Πέμπτη 12 Μαρτίου 2015

ΓΕΝΕΣΙΣ

ΚΕΦΑΛΑΙΟΝ 37


ΚΑΤῼΚΕΙ δὲ ᾿Ιακὼβ ἐν τῇ γῇ, οὗ παρώκησεν ὁ πατὴρ αὐτοῦ, ἐν γῇ Χαναάν. 2 αὗται δὲ αἱ γενέσεις ᾿Ιακώβ· ᾿Ιωσὴφ δὲ δέκα καὶ ἑπτὰ ἐτῶν ἦν, ποιμαίνων τὰ πρόβατα τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀδελφῶν αὐτοῦ, ὢν νέος, μετὰ τῶν υἱῶν Βαλλᾶς καὶ μετὰ τῶν υἱῶν Ζελφᾶς τῶν γυναικῶν τοῦ πατρὸς αὐτοῦ· κατήνεγκαν δὲ ᾿Ιωσὴφ ψόγον πονηρὸν πρὸς ᾿Ισραὴλ τὸν πατέρα αὐτῶν. 3 ᾿Ιακὼβ δέ ἠγάπα τὸν ᾿Ιωσὴφ παρὰ πάντας τοὺς υἱοὺς αὐτοῦ, ὅτι υἱὸς γήρως ἦν αὐτῷ· ἐποίησε δὲ αὐτῷ χιτῶνα ποικίλον. 4 ἰδόντες δὲ οἱ ἀδελφοὶ αὐτοῦ, ὅτι αὐτὸν ὁ πατὴρ φιλεῖ ἐκ πάντων τῶν υἱῶν αὐτοῦ, ἐμίσησαν αὐτὸν καὶ οὐκ ἠδύναντο λαλεῖν αὐτῷ οὐδὲν εἰρηνικόν. 5 ᾿Ενυπνιασθεὶς δὲ ᾿Ιωσὴφ ἐνύπνιον ἀπήγγειλεν αὐτὸ τοῖς ἀδελφοῖς αὐτοῦ. 6 καὶ εἶπεν αὐτοῖς· ἀκούσατε τοῦ ἐνυπνίου τούτου, οὗ ἐνυπνιάσθην· 7 ᾤμην ὑμᾶς δεσμεύειν δράγματα ἐν μέσῳ τῷ πεδίῳ, καὶ ἀνέστη τὸ ἐμὸν δράγμα καὶ ὠρθώθη, περιστραφέντα δὲ τὰ δράγματα ὑμῶν προσεκύνησαν τὸ ἐμὸν δράγμα. 8 εἶπαν δὲ αὐτῷ οἱ ἀδελφοὶ αὐτοῦ· μὴ βασιλεύων βασιλεύσεις ἐφ᾿ ἡμᾶς ἢ κυριεύων κυριεύσεις ἡμῶν; καὶ προσέθεντο ἔτι μισεῖν αὐτὸν ἕνεκεν τῶν ἐνυπνίων αὐτοῦ καὶ ἕνεκεν τῶν ρημάτων αὐτοῦ. 9 εἶδε δὲ ἐνύπνιον ἕτερον καὶ διηγήσατο αὐτῷ τῷ πατρὶ αὐτοῦ καὶ τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ εἶπεν· ἰδοὺ ἐνυπνιασάμην ἐνύπνιον ἕτερον, ὥσπερ ὁ ἥλιος καὶ ἡ σελήνη καὶ ἕνδεκα ἀστέρες προσεκύνουν με. 10 καὶ ἐπετίμησεν αὐτῷ ὁ πατὴρ αὐτοῦ καὶ εἶπεν αὐτῷ· τί τὸ ἐνύπνιον τοῦτο, ὃ ἐνυπνιάσθης; ἆρά γε ἐλθόντες ἐλευσόμεθα ἐγώ τε καὶ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου προσκυνῆσαί σοι ἐπὶ τὴν γῆν; 11 ἐζήλωσαν δὲ αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ, ὁ δὲ πατὴρ αὐτοῦ διετήρησε τὸ ρῆμα. 12 ᾿Επορεύθησαν δὲ οἱ ἀδελφοὶ αὐτοῦ βόσκειν τὰ πρόβατα τοῦ πατρὸς αὐτῶν εἰς Συχέμ. 13 καὶ εἶπεν ᾿Ισραὴλ πρὸς ᾿Ιωσήφ· οὐχὶ οἱ ἀδελφοί σου ποιμαίνουσιν εἰς Συχέμ; δεῦρο ἀποστείλω σε πρὸς αὐτούς. εἶπε δὲ αὐτῷ· ἰδοὺ ἐγώ. 14 εἶπε δὲ αὐτῷ ᾿Ισραήλ· πορευθεὶς ἰδέ, εἰ ὑγιαίνουσιν οἱ ἀδελφοί σου καὶ τὰ πρόβατα, καὶ ἀνάγγειλόν μοι. καὶ ἀπέστειλεν αὐτὸν ἐκ τῆς κοιλάδος τῆς Χεβρών, καὶ ἦλθεν εἰς Συχέμ. 15 καὶ εὗρεν αὐτὸν ἄνθρωπος πλανώμενον ἐν τῷ πεδίῳ· ἠρώτησε δὲ αὐτὸν ὁ ἄνθρωπος λέγων· τί ζητεῖς; 16 ὁ δὲ εἶπε· τοὺς ἀδελφούς μου ζητῶ· ἀπάγγειλόν μοι, ποῦ βόσκουσιν. 17 εἶπε δὲ αὐτῷ ὁ ἄνθρωπος· ἀπῄρκασιν ἐντεῦθεν, ἤκουσα γὰρ αὐτῶν λεγόντων· πορευθῶμεν εἰς Δωθαείμ. καὶ ἐπορεύθη ᾿Ιωσὴφ κατόπισθεν τῶν ἀδελφῶν αὐτοῦ καὶ εὗρεν αὐτοὺς ἐν Δωθαείμ. 18 προεῖδον δὲ αὐτὸν μακρόθεν πρὸ τοῦ ἐγγίσαι αὐτὸν πρὸς αὐτοὺς καὶ ἐπονηρεύοντο τοῦ ἀποκτεῖναι αὐτόν. 19 εἶπε δὲ ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ· ἰδοὺ ὁ ἐνυπνιαστὴς ἐκεῖνος ἔρχεται· 20 νῦν οὖν δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ ρίψωμεν αὐτὸν εἰς ἕνα τῶν λάκκων καὶ ἐροῦμεν· θηρίον πονηρὸν κατέφαγεν αὐτόν· καὶ ὀψόμεθα, τί ἔσται τὰ ἐνύπνια αὐτοῦ. 21 ἀκούσας δὲ Ρουβὴν ἐξείλετο αὐτὸν ἐκ τῶν χειρῶν αὐτῶν καὶ εἶπεν· οὐ πατάξωμεν αὐτὸν εἰς ψυχήν. 22 εἶπε δὲ αὐτοῖς Ρουβήν· μὴ ἐκχέητε αἷμα· ἐμβάλλετε αὐτὸν εἰς ἕνα τῶν λάκκων τούτων τῶν ἐν τῇ ἐρήμῳ, χεῖρα δὲ μὴ ἐπενέγκητε αὐτῷ· ὅπως ἐξέληται αὐτὸν ἐκ τῶν χειρῶν αὐτῶν καὶ ἀποδῷ αὐτὸν τῷ πατρὶ αὐτοῦ. 23 ἐγένετο δὲ ἡνίκα ἦλθεν ᾿Ιωσὴφ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ, ἐξέδυσαν ᾿Ιωσὴφ τὸν χιτῶνα τὸν ποικίλον τὸν περὶ αὐτόν 24 καὶ λαβόντες αὐτόν ἔρριψαν εἰς τὸν λάκκον· ὁ δὲ λάκκος κενός, ὕδωρ οὐκ εἶχεν. 25 ᾿Εκάθισαν δὲ φαγεῖν ἄρτον καὶ ἀναβλέψαντες τοῖς ὀφθαλμοῖς εἶδον, καὶ ἰδοὺ ὁδοιπόροι ᾿Ισμαηλῖται ἤρχοντο ἐκ Γαλαάδ, καὶ αἱ κάμηλοι αὐτῶν ἔγεμαν θυμιαμάτων καὶ ρητίνης καὶ στακτῆς· ἐπορεύοντο δὲ καταγαγεῖν εἰς Αἴγυπτον. 26 εἶπε δὲ ᾿Ιούδας πρὸς τούς ἀδελφοὺς αὐτοῦ· τί χρήσιμον, ἐὰν ἀποκτείνωμεν τὸν ἀδελφὸν ἡμῶν καὶ κρύψωμεν τὸ αἷμα αὐτοῦ; 27 δεῦτε ἀποδώμεθα αὐτὸν τοῖς ᾿Ισμαηλίταις τούτοις, αἱ δὲ χεῖρες ἡμῶν μὴ ἔστωσαν ἐπ᾿ αὐτόν, ὅτι ἀδελφὸς ἡμῶν καὶ σὰρξ ἡμῶν ἐστιν. ἤκουσαν δὲ οἱ ἀδελφοὶ αὐτοῦ. 28 καὶ παρεπορεύοντο οἱ ἄνθρωποι οἱ Μαδιηναῖοι ἔμποροι, καὶ ἐξείλκυσαν καὶ ἀνεβίβασαν τὸν ᾿Ιωσὴφ ἐκ τοῦ λάκκου καὶ ἀπέδοντο τὸν ᾿Ιωσὴφ τοῖς ᾿Ισμαηλίταις εἴκοσι χρυσῶν, καὶ κατήγαγον τὸν ᾿Ιωσὴφ εἰς Αἴγυπτον. 29 ἀνέστρεψε δὲ Ρουβὴν ἐπὶ τὸν λάκκον καὶ οὐχ ὁρᾷ τὸν ᾿Ιωσὴφ ἐν τῷ λάκκῳ. καὶ διέρρηξε τὰ ἱμάτια αὐτοῦ. 30 καὶ ἐπέστρεψε πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ. καὶ εἶπε· τὸ παιδάριον οὐκ ἔστιν, ἐγὼ δὲ ποῦ πορεύομαι ἔτι; 31 Λαβόντες δὲ τὸν χιτῶνα τοῦ ᾿Ιωσὴφ ἔσφαξαν ἔριφον αἰγῶν καὶ ἐμόλυναν τὸν χιτῶνα τῷ αἵματι. 32 καὶ ἀπέστειλαν τὸν χιτῶνα τὸν ποικίλον καὶ εἰσήνεγκαν τῷ πατρὶ αὐτῶν. καὶ εἶπαν· τοῦτον εὕρομεν, ἐπίγνωθι εἰ χιτὼν τοῦ υἱοῦ σού ἐστιν ἢ οὔ. 33 καὶ ἐπέγνω αὐτὸν καὶ εἶπε· χιτὼν τοῦ υἱοῦ μού ἐστι· θηρίον πονηρὸν κατέφαγεν αὐτόν, θηρίον ἥρπασε τὸν ᾿Ιωσήφ. 34 διέρρηξε δὲ ᾿Ιακὼβ τὰ ἱμάτια αὐτοῦ καὶ ἐπέθετο σάκκον ἐπὶ τὴν ὀσφὺν αὐτοῦ καὶ ἐπένθει τὸν υἱὸν αὐτοῦ ἡμέρας πολλάς. 35 συνήχθησαν δὲ πάντες οἱ υἱοὶ αὐτοῦ καὶ αἱ θυγατέρες καὶ ἦλθον παρακαλέσαι αὐτόν, καὶ οὐκ ἤθελε παρακαλεῖσθαι λέγων ὅτι· καταβήσομαι πρὸς τὸν υἱόν μου πενθῶν εἰς ᾅδου. καὶ ἔκλαυσεν αὐτὸν ὁ πατὴρ αὐτοῦ. 36 οἱ δὲ Μαδιηναῖοι ἀπέδοντο τὸν ᾿Ιωσὴφ εἰς Αἴγυπτον τῷ Πετεφρῇ τῷ σπάδοντι Φαραώ, ἀρχιμαγείρῳ.

Τρίτη 10 Μαρτίου 2015

ΚΑΘΟΛΙΚΗ ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Β΄

ΚΕΦΑΛΑΙΟΝ Γ΄ 

Στίχ. 1-10. Η δευτέρα παρουσία του Κυρίου θα γίνει ωρισμένως.

Ταύτην ήδη, αγαπητοί, δευτέραν υμίν γράφω επιστολήν, εν αις διεγείρω υμών εν υπομνήσει την ειλικρινή διάνοιαν, 
2 μνησθήναι των προειρημένων ρημάτων υπό των αγίων προφητών και της των αποστόλων υμών εντολής του Κυρίου και σωτήρος, 
3 τούτο πρώτον γινώσκοντες, ότι ελεύσονται επ' εσχάτων των ημερών εμπαίκται, κατά τας ιδίας επιθυμίας αυτών πορευόμενοι 
4 και λέγοντες που εστιν η επαγγελία της παρουσίας αυτού; αφ' ης γαρ οι πατέρες εκοιμήθησαν, πάντα ούτω διαμένει απ' αρχής κτίσεως. 
5 λανθάνει γαρ αυτούς τούτο θέλοντας ότι ουρανοί ήσαν έκπαλαι και γη εξ ύδατος και δι' ύδατος συνεστώσα τω του Θεού λόγω, 
6 δι' ων ο τότε κόσμος ύδατι κατακλυσθείς απώλετο 
7 οι δε νυν ουρανοί και η γη τω αυτού λόγω τεθησαυρισμένοι εισί πυρί τηρούμενοι εις ημέραν κρίσεως και απωλείας των ασεβών ανθρώπων. 
8 Εν δε τούτο μη λανθανέτω υμάς, αγαπητοί, ότι μία ημέρα παρά Κυρίω ως χίλια έτη, και χίλια έτη ως ημέρα μία. 
9 ου βραδύνει ο Κύριος της επαγγελίας ως τινες βραδυτήτα ηγούνται, αλλά μακροθυμεί εις ημάς, μη βουλόμενός τινας απολέσθαι, αλλά πάντας εις μετάνοιαν χωρήσαι. 
10 Ήξει δε η ημέρα Κυρίου ως κλέπτης εν νυκτί, εν η ουρανοί ροιζηδόν παρελεύσονται, στοιχεία δε καυσούμενα λυθήσονται, και γη και τα εν αυτή έργα κατακαήσεται. 

Στίχ. 11-18. Φροντίς των πιστών, ίνα ευρεθούν καθαροί ενώπιον του Κριτού. 

11 Τούτων ουν πάντων λυομένων ποταπούς δει υπάρχειν υμάς εν αγίαις αναστροφαίς και ευσεβείαις, 
12 προσδοκώντας και σπεύδοντας την παρουσίαν της του Θεού ημέρας, δι' ην ουρανοί πυρούμενοι λυθήσονται και στοιχεία καυσούμενα τήκεται! 
13 καινούς δε ουρανούς και γην καινήν κατά το επάγγελμα αυτού προσδοκώμεν, εν οις δικαιοσύνη κατοικεί. 
14 Διό, αγαπητοί, ταύτα προσδοκώντες σπουδάσατε άσπιλοι και αμώμητοι αυτώ ευρεθήναι εν ειρήνη, 
15 και την του Κυρίου ημών μακροθυμίαν σωτηρίαν ηγείσθε, καθώς και ο αγαπητός ημών αδελφός Παύλος κατά την αυτώ δοθείσαν σοφίαν έγραψεν υμίν, 
16 ως και εν πάσαις ταις επιστολαίς λαλών εν αυταίς περί τούτων, εν οις εστι δυσνόητά τινα, α οι αμαθείς και αστήρικτοι στρεβλούσιν ως και τας λοιπάς γραφάς προς την ιδίαν αυτών απώλειαν. 
17 Υμείς ουν, αγαπητοί, προγινώσκοντες φυλάσσεσθε, ίνα μη τη των αθέσμων πλάνη συναπαχθέντες εκπέσητε του ιδίου στηριγμού, 
18 αυξάνετε δε εν χάριτι και γνώσει του Κυρίου ημών και σωτήρος Ιησού Χριστού, αυτώ η δόξα και νυν και εις ημέραν αιώνος αμήν. 

Δευτέρα 9 Μαρτίου 2015

ΚΑΘΟΛΙΚΗ ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Β΄

ΚΕΦΑΛΑΙΟΝ Β΄ 

Στίχ. 1-11. Οι ψευτοδιδάσκαλοι και η βεβαία τιμωρία των. 

Εγένοντο δε και ψευδοπροφήται εν τω λαώ, ως και εν υμίν έσονται ψευδοδιδάσκαλοι, οίτινες παρεισάξουσιν αιρέσεις απωλείας, και τον αγοράσαντα αυτούς δεσπότην αρνούμενοι, επάγοντες εαυτοίς ταχινήν απώλειαν 
2 και πολλοί εξακολουθήσουσιν αυτών ταις ασελγείαις, δι' ους η οδός της αληθείας βλασφημηθήσεται 
3 και εν πλεονεξία πλαστοίς λόγοις υμάς εμπορεύσονται, οις το κρίμα έκπαλαι ουκ αργεί, και η απώλεια αυτών ου νυστάξει. 
4 ει γαρ ο Θεός αγγέλων αμαρτησάντων ουκ εφείσατο, αλλά σειραίς ζόφου ταρταρώσας παρέδωκεν εις κρίσιν τηρουμένους, 
5 και αρχαίου κόσμου ουκ εφείσατο, αλλά όγδοον Νώε δικαιοσύνης κήρυκα εφύλαξε, κατακλυσμόν κόσμω ασεβών επάξας, 
6 και πόλεις Σοδόμων και Γομόρρας τεφρώσας καταστροφή κατέκρινεν, υπόδειγμα μελλόντων ασεβείν τεθεικώς, 
7 και δίκαιον Λωτ καταπονούμενον υπό της των αθέσμων εν ασελγεία αναστροφής ερρύσατο 
8 βλέμματι γαρ και ακοή ο δίκαιος, εγκατοικών εν αυτοίς, ημέραν εξ ημέρας ψυχήν δικαίαν ανόμοις έργοις εβασάνιζεν 
9 οίδε Κύριος ευσεβείς εκ πειρασμού ρύεσθαι, αδίκους δε εις ημέραν κρίσεως κολαζομένους τηρείν, 
10 μάλιστα δε τους οπίσω σαρκός εν επιθυμία μιασμού πορευομένους και κυριότητος καταφρονούντας. τολμηταί, αυθάδεις! δόξας ου τρέμουσι βλασφημούντες, 
11 όπου άγγελοι, ισχύϊ και δυνάμει μείζονες όντες, ου φέρουσι κατ' αυτών παρά Κυρίω βλάσφημον κρίσιν. 

Στίχ. 12-22. Τα αμαρτωλά ήθη των ψευδοδιδασκάλων. 

12 ούτοι δε, ως άλογα ζώα φυσικά γεγεννημένα εις άλωσιν και φθοράν, εν οις αγνοούσι βλασφημούντες, εν τη φθορά αυτών καταφθαρήσονται, 
13 κομιούμενοι μισθόν αδικίας, ηδονήν ηγούμενοι την εν ημέρα τρυφήν, σπίλοι και μώμοι, έντρυφώντες εν ταις απάταις αυτών, συνευωχούμενοι υμίν, 
14 οφθαλμούς έχοντες μεστούς μοιχαλίδος και ακαταπαύστους αμαρτίας, δελεάζοντες ψυχάς αστηρίκτους, καρδίαν γεγυμνασμένην πλεονεξίας έχοντες, κατάρας τέκνα! 
15 καταλιπόντες ευθείαν οδόν επλανήθησαν, εξακολουθήσαντες τη οδώ του Βαλαάμ του Βοσόρ, ος μισθόν αδικίας ηγάπησεν, 
16 έλεγξιν δε έσχεν ιδίας παρανομίας υποζύγιον άφωνον εν ανθρώπου φωνή φθεγξάμενον εκώλυσε την του προφήτου παραφρονίαν. 
17 ούτοι εισι πηγαί άνυδροι, νεφέλαι υπό λαίλαπος ελαυνόμεναι, οις ο ζόφος του σκότους εις αιώνα τετήρηται. 
18 υπέρογκα γαρ ματαιότητος φθεγγόμενοι δελεάζουσιν εν επιθυμίαις σαρκός ασελγείαις τους όντως αποφυγόντας τους εν πλάνη αναστρεφομένους, 
19 ελευθερίαν αυτοίς επαγγελλόμενοι, αυτοί δούλοι υπάρχοντες της φθοράς ω γαρ τις ήττηται, τούτω και δεδούλωται. 
20 ει γαρ αποφυγόντες τα μιάσματα του κόσμου εν επιγνώσει του Κυρίου και σωτήρος Ιησού Χριστού, τούτοις δε πάλιν εμπλακέντες ηττώνται, γέγονεν αυτοίς τα έσχατα χείρονα των πρώτων. 
21 κρείττον γαρ ην αυτοίς μη επεγνωκέναι την οδόν της δικαιοσύνης ή επιγνούσιν επιστρέψαι εκ της παραδοθείσης αυτοίς αγίας εντολής. 
22 συμβέβηκε δε αυτοίς το της αληθούς παροιμίας, κύων επιστρέψας επί το ίδιον εξέραμα, και, υς λουσαμένη εις κύλισμα βορβόρου.

Κυριακή 8 Μαρτίου 2015

Αποστολικά Καθίσματα

Τροπάρια τα οποία ψάλλονται κάθε Πέμπτη (ημέρα αφιερωμένη στους Αποστόλους) και περιέχονται στην Παρακλητική. Τα τροπάρια υμνούν και εγκωμιάζουν τους Αποστόλους, οι οποίοι εκήρυξαν το Ευαγγέλιο του Χριστού <<πάσαν τη κτίσει>>. Ως δε <<αυτόπται και αυτήκοοι του Λόγου>> διέδραμον <<πάσαν την γην>> διηγούμενοι και διδάσκοντες πάντα όσα είδον και ήκουσαν από τον Ιησούν Χριστόν, <<βαπτίζοντες τα έθνη εις το όνομα του Πατρός και του Υιού και του αγίου Πνεύματος>> (Ματθ. ΚΗ΄, 19).

ΓΕΝΕΣΙΣ

ΚΕΦΑΛΑΙΟΝ 36


ΑΥΤΑΙ δὲ αἱ γενέσεις ῾Ησαῦ (αὐτός ἐστιν ᾿Εδώμ)· 2 ῾Ησαῦ δὲ ἔλαβε τὰς γυναῖκας ἑαυτῷ ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων, τὴν ᾿Αδὰ θυγατέρα Αἰλὼμ τοῦ Χετταίου καὶ τοῦ ᾿Ολιβεμὰ θυγατέρα ᾿Ανὰ τοῦ υἱοῦ Σεβεγὼν τοῦ Εὐαίου 3 καὶ τὴν Βασεμὰθ θυγατέρα ᾿Ισμαὴλ ἀδελφὴν Ναβεώθ. 4 ἔτεκε δὲ αὐτῷ ᾿Αδὰ τὸν ῾Ελιφάς, καὶ Βασεμὰθ ἔτεκε τὸν Ραγουήλ, 5 καὶ ᾿Ολιβεμὰ ἔτεκε τὸν ᾿Ιεοὺς καὶ τὸν ᾿Ιεγλὸμ καὶ τὸν Κορέ· οὗτοι υἱοὶ ῾Ησαῦ, οἳ ἐγένοντο αὐτῷ ἐν γῇ Χαναάν. 6 ἔλαβε δὲ ῾Ησαῦ τὰς γυναῖκας αὐτοῦ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς θυγατέρας αὐτοῦ καὶ πάντα τὰ σώματα τοῦ οἴκου αὐτοῦ καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ καὶ πάντα τὰ κτήνη καὶ πάντα ὅσα ἐκτήσατο καὶ πάντα ὅσα περιεποιήσατο ἐν γῇ Χαναάν, καὶ ἐπορεύθη ῾Ησαῦ ἐκ τῆς γῆς Χαναὰν ἀπό προσώπου ᾿Ιακὼβ τοῦ ἀδελφοῦ αὐτοῦ. 7 ἦν γὰρ αὐτῶν τὰ ὑπάρχοντα πολλὰ τοῦ οἰκεῖν ἅμα, καὶ οὐκ ἠδύνατο ἡ γῆ τῆς παροικήσεως αὐτῶν φέρειν αὐτοὺς ἀπὸ τοῦ πλήθους τῶν ὑπαρχόντων αὐτῶν. 8 κατῴκησε δὲ ῾Ησαῦ ἐν τῷ ὄρει Σηεὶρ (῾Ησαῦ αὐτός ἐστιν ᾿Εδώμ). 9 Αὗται δὲ αἱ γενέσεις ῾Ησαῦ πατρὸς ᾿Εδὼμ ἐν τῷ ὄρει Σηείρ, 10 καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν ῾Ησαῦ· ῾Ελιφὰς υἱὸς ᾿Αδᾶς γυναικὸς ῾Ησαῦ καὶ Ραγουὴλ υἱὸς Βασεμὰθ γυναικὸς ῾Ησαῦ. 11 ἐγένοντο δὲ ῾Ελιφὰς υἱοί· Θαιμάν, ῾Ωμάρ, Σωφάρ, Γοθὼμ καὶ Κενέζ· 12 Θαμνὰ δὲ ἦν παλλακὴ ῾Ελιφὰς τοῦ υἱοῦ ῾Ησαῦ καὶ ἔτεκε τῷ ῾Ελιφὰς τὸν ᾿Αμαλήκ· οὗτοι υἱοὶ ᾿Αδᾶς γυναικὸς ῾Ησαῦ. 13 οὗτοι δὲ υἱοὶ Ραγουήλ· Ναχόθ, Ζαρέ, Σομέ, καὶ Μοζέ· οὗτοι ἦσαν υἱοὶ Βασεμὰθ γυναικὸς ῾Ησαῦ. 14 οὗτοι δὲ υἱοὶ ᾿Ολιβεμᾶς θυγατρὸς ᾿Ανὰ τοῦ υἱοῦ Σεβεγών, γυναικὸς ῾Ησαῦ· ἔτεκε δὲ τῷ ῾Ησαῦ τὸν ᾿Ιεοὺς καὶ τὸν ᾿Ιεγλὸμ καὶ τὸν Κορέ. 15 οὗτοι ἡγεμόνες υἱοὶ ῾Ησαῦ· υἱοὶ ῾Ελιφὰς πρωτοτόκου ῾Ησαῦ· ἡγεμὼν Θαιμάν, ἡγεμὼν ῾Ωμάρ, ἡγεμὼν Σωφάρ, ἡγεμὼν Κενέζ, 16 ἡγεμὼν Κορέ, ἡγεμὼν Γοθώμ, ἡγεμὼν ᾿Αμαλήκ· οὗτοι ἡγεμόνες ῾Ελιφὰς ἐν γῇ ᾿Ιδουμαίᾳ· οὗτοι υἱοὶ ᾿Αδᾶς. 17 καὶ οὗτοι υἱοὶ Ραγουὴλ υἱοῦ ῾Ησαῦ· ἡγεμὼν Ναχώθ, ἡγεμὼν Ζαρέ, ἡγεμὼν Σομέ, ἡγεμὼν Μοζέ· οὗτοι ἡγεμόνες Ραγουὴλ ἐν γῇ ᾿Εδώμ· οὗτοι υἱοὶ Βασεμὰθ γυναικὸς ῾Ησαῦ. 18 οὗτοι δὲ υἱοὶ ᾿Ολιβεμᾶς γυναικὸς ῾Ησαῦ· ἡγεμὼν ᾿Ιεούλ, ἡγεμὼν ᾿Ιεγλόμ, ἡγεμὼν Κορέ· οὗτοι ἡγεμόνες ᾿Ολιβεμᾶς θυγατρὸς ᾿Ανὰ γυναικὸς ῾Ησαῦ. 19 οὗτοι υἱοὶ ῾Ησαῦ, καὶ οὗτοι ἡγεμόνες αὐτῶν. οὗτοί εἰσιν υἱοὶ ᾿Εδώμ. 20 Οὗτοι δὲ υἱοὶ Σηεὶρ τοῦ Χορραίου τοῦ κατοικοῦντος τὴν γῆν· Λωτά, Σωβάλ, Σεβεγών, ᾿Ανὰ 21 καὶ Δησὼν καὶ ᾿Ασὰρ καὶ Ρισών· οὗτοι ἡγεμόνες τοῦ Χορραίου τοῦ υἱοῦ Σηεὶρ ἐν τῇ γῇ ᾿Εδώμ. 22 ἐγένοντο δὲ υἱοὶ Λωτάν· Χορρὶ καὶ Αἰμάν· ἀδελφὴ δὲ Λωτὰν Θαμνά. 23 οὗτοι δὲ υἱοὶ Σωβάλ· Γωλὰμ καὶ Μαναχὰθ καὶ Γαιβὴλ καὶ Σωφὰρ καὶ ῾Ωμάρ. 24 καὶ οὗτοι υἱοὶ Σεβεγών· ᾿Αϊέ καὶ ᾿Ανά· οὗτός ἐστιν ᾿Ανά, ὃς εὗρε τὸν ᾿Ιαμεὶν ἐν τῇ ἐρήμῳ, ὅτε ἔνεμε τὰ ὑποζύγια Σεβεγὼν τοῦ πατρὸς αὐτοῦ. 25 οὗτοι δὲ υἱοὶ ᾿Ανά· Δησὼν καὶ ᾿Ολιβεμὰ θυγάτηρ ᾿Ανά. 26 οὗτοι δὲ υἱοὶ Δησών· ᾿Αμαδὰ καὶ ᾿Ασβὰν καὶ ᾿Ιθρὰν καὶ Χαρράν. 27 οὗτοι δὲ υἱοὶ ᾿Ασάρ· Βαλαὰμ καὶ Ζουκὰμ καὶ ᾿Ιουκάμ. 28 οὗτοι δὲ υἱοὶ Ρισών· ῟Ως καὶ ᾿Αράν. 29 οὗτοι δὲ ἡγεμόνες Χορρί· ἡγεμὼν Λωτάν, ἡγεμὼν Σωβάλ, ἡγεμὼν Σεβεγών, ἡγεμὼν ᾿Ανά, 30 ἡγεμὼν Δησών, ἡγεμὼν ᾿Ασάρ, ἡγεμὼν Ρισών. οὗτοι ἡγεμόνες Χορρὶ ἐν ταῖς ἡγεμονίαις αὐτῶν ἐν γῇ ᾿Εδώμ. 31 Καὶ οὗτοι οἱ βασιλεῖς οἱ βασιλεύσαντες ἐν ᾿Εδὼμ πρὸ τοῦ βασιλεῦσαι βασιλέα ἐν ᾿Ισραήλ. 32 καὶ ἐβασίλευσεν ἐν ᾿Εδὼμ Βαλὰκ υἱὸς Βεώρ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Δενναβά. 33 ἀπέθανε δὲ Βαλάκ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ ᾿Ιωβὰβ υἱὸς Ζαρὰ ἐκ Βοσόρρας. 34 ἀπέθανε δὲ ᾿Ιωβάβ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ ᾿Ασὼμ ἐκ τῆς γῆς Θαιμανών. 35 ἀπέθανε δὲ ᾿Ασώμ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ ᾿Αδὰδ υἱὸς Βαρὰδ ὁ ἐκκόψας Μαδιὰμ ἐν τῷ πεδίῳ Μωάβ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γετθαίμ. 36 ἀπέθανε δὲ ᾿Αδάδ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Σαμαδὰ ἐκ Μασεκκᾶς. 37 ἀπέθανε δὲ Σαμαδά, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Σαοὺλ ἐκ Ροωβὼθ τῆς παρὰ ποταμόν. 38 ἀπέθανε δὲ Σαούλ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Βαλαεννὼν υἱὸς ᾿Αχοβώρ. 39 ἀπέθανε δὲ Βαλαεννὼν υἱὸς ᾿Αχοβώρ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ ᾿Αρὰδ υἱὸς Βαράδ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Φογώρ, ὄνομα δὲ τῇ γυναικὶ αὐτοῦ Μετεβεήλ, θυγάτηρ Ματραΐθ, υἱοῦ Μαιζοώβ. 40 Ταῦτα τὰ ὀνόματα τῶν ἡγεμόνων ῾Ησαῦ ἐν ταῖς φυλαῖς αὐτῶν κατὰ τόπον αὐτῶν, ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν. ἡγεμὼν Θαμνά, ἡγεμὼν Γωλά, ἡγεμὼν ᾿Ιεθέρ, 41 ἡγεμὼν ᾿Ολιβεμάς, ἡγεμὼν ῾Ηλάς, ἡγεμὼν Φινών, 42 ἡγεμὼν Κενέζ, ἡγεμὼν Θαιμάν, ἡγεμὼν Μαζάρ, 43 ἡγεμὼν Μαγεδιήλ, ἡγεμὼν Ζαφωίν. οὗτοι ἡγεμόνες ᾿Εδὼμ ἐν ταῖς κατῳκοδομημέναις ἐν τῇ γῇ τῆς κτήσεως αὐτῶν. οὗτος ῾Ησαῦ πατὴρ ᾿Εδώμ.