Δευτέρα 26 Σεπτεμβρίου 2016

ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ

ΚΕΦΑΛΑΙΟΝ 21 

ΕΑΝ δὲ εὑρεθῇ τραυματίας ἐν τῇ γῇ, ᾗ Κύριος ὁ Θεός σου δίδωσί σοι κληρονομῆσαι, πεπτωκὼς ἐν τῷ πεδίῳ καὶ οὐκ οἴδασι τὸν πατάξαντα, 2 ἐξελεύσεται ἡ γερουσία σου καὶ οἱ κριταί σου καὶ ἐκμετρήσουσιν ἐπὶ τὰς πόλεις τὰς κύκλῳ τοῦ τραυματίου, 3 καὶ ἔσται ἡ πόλις ἡ ἐγγίζουσα τῷ τραυματίᾳ καὶ λήψεται ἡ γερουσία τῆς πόλεως ἐκείνης δάμαλιν ἐκ βοῶν, ἥτις οὐκ εἴργασται, καὶ ἥτις οὐχ εἵλκυσε ζυγόν, 4 καὶ καταβιβάσουσιν ἡ γερουσία τῆς πόλεως ἐκείνης δάμαλιν εἰς φάραγγα τραχεῖαν, ἥτις οὐκ εἴργασται οὐδὲ σπείρεται, καὶ νευροκοπήσουσι τὴν δάμαλιν ἐν τῇ φάραγγι. 5 καὶ προσελεύσονται οἱ ἱερεῖς οἱ Λευῖται, ὅτι αὐτοὺς ἐπέλεξε Κύριος ὁ Θεὸς παρεστηκέναι αὐτῷ καὶ εὐλογεῖν ἐπὶ τῷ ὀνόματι αὐτοῦ, καὶ ἐπὶ τῷ στόματι αὐτῶν ἔσται πᾶσα ἀντιλογία καὶ πᾶσα ἁφή. 6 καὶ πᾶσα ἡ γερουσία τῆς πόλεως ἐκείνης οἱ ἐγγίζοντες τῷ τραυματίᾳ νίψονται τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν τῆς δαμάλεως τῆς νενευροκοπημένης ἐν τῇ φάραγγι 7 καὶ ἀποκριθέντες ἐροῦσιν· αἱ χεῖρες ἡμῶν οὐκ ἐξέχεαν τὸ αἷμα τοῦτο, καὶ οἱ ὀφθαλμοὶ ἡμῶν οὐχ ἑωράκασιν· 8 ἵλεως γενοῦ τῷ λαῷ σου ᾿Ισραήλ, οὓς ἐλυτρώσω, Κύριε, ἵνα μὴ γένηται αἷμα ἀναίτιον ἐν τῷ λαῷ σου ᾿Ισραήλ. καὶ ἐξιλασθήσεται αὐτοῖς τὸ αἷμα. 9 σὺ δὲ ἐξαρεῖς τὸ αἷμα· τὸ ἀναίτιον ἐξ ὑμῶν αὐτῶν, ἐὰν ποιήσῃς τὸ καλὸν καὶ τὸ ἀρεστὸν ἔναντι Κυρίου τοῦ Θεοῦ σου. 10 ᾿Εὰν δὲ ἐξελθὼν εἰς πόλεμον ἐπὶ τοὺς ἐχθρούς σου καὶ παραδῷ σοι Κύριος ὁ Θεός σου εἰς τὰς χεῖράς σου καὶ προνομεύσῃς τὴν προνομὴν αὐτῶν 11 καὶ ἴδῃς ἐν τῇ προνομῇ γυναῖκα καλὴν τῷ εἴδει καὶ ἐνθυμηθῇς αὐτῆς καὶ λάβῃς αὐτήν σεαυτῷ γυναῖκα 12 καὶ εἰσάξῃς αὐτὴν ἔνδον εἰς τὴν οἰκίαν σου, καὶ ξυρήσεις τὴν κεφαλὴν αὐτῆς καὶ περιονυχιεῖς αὐτὴν 13 καὶ περιελεῖς τὰ ἱμάτια τῆς αἰχμαλωσίας ἀπ᾿ αὐτῆς καὶ καθιεῖται ἐν τῇ οἰκίᾳ σου καὶ κλαύσεται τὸν πατέρα καὶ τὴν μητέρα μηνὸς ἡμέρας, καὶ μετὰ ταῦτα εἰσελεύσῃ πρὸς αὐτὴν καὶ συνοικισθήσῃ αὐτῇ, καὶ ἔσται σου γυνή. 14 καὶ ἔσται ἐὰν μὴ θέλῃς αὐτήν, ἐξαποστελεῖς αὐτὴν ἐλευθέραν καὶ πράσει οὐ πραθήσεται ἀργυρίου· οὐκ ἀθετήσεις αὐτήν, διότι ἐταπείνωσας αὐτήν. 15 ᾿Εὰν δὲ γένωνται ἀνθρώπῳδύο γυναῖκες, μία αὐτῶν ἠγαπημένη καὶ μία αὐτῶν μισουμένη, καὶ τέκωσιν αὐτῷ ἡ ἠγαπημένη καὶ ἡ μισουμένη καὶ γένηται υἱὸς πρωτότοκος τῆς μισουμένης, 16 καὶ ἔσται ᾗ ἂν ἡμέρᾳ κατακληρονομῇ τοῖς υἱοῖς αὐτοῦ τὰ ὑπάρχοντα αὐτοῦ, οὐ δυνήσεται πρωτοτοκεῦσαι τῷ υἱῷ τῆς ἠγαπημένης, ὑπεριδὼν τὸν υἱὸν τῆς μισουμένης τὸν πρωτότοκον, 17 ἀλλὰ τὸν πρωτότοκον υἱὸν τῆς μισουμένης ἐπιγνώσεται δοῦναι αὐτῷ διπλᾶ ἀπὸ πάντων, ὧν ἂν εὑρεθῇ αὐτῷ, ὅτι οὗτός ἐστιν ἀρχὴ τέκνων αὐτοῦ, καὶ τούτῳ καθήκει τὰ πρωτοτοκεῖα. 18 ᾿Εὰν δέ τινι ᾖ υἱὸς ἀπειθὴς καὶ ἐρεθιστής, οὐχ ὑπακούων φωνὴν πατρὸς καὶ φωνὴν μητρός, καὶ παιδεύωσιν αὐτὸν καὶ μὴ εἰσακούῃ αὐτῶν, 19 καὶ συλλαβόντες αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ καὶ ἐξάξουσιν αὐτὸν ἐπὶ τὴν γερουσίαν τῆς πόλεως αὐτοῦ καὶ ἐπὶ τὴν πύλην τοῦ τόπου 20 καὶ ἐροῦσι τοῖς ἀνδράσι τῆς πόλεως αὐτῶν· ὁ υἱὸς ἡμῶν οὗτος ἀπειθεῖ καὶ ἐρεθίζει, οὐχ ὑπακούει τῆς φωνῆς ἡμῶν, συμβολοκοπῶν οἰνοφλυγεῖ· 21 καὶ λιθοβολήσουσιν αὐτὸν οἱ ἄνδρες τῆς πόλεως αὐτοῦ ἐν λίθοις, καὶ ἀποθανεῖται· καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν, καὶ οἱ ἐπίλοιποι ἀκούσαντες φοβηθήσονται. 22 ᾿Εὰν δὲ γένηται ἔν τινι ἁμαρτία κρίμα θανάτου καὶ ἀποθάνῃ καὶ κρεμάσητε αὐτὸν ἐπὶ ξύλου, 23 οὐ κοιμηθήσεται τὸ σῶμα αὐτοῦ ἐπὶ τοῦ ξύλου, ἀλλὰ ταφῇ θάψετε αὐτὸ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτι κεκατηραμένος ὑπὸ Θεοῦ πᾶς κρεμάμενος ἐπὶ ξύλου· καὶ οὐ μὴ μιανεῖτε τὴν γῆν, ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι ἐν κλήρῳ.

Σάββατο 24 Σεπτεμβρίου 2016

ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ

ΚΕΦΑΛΑΙΟΝ 20 


ΕΑΝ δὲ ἐξέλθῃς εἰς πόλεμον ἐπὶ τοὺς ἐχθρούς σου καὶ ἴδῃς ἵππον καὶ ἀναβάτην καὶ λαὸν πλείονά σου, οὐ φοβηθήσῃ ἀπ᾿ αὐτῶν, ὅτι Κύριος ὁ Θεός σου μετὰ σοῦ ὁ ἀναβιβάσας σε ἐκ γῆς Αἰγύπτου. 2 καὶ ἔσται ὅταν ἐγγίσῃς τῷ πολέμῳ, καὶ προσεγγίσας ὁ ἱερεὺς λαλήσει τῷ λαῷ καὶ ἐρεῖ πρὸς αὐτούς· 3 ἄκουε, ᾿Ισραήλ· ὑμεῖς πορεύεσθε σήμερον εἰς τὸν πόλεμον ἐπὶ τοὺς ἐχθροὺς ὑμῶν, μὴ ἐκλυέσθω ἡ καρδία ὑμῶν, μὴ φοβεῖσθε μηδὲ θραύεσθε μηδὲ ἐκκλίνετε ἀπὸ προσώπου αὐτῶν, 4 ὅτι Κύριος ὁ Θεὸς ὑμῶν ὁ προπορευόμενος μεθ᾿ ὑμῶν συνεκπολεμῆσαι ὑμῖν τοὺς ἐχθροὺς ὑμῶν, διασῶσαι ὑμᾶς. 5 καὶ λαλήσουσιν οἱ γραμματεῖς πρὸς τὸν λαὸν λέγοντες· τίς ὁ ἄνθρωπος ὁ οἰκοδομήσας οἰκίαν καινὴν καὶ οὐκ ἐνεκαίνισεν αὐτήν; πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ, μὴ ἀποθάνῃ ἐν τῷ πολέμῳ καὶ ἄνθρωπος ἕτερος ἐγκαινιεῖ αὐτήν. 6 καὶ τίς ὁ ἄνθρωπος, ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ οὐκ εὐφράνθη ἐξ αὐτοῦ; πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ, μὴ ἀποθάνῃ ἐν τῷ πολέμῳ καὶ ἄνθρωπος ἕτερος εὐφρανθήσεται ἐξ αὐτοῦ. 7 καὶ τίς ὁ ἄνθρωπος, ὅστις μεμνήστευται γυναῖκα καὶ οὐκ ἔλαβεν αὐτήν; πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ, μὴ ἀποθάνῃ ἐν τῷ πολέμῳ καὶ ἄνθρωπος ἕτερος λήψεται αὐτήν. 8 καὶ προσθήσουσιν οἱ γραμματεῖς λαλῆσαι πρὸς τὸν λαὸν καὶ ἐροῦσι· τίς ὁ ἄνθρωπος ὁ φοβούμενος καὶ δειλὸς τῇ καρδίᾳ; πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ, ἵνα μὴ δειλιάνῃ τὴν καρδίαν τοῦ ἀδελφοῦ αὐτοῦ ὥσπερ ἡ αὐτοῦ. 9 καὶ ἔσται ὅταν παύσωνται οἱ γραμματεῖς λαλοῦντες πρὸς τὸν λαόν, καὶ καταστήσουσιν ἄρχοντας τῆς στρατιᾶς προηγουμένους τοῦ λαοῦ. 10 ᾿Εὰν δὲ προσέλθῃς πρὸς πόλιν ἐκπολεμῆσαι αὐτούς, καὶ ἐκκαλέσαι αὐτοὺς μετ᾿ εἰρήνης· 11 ἐὰν μὲν εἰρηνικὰ ἀποκριθῶσί σοι καὶ ἀνοίξωσί σοι, ἔσται πᾶς ὁ λαὸς οἱ εὑρεθέντες ἐν αὐτῇ ἔσονταί σοι φορολόγητοι καὶ ὑπήκοοί σου· 12 ἐὰν δὲ μὴ ὑπακούσωσί σοι καὶ ποιῶσι πρὸς σὲ πόλεμον, περικαθαριεῖς αὐτήν, 13 ἕως ἂν παραδῷ σοι αὐτὴν Κύριος ὁ Θεός σου εἰς τὰς χεῖράς σου, καὶ πατάξεις πᾶν ἀρσενικὸν αὐτῆς ἐν φόνῳ μαχαίρας, 14 πλὴν τῶν γυναικῶν καὶ τῆς ἀποσκευῆς καὶ πάντα τὰ κτήνη καὶ πάντα, ὅσα ἂν ὑπάρχῃ ἐν τῇ πόλει, καὶ πᾶσαν τὴν ἀπαρτίαν προνομεύσεις σεαυτῷ καὶ φαγῇ πᾶσαν τὴν προνομὴν τῶν ἐχθρῶν σου, ὧν Κύριος ὁ Θεός σου δίδωσί σοι. 15 οὕτω ποιήσεις πάσας τὰς πόλεις τὰς μακρὰν οὔσας σου σφόδρα, αἱ οὐχὶ ἐκ τῶν πόλεων τῶν ἐθνῶν τούτων, ὧν Κύριος ὁ Θεός σου δίδωσί σοι κληρονομεῖν τὴν γῆν αὐτῶν. 16 ἰδοὺ δὲ ἀπὸ τῶν πόλεων τῶν ἐθνῶν τούτων, ὧν ὁ Κύριος ὁ Θεός σου δίδωσί σοι κληρονομεῖν τὴν γῆν αὐτῶν, οὐ ζωγρήσετε ἀπ᾿ αὐτῶν πᾶν ἐμπνέον, 17 ἀλλ᾿ ἢ ἀναθέματι ἀναθεματιεῖτε αὐτούς, τὸν Χετταῖον καὶ ᾿Αμορραῖον καὶ Χαναναῖον καὶ Φερεζαῖον καὶ Εὐαῖον καὶ ᾿Ιεβουσαῖον καὶ Γεργεσαῖον, ὃν τρόπον ἐνετείλατό σοι Κύριος ὁ Θεός σου, 18 ἵνα μὴ διδάξωσι ποιεῖν ὑμᾶς πάντα τὰβδελύγματα αὐτῶν, ὅσα ἐποίησαν τοῖς θεοῖς αὐτῶν, καὶ ἁμαρτήσεσθε ἐναντίον Κυρίου τοῦ Θεοῦ ὑμῶν. 19 ᾿Εὰν δὲ περικαθήσῃς περὶ πόλιν μίαν ἡμέρας πλείους ἐκπολεμῆσαι αὐτὴν εἰς κατάληψιν αὐτῆς, οὐκ ἐξολοθρεύσεις τὰ δένδρα αὐτῆς ἐπιβαλεῖν ἐπ᾿ αὐτὰ σίδηρον, ἀλλ᾿ ἢ ἀπ᾿ αὐτοῦ φαγῇ, αὐτὸ δὲ οὐκ ἐκκόψεις. μὴ ἄνθρωπος τὸ ξύλον τὸ ἐν τῷ ἀγρῷ εἰσελθεῖν ἀπὸ προσώπου σου εἰς τὸν χάρακα; 20 ἀλλὰ ξύλον, ὃ ἐπίστασαι ὅτι οὐ καρπόβρωτόν ἐστι, τοῦτο ὀλοθρεύσεις καὶ ἐκκόψεις καὶ οἰκοδομήσεις χαράκωσιν ἐπὶ τὴν πόλιν, ἥτις ποιεῖ πρὸς σὲ τὸν πόλεμον, ἕως ἂν παραδοθῇ.

Πέμπτη 22 Σεπτεμβρίου 2016

ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ

ΚΕΦΑΛΑΙΟΝ 19 

ΕΑΝ δὲ ἀφανίσῃ Κύριος ὁ Θεός σου τὰ ἔθνη, ἃ ὁ Θεὸς δίδωσί σοι τὴν γῆν αὐτῶν, καὶ κατακληρονομήσητε αὐτοὺς καὶ κατοικήσετε ἐν ταῖς πόλεσιν αὐτῶν καὶ ἐν τοῖς οἴκοις αὐτῶν, 2 τρεῖς πόλεις διαστελεῖς σεαυτῷ ἐν μέσῳ τῆς γῆς σου, ἧς Κύριος ὁ Θεός σου δίδωσί σοι. 3 στόχασαί σοι τὴν ὁδὸν καὶ τριμεριεῖς τὰ ὅρια τῆς γῆς σου, ἣν καταμερίζει σοι Κύριος ὁ Θεός σου, καὶ ἔσται ἐκεῖ καταφυγὴ παντὶ φονευτῇ. 4 τοῦτο δὲ ἔσται τὸ πρόσταγμα τοῦ φονευτοῦ, ὃς ἂν φύγῃ ἐκεῖ καὶ ζήσεται· ὃς ἂν πατάξῃ τὸν πλησίον αὐτοῦ οὐκ εἰδὼς καὶ οὗτος οὐ μισῶν αὐτὸν πρὸ τῆς χθὲς καὶ τρίτης, 5 καὶ ὃς ἐὰν εἰσέλθῃ μετὰ τοῦ πλησίον εἰς τὸν δρυμὸν συναγαγεῖν ξύλα, καὶ ἐκκρουσθῇ ἡ χεὶρ αὐτοῦ τῇ ἀξίνῃ κόπτοντος τὸ ξύλον, καὶ ἐκπεσὸν τὸ σιδήριον ἀπὸ τοῦ ξύλου τύχῃ τοῦ πλησίον, καὶ ἀποθάνῃ, οὗτος καταφεύξεται εἰς μίαν τῶν πόλεων τούτων καὶ ζήσεται, 6 ἵνα μὴ διώξας ὁ ἀγχιστεύων τοῦ αἵματος ὀπίσω τοῦ φονεύσαντος, ὅτι παρατεθέρμανται τῇ καρδίᾳ, καὶ καταλάβῃ αὐτόν, ἐὰν μακροτέρα ᾖ ἡ ὁδός, καὶ πατάξῃ αὐτοῦ ψυχήν, καὶ ἀποθάνῃ, καὶ τούτῳ οὐκ ἔστι κρίσις θανάτου, ὅτι οὐ μισῶν ἦν αὐτὸν πρὸ τῆς χθές, οὐδὲ πρὸ τῆς τρίτης. 7 διὰ τοῦτο ἐγώ σοι ἐντέλλομαι τὸ ρῆμα τοῦτο λέγων· τρεῖς πόλεις διαστελεῖς σεαυτῷ· 8 ἐὰν δὲ ἐμπλατύνῃ Κύριος ὁ Θεός σου τὰ ὅριά σου, ὃν τρόπον ὤμοσε τοῖς πατράσι σου, καὶ δῷ σοι Κύριος πᾶσαν τὴν γῆν, ἣν εἶπε δοῦναι τοῖς πατράσι σου, 9 ἐὰν ἀκούσῃς ποιεῖν πάσας τὰς ἐντολὰς ταύτας, ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἀγαπᾶν Κύριον τὸν Θεόν σου, πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ πάσας τὰς ἡμέρας, προσθήσειςσεαυτῷ ἔτι τρεῖς πόλεις πρὸς τὰς τρεῖς ταύτας, 10 καὶ οὐκ ἐκχυθήσεται αἷμα ἀναίτιον ἐν τῇ γῇ, ᾗ Κύριος ὁ Θεός σου δίδωσί σοι ἐν κλήρῳ, καὶ οὐκ ἔσται ἐν σοὶ αἵματι ἔνοχος. 11 ἐὰ δὲ γένηται ἐν σοὶ ἄνθρωπος μισῶν τὸν πλησίον καὶ ἐνεδρεύσῃ αὐτὸν καὶ ἐπαναστῇ ἐπ᾿ αὐτὸν καὶ πατάξῃ αὐτοῦ ψυχήν, καὶ ἀποθάνῃ, καὶ φύγῃ εἰς μίαν τῶν πόλεων τούτων, 12 καὶ ἀποστελοῦσιν ἡ γερουσία τῆς πόλεως αὐτοῦ καὶ λήψονται αὐτὸν ἐκεῖθεν καὶ παραδώσουσιν αὐτὸν εἰς χεῖρας τῶν ἀγχιστευόντων τοῦ αἵματος, καὶ ἀποθανεῖται· 13 οὐ φείσεται ὁ ὀφθαλμός σου ἐπ᾿ αὐτῷ καὶ καθαριεῖς τὸ αἷμα τὸ ἀναίτιον ἐξ ᾿Ισραήλ, καὶ εὖ σοι ἔσται. 14 Οὐ μετακινήσεις ὅρια τοῦ πλησίον, ἃ ἔστησαν οἱ πατέρες σου ἐν τῇ κληρονομίᾳ, ᾗ κατεκληρονομήθης ἐν τῇ γῇ, ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι ἐν κλήρῳ. 15 Οὐκ ἐμμενεῖ μάρτυς εἷς μαρτυρῆσαι κατὰ ἀνθρώπου κατὰ πᾶσαν ἀδικίαν καὶ κατὰ πᾶν ἁμάρτημα καὶ κατὰ πᾶσαν ἁμαρτίαν, ἣν ἐὰν ἁμάρτῃ· ἐπὶ στόματος δύο μαρτύρων καὶ ἐπὶ στόματος τριῶν μαρτύρων στήσεται πᾶν ρῆμα. 16 ἐὰν δὲ καταστῇ μάρτυς ἄδικος κατὰ ἀνθρώπου καταλέγων αὐτοῦ ἀσέβειαν, 17 καὶ στήσονται οἱ δύο ἄνθρωποι, οἷς ἐστιν αὐτοῖς ἡ ἀντιλογία, ἔναντι Κυρίου καὶ ἔναντι τῶν ἱερέων καὶ ἔναντι τῶν κριτῶν, οἳ ἂν ὦσιν ἐν ταῖς ἡμέραις ἐκείναις, 18 καὶ ἐξετάσωσιν οἱ κριταὶ ἀκριβῶς, καὶ ἰδοὺ μάρτυς ἄδικος ἐμαρτύρησεν ἄδικα, ἀντέστη κατὰ τοῦ ἀδελφοῦ αὐτοῦ, 19 καὶ ποιήσετε αὐτῷ ὃν τρόπον ἐπονηρεύσατο ποιῆσαι κατὰ τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ ἐξαρεῖς τὸ πονηρὸν ἐξ ὑμῶν αὐτῶν. 20 καὶ οἱ ἐπίλοιποι ἀκούσαντες φοβηθήσονται καὶ οὐ προσθήσουσιν ἔτι ποιῆσαι κατὰ τὸ ρῆμα τὸ πονηρὸν τοῦτο ἐν ὑμῖν. 21 οὐ φείσεται ὁ ὀφθαλμός σου ἐπ᾿ αὐτῷ· ψυχὴν ἀντὶ ψυχῆς, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, ὀδόντα ἀντὶ ὀδόντος, χεῖρα ἀντὶ χειρός, πόδα ἀντὶ ποδός.

Τρίτη 20 Σεπτεμβρίου 2016

ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ

ΚΕΦΑΛΑΙΟΝ 18 

ΟΥΚ ἔσται τοῖς ἱερεῦσι τοῖς Λευίταις, ὅλῃ φυλῇ Λευί, μερὶς οὐδὲ κλῆρος μετὰ ᾿Ισραήλ· καρπώματα Κυρίου ὁ κλῆρος αὐτῶν, φάγονται αὐτά. 2 κλῆρος δὲ οὐκ ἔσται αὐτοῖς ἐν τοῖς ἀδελφοῖς αὐτῶν· Κύριος αὐτὸς κλῆρος αὐτοῦ, καθότι εἶπεν αὐτῷ. 3 καὶ αὕτη ἡ κρίσις τῶν ἱερέων, τὰ παρὰ τοῦ λαοῦ, παρὰ τῶν θυόντων τὰ θύματα, ἐάν τε μόσχον ἐάν τε πρόβατον· καὶ δώσεις τὸν βραχίονα τῷ ἱερεῖ καὶ τά σιαγόνια καὶ τὸ ἔνυστρον. 4 καὶ τὰς ἀπαρχὰς τοῦ σίτου σου καὶ τοῦ οἴνου σου καὶ τοῦ ἐλαίου σου καὶ τὴν ἀπαρχὴν τῶν κουρῶν τῶν προβάτων σου δώσεις αὐτῷ· 5 ὅτι αὐτὸν ἐξελέξατο Κύριος ἐκ πασῶν τῶν φυλῶν σου παρεστάναι ἔναντι Κυρίου τοῦ Θεοῦ, λειτουργεῖν καὶ εὐλογεῖν ἐπὶ τῷ ὀνόματι αὐτοῦ, αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἐν τοῖς υἱοῖς ᾿Ισραήλ. 6 ἐὰν δὲ παραγένηται ὁ Λευίτης ἐκ μιᾶς τῶν πόλεων ἐκ πάντων τῶν υἱῶν ᾿Ισρήλ, οὗ αὐτὸς παροικεῖ, καθ᾿ ὅτι ἐπιθυμεῖ ἡ ψυχὴ αὐτοῦ, εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται Κύριος. 7 καὶ λειτουργήσει τῷ ὀνόματι Κυρίου τοῦ Θεοῦ αὐτοῦ, ὥσπερ πάντες οἱ ἀδελφοὶ αὐτοῦ οἱ Λευῖται οἱ παρεστηκότες ἐκεῖ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου· 8 μερίδα μεμερισμένην φάγεται, πλὴν τῆς πράσεως τῆς κατὰ πατριάν. 9 ᾿Εὰν δὲ εἰσέλθῃς εἰς τὴν γῆν, ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι, οὐ μαθήσῃ ποιεῖν κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν ἐκείνων. 10 οὐχ εὑρεθήσεται ἐν σοὶ περικαθαίρων τὸν υἱὸν αὐτοῦ ἢ τὴν θυγατέρα αὐτοῦ ἐν πυρί, μαντευόμενος μαντείαν, κληδονιζόμενος καὶ οἰωνιζόμενος, 11 φαρμακὸς ἐπαείδων ἐπαοιδήν, ἐγγαστρίμυθος καὶ τερατοσκόπος, ἐπερωτῶν τοὺς νεκρούς. 12 ἔστι γὰρ βδέλυγμα Κυρίῳ τῷ Θεῷ σου πᾶς ποιῶν ταῦτα· ἕνεκεν γὰρ τῶν βδελυγμάτων τούτων Κύριος ἐξολοθρεύσει αὐτοὺς ἀπὸ προσώπου σου. 13 τέλειος ἔσῃ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου· 14 τὰ γὰρ ἔθνη ταῦτα, οὓς σὺ κατακληρονομεῖς αὐτούς, οὗτοι κληδόνων καὶ μαντειῶν ἀκούσονται, σοὶ δὲ οὐχ οὕτως ἔδωκε Κύριος ὁ Θεός σου. 15 προφήτην ἐκ τῶν ἀδελφῶν σου ὡς ἐμὲ ἀναστήσει σοι Κύριος ὁ Θεός σου, αὐτοῦ ἀκούσεσθε 16 κατὰ πάντα, ὅσα ἠτήσῳ παρὰ Κυρίου τοῦ Θεοῦ σου ἐν Χωρὴβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας λέγοντες· οὐ προσθήσομεν ἀκοῦσαι τὴν φωνὴν Κυρίου τοῦ Θεοῦ σου καὶ τὸ πῦρ τοῦτο τὸ μέγα οὐκ ὀψόμεθα ἔτι, οὐδὲ μὴ ἀποθάνωμεν. 17 καὶ εἶπε Κύριος πρός με· ὀρθῶς πάντα ὅσα ἐλάλησαν πρὸς σέ· 18 προφήτην ἀναστήσω αὐτοῖς ἐκ τῶν ἀδελφῶν αὐτῶν, ὥσπερ σέ, καὶ δώσω τὰ ρήματα ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει αὐτοῖς καθ᾿ ὅτι ἂν ἐντείλωμαι αὐτῷ· 19 καὶ ὁ ἄνθρωπος, ὃς ἐὰν μὴ ἀκούσῃ ὅσα ἂν λαλήσῃ ὁ προφήτης ἐκεῖνος ἐπὶ τῷ ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ αὐτοῦ. 20 πλὴν ὁ προφήτης, ὃς ἂν ἀσεβήσῃ λαλῆσαι ἐπὶ τῷ ὀνόματί μου ρῆμα, ὃ οὐ προσέταξα λαλῆσαι, καὶ ὃς ἂν λαλήσῃ ἐν ὀνόματι θεῶν ἑτέρων, ἀποθανεῖται ὁ προφήτης ἐκεῖνος. 21 ἐὰν δὲ εἴπῃς ἐν τῇ καρδίᾳ σου· πῶς γνωσόμεθα τὸ ρῆμα, ὃ οὐκ ἐλάλησε Κύριος; 22 ὅσα ἐὰν λαλήσῃ ὁ προφήτης ἐκεῖνος τῷ ὀνόματι Κυρίου, καὶ μὴ γένηται καὶ μὴ συμβῇ, τοῦτο τὸ ρῆμα ὃ οὐκ ἐλάλησε Κύριος· ἐν ἀσεβείᾳ ἐλάλησεν ὁ προφήτης ἐκεῖνος, οὐκ ἐφέξεσθε αὐτοῦ.

Παρασκευή 16 Σεπτεμβρίου 2016

ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ

ΚΕΦΑΛΑΙΟΝ 17 

ΟΥ θύσεις Κυρίῳ τῷ Θεῷ σου μόσχον ἢ πρόβατον, ἐν ᾧ ἐστιν ἐν αὐτῷ μῶμος, πᾶν ρῆμα πονηρόν, ὅτι βδέλυγμα Κυρίῳ τῷ Θεῷ σού ἐστιν. 2 ᾿Εὰν δὲ εὑρεθῇ ἐν μιᾷ τῶν πόλεών σου, ὧν Κύριος ὁ Θεός σου δίδωσί σοι, ἀνὴρ ἢ γυνή, ὃς ποιήσει τὸ πονηρὸν ἐναντίον Κυρίου τοῦ Θεοῦ σου παρελθͺειν τὴν διαθήκην αὐτοῦ, 3 καὶ ἐλθόντες λατρεύσωσι θεοῖς ἑτέροις καὶ προσκυνήσωσιν αὐτοῖς, τῷ ἡλίῳ ἢ τῇ σελήνῃ ἢ παντὶ τῶν ἐκ τοῦ κόσμου τοῦ οὐρανοῦ, ἃ οὐ προσέξατέ σοι, 4 καὶ ἀναγγελῇ σοι, καὶ ἐκζητήσεις σφόδρα, καὶ ἰδοὺ ἀληθῶς γέγονε τὸ ρῆμα, γεγένηται τὸ βδέλυγμα τοῦτο ἐν ᾿Ισραήλ, 5 καὶ ἐξάξεις τὸν ἄνθρωπον ἐκεῖνον ἢ τὴν γυναῖκα ἐκείνην καὶ λιθοβολήσετε αὐτοὺς ἐν λίθοις, καὶ τελευτήσουσιν. 6 ἐπὶ δυσὶ μάρτυσιν ἢ ἐπὶ τρισὶ μάρτυσιν ἀποθανεῖται ὁ ἀποθνήσκων· οὐκ ἀποθανεῖται ἐφ᾿ ἑνὶ μάρτυρι. 7 καὶ ἡ χεὶρ τῶν μαρτύρων ἔσται ἐπ᾿ αὐτῷ ἐν πρώτοις θανατῶσαι αὐτόν, καὶ ἡ χεὶρ τοῦ λαοῦ ἐπ᾿ ἐσχάτων· καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν. 8 ᾿Εὰν δὲ ἀδυνατήσῃ ἀπὸ σοῦ ρῆμα ἐν κρίσει ἀναμέσον αἷμα αἵματος καὶ ἀναμέσον κρίσις κρίσεως καὶ ἀναμέσον ἁφὴ ἁφῆς καὶ ἀναμέσον ἀντιλογία ἀντιλογίας, ρήματα κρίσεως ἐν ταῖς πόλεσιν ὑμῶν, καὶ ἀναστὰς ἀναβήσῃ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου ἐκεῖ, 9 καὶ ἐλεύσῃ πρὸς τοὺς ἱερεῖς τοὺς Λευίτας καὶ πρὸς τὸν κριτήν, ὃς ἂν γένηται ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἐκζητήσαντες ἀναγγελοῦσί σοι τὴν κρίσιν. 10 καὶ ποιήσεις κατὰ τὸ πρᾶγμα, ὃ ἂν ἀναγγείλωσί σοι ἐκ τοῦ τόπου, οὗ ἐὰν ἐκλέξηται Κύριος ὁ Θεός σου, καὶ φυλάξῃ ποιῆσαι πάντα ὅσα ἂν νομοθετηθῇ σοι· 11 κατὰ τὸν νόμον καὶ κατὰ τὴν κρίσιν, ἣν ἂν εἴπωσί σοι, ποιήσεις, οὐκ ἐκκλινεῖς ἀπὸ τοῦ ρήματος, οὗ ἐὰν ἀναγγείλωσί σοι, δεξιὰ οὐδὲ ἀριστερά. 12 καὶ ὁ ἄνθρωπος, ὃς ἐὰν ποιήσῃ ἐν ὑπερηφανίᾳ ὥστε μὴ ὑπακοῦσαι τοῦ ἱερέως τοῦ παρεστηκότος λειτουργεῖν ἐπὶ τῷ ὀνόματι Κυρίου τοῦ Θεοῦ σου ἢ τοῦ κριτοῦ, ὃς ἂν ᾖ ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἀποθανεῖται ὁ ἄνθρωπος ἐκεῖνος, καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ ᾿Ισραήλ· 13 καὶ πᾶς ὁ λαὸς ἀκούσας φοβηθήσεται καὶ οὐκ ἀσεβήσει ἔτι. 14 ᾿Εὰν δὲ εἰσέλθῃς εἰς τὴν γῆν, ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι, καὶ κληρονομήσῃς αὐτὴν καὶ κατοικήσῃς ἐπ᾿ αὐτὴν καὶ εἴπῃς· καταστήσω ἐπ᾿ ἐμαυτὸν ἄρχοντα, καθὰ καὶ τὰ λοιπὰ ἔθνη τὰ κύκλῳ μου, 15 καθιστῶν καταστήσεις ἐπὶ σεαυτὸν ἄρχοντα, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεὸς αὐτόν. ἐκ τῶν ἀδελφῶν σου καταστήσεις ἐπὶ σεαυτὸν ἄρχοντα· οὐ δυνήσῃ καταστῆσαι ἐπὶ σεαυτὸν ἄνθρωπον ἀλλότριον, ὅτι οὐκ ἀδελφός σού ἐστι. 16 διότι οὐ πληθυνεῖ ἑαυτῷ ἵππον οὐδὲ μὴ ἀποστρέψῃ τὸν λαὸν εἰς Αἴγυπτον, ὅπως μὴ πληθύνῃ αὐτῷ ἵππον, ὁ δὲ Κύριος εἶπεν· οὐ προσθήσεσθε ἀποστρέψαι τῇ ὁδῷ ταύτῃ ἔτι. 17 καὶ οὐ πληθυνεῖ ἑαυτῷ γυναῖκας, ἵνα μὴ μεταστῇ αὐτοῦ ἡ καρδία· καὶ ἀργύριον καὶ χρυσίον οὐ πληθυνεῖ ἑαυτῷ σφόδρα. 18 καὶ ὅταν καθίσῃ ἐπὶ τῆς ἀρχῆς αὐτοῦ, καὶ γράψει αὐτῷ τὸ δευτερονόμιον τοῦτο εἰς βιβλίον παρὰ τῶν ἱερέων τῶν Λευιτῶν, 19 καὶ ἔσται μετ᾿ αὐτοῦ, καὶ ἀναγνώσεται ἐν αὐτῷ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ, ἵνα μάθῃ φοβεῖσθαι Κύριον τὸν Θεόν σου καὶ φυλάσσεσθαι πάσας τὰς ἐντολὰς ταύτας καὶ τὰ δικαιώματα ταῦτα ποιεῖν, 20 ἵνα μὴ ὑψωθῇ ἡ καρδία αὐτοῦ ἀπὸ τῶν ἀδελφῶν αὐτοῦ, ἵνα μὴ παραβῇ ἀπὸ τῶν ἐντολῶν δεξιὰ ἢ ἀριστερά, ὅπως ἂν μακροχρονίσῃ ἐπὶ τῆς ἀρχῆς αὐτοῦ, αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἐν τοῖς υἱοῖς ᾿Ισραήλ.