάρας ἀποδρᾷ, ἐν ποίᾳ ὁδῷ ζητήσεις αὐτόν;

Παρασκευή 26 Ιουνίου 2020

ΣΟΦΙΑ ΣΕΙΡΑΧ

ΚΕΦΑΛΑΙΟΝ 32 


ΠΕΡΙ ΗΓΟΥΜΕΝΩΝ.— ῾Ηγούμενόν σε κατέστησαν; μὴ ἐπαίρου· γίνου ἐν αὐτοῖς ὡς εἷς ἐξ αὐτῶν, φρόντισον αὐτῶν καὶ οὕτω κάθισον. 2 καὶ πᾶσαν τὴν χρείαν σου ποιήσας ἀνάπεσε, ἵνα εὐφρανθῇς δι᾿ αὐτοὺς καὶ εὐκοσμίας χάριν λάβῃς στέφανον. 3 λάλησον, πρεσβύτερε, πρέπει γάρ σοι, ἐν ἀκριβεῖ ἐπιστήμῃ καὶ μὴ ἐμποδίσῃς μουσικά. 4 ὅπου ἀκρόαμα, μὴ ἐκχέῃς λαλιὰν καὶ ἀκαίρως μὴ σοφίζου. 5 σφραγὶς ἄνθρακος ἐπὶ κόσμῳ χρυσῷ, σύγκριμα μουσικῶν ἐν συμποσίῳ οἴνου. 6 ἐν κατασκευάσματι χρυσῷ σφραγὶς σμαράγδου, μέλος μουσικὸν ἐφ᾿ ἡδεῖ οἴνῳ. 7 Λάλησον, νεανίσκε, εἰ χρεία σου, μόλις δὶς ἐὰν ἐπερωτηθῇς· 8 κεφαλαίωσον λόγον, ἐν ὀλίγοις πολλά· γίνου ὡς γινώσκων καὶ ἅμα σιωπῶν. 9 ἐν μέσῳ μεγιστάνων μὴ ἐξισάζου καὶ ἑτέρου λέγοντος μὴ πολλὰ ἀδολέσχει. 10 πρὸ βροντῆς κατασπεύδει ἀστραπή, καὶ πρὸ αἰσχυντηροῦ προελεύσεται χάρις. 11 ἐν ὥρᾳ ἐξεγείρου καὶ μὴ οὐράγει, ἀπότρεχε εἰς οἶκον καὶ μὴ ρᾳθύμει· 12 ἐκεῖ παῖζε καὶ ποίει τὰ ἐνθυμήματά σου καὶ μὴ ἁμάρτῃς λόγῳ ὑπερηφάνῳ. 13 καὶ ἐπὶ τούτοις εὐλόγησον τὸν ποιήσαντά σε καὶ μεθύσκοντά σε ἀπὸ τῶν ἀγαθῶν αὐτοῦ. 14 ῾Ο φοβούμενος Κύριον ἐκδέξεται παιδείαν, καὶ οἱ ὀρθρίζοντες εὑρήσουσιν εὐδοκίαν. 15 ὁ ζητῶν νόμον ἐμπλησθήσεται αὐτοῦ, καὶ ὁ ὑποκρινόμενος σκανδαλισθήσεται ἐν αὐτῷ. 16 οἱ φοβούμενοι Κύριον εὑρήσουσι κρίμα καὶ δικαιώματα ὡς φῶς ἐξάψουσιν. 17 ἄνθρωπος ἁμαρτωλὸς ἐκκλίνει ἐλεγμὸν καὶ κατὰ τὸ θέλημα αὐτοῦ εὑρήσει σύγκριμα. 18 ᾿Ανὴρ βουλῆς οὐ μὴ παρίδῃ διανόημα, ἀλλότριος καὶ ὑπερήφανος οὐ καταπτήξει φόβον, καὶ μετὰ τὸ ποιῆσαι μετ᾿ αὐτοῦ ἄνευ βουλῆς. 19 ἄνευ βουλῆς μηθὲν ποιήσῃς καὶ ἐν τῷ ποιῆσαί σε μὴ μεταμελοῦ. 20 ἐν ὁδῷ ἀντιπτώματος μὴ πορεύου καὶ μὴ προσκόψῃς ἐν λιθώδεσι. 21 μὴ πιστεύσῃς ἐν ὁδῷ ἀπροσκόπῳ, 22 καὶ ἀπὸ τῶν τέκνων σου φύλαξαι. 23 ἐν παντὶ ἔργῳ πίστευε τῇ ψυχῇ σου, καὶ γὰρ τοῦτό ἐστι τήρησις ἐντολῶν. 24 ὁ πιστεύων νόμῳ προσέχει ἐντολαῖς, καὶ ὁ πεποιθὼς Κυρίῳ οὐκ ἐλαττωθήσεται.

Πέμπτη 25 Ιουνίου 2020

ΣΟΦΙΑ ΣΕΙΡΑΧ

ΚΕΦΑΛΑΙΟΝ 31 


ΑΓΡΥΠΝΙΑ πλούτου ἐκτήκει σάρκας, καὶ ἡ μέριμνα αὐτοῦ ἀφιστᾷ ὕπνον. 2 μέριμνα ἀγρυπνίας ἀπαιτήσει νυσταγμόν, καὶ ἀρρώστημα βαρὺ ἐκνήψει ὕπνος. 3 ἐκοπίασε πλούσιος ἐν συναγωγῇ χρημάτων καὶ ἐν τῇ ἀναπαύσει ἐμπίπλαται τῶν τρυφημάτων αὐτοῦ. 4 ἐκοπίασε πτωχὸς ἐν ἐλαττώσει βίου καὶ ἐν τῇ ἀναπαύσει ἐπιδεὴς γίνεται. 5 ὁ ἀγαπῶν χρυσίον οὐ δικαιωθήσεται, καὶ ὁ διώκων διαφθορὰν αὐτὸς πλησθήσεται. 6 πολλοὶ ἐδόθησαν εἰς πτῶμα χάριν χρυσίου, καὶ ἐγενήθη ἀπώλεια αὐτῶν κατὰ πρόσωπον αὐτῶν. 7 ξύλον προσκόμματός ἐστι τοῖς ἐνθουσιάζουσιν αὐτῷ, καὶ πᾶς ἄφρων ἁλώσεται ἐν αὐτῷ. 8 μακάριος πλούσιος, ὃς εὑρέθη ἄμωμος καὶ ὃς ὀπίσω χρυσίου οὐκ ἐπορεύθη· 9 τίς ἐστι; καὶ μακαριοῦμεν αὐτόν, ἐποίησε γὰρ θαυμάσια ἐν λαῷ αὐτοῦ. 10 τίς ἐδοκιμάσθη ἐν αὐτῷ καὶ ἐτελειώθη; καὶ ἔσται αὐτῷ εἰς καύχησιν. τίς ἐδύνατο παραβῆναι καὶ οὐ παρέβη, καὶ ποιῆσαι κακὰ καὶ οὐκ ἐποίησε; 11 στερεωθήσεται τὰ ἀγαθὰ αὐτοῦ, καὶ τὰς ἐλεημοσύνας αὐτοῦ ἐκδιηγήσεται ἐκκλησία. 12 ᾿Επὶ τραπέζης μεγάλης ἐκάθισας, μὴ ἀνοίξῃς ἐπ᾿ αὐτῆς φάρυγγά σου καὶ μὴ εἴπῃς· πολλά γε τὰ ἐπ᾿ αὐτῆς. 13 μνήσθητι ὅτι κακὸν ὀφθαλμὸς πονηρός· πονηρότερον ὀφθαλμοῦ τί ἔκτισται; διὰ τοῦτο ἀπὸ παντὸς προσώπου δακρύει. 14 οὗ ἐὰν ἐπιβλέψῃ, μὴ ἐκτείνῃς χεῖρα καὶ μὴ συνθλίβου αὐτῷ ἐν τρυβλίῳ. 15 νόει τὰ τοῦ πλησίον ἐκ σεαυτοῦ καὶ ἐπὶ παντὶ πράγματι διανοοῦ. 16 φάγε ὡς ἄνθρωπος τὰ παρακείμενά σοι καὶ μὴ διαμασῶ, μὴ μισηθῇς. 17 παῦσαι πρῶτος χάριν παιδείας καὶ μὴ ἀπληστεύου, μήποτε προσκόψῃς· 18 καὶ εἰ ἀνὰ μέσον πλειόνων ἐκάθισας, πρότερος αὐτῶν μὴ ἐκτείνῃς τὴν χεῖρά σου.— 19 ῾Ως ἱκανὸν ἀνθρώπῳ πεπαιδευμένῳ τὸ ὀλίγον, καὶ ἐπὶ τῆς κοίτης αὐτοῦ οὐκ ἀσθμαίνει. 20 ὕπνος ὑγιείας ἐπὶ ἐντέρῳ μετρίῳ, ἀνέστη πρωΐ, καὶ ἡ ψυχὴ αὐτοῦ μετ᾿ αὐτοῦ. πόνος ἀγρυπνίας καὶ χολέρας καὶ στρόφος μετὰ ἀνδρὸς ἀπλήστου. 21 καὶ εἰ ἐβιάσθης ἐν ἐδέσμασιν, ἀνάστα μεσοπωρῶν καὶ ἀναπαύσῃ. 22 ἄκουσόν μου, τέκνον, καὶ μὴ ἐξουδενώσῃς με, καὶ ἐπ᾿ ἐσχάτων εὑρήσεις τοὺς λόγους μου· ἐν πᾶσι τοῖς ἔργοις σου γίνου ἐντρεχής, καὶ πᾶν ἀρρώστημα οὐ μή σοι ἀπαντήσῃ. 23 λαμπρὸν ἐπ᾿ ἄρτοις εὐλογήσει χείλη, καὶ μαρτυρία τῆς καλλονῆς αὐτοῦ πιστή. 24 πονηρῷ ἐπ᾿ ἄρτῳ διαγογγύσει πόλις, καὶ ἡ μαρτυρία τῆς πονηρίας αὐτοῦ ἀκριβής. 25 ᾿Εν οἴνῳ μὴ ἀνδρίζου, πολλοὺς γὰρ ἀπώλεσεν ὁ οἶνος. 26 κάμινος δοκιμάζει στόμωμα ἐν βαφῇ, οὕτως οἶνος καρδίας ἐν μάχῃ ὑπερηφάνων. 27 ἔπισον ζωῆς οἶνος ἀνθρώπῳ, ἐὰν πίνῃς αὐτὸν μέτρῳ αὐτοῦ. τίς ζωὴ ἐλασσουμένῳ οἴνῳ; καὶ αὐτὸς ἔκτισται εἰς εὐφροσύνην ἀνθρώποις. 28 ἀγαλλίαμα καρδίας καὶ εὐφροσύνη ψυχῆς οἶνος πινόμενος ἐν καιρῷ αὐτάρκης. 29 πικρία ψυχῆς οἶνος πινόμενος πολὺς ἐν ἐρεθισμῷ καὶ ἀντιπτώματι. 30 πληθύνει μέθη θυμὸν ἄφρονος εἰς πρόσκομμα, ἐλαττῶν ἰσχὺν καὶ προσποιῶν τραύματα. 31 ἐν συμποσίῳ οἴνου μὴ ἐλέγξῃς τὸν πλησίον καὶ μὴ ἐξουδενώσῃς αὐτὸν ἐν εὐφροσύνῃ αὐτοῦ· λόγον ὀνειδισμοῦ μὴ εἴπῃς αὐτῷ, καὶ μὴ αὐτὸν θλίψῃς ἐν ἀπαιτήσει.

Τετάρτη 24 Ιουνίου 2020

ΣΟΦΙΑ ΣΕΙΡΑΧ

ΚΕΦΑΛΑΙΟΝ 30 


ΠΕΡΙ ΤΕΚΝΩΝ.— ῾Ο ἀγαπῶν τὸν υἱὸν αὐτοῦ ἐνδελεχήσει μάστιγας αὐτῷ, ἵνα εὐφρανθῇ ἐπ᾿ ἐσχάτῳ αὐτοῦ. 2 ὁ παιδεύων τὸν υἱὸν αὐτοῦ ὀνήσεται ἐπ᾿ αὐτῷ καὶ ἀνὰ μέσον γνωρίμων ἐπ᾿ αὐτῷ καυχήσεται· 3 ὁ διδάσκων τὸν υἱὸν αὐτοῦ παραζηλώσει τὸν ἐχθρὸν καὶ ἔναντι φίλων ἐπ᾿ αὐτῷ ἀγαλλιάσεται. 4 ἐτελεύτησεν αὐτοῦ ὁ πατήρ, καὶ ὡς οὐκ ἀπέθανεν· ὅμοιον γὰρ αὐτῷ κατέλιπε μετ᾿ αὐτόν. 5 ἐν τῇ ζωῇ αὐτοῦ εἶδε καὶ εὐφράνθη καὶ ἐν τῇ τελευτῇ αὐτοῦ οὐκ ἐλυπήθη. 6 ἐναντίον ἐχθρῶν κατέλιπεν ἔκδικον καὶ τοῖς φίλοις ἀνταποδιδόντα χάριν. 7 περιψύχων υἱὸν καταδεσμεύσει τραύματα αὐτοῦ, καὶ ἐπὶ πάσῃ βοῇ ταραχθήσεται σπλάγχνα αὐτοῦ. 8 ἵππος ἀδάμαστος ἀποβαίνει σκληρός, καὶ υἱὸς ἀνειμένος ἐκβαίνει προαλής. 9 τιθήνησον τέκνον, καὶ ἐκθαμβήσει σε· σύμπαιξον αὐτῷ, καὶ λυπήσει σε. 10 μὴ συγγελάσῃς αὐτῷ, ἵνα μὴ συνοδυνηθῇς, καὶ ἐπ᾿ ἐσχάτῳ γομφιάσεις τοὺς ὀδόντας σου. 11 μὴ δῷς αὐτῷ ἐξουσία ἐν νεότητι· θλάσον τὰς πλευρὰς αὐτοῦ, ὡς ἔστι νήπιος, μήποτε σκληρυνθεὶς ἀπειθήσῃ σοι. [καὶ μὴ παρίδῃς τὰς ἀγνοίας αὐτοῦ. 12 κάμψον τὸν τράχηλον αὐτοῦ ἐν νεότητι]. 13 παίδευσον τὸν υἱόν σου καὶ ἔργασαι ἐν αὐτῷ, ἵνα μὴ ἐν τῇ ἀσχημοσύνῃ αὐτοῦ προσκόψῃς. ΠΕΡΙ ΥΓΙΕΙΑΣ.— 14 Κρείσσων πτωχὸς ὑγιὴς καὶ ἰσχύων τῇ ἕξει ἢ πλούσιος μεμαστιγωμένος εἰς σῶμα αὐτοῦ. 15 ὑγίεια καὶ εὐεξία βέλτιον παντὸς χρυσίου, καὶ σῶμα εὔρωστον ἢ ὄλβος ἀμέτρητος. 16 οὐκ ἔστι πλοῦτος βελτίων ὑγιείας σώματος, καὶ οὐκ ἔστιν εὐφροσύνη ὑπὲρ χαρὰν καρδίας. 17 κρείσσων θάνατος ὑπὲρ ζωὴν πικρὰν καὶ ἀνάπαυσις αἰῶνος ἢ ἀρρώστημα ἔμμονον. 18 ἀγαθὰ ἐκκεχυμένα ἐπὶ στόματι κεκλεισμένῳ, θέματα βρωμάτων παρακείμενα ἐπὶ τάφῳ. 19 τί συμφέρει κάρπωσις εἰδώλῳ; οὔτε γὰρ ἔδεται οὔτε μὴ ὀσφρανθῇ· οὕτως ὁ ἐκδιωκόμενος ὑπὸ Κυρίου, 20 βλέπων ἐν ὀφθαλμοῖς καὶ στενάζων ὥσπερ εὐνοῦχος περιλαμβάνων παρθένον καὶ στενάζων. 21 μὴ δῷς εἰς λύπην τὴν ψυχήν σου καὶ μὴ θλίψῃς σεαυτὸν ἐν βουλῇ σου. 22 εὐφροσύνη καρδίας ζωὴ ἀνθρώπου, καὶ ἀγαλλίαμα ἀνδρὸς μακροημέρευσις. 23 ἀγάπα τὴν ψυχήν σου καὶ παρακάλει τὴν καρδίαν σου καὶ λύπην μακρὰν ἀπόστησον ἀπὸ σοῦ· πολλοὺς γὰρ ἀπώλεσεν ἡ λύπη, καὶ οὐκ ἔστιν ὠφέλεια ἐν αὐτῇ. 24 ζῆλος καὶ θυμὸς ἐλαττοῦσιν ἡμέρας, καὶ πρὸ καιροῦ γῆρας ἄγει μέριμνα. 25 λαμπρὰ καρδία καὶ ἀγαθὴ ἐπὶ ἐδέσμασι τῶν βρωμάτων αὐτῆς ἐπιμελήσεται.

Σάββατο 20 Ιουνίου 2020

ΣΟΦΙΑ ΣΕΙΡΑΧ

ΚΕΦΑΛΑΙΟΝ 29 


Ο ΠΟΙΩΝ ἔλεος δανειεῖ τῷ πλησίον, καὶ ὁ ἐπισχύων τῇ χειρὶ αὐτοῦ τηρεῖ ἐντολάς. 2 δάνεισον τῷ πλησίον ἐν καιρῷ χρείας αὐτοῦ, καὶ πάλιν ἀπόδος τῷ πλησίον εἰς τὸν καιρόν· 3 στερέωσον λόγον καὶ πιστώθητι μετ᾿ αὐτοῦ, καὶ ἐν παντὶ καιρῷ εὑρήσεις τὴν χρείαν σου. 4 πολλοὶ ὡς εὕρεμα ἐνόμισαν δάνος καὶ παρέσχον πόνον τοῖς βοηθήσασιν αὐτοῖς. 5 ἕως οὗ λάβῃ, καταφιλήσει χεῖρα αὐτοῦ, καὶ ἐπὶ τῶν χρημάτων τοῦ πλησίον ταπεινώσει φωνήν· καὶ ἐν καιρῷ ἀποδόσεως παρελκύσει χρόνον καὶ ἀποδώσει λόγους ἀκηδίας καὶ τὸν καιρὸν αἰτιάσεται. 6 ἐὰν ἰσχύσῃ, μόλις κομίσεται τὸ ἥμισυ καὶ λογιεῖται αὐτὸ ὡς εὕρεμα· εἰ δὲ μή, ἀπεστέρησεν αὐτὸν τῶν χρημάτων αὐτοῦ, καὶ ἐκτήσατο αὐτὸν ἐχθρὸν δωρεάν· κατάρας καὶ λοιδορίας ἀποδώσει αὐτῷ καὶ ἀντὶ δόξης ἀποδώσει αὐτῷ ἀτιμίαν. 7 πολλοὶ οὖν χάριν πονηρίας ἀπέστρεψαν, ἀποστερηθῆναι δωρεὰν εὐλαβήθησαν. 8 πλὴν ἐπὶ ταπεινῷ μακροθύμησον καὶ ἐπ᾿ ἐλεημοσύνην μὴ παρελκύσῃς αὐτόν. 9 χάριν ἐντολῆς ἀντιλαβοῦ πένητος καὶ κατὰ τὴν ἔνδειαν αὐτοῦ μὴ ἀποστρέψῃς αὐτὸν κενόν. 10 ἀπόλεσον ἀργύριον δι᾿ ἀδελφὸν καὶ φίλον, καὶ μὴ ἰωθήτω ὑπὸ τὸν λίθον εἰς ἀπώλειαν. 11 θὲς τὸν θησαυρόν σου κατ᾿ ἐντολὰς ῾Υψίστου, καὶ λυσιτελήσει σοι μᾶλλον ἢ τὸ χρυσίον. 12 σύγκλεισον ἐλεημοσύνην ἐν τοῖς ταμείοις σου, καὶ αὕτη ἐξελεῖταί σε ἐκ πάσης κακώσεως· 13 ὑπὲρ ἀσπίδα κράτους καὶ ὑπὲρ δόρυ ἀλκῆς κατέναντι ἐχθροῦ πολεμήσει ὑπὲρ σοῦ. 14 ἀνὴρ ἀγαθὸς ἐγγυήσεται τὸν πλησίον, καὶ ὁ ἀπολωλεκὼς αἰσχύνην καταλήψει αὐτόν. 15 Χάριτας ἐγγύου μὴ ἐπιλάθῃ, ἔδωκε γὰρ τὴν ψυχὴν αὐτοῦ ὑπὲρ σοῦ. 16 ἀγαθὰ ἐγγύου ἀνατρέψει ἁμαρτωλός, καὶ ἀχάριστος ἐν διανοίᾳ ἐγκαταλείψει ρυσάμενον. 17 ἐγγύη πολλοὺς ἀπώλεσε κατευθύνοντας καὶ ἐσάλευσεν αὐτοὺς ὡς κῦμα θαλάσσης· ἄνδρας δυνατοὺς ἀπῴκισε καὶ ἐπλανήθησαν ἐν ἔθνεσιν ἀλλοτρίοις. 19 ἁμαρτωλὸς ἐμπεσὼν εἰς ἐγγύην καὶ διώκων ἐργολαβίας ἐμπεσεῖται εἰς κρίσεις. 20 ἀντιλαβοῦ τοῦ πλησίον κατὰ δύναμίν σου καὶ πρόσεχε σεαυτῷ μὴ ἐμπέσῃς.— 21 ᾿Αρχὴ ζωῆς ὕδωρ καὶ ἄρτος καὶ ἱμάτιον καὶ οἶκος καλύπτων ἀσχημοσύνην. 22 κρείσσων βίος πτωχοῦ ὑπὸ σκέπην δοκῶν ἢ ἐδέσματα λαμπρὰ ἐν ἀλλοτρίοις. 23 ἐπὶ μικρῷ καὶ μεγάλῳ εὐδοκίαν ἔχε, καὶ ὀνειδισμὸν παροικίας οὐ μὴ ἀκούσῃς. 24 ζωὴ πονηρὰ ἐξ οἰκίας εἰς οἰκίαν, καὶ οὗ παροικήσεις, οὐκ ἀνοίξει στόμα. 25 ξενιεῖς καὶ ποτιεῖς εἰς ἀχάριστα καὶ πρὸς ἐπὶ τούτοις πικρὰ ἀκούσῃ· 26 πάρελθε, πάροικε, κόσμησον τράπεζαν, καὶ εἴτι ἐν τῇ χειρί σου, ψώμισόν με. 27 ἔξελθε, πάροικε, ἀπὸ προσώπου δόξης, ἐπεξένωταί μοι ὁ ἀδελφός, χρεία τῆς οἰκίας. 28 βαρέα ταῦτα ἀνθρώπῳ ἔχοντι φρόνησιν, ἐπιτίμησις οἰκίας καὶ ὀνειδισμὸς δανειστοῦ.

Τετάρτη 17 Ιουνίου 2020

ΣΟΦΙΑ ΣΕΙΡΑΧ

ΚΕΦΑΛΑΙΟΝ 28 


Ο ΕΚΔΙΚΩΝ παρὰ Κυρίου εὑρήσει ἐκδίκησιν, καὶ τὰς ἁμαρτίας αὐτοῦ διατηρῶν διατηρήσει. 2 ἄφες ἀδίκημα τῷ πλησίον σου, καὶ τότε δεηθέντος σου αἱ ἁμαρτίαι σου λυθήσονται. 3 ἄνθρωπος ἀνθρώπῳ συντηρεῖ ὀργήν, καὶ παρὰ Κυρίου ζητεῖ ἴασιν; 4 ἐπ᾿ ἄνθρωπον ὅμοιον αὐτῷ οὐκ ἔχει ἔλεος, καὶ περὶ τῶν ἁμαρτιῶν αὐτοῦ δεῖται; 5 αὐτὸς σὰρξ ὢν διατηρεῖ μῆνιν, τίς ἐξιλάσεται τὰς ἁμαρτίας αὐτοῦ; 6 μνήσθητι τὰ ἔσχατα καὶ παῦσαι ἐχθραίνων, καταφθορὰν καὶ θάνατον, καὶ ἔμμενε ἐντολαῖς. 7 μνήσθητι ἐντολῶν καὶ μὴ μηνίσῃς τῷ πλησίον, καὶ διαθήκην ῾Υψίστου καὶ πάριδε ἄγνοιαν. 8 ἀπόσχου ἀπὸ μάχης, καὶ ἐλαττώσεις ἁμαρτίας· ἄνθρωπος γὰρ θυμώδης ἐκκαύσει μάχην, 9 καὶ ἀνὴρ ἁμαρτωλὸς ταράξει φίλους καὶ ἀνὰ μέσον εἰρηνευόντων ἐμβάλλει διαβολήν. 10 κατὰ τὴν ὕλην τοῦ πυρὸς οὕτως ἐκκαυθήσεται, καὶ κατὰ τὴν ἰσχὺν τοῦ ἀνθρώπου ὁ θυμὸς αὐτοῦ ἔσται, καὶ κατὰ τὸν πλοῦτον ἀνυψώσει ὀργὴν αὐτοῦ, καὶ κατὰ τὴν στερέωσιν τῆς μάχης ἐκκαυθήσεται. 11 ἔρις κατασπευδομένη ἐκκαίει πῦρ, καὶ μάχη κατασπεύδουσα ἐκχέει αἷμα. 12 ἐὰν φυσήσῃς εἰς σπινθῆρα, ἐκκαήσεται, καὶ ἐὰν πτύσῃς ἐπ᾿ αὐτόν, σβεσθήσεται· καὶ ἀμφότερα ἐκ τοῦ στόματός σου ἐκπορεύεται. 13 Ψίθυρον καὶ δίγλωσσον καταράσασθε, πολλοὺς γὰρ εἰρηνεύοντας ἀπώλεσαν. 14 γλῶσσα τρίτη πολλοὺς ἐσάλευσε καὶ διέστησεν αὐτοὺς ἀπὸ ἔθνους εἰς ἔθνος καὶ πόλεις ὀχυρὰς καθεῖλε καὶ οἰκίας μεγιστάνων κατέστρεψε. 15 γλῶσσα τρίτη γυναῖκας ἀνδρείας ἐξέβαλε καὶ ἐστέρησεν αὐτὰς τῶν πόνων αὐτῶν. 16 ὁ προσέχων αὐτῇ οὐ μὴ εὕρῃ ἀνάπαυσιν, οὐδὲ κατασκηνώσει μεθ᾿ ἡσυχίας. 17 πληγὴ μάστιγος ποιεῖ μώλωπας, πληγὴ δὲ γλώσσης συγκλάσει ὀστᾶ. 18 πολλοὶ ἔπεσαν ἐν στόματι μαχαίρας, καὶ οὐχ ὡς οἱ πεπτωκότες διὰ γλῶσσαν. 19 μακάριος ὁ σκεπασθεὶς ἀπ᾿ αὐτῆς, ὃς οὐ διῆλθεν ἐν τῷ θυμῷ αὐτῆς, ὃς οὐχ εἵλκυσε τὸν ζυγὸν αὐτῆς καὶ ἐν τοῖς δεσμοῖς αὐτῆς οὐκ ἐδέθη· 20 ὁ γὰρ ζυγὸς αὐτῆς ζυγὸς σιδηροῦς, καὶ οἱ δεσμοὶ αὐτῆς δεσμοὶ χάλκεοι. 21 θάνατος πονηρὸς ὁ θάνατος αὐτῆς, καὶ λυσιτελὴς μᾶλλον ὁ ᾅδης αὐτῆς. 22οὐ μὴ κρατήσει εὐσεβῶν, καὶ ἐν τῇ φλογὶ αὐτῆς οὐ καήσονται. 23 οἱ καταλείποντες Κύριον ἐμπεσοῦνται εἰς αὐτήν, καὶ ἐν αὐτοῖς ἐκκαήσεται καὶ οὐ μὴ σβεσθῇ· ἐξαποσταλήσεται ἐπ᾿ αὐτοῖς ὡς λέων, καὶ ὡς πάρδαλις λυμανεῖται αὐτούς. 24 ἴδε περίφραξον τὸ κτῆμά σου ἀκάνθαις, τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον κατάδησον· 25 καὶ τοῖς λόγοις σου ποίησον ζυγὸν καὶ σταθμόν, καὶ τῷ στόματί σου ποίησον θύραν καὶ μοχλόν. 26 πρόσεχε μήπως ὀλισθήσῃς ἐν αὐτῇ, μὴ πέσῃς κατέναντι ἐνεδρεύοντος.

Δευτέρα 15 Ιουνίου 2020

ΣΟΦΙΑ ΣΕΙΡΑΧ

ΚΕΦΑΛΑΙΟΝ 27 


ΧΑΡΙΝ διαφόρου πολλοὶ ἥμαρτον, καὶ ὁ ζητῶν πληθῦναι ἀποστρέψει ὀφθαλμόν. 2 ἀναμέσον ἁρμῶν λίθων παγήσεται πάσσαλος, καὶ ἀναμέσον πράσεως καὶ ἀγορασμοῦ συντριβήσεται ἁμαρτία. 3 ἐὰν μὴ ἐν φόβῳ Κυρίου κρατήσῃ κατὰ σπουδήν, ἐν τάχει καταστραφήσεται αὐτοῦ ὁ οἶκος. 4 ᾿Εν σείσματι κοσκίνου διαμένει κοπρία, οὕτως σκύβαλα ἀνθρώπου ἐν λογισμῷ αὐτοῦ. 5 σκεύη κεραμέως δοκιμάζει κάμινος, καὶ πειρασμὸς ἀνθρώπου ἐν διαλογισμῷ αὐτοῦ. 6 γεώργιον ξύλου ἐκφαίνει ὁ καρπὸς αὐτοῦ, οὕτως λόγος ἐνθυμήματος καρδίας ἀνθρώπου. 7 πρὸ λογισμοῦ μὴ ἐπαινέσῃς ἄνδρα, οὗτος γὰρ πειρασμὸς ἀνθρώπων.— 8 ᾿Εὰν διώκῃς τὸ δίκαιον, καταλήψῃ καὶ ἐνδύσῃ αὐτὸ ὡς ποδήρη δόξης. 9 πετεινὰ πρὸς τὰ ὅμοια αὐτοῖς καταλύσει, καὶ ἀλήθεια πρὸς τοὺς ἐργαζομένους αὐτὴν ἐπανήξει. 10 λέων θήραν ἐνεδρεύει, οὕτως ἁμαρτίαι ἐργαζομένους ἄδικα. 11 διήγησις εὐσεβοῦς διαπαντὸς σοφία, ὁ δὲ ἄφρων ὡς σελήνη ἀλλοιοῦται. 12 εἰς μέσον ἀσυνέτων συντήρησον καιρόν, εἰς μέσον δὲ διανοουμένων ἐνδελέχιζε. 13 διήγησις μωρῶν προσόχθισμα, καὶ ὁ γέλως αὐτῶν ἐν σπατάλῃ ἁμαρτίας. 14 λαλιὰ πολυόρκου ὀρθώσει τρίχας, καὶ ἡ μάχη αὐτῶν ἐμφραγμὸς ὠτίων. 15 ἔκχυσις αἵματος μάχη ὑπερηφάνων, καὶ ἡ διαλοιδόρησις αὐτῶν ἀκοὴ μοχθηρά.— 16 ῾Ο ἀποκαλύπτων μυστήρια ἀπώλεσε πίστιν, καὶ οὐ μὴ εὕρῃ φίλον πρὸς τὴν ψυχὴν αὐτοῦ. 17 στέρξον φίλον καὶ πιστώθητι μετ᾿ αὐτοῦ· ἐὰν δὲ ἀποκαλύψῃς τὰ μυστήρια αὐτοῦ, οὐ μὴ καταδιώξῃς ὀπίσω αὐτοῦ. 18 καθὼς γὰρ ἀπώλεσεν ἄνθρωπος τὸν ἐχθρὸν αὐτοῦ, οὕτως ἀπώλεσας τὴν φιλίαν τοῦ πλησίον· 19 καὶ ὡς πετεινὸν ἐκ χειρός σου ἀπέλυσας, οὕτως ἀφῆκας τὸν πλησίον καὶ οὐ θηρεύσεις αὐτόν. 20 μὴ αὐτὸν διώξῃς, ὅτι μακρὰν ἀπέστη καὶ ἐξέφυγεν ὡς δορκὰς ἐκ παγίδος. 21 ὅτι τραῦμά ἐστι καταδῆσαι καὶ λοιδορίας ἐστὶ διαλλαγή, ὁ δὲ ἀποκαλύψας μυστήρια ἀπήλπισεν.— 22 Διανεύων ὀφθαλμῷ τεκταίνει κακά, καὶ οὐδεὶς αὐτὸν ἀποστήσει ἀπ᾿ αὐτοῦ· 23 ἀπέναντι τῶν ὀφθαλμῶν σου γλυκανεῖ στόμα σου, καὶ ἐπὶ τῶν λόγων σου ἐκθαυμάσει, ὕστερον δὲ διαστρέψει τὸ στόμα αὐτοῦ καὶ ἐν τοῖς λόγοις σου δώσει σκάνδαλον. 24 πολλὰ ἐμίσησα καὶ οὐχ ὡμοίωσα αὐτῷ, καὶ ὁ Κύριος μισήσει αὐτόν. 25 ὁ βάλλων λίθον εἰς ὕψος ἐπὶ κεφαλὴν αὐτοῦ βάλλει, καὶ πληγὴ δολία διελεῖ τραύματα. 26 ὁ ὀρύσσων βόθρον εἰς αὐτὸν ἐμπεσεῖται, καὶ ὁ ἱστῶν παγίδα ἐν αὐτῇ ἁλώσεται. 27 ὁ ποιῶν πονηρὰ εἰς αὐτὸν κυλισθήσεται, καὶ οὐ μὴ ἐπιγνῷ πόθεν ἥκει αὐτῷ. 28 ἐμπαιγμὸς καὶ ὀνειδισμὸς ὑπερηφάνων, καὶ ἡ ἐκδίκησις ὡς λέων ἐνεδρεύσει αὐτόν. 29 παγίδι ἁλώσονται οἱ εὐφραινόμενοι πτώσει εὐσεβῶν, καὶ ὀδύνη καταναλώσει αὐτοὺς πρὸ τοῦ θανάτου αὐτῶν. 30 Μῆνις καὶ ὀργὴ καὶ ταῦτά ἐστι βδελύγματα καὶ ἀνὴρ ἁμαρτωλὸς ἐγκρατὴς ἔσται αὐτῶν.

Σάββατο 13 Ιουνίου 2020

ΣΟΦΙΑ ΣΕΙΡΑΧ

ΚΕΦΑΛΑΙΟΝ 26 



ΓΥΝΑΙΚΟΣ ἀγαθῆς μακάριος ὁ ἀνήρ, καὶ ἀριθμὸς τῶν ἡμερῶν αὐτοῦ διπλάσιος. 2 γυνὴ ἀνδρεία εὐφραίνει τὸν ἄνδρα αὐτῆς, καὶ τὰ ἔτη αὐτοῦ πληρώσει ἐν εἰρήνῃ. 3 γυνὴ ἀγαθὴ μερὶς ἀγαθή, ἐν μερίδι φοβουμένων Κύριον δοθήσεται. 4 πλουσίου δὲ καὶ πτωχοῦ καρδία ἀγαθή, ἐν παντὶ καιρῷ πρόσωπον ἱλαρόν. 5 ἀπὸ τριῶν εὐλαβήθη ἡ καρδία μου, καὶ ἐπὶ τῷ τετάρτῳ προσώπῳ ἐδεήθην· διαβολὴν πόλεως, καὶ ἐκκλησίαν ὄχλου, καὶ καταψευσμόν, ὑπὲρ θάνατον πάντα μοχθηρά. 6 ἄλγος καρδίας καὶ πένθος γυνὴ ἀντίζηλος ἐπὶ γυναικὶ καὶ μάστιξ γλώσσης πᾶσιν ἐπικοινωνοῦσα. 7 βοοζύγιον σαλευόμενον γυνὴ πονηρά, ὁ κρατῶν αὐτῆς ὡς ὁ δρασσόμενος σκορπίου. 8 ὀργὴ μεγάλη γυνὴ μέθυσος καὶ ἀσχημοσύνην αὐτῆς οὐ συγκαλύψει. 9 πορνεία γυναικὸς ἐν μετεωρισμοῖς ὀφθαλμῶν καὶ ἐν τοῖς βλεφάροις αὐτῆς γνωσθήσεται. 10 ἐπὶ θυγατρὶ ἀδιατρέπτῳ στερέωσον φυλακήν, ἵνα μὴ εὑροῦσα ἄνεσιν ἑαυτῇ χρήσηται. 11 ὀπίσω ἀναιδοῦς ὀφθαλμοῦ φύλαξαι, καὶ μὴ θαυμάσῃς ἐὰν εἰς σὲ πλημμελήσῃ· 12 ὡς διψῶν ὁδοιπόρος τὸ στόμα ἀνοίξει, καὶ ἀπὸ παντὸς ὕδατος τοῦ σύνεγγυς πίεται, κατέναντι παντὸς πασσάλου καθήσεται καὶ ἔναντι βέλους ἀνοίξει φαρέτραν. 13 χάρις γυναικὸς τέρψει τὸν ἄνδρα αὐτῆς, καὶ τὰ ὀστᾶ αὐτοῦ πιανεῖ ἡ ἐπιστήμη αὐτῆς. 14 δόσις Κυρίου γυνὴ σιγηρά, καὶ οὐκ ἔστιν ἀντάλλαγμα πεπαιδευμένης ψυχῆς. 15 χάρις ἐπὶ χάριτι γυνὴ αἰσχυντηρά, καὶ οὐκ ἔστι σταθμὸς πᾶς ἄξιος ἐγκρατοῦς ψυχῆς. 16 ἥλιος ἀνατέλλων ἐν ὑψίστοις Κυρίου καὶ κάλλος ἀγαθῆς γυναικὸς ἐν κόσμῳ οἰκίας αὐτῆς. 17 λύχνος ἐκλάμπων ἐπὶ λυχνίας ἁγίας καὶ κάλλος προσώπου ἐπὶ ἡλικίᾳ στασίμῃ. 18 στύλοι χρύσεοι ἐπὶ βάσεως ἀργυρᾶς καὶ πόδες ὡραῖοι ἐπὶ στέρνοις εὐσταθοῦς. [19 Τέκνον, ἀκμὴν ἡλικίας σου συντήρησον ὑγιῆ, καὶ μὴ δῷς ἀλλοτρίοις τὴν ἰσχύν σου. 20 ἀναζητήσας παντὸς πεδίου εὔγειον κλῆρον σπεῖρε τὰ ἴδια σπέρματα πεποιθὼς τῇ εὐγενείᾳ σου· 21 οὕτως τὰ γενήματά σου περιόντα καὶ παρρησίαν εὐγενείας ἔχοντα μεγαλυνοῦσι. 22 γυνὴ μισθία ἴση σιάλῳ λογισθήσεται, ὕπανδρος δὲ πύργος θανάτου τοῖς χρωμένοις λογισθήσεται. 23 γυνὴ ἀσεβὴς ἀνόμῳ μερὶς δοθήσεται, εὐσεβὴς δὲ δίδοται τῷ φοβουμένῳ τὸν Κύριον. 24 γυνὴ ἀσχήμων ἀτιμίαν κατατρίψει, θυγάτηρ δὲ εὐσχήμων καὶ τὸν ἄνδρα ἐντραπήσεται. 25 γυνὴ ἀδιάτρεπτος ὡς κύων λογισθήσεται, ἡ δὲ ἔχουσα αἰσχύνην τὸν Κύριον φοβηθήσεται. 26 γυνὴ ἄνδρα ἴδιον τιμῶσα σοφὴ πᾶσι φανήσεται, ἀτιμάζουσα δὲ ἐν ὑπερηφανίᾳ ἀσεβὴς πᾶσι γνωσθήσεται. γυναικὸς ἀγαθῆς μακάριος ὁ ἀνήρ, ὁ γὰρ ἀριθμὸς τῶν ἐτῶν αὐτοῦ διπλάσιος ἔσται. 27 γυνὴ μεγαλόφωνος καὶ γλωσσώδης ὡς σάλπιγξ πολέμων εἰς τροπὴν θεωρηθήσεται, ἀνθρώπου δὲ παντὸς ψυχὴ ὁμοιότροπος τούτοις, πολέμου ἀκαταστασίαις τὴν ψυχὴν διαιτηθήσεται].— 28 ᾿Επὶ δυσὶ λελύπηται ἡ καρδία μου, καὶ ἐπὶ τῷ τρίτῳ θυμός μοι ἐπῆλθεν· ἀνὴρ πολεμιστὴς ὑστερῶν δι᾿ ἔνδειαν, καὶ ἄνδρες συνετοὶ ἐὰν σκυβαλισθῶσιν, ἐπανάγων ἀπὸ δικαιοσύνης ἐπὶ ἁμαρτίαν· ὁ Κύριος ἑτοιμάσει εἰς ρομφαίαν αὐτόν. 29 Μόλις ἐξελεῖται ἔμπορος ἀπὸ πλημμελείας, καὶ οὐ δικαιωθήσεται κάπηλος ἀπὸ ἁμαρτίας.

Τετάρτη 10 Ιουνίου 2020

ΣΟΦΙΑ ΣΕΙΡΑΧ

ΚΕΦΑΛΑΙΟΝ 25  


ΕΝ τρισὶν ὡραΐσθην καὶ ἀνέστην ὡραία ἔναντι Κυρίου καὶ ἀνθρώπων· ὁμόνοια ἀδελφῶν, καὶ φιλία τῶν πλησίον, καὶ γυνὴ καὶ ἀνὴρ ἑαυτοῖς συμπεριφερόμενοι. 2 τρία δὲ εἴδη ἐμίσησεν ἡ ψυχή μου καὶ προσώχθισα σφόδρα τῇ ζωῇ αὐτῶν· πτωχὸν ὑπερήφανον, καὶ πλούσιον ψεύστην, γέροντα μοιχὸν ἐλαττούμενον συνέσει.— 3 ᾿Εν νεότητι οὐ συναγήοχας, καὶ πῶς ἂν εὕροις ἐν τῷ γήρᾳ σου; 4 ὡς ὡραῖον πολιαῖς κρίσις καὶ πρεσβυτέροις ἐπιγνῶναι βουλήν. 5 ὡς ὡραία γερόντων σοφία καὶ δεδοξασμένοις διανόημα καὶ βουλή. 6 στέφανος γερόντων πολυπειρία, καὶ τὸ καύχημα αὐτῶν φόβος Κυρίου.— 7 ᾿Εννέα ὑπονοήματα ἐμακάρισα ἐν καρδίᾳ καὶ τὸ δέκατον ἐρῶ ἐπὶ γλώσσης· ἄνθρωπος εὐφραινόμενος ἐπὶ τέκνοις, ζῶν καὶ βλέπων ἐπὶ πτώσει ἐχθρῶν· 8 μακάριος ὁ συνοικῶν γυναικὶ συνετῇ, καὶ ὃς ἐν γλώσσῃ οὐκ ὠλίσθησε, καὶ ὃς οὐκ ἐδούλευσεν ἀναξίῳ αὐτοῦ· 9 μακάριος ὃς εὗρε φρόνησιν, καὶ ὁ διηγούμενος εἰς ὦτα ἀκουόντων· 10 ὡς μέγας ὁ εὑρὼν σοφίαν· ἀλλ᾿ οὐκ ἔστιν ὑπὲρ τὸν φοβούμενον τὸν Κύριον· 11 φόβος Κυρίου ὑπὲρ πᾶν ὑπερέβαλεν, ὁ κρατῶν αὐτοῦ τίνι ὁμοιωθήσεται; [12 φόβος Κυρίου ἀρχὴ ἀγαπήσεως αὐτοῦ, πίστις δὲ ἀρχὴ κολλήσεως αὐτοῦ]. 13 Πᾶσαν πληγὴν καὶ μὴ πληγὴν καρδίας, καὶ πᾶσαν πονηρίαν καὶ μὴ πονηρίαν γυναικός· 14 πᾶσαν ἐπαγωγὴν καὶ μὴ ἐπαγωγὴν μισούντων, καὶ πᾶσαν ἐκδίκησιν καὶ μὴ ἐκδίκησιν ἐχθρῶν. 15 οὐκ ἔστι κεφαλὴ ὑπὲρ κεφαλὴν ὄφεως, καὶ οὐκ ἔστι θυμὸς ὑπὲρ θυμὸν ἐχθροῦ. 16 συνοικῆσαι λέοντι καὶ δράκοντι εὐδοκήσω ἢ ἐνοικῆσαι μετὰ γυναικὸς πονηρᾶς. 17 πονηρία γυναικὸς ἀλλοιοῖ τὴν ὅρασιν αὐτῆς καὶ σκοτοῖ τὸ πρόσωπον αὐτῆς ὡς ἄρκος. 18 ἀνὰ μέσον τοῦ πλησίον αὐτοῦ ἀναπεσεῖται ὁ ἀνὴρ αὐτῆς, καὶ ἀκούσας ἀνεστέναξε πικρά. 19 μικρὰ πᾶσα κακία πρὸς κακίαν γυναικός, κλῆρος ἁμαρτωλοῦ ἐπιπέσοι αὐτῇ. 20 ἀνάβασις ἀμμώδης ἐν ποσὶ πρεσβυτέρου, οὕτως γυνὴ γλωσσώδης ἀνδρὶ ἡσύχῳ. 21 μὴ προσπέσῃς ἐπὶ κάλλος γυναικὸς καὶ γυναῖκα μὴ ἐπιποθήσῃς. 22 ὀργὴ καὶ ἀναίδεια καὶ αἰσχύνη μεγάλη γυνὴ ἐὰν ἐπιχορηγῇ τῷ ἀνδρὶ αὐτῆς. 23 καρδία ταπεινὴ καὶ πρόσωπον σκυθρωπὸν καὶ πληγὴ καρδίας γυνὴ πονηρά· χεῖρες παρειμέναι καὶ γόνατα παραλελυμένα ἥτις οὐ μακαριεῖ τὸν ἄνδρα αὐτῆς. 24 ἀπὸ γυναικὸς ἀρχὴ ἁμαρτίας, καὶ δι᾿ αὐτὴν ἀποθνήσκομεν πάντες. 25 μὴ δῷς ὕδατι διέξοδον μηδὲ γυναικὶ πονηρᾷ ἐξουσίαν. 26 εἰ μὴ πορεύεται κατὰ χεῖρά σου, ἀπὸ τῶν σαρκῶν σου ἀπότεμε αὐτήν.

Δευτέρα 8 Ιουνίου 2020

ΣΟΦΙΑ ΣΕΙΡΑΧ

ΚΕΦΑΛΑΙΟΝ 24  


ΑΙΝΕΣΙΣ ΣΟΦΙΑΣ.— ῾Η σοφία αἰνέσει ψυχὴν αὐτῆς καὶ ἐν μέσῳ λαοῦ αὐτῆς καυχήσεται. 2 ἐν ἐκκλησίᾳ ῾Υψίστου στόμα αὐτῆς ἀνοίξει καὶ ἔναντι δυνάμεως αὐτοῦ καυχήσεται· 3 ἐγὼ ἀπὸ στόματος ῾Υψίστου ἐξῆλθον, καὶ ὡς ὁμίχλη κατεκάλυψα γῆν· 4 ἐγὼ ἐν ὑψηλοῖς κατεσκήνωσα, καὶ ὁ θρόνος μου ἐν στύλῳ νεφέλης· 5 γῦρον οὐρανοῦ ἐκύκλωσα μόνη καὶ ἐν βάθει ἀβύσσων περιεπάτησα· 6 ἐν κύμασι θαλάσσης καὶ ἐν πάσῃ τῇ γῇ καὶ ἐν παντὶ λαῷ καὶ ἔθνει ἐκτησάμην. 7 μετὰ τούτων πάντων ἀνάπαυσιν ἐζήτησα καὶ ἐν κληρονομίᾳ τίνος αὐλισθήσομαι. 8 τότε ἐνετείλατό μοι ὁ κτίστης ἁπάντων, καὶ ὁ κτίσας με κατέπαυσε τὴν σκηνήν μου καὶ εἶπεν· ἐν ᾿Ιακὼβ κατασκήνωσον καὶ ἐν ᾿Ισραὴλ κατακληρονομήθητι. 9 πρὸ τοῦ αἰῶνος ἀπ᾿ ἀρχῆς ἔκτισέ με, καὶ ἕως αἰῶνος οὐ μὴ ἐκλίπω. 10 ἐν σκηνῇ ἁγίᾳ ἐνώπιον αὐτοῦ ἐλειτούργησα καὶ οὕτως ἐν Σιὼν ἐστηρίχθην· 11 ἐν πόλει ἠγαπημένῃ ὁμοίως με κατέπαυσε, καὶ ἐν ῾Ιερουσαλὴμ ἡ ἐξουσία μου· 12 καὶ ἐρρίζωσα ἐν λαῷ δεδοξασμένῳ, ἐν μερίδι Κυρίου κληρονομίας αὐτοῦ. 13 ὡς κέδρος ἀνυψώθην ἐν τῷ Λιβάνῳ καὶ ὡς κυπάρισσος ἐν ὄρεσιν ᾿Αερμών· 14 ὡς φοῖνιξ ἀνυψώθην ἐν αἰγιαλοῖς καὶ ὡς φυτὰ ρόδου ἐν ῾Ιεριχώ, ὡς ἐλαία εὐπρεπὴς ἐν πεδίῳ, καὶ ἀνυψώθην ὡς πλάτανος. 15 ὡς κιννάμωμον καὶ ἀσπάλαθος ἀρωμάτων δέδωκα ὀσμὴν καὶ ὡς σμύρνα ἐκλεκτὴ διέδωκα εὐωδίαν, ὡς χαλβάνη καὶ ὄνυξ καὶ στακτὴ καὶ ὡς λιβάνου ἀτμὶς ἐν σκηνῇ. 16 ἐγὼ ὡς τερέμινθος ἐξέτεινα κλάδους μου, καὶ οἱ κλάδοι μου κλάδοι δόξης καὶ χάριτος. 17 ἐγὼ ὡς ἄμπελος βλαστήσασα χάριν, καὶ τὰ ἄνθη μου καρπὸς δόξης καὶ πλούτου. [18 ἐγὼ μήτηρ τῆς ἀγαπήσεως τῆς καλῆς, καὶ φόβου καὶ γνώσεως καὶ τῆς ὁσίας ἐλπίδος, δίδομαι οὖν πᾶσι τοῖς τέκνοις μου, ἀειγενὴς τοῖς λεγομένοις ὑπ’ αὐτοῦ]. 19 προσέλθετε πρός με οἱ ἐπιθυμοῦντές μου, καὶ ἀπὸ τῶν γεννημάτων μου ἐμπλήσθητε· 20 τὸ γὰρ μνημόσυνόν μου ὑπὲρ τὸ μέλι γλυκύ, καὶ ἡ κληρονομία μου ὑπὲρ μέλιτος κηρίον. 21 οἱ ἐσθίοντές με ἔτι πεινάσουσι, καὶ οἱ πίνοντές με ἔτι διψήσουσιν. 22 ὁ ὑπακούων μου οὐκ αἰσχυνθήσεται, καὶ οἱ ἐργαζόμενοι ἐν ἐμοὶ οὐχ ἁμαρτήσουσι. 23 ταῦτα πάντα βίβλος διαθήκης Θεοῦ ῾Υψίστου, νόμον ὃν ἐνετείλατο ἡμῖν Μωυσῆς κληρονομίαν συναγωγαῖς ᾿Ιακώβ. [24 μὴ ἐκλύεσθε ἰσχὺν ἐν Κυρίῳ, κολλᾶσθε δὲ πρὸς αὐτόν, ἵνα κραταιώσῃ ὑμᾶς, Κύριος παντοκράτωρ Θεὸς μόνος ἐστί, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ σωτήρ]. 25 ὁ πιμπλῶν ὡς Φεισὼν σοφίαν καὶ ὡς Τίγρις ἐν ἡμέραις νέων, 26 ὁ ἀναπληρῶν ὡς Εὐφράτης σύνεσιν καὶ ὡς ᾿Ιορδάνης ἐν ἡμέραις θερισμοῦ, 27 ὁ ἐκφαίνων ὡς φῶς παιδείαν, ὡς Γηὼν ἐν ἡμέραις τρυγητοῦ. 28 οὐ συνετέλεσεν ὁ πρῶτος γνῶναι αὐτήν, καὶ οὕτως ὁ ἔσχατος οὐκ ἐξιχνίασεν αὐτήν· 29 ἀπὸ γὰρ θαλάσσης ἐπληθύνθη διανόημα αὐτῆς καὶ ἡ βουλὴ αὐτῆς ἀπὸ ἀβύσσου μεγάλης. 30 κἀγὼ ὡς διῶρυξ ἀπὸ ποταμοῦ καὶ ὡς ὑδραγωγὸς ἐξῆλθον εἰς παράδεισον· 31 εἶπα· ποτιῶ μου τὸν κῆπον καὶ μεθύσω μου τὴν πρασιάν· καὶ ἰδοὺ ἐγένετό μοι ἡ διῶρυξ εἰς ποταμόν, καὶ ὁ ποταμός μου ἐγένετο εἰς θάλασσαν. 32 ἔτι παιδείαν ὡς ὄρθρον φωτιῶ καὶ ἐκφανῶ αὐτὰ ἕως εἰς μακράν· 33 ἔτι διδασκαλίαν ὡς προφητείαν ἐκχεῶ καὶ καταλείψω αὐτὴν εἰς γενεὰς αἰώνων. 34 ἴδετε ὅτι οὐκ ἐμοὶ μόνῳ ἐκοπίασα, ἀλλὰ πᾶσι τοῖς ἐκζητοῦσιν αὐτήν.