Δευτέρα 21 Δεκεμβρίου 2015

ΛΕΥΙΤΙΚΟΝ

ΚΕΦΑΛΑΙΟΝ 7 


ΚΑΙ οὗτος ὁ νόμος τοῦ κριοῦ τοῦ περὶ τῆς πλημμελείας· ἅγια ἁγίων ἐστίν. 2 ἐν τόπῳ οὗ σφάζουσι τὸ ὁλοκαύτωμα, σφάξουσι τὸν κριὸν τῆς πλημμελείας ἔναντι Κυρίου, καὶ τὸ αἷμα προσχεεῖ ἐπὶ τὴν βάσιν τοῦ θυσιαστηρίου κύκλῳ. 3 καὶ πᾶν τὸ στέαρ αὐτοῦ προσοίσει ἀπ᾿ αὐτοῦ, καὶ τὴν ὀσφὺν καὶ πᾶν τὸ στέαρ τὸ κατακαλύπτον τὰ ἐνδόσθια καὶ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῶν ἐνδοσθίων 4 καὶ τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ᾿ αὐτῶν, τὸ ἐπὶ τῶν μηρίων, καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος σὺν τοῖς νεφροῖς, περιελεῖ αὐτά, 5 καὶ ἀνοίσει αὐτὰ ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον κάρπωμα τῷ Κυρίῳ· περὶ πλημμελείας ἐστί. 6 πᾶς ἄρσην ἐκ τῶν ἱερέων ἔδεται αὐτά, ἐν τόπῳ ἁγίῳ ἔδονται αὐτά· ἅγια ἁγίων ἐστίν. 7 ὥσπερ τὸ περὶ τῆς ἁμαρτίας, οὕτω καὶ τὸ τῆς πλημμελείας, νόμος εἷς αὐτῶν· ὁ ἱερεὺς ὅστις ἐξιλάσσεται ἐν αὐτῷ, αὐτῷ ἔσται. 8 καὶ ὁ ἱερεὺς ὁ προσάγων ὁλοκαύτωμα ἀνθρώπου, τὸ δέρμα τῆς ὁλοκαυτώσεως, ἧς προσφέρει αὐτός, αὐτῷ ἔσται. 9 καὶ πᾶσα θυσία, ἥτις ποιηθήσεται ἐν τῷ κλιβάνῳ, καὶ πᾶσα, ἥτις ποιηθήσεται ἐπ᾿ ἐσχάρας ἢ ἐπὶ τηγάνου, τοῦ ἱερέως τοῦ προσφέροντος αὐτήν, αὐτῷ ἔσται. 10 καὶ πᾶσα θυσία ἀναπεποιημένη ἐν ἐλαίῳ καὶ μὴ ἀναπεποιημένη πᾶσι τοῖς υἱοῖς ᾿Ααρὼν ἔσται, ἑκάστῳ τὸ ἴσον. 11 Οὗτος ὁ νόμος θυσίας σωτηρίου, ἣν προσοίσουσι Κυρίῳ. 12 ἐὰν μὲν περὶ αἰνέσεως προσφέρῃ αὐτήν, καὶ προσοίσει ἐπὶ τῆς θυσίας τῆς αἰνέσεως ἄρτους ἐκ σεμιδάλεως ἀναπεποιημένους ἐν ἐλαίῳ, λάγανα ἄζυμα διακεχρισμένα ἐν ἐλαίῳ καὶ σεμίδαλιν πεφυραμένην ἐν ἐλαίῳ· 13 ἐπ᾿ ἄρτοις ζυμίταις προσοίσει τὰ δῶρα αὐτοῦ ἐπὶ θυσίᾳ αἰνέσεως σωτηρίου. 14 καὶ προσάξει ἓν ἀπὸ πάντων τῶν δώρων αὐτοῦ, ἀφαίρεμα Κυρίῳ. τῷ ἱερεῖ τῷ προσχέοντι τὸ αἷμα τοῦ σωτηρίου, αὐτῷ ἔσται. 15 καὶ τὰ κρέα θυσίας αἰνέσεως σωτηρίου αὐτῷ ἔσται, καὶ ἐν ᾗ ἡμέρᾳ δωρεῖται, βρωθήσεται· οὐ καταλείψουσιν ἀπ᾿ αὐτοῦ εἰς τὸ πρωΐ. 16 καὶ ἐὰν εὐχὴ ᾖ, ἢ ἑκούσιον θυσιάζῃ τὸ δῶρον αὐτοῦ, ᾗ ἂν ἡμέρᾳ προσαγάγῃ τὴν θυσίαν αὐτοῦ, βρωθήσεται, καὶ τῇ αὔριον· 17 καὶ τὸ καταλειφθὲν ἀπὸ τῶν κρεῶν τῆς θυσίας ἕως ἡμέρας τρίτης, ἐν πυρὶ κατακαυθήσεται. 18 ἐὰν δὲ φαγὼν φάγῃ ἀπὸ τῶν κρεῶν τῇ ἡμέρᾳ τῇ τρίτῃ, οὐ δεχθήσεται αὐτῷ τῷ προσφέροντι αὐτό, οὐ λογισθήσεται αὐτῷ, μίασμά ἐστιν· ἡ δὲ ψυχή, ἥτις ἐὰν φάγῃ ἀπ᾿ αὐτοῦ, τὴν ἁμαρτίαν λήψεται. 19 καὶ κρέα ὅσα ἐὰν ἅψηται παντὸς ἀκαθάρτου, οὐ βρωθήσεται, ἐν πυρὶ κατακαυθήσεται. πᾶς καθαρὸς φάγεται κρέα. 20 ἡ δὲ ψυχή, ἥτις ἐὰν φάγῃ ἀπὸ τῶν κρεῶν τῆς θυσίας τοῦ σωτηρίου, ὅ ἐστι Κυρίου, καὶ ἡ ἀκαθαρσία αὐτοῦ ἐπ᾿ αὐτῷ, ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς. 21 καὶ ψυχή, ἣ ἂν ἅψηται παντὸς πράγματος ἀκαθάρτου, ἢ ἀπὸ ἀκαθαρσίας ἀνθρώπου, ἢ τῶν τετραπόδων τῶν ἀκαθάρτων, ἢ παντὸς βδελύγματος ἀκαθάρτου, καὶ φάγῃ ἀπὸ τῶν κρεῶν τῆς θυσίας τοῦ σωτηρίου, ὅ ἐστι Κυρίου, ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς. 22 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· 23 λάλησον τοῖς υἱοῖς ᾿Ισραὴλ λέγων· πᾶν στέαρ βοῶν, καὶ προβάτων, καὶ αἰγῶν οὐκ ἔδεσθε. 24 καὶ στέαρ θνησιμαίων καὶ θηριαλώτων ποιηθήσεται εἰς πᾶν ἔργον, καὶ εἰς βρῶσιν οὐ βρωθήσεται. 25 πᾶς ὁ ἔσθων στέαρ ἀπὸ τῶν κτηνῶν, ὧν προσάξει ἀπ᾿ αὐτῶν κάρπωμα Κυρίῳ, ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἀπὸ τοῦ λαοῦ αὐτῆς. 26 πᾶν αἷμα οὐκ ἔδεσθε ἐν πάσῃ τῇ κατοικίᾳ ὑμῶν ἀπό τε τῶν κτηνῶν καὶ ἀπὸ τῶν πετεινῶν. 27 πᾶσα ψυχή, ἣ ἂν φάγῃ αἷμα, ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἀπὸ τοῦ λαοῦ αὐτῆς. 28 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· 29 καὶ τοῖς υἱοῖς ᾿Ισραὴλ λαλήσεις, λέγων· ὁ προσφέρων θυσίαν σωτηρίου, οἴσει τὸ δῶρον αὐτοῦ Κυρίῳ καὶ ἀπὸ τῆς θυσίας τοῦ σωτηρίου. 30 αἱ χεῖρες αὐτοῦ προσοίσουσι τὰ καρπώματα Κυρίῳ· τὸ στέαρ τὸ ἐπὶ τοῦ στηθυνίου, καὶ τὸν λοβὸν τοῦ ἥπατος, προσοίσει αὐτά, ὥστε ἐπιτιθέναι δόμα ἔναντι Κυρίου. 31 καὶ ἀνοίσει ὁ ἱερεὺς τὸ στέαρ ἐπὶ τοῦ θυσιαστηρίου, καὶ ἔσται τὸ στηθύνιον ᾿Ααρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ. 32 καὶ τὸν βραχίονα τὸν δεξιὸν δώσετε ἀφαίρεμα τῷ ἱερεῖ ἀπὸ τῶν θυσιῶν τοῦ σωτηρίου ὑμῶν· 33 ὁ προσφέρων τὸ αἷμα τοῦ σωτηρίου καὶ τὸ στέαρ τὸ ἀπὸ τῶν υἱῶν ᾿Ααρών, αὐτῷ ἔσται ὁ βραχίων ὁ δεξιὸς ἐν μερίδι· 34 τὸ γὰρ στηθύνιον τοῦ ἐπιθέματος καὶ τὸν βραχίονα τοῦ ἀφαιρέματος εἴληφα παρὰ τῶν υἱῶν ᾿Ισραὴλ ἀπὸ τῶν θυσιῶν τοῦ σωτηρίου ὑμῶν καὶ ἔδωκα αὐτὰ ᾿Ααρὼν τῷ ἱερεῖ καὶ τοῖς υἱοῖς αὐτοῦ, νόμιμον αἰώνιον παρὰ τῶν υἱῶν ᾿Ισραήλ. 35 Αὕτη ἡ χρῖσις ᾿Ααρὼν καὶ ἡ χρῖσις τῶν υἱῶν αὐτοῦ ἀπὸ τῶν καρπωμάτων Κυρίου, ἐν ᾗ ἡμέρᾳ προσηγάγετο αὐτοὺς τοῦ ἱερατεύειν τῷ Κυρίῳ. 36 καθὰ ἐνετείλατο Κύριος δοῦναι αὐτοῖς ᾗ ἡμέρᾳ ἔχρισεν αὐτοὺς παρὰ τῶν υἱῶν ᾿Ισραήλ· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς αὐτῶν. 37 οὗτος ὁ νόμος τῶν ὁλοκαυτωμάτων καὶ θυσίας καὶ περὶ ἁμαρτίας καὶ τῆς πλημμελείας καὶ τῆς τελειώσεως καὶ τῆς θυσίας τοῦ σωτηρίου, 38 ὃν τρόπον ἐνετείλατο Κύριος τῷ Μωυσῇ ἐν τῷ ὄρει Σινά, ᾗ ἡμέρᾳ ἐνετείλατο τοῖς υἱοῖς ᾿Ισραὴλ προσφέρειν τὰ δῶρα αὐτῶν ἔναντι Κυρίου ἐν τῇ ἐρήμῳ Σινά.

Σάββατο 19 Δεκεμβρίου 2015

Νεκρώσιμα Καθίσματα

Τροπάρια (Καθίσματα) που αναφέρονται στους <<απ' αιώνος κεκοιμημένους>> και ψάλλονται κάθε Σάββατο στον Όρθρο. Περιέχονται στην Παρακλητική. 

Νεκρώσιμος Ακολουθία

Η εξόδιος ακολουθία που ψάλλεται στους εκδημούντας πιστούς. Την εβδομάδα της Διακαινησίμου ψάλλεται ιδιαίτερη νεκρώσιμη ακολουθία. Επίσης υπάρχει ιδιαίτερη ακολουθία στα νήπια. 

Παρασκευή 18 Δεκεμβρίου 2015

Κεκοιμημένων Κανόνες

Ψάλλονται κάθε Σάββατο στον Όρθρο και είναι αφιερωμένοι στους προσφιλείς μας νεκρούς. 

Πέμπτη 17 Δεκεμβρίου 2015

ΛΕΥΙΤΙΚΟΝ

ΚΕΦΑΛΑΙΟΝ 6 


ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· 2 ἔντειλαι ᾿Ααρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, λέγων· οὗτος ὁ νόμος τῆς ὁλοκαυτώσεως· αὐτὴ ἡ ὁλοκαύτωσις ἐπὶ τῆς καύσεως αὐτῆς ἐπὶ τοῦ θυσιαστηρίου ὅλην τὴν νύκτα ἕως τὸ πρωΐ, καὶ τὸ πῦρ τοῦ θυσιαστηρίου καυθήσεται ἐπ᾿ αὐτοῦ, οὐ σβεσθήσεται. 3 καὶ ἐνδύσεται ὁ ἱερεὺς χιτῶνα λινοῦν καὶ περισκελὲς λινοῦν ἐνδύσεται περὶ τὸ σῶμα αὐτοῦ, καὶ ἀφελεῖ τὴν κατακάρπωσιν, ἣν ἂν καταναλώσῃ τὸ πῦρ, τὴν ὁλοκαύτωσιν, ἀπὸ τοῦ θυσιαστηρίου, καὶ παραθήσει αὐτὸ ἐχόμενον τοῦ θυσιαστηρίου. 4 καὶ ἐκδύσεται τὴν στολὴν αὐτοῦ καὶ ἐνδύσεται στολὴν ἄλλην, καὶ ἐξοίσει τὴν κατακάρπωσιν ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρόν. 5 καὶ πῦρ ἐπὶ τὸ θυσιαστήριον καυθήσεται ἀπ᾿ αὐτοῦ καὶ οὐ σβεσθήσεται, καὶ καύσει ἐπ᾿ αὐτοῦ ὁ ἱερεὺς ξύλα τὸ πρωΐ πρωΐ· καὶ στοιβάσει ἐπ᾿ αὐτοῦ τὴν ὁλοκαύτωσιν καὶ ἐπιθήσει ἐπ᾿ αὐτὸ τὸ στέαρ τοῦ σωτηρίου· 6 καὶ πῦρ διὰ παντὸς καυθήσεται ἐπὶ τὸ θυσιαστήριον, οὐ σβεσθήσεται. 7 Οὗτος ὁ νόμος τῆς θυσίας, ἣν προσάξουσιν αὐτὴν οἱ υἱοὶ ᾿Ααρὼν ἔναντι Κυρίου ἀπέναντι τοῦ θυσιαστηρίου· 8 καὶ ἀφελεῖ ἀπ᾿ αὐτοῦ τῇ δρακὶ ἀπὸ τῆς σεμιδάλεως τῆς θυσίας σὺν τῷ ἐλαίῳ αὐτῆς καὶ σὺν παντὶ τῷ λιβάνῳ αὐτῆς τὰ ὄντα ἐπὶ τῆς θυσίας καὶ ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον κάρπωμα, ὀσμὴν εὐωδίας, τὸ μνημόσυνον αὐτῆς τῷ Κυρίῳ. 9 τὸ δὲ καταλειφθὲν ἀπ᾿ αὐτῆς ἔδεται ᾿Ααρὼν καὶ οἱ υἱοὶ αὐτοῦ· ἄζυμα βρωθήσεται ἐν τόπῳ ἁγίῳ, ἐν αὐλῇ τῆς σκηνῆς τοῦ μαρτυρίου ἔδονται αὐτήν. 10 οὐ πεφθήσεται ἐζυμωμένη· μερίδα αὐτὴν ἔδωκα αὐτοῖς ἀπὸ τῶν καρπωμάτων Κυρίου· ἅγια ἁγίων ἐστίν, ὥσπερ τὸ τῆς ἁμαρτίας καὶ ὥσπερ τὸ τῆς πλημμελείας. 11 πᾶν ἀρσενικὸν τῶν ἱερέων ἔδονται αὐτήν· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἀπὸ τῶν καρπωμάτων Κυρίου. πᾶς ὃς ἐὰν ἅψηται αὐτῶν, ἁγιασθήσεται. 12 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· 13 τοῦτο τὸ δῶρον ᾿Ααρὼν καὶ τῶν υἱῶν αὐτοῦ, ὃ προσοίσουσι Κυρίῳ ἐν τῇ ἡμέρᾳ, ᾗ ἂν χρίσῃς αὐτόν· τὸ δέκατον τοῦ οἰφὶ σεμιδάλεως εἰς θυσίαν διὰ παντός, τὸ ἥμισυ αὐτῆς τὸ πρωΐ, καὶ τὸ ἥμισυ αὐτῆς τὸ δειλινόν. 14 ἐπὶ τηγάνου ἐν ἐλαίῳ ποιηθήσεται, πεφυραμένην οἴσει αὐτήν, ἑλικτά, θυσίαν ἐκ κλασμάτων, θυσίαν εἰς ὀσμὴν εὐωδίας Κυρίῳ. 15 ὁ ἱερεὺς ὁ χριστὸς ἀντ᾿ αὐτοῦ ἐκ τῶν υἱῶν αὐτοῦ ποιήσει αὐτήν· νόμος αἰώνιος, ἅπαν ἐπιτελεσθήσεται. 16 καὶ πᾶσα θυσία ἱερέως ὁλόκαυτος ἔσται καὶ οὐ βρωθήσεται. 17 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· 18 λάλησον ᾿Ααρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ λέγων· οὗτος ὁ νόμος τῆς ἁμαρτίας· ἐν τόπῳ, οὗ σφάζουσι τὸ ὁλοκαύτωμα, σφάξουσι τὰ περὶ τῆς ἁμαρτίας ἔναντι Κυρίου· ἅγια ἁγίων ἐστίν. 19 ὁ ἱερεὺς ὁ ἀναφέρων αὐτὴν ἔδεται αὐτήν· ἐν τόπῳ ἁγίῳ βρωθήσεται, ἐν αὐλῇ τῆς σκηνῆς τοῦ μαρτυρίου. 20 πᾶς ὁ ἁπτόμενος τῶν κρεῶν αὐτῆς ἁγιασθήσεται· καὶ ᾧ ἐὰν ἐπιρραντισθῇ ἀπὸ τοῦ αἵματος αὐτῆς ἐπὶ τὸ ἱμάτιον, ὃς ἐὰν ραντισθῇ ἐπ᾿ αὐτό, πλυθήσεται ἐν τόπῳ ἁγίῳ. 21 καὶ σκεῦος ὀστράκινον, οὗ ἐὰν ἑψηθῇ ἐν αὐτῷ, συντριβήσεται· ἐὰν δὲ ἐν σκεύει χαλκῷ ἑψηθῇ, ἐκτρίψει αὐτὸ καὶ ἐκκλύσει ὕδατι. 22 πᾶς ἄρσην ἐν τοῖς ἱερεῦσι φάγεται αὐτά· ἅγια ἁγίων ἐστὶ Κυρίῳ. 23 καὶ πάντα τὰ περὶ τῆς ἁμαρτίας, ὧν ἐὰν εἰσενεχθῇ ἀπὸ τοῦ αἵματος αὐτῶν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου ἐξιλάσασθαι ἐν τῷ ἁγίῳ, οὐ βρωθήσεται· ἐν πυρὶ κατακαυθήσεται.