Παρασκευή 19 Απριλίου 2019

ΜΑΚΚΑΒΑΙΩΝ Γ'

ΚΕΦΑΛΑΙΟΝ 4

ΠΑΝΤΗ δέ, ὅπου προσέπιπτε τοῦτο τὸ πρόσταγμα, δημοτελὴς συνίστατο τοῖς ἔθνεσιν εὐωχία μετὰ ἀλαλαγμῶν καὶ χαρᾶς, ὡς ἂν τῆς προκατεσκιρρωμένης αὐτοῖς πάλαι κατὰ διάνοιαν μετὰ παρρησίας συνεκφαινομένης ἀπεχθείας. 2 τοῖς δὲ ᾿Ιουδαίοις ἀνήκεστον πένθος ἦν καὶ πανόδυρτος μετὰ δακρύων βοή, στεναγμοῖς πεπυρωμένης τῆς αὐτῶν πάντοθεν καρδίας, ὀλοφυρομένων τὴν ἀπροσδόκητον ἐξαίφνης ἐπικριθεῖσαν αὐτοῖς ὀλεθρίαν. 3 τίς νομὸς ἢ πόλις ἢ τίς τὸ σύνολον οἰκητὸς τόπος ἢ τίνες ἀγυιαὶ κοπετοῦ καὶ γόων ἐπ’ αὐτοῖς οὐκ ἐνεπιπλῶντο; 4 οὕτω γὰρ μετὰ πικρίας ἀνοίκτου ψυχῆς ὑπὸ τῶν κατὰ πόλιν στρατηγῶν ὁμοθυμαδὸν ἐξαπεστέλλοντο, ὥστε ἐπὶ ταῖς ἐξάλλοις τιμωρίαις καί τινας τῶν ἐχθρῶν λαμβάνοντας πρὸ τῶν ὀφθαλμῶν τὸν κοινὸν ἔλεον καὶ λογιζομένους τὴν ἄδηλον τοῦ βίου καταστροφήν, δακρύειν αὐτῶν τὴν τρισάθλιον ἐξαποστολήν. 5 ἤγετο γὰρ γεραιῶν πλῆθος πολιᾷ πεπυκασμένων, τὴν ἐκ τοῦ γήρως νωθρότητα ποδῶν ἐπίκυφον ἀνατροπῆς ὁρμῇ βιαίας ἁπάσης αἰδοῦς ἄνευ πρὸς ὀξεῖαν καταχρωμένων πορείαν. 6 αἱ δὲ ἄρτι πρὸς βίου κοινωνίαν γαμικὸν ὑπεληλυθυῖαι παστὸν νεάνιδες, ἀντὶ τέρψεως μεταλαβοῦσαι γόους καὶ κόνει τὴν μυροβραχῆ πεφυρμέναι κόμην, ἀκαλύπτως δὲ ἀγόμεναι, θρῆνον ἀνθ’ ὑμεναίων ὁμοθυμαδὸν ἐξῆρχον ὡς ἐσπαραγμέναι σκυλμοῖς ἀλλοεθνέσι· 7 δέσμιαι δὲ δημόσιαι μέχρι τῆς εἰς τὸ πλοῖον ἐμβολῆς εἵλκοντο μετὰ βίας. 8 οἵ τε τούτων συζυγεῖς βρόχοις ἀντὶ στεφέων τοὺς αὐχένας περιπεπλεγμένοι μετὰ ἀκμαίας καὶ νεανικῆς ἡλικίας, ἀντὶ εὐωχίας καὶ νεωτερικῆς ραθυμίας τὰς ἐπιλοίπους τῶν γάμων ἡμέρας ἐν θρήνοις διῆγον, παρὰ πόδας ἤδη τὸν ᾅδην ὁρῶντες κείμενον. 9 κατήχθησαν δέ θηρίων τρόπον ἀγόμενοι σιδηροδέσμοις ἀνάγκαις, οἱ μὲν τοῖς ζυγοῖς τῶν πλοίων προσηλωμένοι τοὺς τραχήλους, οἱ δὲ τοὺς πόδας ἀρρήκτοις κατησφαλισμένοι πέδαις, 10 ἔτι καὶ τῷ καθύπερθε πυκνῷ σανιδώματι διακειμένῳ, ὅπως πάντοθεν ἐσκοτισμένοι τοὺς ὀφθαλμοὺς ἀγωγὴν ἐπιβούλων ἐν παντὶ τῷ κατάπλῳ λαμβάνωσι. 11 Τούτων δὲ ἐπὶ τὴν λεγομένην Σχεδίαν ἀχθέντων καὶ τοῦ παράπλου περανθέντος, καθὼς ἦν δεδογματισμένον τῷ βασιλεῖ, προσέταξεν αὐτοὺς ἐν τῷ πρὸ τῆς πόλεως ἱπποδρόμῳ παρεμβαλεῖν ἀπλέτῳ καθεστῶτι περιμέτρῳ καὶ πρὸς παραδειγματισμὸν ἄγαν εὐκαιροτάτῳ καθεστῶτι πᾶσι τοῖς καταπορευομένοις εἰς τὴν πόλιν καὶ τοῖς ἐκ τούτων εἰς τὴν χώραν στελλομένοις πρὸς ἐκδημίαν πρὸς τὸ μηδὲ ταῖς δυνάμεσιν αὐτοῦ κοινωνεῖν, μηδὲ τὸ σύνολον καταξιῶσαι περιβόλων. 12 ὡς δὲ τοῦτο ἐγενήθη, ἀκούσας τοὺς ἐκ τῆς πόλεως ὁμοεθνεῖς κρυβῇ ἐκπορευομένους πυκνότερον ἀποδύρεσθαι τὴν ἀκλεᾶ τῶν ἀδελφῶν ταλαιπωρίαν, 13 διοργισθεὶς προσέταξε καὶ τούτοις ὁμοῦ τὸν αὐτὸν τρόπον ἐπιμελῶς ὡς ἐκείνοις ποιῆσαι μὴ λειπομένοις κατὰ μηδένα τρόπον τῆς ἐκείνων τιμωρίας, 14 ἀπογραφῆναι δὲ πᾶν τὸ φῦλον ἐξ ὀνόματος, οὐκ εἰς τὴν ἔμπροσθε βραχεῖ προδεδηλωμένην τῶν ἔργων κατάπονον λατρείαν, στρεβλωθέντας δὲ ταῖς παρηγγελμέναις αἰκίαις τὸ τέλος ἀφανίσαι μιᾶς ὑπὸ καιρὸν ἡμέρας. 15 ἐγίνετο μὲν οὖν ἡ τούτων ἀπογραφὴ μετὰ πικρᾶς σπουδῆς καὶ φιλοτίμου προσεδρείας ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν, ἀνήνυτον λαμβάνουσα τὸ τέλος ἐπὶ ἡμέρας τεσσαράκοντα. —16 Μεγάλως δὲ καὶ διηνεκῶς ὁ βασιλεὺς χαρᾷ πεπληρωμένος, συμπόσια ἐπὶ πάντων τῶν εἰδώλων συνιστάμενος, πεπλανημένῃ πόρρω τῆς ἀληθείας φρενὶ καὶ βεβήλῳ στόματι, τὰ μέν κωφὰ καὶ μὴ δυνάμενα αὐτοῖς λαλεῖν ἢ ἀρήγειν ἐπαινῶν, εἰς δὲ τὸν μέγιστον Θεὸν τὰ μὴ καθήκοντα λαλῶν. 17 μετὰ δὲ τὸ προειρημένον τοῦ χρόνου διάστημα προσηνέγκαντο οἱ γραμματεῖς τῷ βασιλεῖ μηκέτι ἰσχύειν τὴν τῶν ᾿Ιουδαίων ἀπογραφὴν ποιεῖσθαι διὰ τὴν ἀμέτρητον αὐτῶν πληθύν, 18 καίπερ ὄντων κατὰ τὴν χώραν ἔτι τῶν πλειόνων, τῶν μὲν κατὰ τὰς οἰκίας ἔτι συνεστηκότων, τῶν δὲ καὶ κατὰ τόπον, ὡς ἀδυνάτου καθεστῶτος πᾶσι τοῖς ἐπ’ Αἴγυπτον στρατηγοῖς. 19 ἀπειλήσαντος δὲ αὐτοῖς σκληρότερον ὡς δεδωροκοπημένοις εἰς μηχανὴν τῆς ἐκφυγῆς, συνέβη σαφῶς αὐτὸν περὶ τούτου πεισθῆναι, 20 λεγόντων μετὰ ἀποδείξεως καὶ τὴν χαρτηρίαν ἤδη καὶ τοὺς γραφικοὺς καλάμους, ἐν οἷς ἐχρῶντο, ἐκλελοιπέναι. 21 τοῦτο δὲ ἦν ἐνέργεια τῆς τοῦ βοηθοῦντος τοῖς ᾿Ιουδαίοις ἐξ οὐρανοῦ προνοίας ἀνικήτου.

Πέμπτη 18 Απριλίου 2019

ΜΑΚΚΑΒΑΙΩΝ Γ'

ΚΕΦΑΛΑΙΟΝ 3 

Α καὶ μεταλαμβάνων ὁ δυσσεβὴς ἐπὶ τοσοῦτον ἐχόλησεν, ὥστε οὐ μόνον τοῖς κατ’ ᾿Αλεξάνδρειαν διοργίζεσθαι, ἀλλὰ καὶ τοῖς ἐν τῇ χώρᾳ βαρυτέρως ἐναντιωθῆναι καὶ προστάξαι σπεύσαντας συναγαγεῖν πάντας ἐπὶ τὸ αὐτὸ καὶ χειρίστῳ μόρῳ τοῦ ζῆν μεταστῆσαι. 2 τούτων δὲ οἰκονομουμένων φήμη δυσμενὴς ἐξηχεῖτο κατὰ τοῦ γένους ἀνθρώποις συμφρονοῦσιν εἰς κακοποίησιν, ἀφορμῆς διδομένης εἰς διάθεσιν, ὡς ἂν ἀπὸ τῶν νομίμων αὐτοὺς κωλυόντων. 3 οἱ δὲ ᾿Ιουδαῖοι τὴν μὲν πρὸς τοὺς βασιλεῖς εὔνοιαν καὶ πίστιν ἀδιάστροφον ἦσαν διαφυλάσσοντες, 4 σεβόμενοι δὲ τὸν Θεὸν καὶ τῷ τούτου νόμῳ πολιτευόμενοι χωρισμὸν ἐποίουν ἐπὶ τῷ κατὰ τὰς τροφάς, δι’ ἣν αἰτίαν ἐνίοις ἀπεχθεῖς ἐφαίνοντο. 5 τῇ δὲ τῶν δικαίων εὐπραξίᾳ κοσμοῦντες τὴν συναναστροφὴν ἅπασιν ἀνθρώποις εὐδόκιμοι καθειστήκεισαν. 6 τὴν μὲν οὖν περὶ τοῦ γένους ἐν πᾶσι θρυλουμένην εὐπραξίαν οἱ ἀλλόφυλοι οὐδαμῶς διηριθμήσαντο, 7 τὴν δὲ περὶ τῶν προσκυνήσεων καὶ τροφῶν διάστασιν ἐθρύλουν, φάσκοντες μήτε τῷ βασιλεῖ μήτε ταῖς δυνάμεσιν ὁμοσπόνδους τοὺς ἀνθρώπους γενέσθαι, δυσμενεῖς δὲ εἶναι καὶ μέγα τι τοῖς πράγμασιν ἐναντιουμένους· καὶ οὐ τῷ τυχόντι περιῆψαν ψόγῳ. 8 οἱ δὲ κατὰ τὴν πόλιν ῞Ελληνες οὐδὲν ἠδικημένοι, ταραχὴν ἀπροσδόκητον περὶ τοὺς ἀνθρώπους θεωροῦντες καὶ συνδρομὰς ἀπροσκόπτους γινομένας, βοηθεῖν μὲν οὐκ ἔσθενον, τυραννικὴ γὰρ ἦν ἡ διάθεσις, παρεκάλουν δὲ καὶ δυσφόρως εἶχον καὶ μεταπεσεῖσθαι ταῦτα ὑπελάμβανον· 9 μὴ γὰρ οὕτως παροραθήσεσθαι τηλικοῦτο σύστεμα μηδὲν ἠγνοηκός. 10 ἤδη δὲ καί τινες γείτονές τε καὶ φίλοι καὶ συμπραγματευόμενοι μυστικῶς τινας ἐπισπώμενοι, πίστεις ἐδίδουν συνασπιεῖν καὶ πᾶν ἐκτενὲς προσοίσεσθαι πρὸς ἀντίληψιν. 11 ᾿Εκεῖνος μὲν οὖν τῇ κατὰ τὸ παρὸν εὐημερίᾳ γεγαυρωμένος καὶ οὐ καθορῶν τὸ τοῦ μεγίστου Θεοῦ κράτος, ὑπολαμβάνων δὲ διηνεκῶς ἐν τῇ αὐτῇ διαμένειν βουλῇ, ἔγραψε κατ’ αὐτῶν ἐπιστολὴν τήνδε· 12 «Βασιλεὺς Πτολεμαῖος Φιλοπάτωρ τοῖς κατ’ Αἴγυπτον καὶ κατὰ τόπον στρατηγοῖς καὶ στρατιώταις χαίρειν καὶ ἐρρῶσθαι· 13 ἔρρωμαι δὲ καὶ ἐγὼ αὐτὸς καὶ τὰ πράγματα ἡμῶν. 14 τῆς εἰς τὴν ᾿Ασίαν γενομένης ἡμῖν ἐπιστρατείας, ἧς ἴστε καὶ αὐτοί, τῇ τῶν θεῶν πρὸς ἡμᾶς ἀπροπτώτῳ συμμαχίᾳ καὶ τῇ ἡμετέρᾳ δὲ ρώμῃ κατὰ λόγον ἐπ’ ἄριστον τέλος ἀχθείσης, 15 ἡγησάμεθα μὴ βίᾳ δόρατος, ἐπιεικείᾳ δὲ καὶ πολλῇ φιλανθρωπίᾳ τιθηνήσασθαι τὰ κατοικοῦντα Κοίλην Συρίαν καὶ Φοινίκην ἔθνη εὐ ποιῆσαί τε ἀσμένως. 16 καὶ τοῖς κατὰ πόλεσιν ἱεροῖς ἀπονείμαντες προσόδους πλείστας, προήχθημεν καὶ εἰς τὰ ῾Ιεροσόλυμα ἀναβάντες τιμῆσαι τὸ ἱερὸν τῶν ἀλιτηρίων καὶ μηδέποτε ληγόντων τῆς ἀνοίας. 17 οἱ δὲ λόγῳ μὲν τὴν ἡμετέραν ἀποδεξάμενοι παρουσίαν, τῷ δὲ πράγματι νόθως, προθυμηθέντων ἡμῶν εἰσελθεῖν εἰς τὸν ναὸν αὐτῶν καὶ τοῖς ἐκπρεπέσι καὶ καλλίστοις ἀναθήμασι τιμῆσαι, 18 τύφοις φερόμενοι παλαιοτέροις, εἶρξαν ἡμᾶς τῆς εἰσόδου, ἀπολειπόμενοι τῆς ἡμετέρας ἀλκῆς δι’ ἣν ἔχομεν πρὸς ἅπαντας ἀνθρώπους φιλανθρωπίαν. 19 τὴν δὲ αὐτῶν εἰς ἡμᾶς δυσμένειαν ἔκδηλον καθιστάντες, ὡς μονώτατοι τῶν ἐθνῶν βασιλεῦσι καὶ τοῖς ἑαυτῶν εὐεργέταις ὑψαυχενοῦντες, οὐδὲν γνήσιον βούλονται φέρειν. 20 ἡμεῖς δὲ τῇ τούτων ἀνοίᾳ συμπεριενεχθέντες καὶ μετὰ νίκης διακομισθέντες καὶ εἰς τὴν Αἴγυπτον τοῖς πᾶσιν ἔθνεσι φιλανθρώπως ἀπαντήσαντες καθὼς ἔπρεπεν ἐποιήσαμεν. 21 ἐν δὲ τούτοις πρὸς τοὺς ὁμοφύλους αὐτῶν ἀμνησικακίαν ἅπασι γνωρίζοντες, διά τε τὴν συμμαχίαν καὶ τὰ πεπιστευμένα μετὰ ἁπλότητος αὐτοῖς ἀρχῆθεν μύρια πράγματα τολμήσαντες ἐξαλλοιῶσαι, ἐβουλήθημεν καὶ πολιτείας αὐτοὺς ᾿Αλεξανδρέων καταξιῶσαι καὶ μετόχους τῶν ἀεὶ ἱερέων καταστῆσαι. 22 οἱ δὲ τοὐναντίον ἐκδεχόμενοι καὶ τῇ συμφύτῳ κακοηθείᾳ τὸ καλὸν ἀπωσάμενοι, διηνεκῶς δὲ εἰς τὸ φαῦλον ἐκνεύοντες, 23 οὐ μόνον ἀπεστρέψαντο τὴν ἀτίμητον πολιτείαν, ἀλλὰ καὶ βδελύσσονται λόγῳ τε καὶ σιγῇ τοὺς ἐν αὐτοῖς ὀλίγους πρὸς ἡμᾶς γνησίως διακειμένους, παρέκαστα ὑφορώμενοι διὰ τῆς δυσκλεεστάτης ἐμβιώσεως διὰ τάχους ἡμᾶς καταστρέψαι τὰ κατορθώματα. 24 διὸ καὶ τεκμηρίοις καλῶς πεπεισμένοι, τούτους κατὰ πάντα δυσνοεῖν ἡμῖν τρόπον καὶ προνοούμενοι μήποτε αἰφνιδίου μετέπειτα ταραχῆς ἐνστάσης ἡμῖν τοὺς δυσσεβεῖς τούτους κατὰ νώτου προδότας καὶ βαρβάρους ἔχωμεν πολεμίους 25 προστετάχαμεν ἅμα τῷ προσπεσεῖν τὴν ἐπιστολὴν τήνδε αὐθωρεὶ τοὺς ἐννεμομένους σὺν γυναιξὶ καὶ τέκνοις μετὰ ὕβρεων καὶ σκυλμῶν ἀποστεῖλαι πρὸς ἡμᾶς ἐν δεσμοῖς σιδηροῖς πάντοθεν κατακεκλεισμένους, εἰς ἀνήκεστον καὶ δυσκλεῆ πρέποντα δυσμενέσι φόνον. 26 τούτων γὰρ ὁμοῦ κολασθέντων, διειλήφαμεν εἰς τὸν ἐπίλοιπον χρόνον τελείως ἡμῖν τὰ πράγματα ἐν εὐσταθείᾳ καὶ βελτίστῃ διαθέσει κατασταθήσεσθαι. 27 ὃς δι’ ἂν σκεπάσῃ τινὰ τῶν ᾿Ιουδαίων ἀπὸ γηραιοῦ μέχρι νηπίου μέχρι τῶν ὑπομαστιδίων, αἰσχίσταις βασάνοις ἀποτυμπανισθήσεται πανοικί. 28 μηνύειν δὲ τὸν βουλόμενον, ἐφ’ ᾧ τὴν οὐσίαν τοῦ ἐμπίπτοντος ὑπὸ τὴν εὔθυναν λήψεται καὶ ἐκ τοῦ βασιλικοῦ ἀργυρίου δραχμὰς δισχιλίας καὶ τῆς ἐλευθερίας τεύξεται καὶ στεφανωθήσεται. 29 πᾶς δὲ τόπος, οὗ ἐὰν φωραθῇ τὸ σύνολον σκεπαζόμενος ᾿Ιουδαῖος, ἄβατος καὶ πυριφλεγὴς γινέσθω καὶ πάσῃ θνητῇ φύσει κατὰ πάντα ἄχρηστος φανήσεται εἰς τὸν ἀεὶ χρόνον». 30 Καὶ ὁ μὲν τῆς ἐπιστολῆς τύπος οὕτως ἐγέγραπτο.

Παρασκευή 12 Απριλίου 2019

ΜΑΚΚΑΒΑΙΩΝ Γ'

ΚΕΦΑΛΑΙΟΝ 2 


Ο μὲν οὖν ἀρχιερεὺς Σίμων ἐξεναντίας τοῦ ναοῦ κάμψας τὰ γόνατα καὶ τὰς χεῖρας προτείνας εὐτάκτως, ἐποιήσατο τὴν δέησιν τοιαύτην. 2 Κύριε Κύριε, βασιλεῦ τῶν οὐρανῶν καὶ δέσποτα πάσης κτίσεως, ἅγιε ἐν ἁγίοις, μόναρχε, παντοκράτωρ, πρόσχες ἡμῖν καταπονουμένοις ὑπὸ ἀνοσίου καὶ βεβήλου θράσει καὶ σθένει πεφρυαγμένου. 3 σὺ γὰρ ὁ κτίσας τὰ πάντα καὶ τῶν ὅλων ἐπικρατῶν δυνάστης δίκαιος εἶ καὶ τοὺς ὕβρει καὶ ἀγερωχίᾳ πράσσοντάς τι κρίνεις. 4 σὺ τοὺς ἔμπροσθεν ἀδικίαν ποιήσαντας, ἐν οἷς καὶ γίγαντες ἦσαν ρώμῃ καὶ θράσει πεποιθότες, διέφθειρας ἐπαγαγὼν αὐτοῖς ἀμέτρητον ὕδωρ. 5 σὺ τοὺς ὑπερηφανίαν ἐργαζομένους Σοδομίτας, διαδήλους ταῖς κακίαις γενομένους, πυρὶ καὶ θείῳ κατέφλεξας, παράδειγμα τοῖς ἐπιγινομένοις καταστήσας. 6 σὺ τὸν θρασὺν Φαραὼ καταδουλωσάμενον τὸν λαόν σου τὸν ἅγιον ᾿Ισραήλ, ποικίλαις καὶ πολλαῖς δοκιμάσας τιμωρίαις, ἐγνώρισας τὴν σὴν δυναστείαν, ἐφ’ αἷς ἐγνώρισας τὸ μέγα σου κράτος· 7 καὶ ἐπιδιώξαντα αὐτὸν σὺν ἅρμασι καὶ ὄχλων πλήθει ἐπέκλυσας βάθει θαλάσσης, τοὺς δὲ ἐμπιστεύσαντας ἐπὶ σοὶ τῷ τῆς ἁπάσης κτίσεως δυναστεύοντι σώους διεκόμισας, 8 οἳ καὶ συνιδόντες ἔργα σῆς χειρὸς ᾔνεσάν σε τὸν παντοκράτορα. 9 σύ, βασιλεῦ, κτίσας τὴν ἀπέραντον καὶ ἀμέτρητον γῆν, ἐξελέξω τὴν πόλιν ταύτην καὶ ἁγιάσας τὸν τόπον τοῦτον εἰς ὄνομά σοι τῷ τῶν ἁπάντων ἀπροσδεεῖ καὶ παρεδόξασας ἐν ἐπιφανείᾳ μεγαλοπρεπεῖ, σύστασιν ποιησάμενος αὐτοῦ πρὸς δόξαν τοῦ μεγάλου καὶ ἐντίμου ὀνόματός σου. 10 καὶ ἀγαπῶν τὸν οἶκον τοῦ ᾿Ισραὴλ ἐπηγγείλω δὴ ὅτι ἐὰν γένηται ἡμῶν ἀποστροφὴ καὶ καταλάβῃ ἡμᾶς στενοχωρία καὶ ἐλθόντες εἰς τὸν τόπον τοῦτον δεηθῶμεν, εἰσακούσῃ τῆς δεήσεως ἡμῶν. 11 καὶ δὴ πιστὸς εἶ καὶ ἀληθινός. 12 ἐπεὶ δὲ πλεονάκις θλιβέντων τῶν πατέρων ἡμῶν ἐβοήθησας αὐτοῖς ἐν τῇ ταπεινώσει καὶ ἐρρύσω αὐτοὺς ἐκ μεγάλων κινδύνων, 13 ἰδοὺ δὲ νῦν, ἅγιε βασιλεῦ, διὰ τὰς πολλὰς καὶ μεγάλας ἡμῶν ἁμαρτίας καταπονούμεθα καὶ ὑπετάγημεν τοῖς ἐχθροῖς ἡμῶν καὶ παρείμεθα ἐν ἀδυναμίαις. 14 ἐν δὲ τῇ ἡμετέρᾳ καταπτώσει ὁ θρασὺς καὶ βέβηλος οὗτος ἐπιτηδεύει καθυβρίσαι τὸν ἐπὶ τῆς γῆς ἀναδεδειγμένον τῷ ὀνόματι τῆς δόξης σου ἅγιον τόπον. 15 τὸ μὲν γὰρ οἰκητήριόν σου οὐρανὸς τοῦ οὐρανοῦ ἀνέφικτος ἀνθρώποις ἐστίν. 16 ἀλλ’ ἐπεὶ εὐδοκήσας τὴν δόξαν σου ἐν τῷ λαῷ σου ᾿Ισραὴλ ἡγίασας τὸν τόπον τοῦτον, 17 μὴ ἐκδικήσῃς ἡμᾶς ἐν τῇ τούτων ἀκαθαρσίᾳ, μηδὲ εὐθύνῃς ἡμᾶς ἐν βεβηλώσει, ἵνα μὴ καυχήσωνται οἱ παράνομοι ἐν θυμῷ αὐτῶν, μηδὲ ἀγαλλιάσωνται ἐν ὑπερηφανίᾳ γλώσσης αὐτῶν λέγοντες· 18 ἡμεῖς κατεπατήσαμεν τὸν οἶκον τοῦ ἁγιασμοῦ, ὡς καταπατοῦνται οἱ οἶκοι τῶν προσοχθισμάτων. 19 ἀπάλειψον τὰς ἁμαρτίας ἡμῶν καὶ διασκέδασον τὰς ἀμπλακίας ἡμῶν καὶ ἐπίφανον τὸ ἔλεός σου κατὰ τὴν ὥραν ταύτην. 20 ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, καὶ δὸς αἰνέσεις ἐν στόματι τῶν καταπεπτωκότων καὶ συντετριμμένων τὰς ψυχὰς ποιήσας ἡμῖν εἰρήνην. 21 ᾿Ενταῦθα ὁ πάντων ἐπόπτης Θεὸς καὶ πρὸ πάντων ἅγιος ἐν ἁγίοις εἰσακούσας τῆς ἐνθέσμου λιτανείας, τὸν ὕβρει καὶ θράσει μεγάλως ἐπῃρμένον ἐμάστιξεν αὐτόν, 22 ἔνθεν καὶ ἔνθεν κραδάνας αὐτὸν ὡς κάλαμον ὑπὸ ἀνέμου, ὥστε κατ’ ἐδάφους ἄπρακτον, ἔτι καὶ τοῖς μέλεσι παραλελυμένον μηδὲ φωνῆσαι δύνασθαι δικαίᾳ περιπεπλεγμένον κρίσει. 23 ὅθεν οἵ τε φίλοι καὶ οἱ σωματοφύλακες αὐτοῦ ταχεῖαν καὶ ὀξεῖαν ἰδόντες τὴν καταλαβοῦσαν αὐτὸν εὔθυναν, φοβούμενοι μὴ καὶ τὸ ζῆν ἐκλείπῃ, ταχέως αὐτὸν ἐξείλκυσαν ὑπερβάλλοντι καταπεπληγμένοι φόβῳ. 24 ἐν χρόνῳ δὲ ὕστερον ἀναλεξάμενος ἑαυτὸν οὐδαμῶς εἰς μετάμελον ἦλθεν ἐπιτιμηθείς, μετ’ ἀπειλῆς δὲ πικρᾶς ἀνέλυσε. 25 Διακομισθεὶς δὲ εἰς τὴν Αἴγυπτον καὶ τὰ τῆς κακίας ἐπαύξων, διὰ δὲ τῶν προαποδεδειγμένων συμποτῶν καὶ ἑταίρων τοῦ παντὸς δικαίου κεχωρισμένων, 26 οὐ μόνον ταῖς ἀναριθμήτοις ἀσελγείαις διηρκέσθη, ἀλλὰ καὶ ἐπὶ τοσοῦτον θράσους προῆλθεν, ὥστε δισφυμίας ἐν τοῖς τόποις συνίστασθαι καὶ πολλοὺς τῶν φίλων ἀτενίζοντας εἰς τὴν τοῦ βασιλέως πρόθεσιν καὶ αὐτοὺς ἕπεσθαι τῇ ἐκείνου θελήσει. 27 προέθετο δὲ δημοσίᾳ κατὰ τοῦ ἔθνους διαδοῦναι ψόγον· καὶ ἐπὶ τοῦ κατὰ τὴν αὐλὴν πύργου στήλην ἀναστήσας ἐξεκόλαψε γραφήν, 28 μηδένα τῶν μὴ θυόντων εἰς τὰ ἱερὰ αὐτῶν εἰσιέναι, πάντας δὲ τοὺς ᾿Ιουδαίους εἰς λαογραφίαν καὶ οἰκετικὴν διάθεσιν ἀχθῆναι, τοὺς δὲ ἀντιλέγοντας βίᾳ φερομένους τοῦ ζῆν μεταστῆσαι, 29 τούς τε ἀπογραφομένους χαράσσεσθαι καὶ διὰ πυρὸς εἰς τὸ σῶμα παρασήμῳ Διονύσου κισσοφύλλῳ, οὓς καὶ καταχωρίσαι εἰς τὴν προσυνεσταλμένην αὐθεντίαν. 30 ἵνα δὲ μὴ τοῖς πᾶσιν ἀπεχθόμενος φαίνηται, ὑπέγραψεν· ἐὰν δέ τινες ἐξ αὐτῶν προαιρῶνται ἐν τοῖς κατὰ τὰς τελετὰς μεμυημένοις ἀναστρέφεσθαι, τούτους ἰσοπολίτας ᾿Αλεξανδρεῦσιν εἶναι. 31 ῎Ενιοι μὲν οὖν ἐπὶ πόλεως τὰς τῆς πόλεως εὐσεβείας ἐπιβάθρας στυγοῦντες εὐχερῶς ἑαυτοὺς ἐδίδοσαν ὡς μεγάλης τινὸς κοινωνήσοντες εὐκλείας ἀπὸ τῆς ἐσομένης τῷ βασιλεῖ συναναστροφῆς. 32 οἱ δὲ πλεῖστοι γενναίᾳ ψυχῇ ἐνίσχυσαν καὶ οὐ διέστησαν τῆς εὐσεβείας, τά τε χρήματα περὶ τοῦ ζῆν ἀντικαταλλασσόμενοι ἀδεῶς ἐπειρῶντο ἑαυτοὺς ρύσασθαι ἐκ τῶν ἀπογραφῶν· 33 εὐέλπιδες δὲ καθειστήκεισαν ἀντιλήψεως τεύξεσθαι· καὶ τοὺς ἀποχωροῦντας ἐξ αὐτῶν ἐβδελύσσοντο καὶ ὡς πολεμίους τοῦ ἔθνους ἔκρινον καὶ τῆς κοινῆς συναναστροφῆς καὶ εὐχρηστίας ἐστέρουν.

Δευτέρα 8 Απριλίου 2019

ΜΑΚΚΑΒΑΙΩΝ Γ'

ΚΕΦΑΛΑΙΟΝ 1 


Ο δὲ Φιλοπάτωρ μαθὼν παρὰ τῶν ἀνακομισθέντων τὴν γενομένην τῶν ὑπ’ αὐτοῦ κρατουμένων τόπων ἀφαίρεσιν ὑπὸ ᾿Αντιόχου παραγγείλας ταῖς πάσαις δυνάμεσι πεζικαῖς τε καὶ ἱππικαῖς αὐτοῦ καὶ τὴν ἀδελφὴν ᾿Αρσινόην συμπαραλαβών, ἐξώρμησε μέχρι τῶν κατὰ Ραφίαν τόπων, ὅπου παρεμβεβλήκεισαν οἱ περὶ ᾿Αντίοχον. 2 Θεόδοτος δέ τις ἐκπληρῶσαι τὴν ἐπιβουλὴν διανοηθείς, παραλαβὼν τῶν προϋποτεταγμένων αὐτῷ ὅπλων Πτολεμαϊκῶν τὰ κράτιστα, διεκομίσθη νύκτωρ ἐπὶ τὴν τοῦ Πτολεμαίου σκηνὴν ὡς μόνος κτεῖναι αὐτὸν καὶ ἐν τούτῳ διαλῦσαι τὸν πόλεμον. 3 τοῦτον δὲ διαγαγὼν Δοσίθεος ὁ Δριμύλου λεγόμενος, τὸ γένος ᾿Ιουδαῖος, ὕστερον δὲ μεταβαλὼν τὰ νόμιμα καὶ τῶν πατρίων δογμάτων ἀπηλλοτριωμένος, ἄσημόν τινα κατέκλινεν ἐν τῇ σκηνῇ, ὃν συνέβη κομίσασθαι τὴν ἐκείνου κόλασιν. 4 γενομένης δὲ καρτερᾶς μάχης καὶ τῶν πραγμάτων μᾶλλον ἐρρωμένων τῷ ᾿Αντιόχῳ, ἱκανῶς ἡ ᾿Αρσινόη ἐπιπορευσαμένη τὰς δυνάμεις παρεκάλει, μετὰ οἴκτου καὶ δακρύων τοὺς πλοκάμους λελυμένη, βοηθεῖν ἑαυτοῖς τε καὶ τοῖς τέκνοις καὶ γυναιξὶ θαρραλέως, ἐπαγγελλομένη δώσειν νικήσασιν ἑκάστῳ δύο μνᾶς χρυσίου. 5 καὶ οὕτω συνέβη τοὺς ἀντιπάλους ἐν χειρονομίαις διαφθαρῆναι, πολλοὺς δὲ καὶ δορυαλώτους συλληφθῆναι. 6 κατακρατήσας δὲ τῆς ἐπιβουλῆς ἔκρινε τὰς πλησίον πόλεις ἐπελθὼν παρακαλέσαι. 7 ποιήσας δὲ τοῦτο καὶ τοῖς τεμένεσι δωρεὰς ἀπονείμας, εὐθαρσεῖς τοὺς ὑποτεταγμένους κατέστησε. 8 Τῶν δὲ ᾿Ιουδαίων διαπεμψαμένων πρὸς αὐτὸν ἀπὸ τῆς γερουσίας καὶ τῶν πρεσβυτέρων τοὺς ἀσπασομένους αὐτὸν καὶ ξένια κομιοῦντας καὶ ἐπὶ τοῖς συμβεβηκόσι συγχαρησομένους, συνέβη μᾶλλον αὐτὸν προθυμηθῆναι ὡς τάχιστα πρὸς αὐτοὺς παραγενέσθαι. 9 διακομισθεὶς δὲ εἰς ῾Ιεροσόλυμα καὶ θύσας τῷ μεγίστῳ Θεῷ καὶ χάριτας ἀποδιδοὺς καὶ τῶν ἑξῆς τι τῷ τόπῳ ποιήσας καὶ δὴ παραγενόμενος εἰς τὸν τόπον καὶ τῇ σπουδαιότητι καὶ εὐπρεπείᾳ καταπλαγείς, 10 θαυμάσας δὲ καὶ τὴν τοῦ ἱεροῦ εὐταξίαν, ἐνεθυμήθη βουλεύσασθαι εἰσελθεῖν εἰς τὸν ναόν. 11 τῶν δὲ εἰπόντων μὴ καθήκειν γίνεσθαι τοῦτο, διὰ τὸ μηδὲ τοῖς ἐκ τοῦ ἔθνους ἐξεῖναι εἰσιέναι, μηδὲ πᾶσι τοῖς ἱερεῦσιν, ἀλλ’ ἢ μόνῳ τῷ προηγουμένῳ πάντων ἀρχιερεῖ, καὶ τούτῳ ἅπαξ κατ’ ἐνιαυτόν, οὐδαμῶς ἠβούλετο πείθεσθαι. 12 τοῦ τε νόμου παραναγνωσθέντος, οὐδαμῶς ἀπέλιπε προφερόμενος ἑαυτὸν δεῖν εἰσελθεῖν λέγων· καὶ εἰ ἐκεῖνοι ἐστέρηνται ταύτης τῆς τιμῆς, ἐμὲ οὐ δεῖ. 13 καὶ ἐπυνθάνετο διὰ τίνα αἰτίαν εἰσερχόμενον αὐτὸν εἰς πᾶν τέμενος οὐθεὶς ἐκώλυσε τῶν παρόντων. 14 καί τις ἀπρονοήτως ἔφη κακῶς αὐτὸ τοῦτο τερατεύεσθαι. 15 γενομένου δέ, φησι, τούτου διά τινα αἰτίαν, οὐχὶ πάντως εἰσελεύσεσθαι καὶ θελόντων αὐτῶν καὶ μή; 16 τῶν δὲ ἱερέων ἐν ταῖς ἁγίαις ἐσθήσεσι προπεσόντων καὶ δεομένων τοῦ μεγίστου Θεοῦ βοηθεῖν τῇ ἐνεστώσῃ ἀνάγκῃ καὶ τὴν ὁρμὴν τοῦ κακῶς ἐπιβαλλομένου μεταθεῖναι κραυγῆς τε μετὰ δακρύων τὸ ἱερὸν ἐμπλησάντων, 17 οἱ κατὰ τὴν πόλιν ἀπολιπόμενοι ταραχθέντες ἐξεπήδησαν, ἄδηλον τιθέμενοι τὸ γινόμενον. 18 αἵ τε κατάκλειστοι παρθένοι ἐν θαλάμοις σὺν ταῖς τεκούσαις ἐξώρμησαν καὶ σποδῷ καὶ κόνει τὰς κεφαλὰς πασάμεναι, γόων τε καὶ στεναγμῶν τὰς πλατείας ἐνεπίμπλων. 19 αἱ δὲ καὶ προσαρτίως ἐσταλμέναι τοὺς πρὸς ἀπάντησιν διατεταγμένους παστοὺς καὶ τὴν ἁρμόζουσαν αἰδὼ παραλείπουσαι, δρόμον ἄτακτον ἐν τῇ πόλει συνίσταντο. 20 τὰ δὲ νεογνὰ τῶν τέκνων, αἵ τε πρὸς τούτοις μητέρες καὶ τιθηνοὶ παραλιποῦσαι ἄλλως καὶ ἄλλως, αἱ μὲν κατ’ οἴκους, αἱ δὲ κατὰ τὰς ἀγυιάς, ἀνεπιστρέπτως εἰς τὸ πανυπέρτατον ἱερὸν ἠθροίζοντο. 21 ποικίλη δὲ ἦν τῶν εἰς τοῦτο συλλεγομένων ἡ δέησις ἐπὶ τοῖς ἀνοσίως ὑπ’ ἐκείνου κατεγχειρουμένοις. 22 σύν τε τούτοις οἱ τῶν πολιτῶν θρασυνθέντες οὐκ ἠνείχοντο τέλεον αὐτοῦ ἐπικειμένου καὶ τὸ τῆς προθέσεως αὐτοῦ ἐκπληροῦν διανοουμένου. 23 φωνήσαντες δὲ τὴν ὁρμὴν ἐπὶ τὰ ὅπλα ποιήσασθαι καὶ θαρραλέως ὑπὲρ τοῦ πατρῴου νόμου τελευτᾶν, ἱκανὴν ἐποίησαν ἐν τῷ τόπῳ τραχύτητα, μόλις δὲ ὑπό τε τῶν γεραιῶν καὶ τῶν πρεσβυτέρων ἀποτραπέντες ἐπὶ τὴν αὐτὴν τῆς δεήσεως ἔστησαν στάσιν. 24 καὶ τὸ μὲν πλῆθος ὡς ἔμπροσθεν ἐν τούτοις ἀνεστρέφετο δεόμενον. 25 οἱ δὲ περὶ τὸν βασιλέα πρεσβύτεροι πολλαχῶς ἐπειρῶντο τὸν ἀγέρωχον αὐτοῦ νοῦν ἐξιστάνειν τῆς ἐντεθυμημένης βουλῆς. 26 θρασυνθεὶς δὲ καὶ πάντα παραπέμψας ἤδη καὶ πρόσβασιν ἐποιεῖτο, τέλος ἐπιθήσειν δοκῶν τῷ προειρημένῳ. 27 ταῦτα οὖν καὶ οἱ περὶ αὐτὸν ὄντες θεωροῦντες ἐτράπησαν εἰς τὸ σὺν τοῖς ἡμετέροις ἐπικαλεῖσθαι τὸν πᾶν κράτος ἔχοντα τοῖς παροῦσιν ἐπαμῦναι, μὴ παριδόντα τὴν ἄνομον καὶ ὑπερήφανον πρᾶξιν. 28 ἐκ δὲ τῆς πυκνοτάτης τε καὶ ἐμπόνου τῶν ὄχλων συναγομένης κραυγῆς ἀνείκαστός τις ἦν βοή· 29 δοκεῖν γὰρ ἦν μὴ μόνον τοὺς ἀνθρώπους, ἀλλὰ καὶ τὰ τείχη καὶ τὸ πᾶν ἔδαφος ἠχεῖν, ἅτε δὴ τῶν πάντων τότε θάνατον ἀλλασσομένων ἀντὶ τῆς τοῦ τόπου βεβηλώσεως.

Σάββατο 6 Απριλίου 2019

ΜΑΚΚΑΒΑΙΩΝ Β'

ΚΕΦΑΛΑΙΟΝ 15


Ο δὲ Νικάνωρ μεταλαβὼν τοὺς περὶ τὸν ᾿Ιούδαν ὄντας ἐν τοῖς κατὰ Σαμάρειαν τόποις, ἐβουλεύσατο τῇ τῆς καταπαύσεως ἡμέρᾳ μετὰ πάσης ἀσφαλείας αὐτοῖς ἐπιβαλεῖν. 2 τῶν δὲ κατ᾿ ἀνάγκην συνεπομένων αὐτῷ ᾿Ιουδαίων λεγόντων· μηδαμῶς οὕτως ἀγρίως καὶ βαρβάρως ἀπολέσῃς, δόξαν δὲ ἀπομέρισον τῇ προτετιμημένῃ ὑπὸ τοῦ πάντα ἐφορῶντος μεθ᾿ ἁγιότητος ἡμέρᾳ. 3 ὁ δὲ τρισαλιτήριος ἐπηρώτησεν. εἰ ἔστιν ἐν οὐρανῷ δυνάστης ὁ προστεταχὼς ἄγειν τὴν τῶν σαββάτων ἡμέραν; 4 τῶν δὲ ἀποφηναμένων· ἔστιν ὁ Κύριος ζῶν αὐτὸς ἐν οὐρανῷ δυνάστης ὁ κελεύσας ἀσκεῖν τὴν ἑβδομάδα· 5 ὁ δὲ ἕτερος· κἀγώ, φησί, δυνάστης ἐπὶ τῆς γῆς ὁ προστάσσων αἴρειν τὰ ὅπλα καὶ τὰς βασιλικὰς χρείας ἐπιτελεῖν. ὅμως οὐ κατέσχεν ἐπιτελέσαι τὸ σχέτλιον αὐτοῦ βούλημα. 6 καὶ ὁ μὲν Νικάνωρ μετὰ πάσης ἀλαζονείας ὑψαυχενῶν, διεγνώκει κοινὸν τῶν περὶ τὸν ᾿Ιούδαν συστήσασθαι τρόπαιον. 7 ὁ δὲ Μακκαβαῖος ἦν ἀδιαλείπτως πεποιθὼς μετὰ πάσης ἐλπίδος ἀντιλήψεως τεύξασθαι παρὰ τοῦ Κυρίου 8 καὶ παρεκάλει τοὺς σὺν αὐτῷ μὴ δειλιᾶν τὴν τῶν ἐθνῶν ἔφοδον, ἔχοντας δὲ κατὰ νοῦν τὰ προγεγονότα αὐτοῖς ἀπ᾿ οὐρανοῦ βοηθήματα καὶ τανῦν προσδοκᾶν τὴν παρὰ τοῦ Παντοκράτορος ἐσομένην αὐτοῖς νίκην καὶ βοήθειαν. 9 καὶ παραμυθούμενος αὐτοὺς ἐκ τοῦ νόμου καὶ τῶν προφητῶν, προσυπομνήσας δὲ αὐτοὺς καὶ τοὺς ἀγῶνας, οὓς ἦσαν ἐκτετελεκότες, προθυμοτέρους αὐτοὺς κατέστησε. 10 καὶ τοῖς θυμοῖς διεγείρας αὐτοὺς παρήγγειλεν ἅμα παρεπιδεικνὺς τὴν τῶν ἐθνῶν ἀθεσίαν καὶ τὴν τῶν ὅρκων παράβασιν. 11 ἕκαστον δὲ αὐτῶν καθοπλίσας οὐ τὴν ἀσπίδων καὶ λογχῶν ἀσφάλειαν, ὡς τὴν ἐν τοῖς ἀγαθοῖς λόγοις παράκλησιν, καὶ προσεξηγησάμενος ὄνειρον ἀξιόπιστον ὕπερ τι πάντας εὔφρανεν. 12 ἦν δὲ ἡ τούτου θεωρία τοιάδε· ᾿Ονίαν τὸν γενόμενον ἀρχιερέα ἄνδρα καλὸν καὶ ἀγαθόν, αἰδήμονα μὲν τὴν ἀπάντησιν, πρᾷον δὲ τὸν τρόπον καὶ λαλιὰν προϊέμενον πρεπόντως καὶ ἐκ παιδὸς ἐκμεμελητηκότα πάντα τὰ τῆς ἀρετῆς οἰκεῖα, τοῦτον τὰς χεῖρας προτείναντα κατεύχεσθαι τῷ παντὶ τῶν ᾿Ιουδαίων συστήματι. 13 εἶθ᾿ οὕτως ἐπιφανῆναι ἄνδρα πολιᾷ καὶ δόξῃ διαφέροντα, θαυμαστὴν δέ τινα καὶ μεγαλοπρεπεστάτην εἶναι τὴν περὶ αὐτὸν ὑπεροχήν. 14 ἀποκριθέντα δὲ τὸν ᾿Ονίαν εἰπεῖν· ὁ φιλάδελφος οὗτός ἐστιν ὁ πολλὰ προσευχόμενος περὶ τοῦ λαοῦ καὶ τῆς ἁγίας πόλεως ῾Ιερεμίας ὁ τοῦ Θεοῦ προφήτης. 15 προτείναντα δὲ τὸν ῾Ιερεμίαν τὴν δεξιὰν παραδοῦναι τῷ ᾿Ιούδᾳ ρομφαίαν χρυσῆν, διδόντα δὲ προσφωνῆσαι τάδε· 16 λάβε τὴν ἁγίαν ρομφαίαν δῶρον παρὰ τοῦ Θεοῦ, δι᾿ ἧς θραύσεις τοὺς ὑπεναντίους. 17 παρακληθέντες δὲ τοῖς ᾿Ιούδα λόγοις πάνυ καλοῖς καὶ δυναμένοις ἐπ᾿ ἀρετὴν παρορμῆσαι καὶ ψυχὰς νέων ἐπανορθῶσαι, διέγνωσαν μὴ στρατοπεδεύεσθαι, γενναίως δὲ ἐμφέρεσθαι καὶ μετὰ πάσης εὐανδρίας ἐμπλακέντες κρῖναι τὰ πράγματα, διὰ τὸ καὶ τὴν πόλιν καὶ τὰ ἅγια καὶ τὸ ἱερὸν κινδυνεύειν. 18 ἦν γὰρ ὁ περὶ γυναικῶν καὶ τέκνων, ἔτι δὲ ἀδελφῶν καὶ συγγενῶν ἐν ἥττονι μέρει κείμενος αὐτοῖς ἀγών, μέγιστος δὲ καὶ πρῶτος ὁ περὶ τοῦ καθηγιασμένου ναοῦ φόβος. 19 ἦν δὲ καὶ τοῖς ἐν τῇ πόλει κατειλημμένοις οὐ πάρεργος ἀγωνία ταρασσομένοις τῆς ἐν ὑπαίθρῳ προσβολῆς. 20 καὶ πάντων ἤδη προσδοκώντων τὴν ἐσομένην κρίσιν καὶ ἤδη συμμειξάντων τῶν πολεμίων καὶ τῆς στρατιᾶς ἐκταγείσης καὶ τῶν θηρίων ἐπὶ μέρος εὔκαιρον ἀποκατασταθέντων τῆς τε ἵππου κατὰ κέρας τεταγμένης, 21 συνιδὼν ὁ Μακκαβαῖος τὴν τῶν πληθῶν παρουσίαν καὶ τῶν ὅπλων τὴν ποικίλην παρασκευὴν τήν τε τῶν θηρίων ἀγριότητα, προτείνας τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐπεκαλέσατο τὸν τερατοποιὸν Κύριον, τὸν κατόπτην, γινώσκων ὅτι οὐκ ἔστι δι᾿ ὅπλων ἡ νίκη, καθὼς δὲ ἂν αὐτῷ κριθείη, τοῖς ἀξίοις περιποιεῖται τὴν νίκην. 22 ἔλεγε δὲ ἐπικαλούμενος τόνδε τὸν τρόπον· σὺ Δέσποτα, ἀπέστειλας τὸν ἄγγελόν σου ἐπὶ ᾿Εζεκίου τοῦ βασιλέως τῆς ᾿Ιουδαίας καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς Σενναχηρεὶμ εἰς ἑκατὸν ὀγδοηκονταπέντε χιλιάδας· 23 καὶ νῦν, δυνάστα τῶν οὐρανῶν, ἀπόστειλον ἄγγελον ἀγαθὸν ἔμπροσθεν ἡμῶν εἰς δέος καὶ τρόμον· 24 μεγέθει βραχίονός σου καταπλαγείησαν οἱ μετὰ βλασφημίας παραγενόμενοι ἐπὶ τὸν ἅγιόν σου λαόν. καὶ οὗτος μὲν ἐν τούτοις ἔληξεν. 25 οἱ δὲ περὶ τὸν Νικάνορα μετὰ σαλπίγγων καὶ παιάνων προσῆγον. 26 οἱ δὲ περὶ τὸν ᾿Ιούδαν μετ᾿ ἐπικλήσεως καὶ εὐχῶν συνέμειξαν τοῖς πολεμίοις 27 καὶ ταῖς μὲν χερσὶν ἀγωνιζόμενοι, ταῖς δὲ καρδίαις πρὸς τὸν Θεὸν εὐχόμενοι κατέστρωσαν οὐδὲν ἧττον μυριάδων τριῶν καὶ πεντακισχιλίων, τῇ τοῦ Θεοῦ μεγάλως εὐφρανθέντες ἐπιφανείᾳ. 28 γενόμενοι δὲ ἀπὸ τῆς χρείας καὶ μετὰ χαρᾶς ἀναλύοντες, ἐπέγνωσαν προπεπτωκότα Νικάνορα σὺν τῇ πανοπλίᾳ. 29 γενομένης δὲ κραυγῆς καὶ ταραχῆς, εὐλόγουν τὸν Δυνάστην τῇ πατρίῳ φωνῇ. 30 καὶ προσέταξεν ὁ καθ᾿ ἅπαν σώματι καὶ ψυχῇ πρωταγωνιστὴς ὑπὲρ τῶν πολιτῶν, ὁ τὴν τῆς ἡλικίας εὔνοιαν εἰς ὁμοεθνεῖς διαφυλάξας, τὴν τοῦ Νικάνορος κεφαλὴν ἀποτεμόντας καὶ τὴν χεῖρα σὺν τῷ ὤμῳ φέρειν εἰς ῾Ιεροσόλυμα. 31 παραγενόμενος δὲ ἐκεῖ καὶ συγκαλέσας τοὺς ὁμοεθνεῖς καὶ τοὺς ἱερεῖς πρὸ τοῦ θυσιαστηρίου στήσας, μετεπέμψατο τοὺς ἐκ τῆς ἄκρας. 32 καὶ ἐπιδειξάμενος τὴν τοῦ μιαροῦ Νικάνορος κεφαλὴν καὶ τὴν χεῖρα τοῦ δυσφήμου, ἣν ἐκτείνας ἐπὶ τὸν ἅγιον τοῦ Παντοκράτορος οἶκον ἐμεγαλαύχησε, 33 καὶ τὴν γλῶσσαν τοῦ δυσσεβοῦς Νικάνορος ἐκτεμὼν ἔφη κατὰ μέρος δώσειν τοῖς ὀρνέοις, τὰ δὲ ἐπίχειρα τῆς ἀνοίας κατέναντι τοῦ ναοῦ κρεμάσαι. 34 οἱ δὲ πάντες εἰς τὸν οὐρανὸν εὐλόγησαν τὸν ἐπιφανῆ Κύριον λέγοντες· εὐλογητὸς ὁ διατηρήσας τὸν ἑαυτοῦ τόπον ἀμίαντον. 35 ἐξέδησε δὲ τὴν τοῦ Νικάνορος κεφαλὴν ἐκ τῆς ἄκρας ἐπίδηλον πᾶσι καὶ φανερὸν τῆς τοῦ Κυρίου βοηθείας σημεῖον. 36 καὶ ἐδογμάτισαν πάντες μετὰ κοινοῦ ψηφίσματος μηδαμῶς ἐᾶσαι ἀπαρασήμαντον τήνδε τὴν ἡμέραν, ἔχειν δὲ ἐπίσημον τὴν τρισκαιδεκάτην τοῦ δωδεκάτου μηνὸς —῎Αδαρ λέγεται τῇ Συριακῇ φωνῇ— πρὸ μιᾶς ἡμέρας τῆς Μαρδοχαϊκῆς ἡμέρας. 37 Τῶν οὖν κατὰ Νικάνορα χωρησάντων οὕτω καὶ ἀπ᾿ ἐκείνων τῶν καιρῶν κρατηθείσης τῆς πόλεως ὑπὸ τῶν ῾Εβραίων, καὶ αὐτὸς αὐτόθι καταπαύσω τὸν λόγον. 38 καὶ εἰ μὲν καλῶς καὶ εὐθίκτως τῇ συντάξει, τοῦτο καὶ αὐτὸς ἤθελον· εἰ δὲ εὐτελῶς καὶ μετρίως, τοῦτο ἐφικτὸν ἦν μοι. 39 καθάπερ γὰρ οἶνον καταμόνας πίνειν, ὡσαύτως δὲ καὶ ὕδωρ πάλιν πολέμιον· ὃν δὲ τρόπον οἶνος ὕδατι συγκερασθεὶς ἡδὺς καὶ ἐπιτερπῆ τὴν χάριν ἀποτελεῖ, οὕτω καὶ τὸ τῆς κατασκευῆς τοῦ λόγου τέρπει τὰς ἀκοὰς τῶν ἐντυγχανόντων τῇ συντάξει. ἐνταῦθα δὲ ἔσται ἡ τελευτή.