Δευτέρα 6 Μαΐου 2019

ΙΩΒ

ΚΕΦΑΛΑΙΟΝ 2 


ΕΓΕΝΕΤΟ δὲ ὡς ἡ ἡμέρα αὕτη καὶ ἦλθον οἱ ἄγγελοι τοῦ Θεοῦ παραστῆναι ἔναντι Κυρίου, καὶ ὁ διάβολος ἦλθεν ἐν μέσῳ αὐτῶν παραστῆναι ἐναντίον τοῦ Κυρίου. 2 καὶ εἶπεν ὁ Κύριος τῷ διαβόλῳ· πόθεν σὺ ἔρχῃ; τότε εἶπεν ὁ διάβολος ἐνώπιον τοῦ Κυρίου· διαπορευθεὶς τὴν ὑπ᾿ οὐρανὸν καὶ ἐμπεριπατήσας τὴν σύμπασαν πάρειμι. 3 εἶπε δὲ ὁ Κύριος πρὸς τὸν διάβολον· προσέσχες οὖν τῷ θέραποντί μου ᾿Ιώβ, ὅτι οὐκ ἔστι κατ᾿ αὐτὸν τῶν ἐπὶ τῆς γῆς ἄνθρωπος ὅμοιος αὐτῷ, ἄκακος, ἀληθινός, ἄμεμπτος, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς κακοῦ; ἔτι δὲ ἔχετε ἀκακίας· σὺ δὲ εἶπας τὰ ὑπάρχοντα αὐτοῦ διακενῆς ἀπολέσαι. 4 ὑπολαβὼν δὲ ὁ διάβολος εἶπε τῷ Κυρίῳ· δέρμα ὑπὲρ δέρματος· καὶ πάντα, ὅσα ὑπάρχει ἀνθρώπῳ, ὑπὲρ τῆς ψυχῆς αὐτοῦ ἐκτίσει· 5 οὐ μὴν δὲ ἀλλὰ ἀποστείλας τὴν χεῖρά σου ἅψαι τῶν ὀστῶν αὐτοῦ καὶ σαρκῶν αὐτοῦ· ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει. 6 εἶπε δὲ ὁ Κύριος τῷ διαβόλῳ· ἰδοὺ παραδίδωμί σοι αὐτόν, μόνον τὴν ψυχὴν αὐτοῦ διαφύλαξον. —7 ᾿Εξῆλθε δὲ ὁ διάβολος ἀπὸ προσώπου Κυρίου καὶ ἔπαισε τὸν ᾿Ιὼβ ἕλκει πονηρῷ ἀπὸ ποδῶν ἕως κεφαλῆς. 8 καὶ ἔλαβεν ὄστρακον, ἵνα τὸν ἰχῶρα ξύῃ, καὶ ἐκάθητο ἐπὶ τῆς κοπρίας ἔξω τῆς πόλεως. —9 Χρόνου δὲ πολλοῦ προβεβηκότος εἶπεν αὐτῷ ἡ γυνὴ αὐτοῦ· μέχρι τίνος καρτερήσεις λέγων· 9α ἰδοὺ ἀναμένω χρόνον ἔτι μικρὸν προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου; 9β ἰδοὺ γὰρ ἠφάνισταί σου τὸ μνημόσυνον ἀπὸ τῆς γῆς, υἱοὶ καὶ θυγατέρες, ἐμῆς κοιλίας ὠδῖνες καὶ πόνοι, οὓς εἰς τὸ κενὸν ἐκοπίασα μετὰ μόχθων· 9γ σύ τε αὐτὸς ἐν σαπρίᾳ σκωλήκων κάθησαι διανυκτερεύων αἴθριος, 9δ κἀγὼ πλανῆτις καὶ λάτρις, τόπον ἐκ τόπου περιερχομένη καὶ οἰκίαν ἐξ οἰκίας, προσδεχομένη τὸν ἥλιον πότε δύσεται, ἵνα ἀναπαύσωμαι τῶν μόχθων μου καὶ τῶν ὀδυνῶν, αἵ με νῦν συνέχουσιν· ἀλλὰ εἰπόν τι ρῆμα πρὸς Κύριον καὶ τελεύτα. 10 ὁ δὲ ἐμβλέψας εἶπεν αὐτῇ· ἵνα τί ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας οὕτως; εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; ἐν πᾶσι τούτοις τοῖς συμβεβηκόσιν αὐτῷ οὐδὲν ἥμαρτεν ᾿Ιὼβ τοῖς χείλεσιν ἐναντίον τοῦ Θεοῦ. 11 ἀκούσαντες δὲ οἱ τρεῖς φίλοι αὐτοῦ τὰ κακὰ πάντα τὰ ἐπελθόντα αὐτῷ, παρεγένοντο ἕκαστος ἐκ τῆς ἰδίας χώρας πρὸς αὐτόν· ᾿Ελιφὰζ ὁ Θαιμανῶν βασιλεύς, Βαλδὰδ ὁ Σαυχαίων τύραννος, Σωφὰρ ὁ Μιναίων βασιλεύς, καὶ παρεγένοντο πρὸς αὐτὸν ὁμοθυμαδόν, τοῦ παρακαλέσαι καὶ ἐπισκέψασθαι αὐτόν. 12 ἰδότες δὲ αὐτὸν πόρρωθεν οὐκ ἐπέγνωσαν· καὶ βοήσαντες φωνῇ μεγάλῃ ἔκλαυσαν ρήξαντες ἕκαστος τὴν ἑαυτοῦ στολήν. καὶ καταπασάμενοι γῆν 13 παρεκάθισαν αὐτῷ ἑπτὰ ἡμέρας καὶ ἑπτὰ νύκτας, καὶ οὐδεὶς αὐτῶν ἐλάλησεν· ἑώρων γὰρ τὴν πληγὴν δεινὴν οὖσαν καὶ μεγάλην σφόδρα.

Παρασκευή 3 Μαΐου 2019

ΙΩΒ

ΚΕΦΑΛΑΙΟΝ 1 


ΑΝΘΡΩΠΟΣ τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι, ᾧ ὄνομα ᾿Ιώβ, καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἀληθινός, ἄμεμπτος, δίκαιος, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος. 2 ἐγένοντο δὲ αὐτῷ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς. 3 καὶ ἦν τὰ κτήνη αὐτοῦ πρόβατα ἑπτακισχίλια, κάμηλοι τρισχίλιαι, ζεύγη βοῶν πεντακόσια, θήλειαι ὄνοι νομάδες πεντακόσιαι, καὶ ὑπηρεσία πολλὴ σφόδρα καὶ ἔργα μεγάλα ἦν αὐτῷ ἐπὶ τῆς γῆς· καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος εὐγενὴς τῶν ἀφ᾿ ἡλίου ἀνατολῶν. 4 συμπορευόμενοι δὲ οἱ υἱοὶ αὐτοῦ πρὸς ἀλλήλους ἐποιοῦσαν πότον καθ’ ἑκάστην ἡμέραν, συμπαραλαμβάνοντες ἅμα καὶ τὰς τρεῖς ἀδελφὰς αὐτῶν ἐσθίειν καὶ πίνειν μετ᾿ αὐτῶν. 5 καὶ ὡς ἂν συνετελέσθησαν αἱ ἡμέραι τοῦ πότου, ἀπέστελλεν ᾿Ιὼβ καὶ ἐκαθάριζεν αὐτοὺς ἀνιστάμενος τὸ πρωΐ καὶ προσέφερε περὶ αὐτῶν θυσίας κατὰ τὸν ἀριθμὸν αὐτῶν καὶ μόσχον ἕνα περὶ ἁμαρτίας περὶ τῶν ψυχῶν αὐτῶν· ἔλεγε γὰρ ᾿Ιώβ· μή ποτε οἱ υἱοί μου ἐν τῇ διανοίᾳ αὐτῶν κακὰ ἐνενόησαν πρὸς Θεόν. οὕτως οὖν ἐποίει ᾿Ιὼβ πάσας τὰς ἡμέρας. —6 Καὶ ἐγένετο ὡς ἡ ἡμέρα αὕτη, καὶ ἰδοὺ ἦλθον οἱ ἄγγελοι τοῦ Θεοῦ παραστῆναι ἐνώπιον τοῦ Κυρίου, καὶ ὁ διάβολος ἦλθε μετ᾿ αὐτῶν. 7 καὶ εἶπεν ὁ Κύριος τῷ διαβόλῳ· πόθεν παραγέγονας; καὶ ἀποκριθεὶς ὁ διάβολος τῷ Κυρίῳ εἶπε· περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπ᾿ οὐρανὸν πάρειμι. 8 καὶ εἶπεν αὐτῷ ὁ Κύριος· προσέσχες τῇ διανοίᾳ σου κατὰ τοῦ παιδός μου ᾿Ιώβ, ὅτι οὐκ ἔστι κατ᾿ αὐτὸν ἐπὶ τῆς γῆς, ἄνθρωπος ἄμεμπτος, ἀληθινός, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος; 9 ἀπεκρίθη δὲ ὁ διάβολος καὶ εἶπεν ἐναντίον τοῦ Κυρίου· μὴ δωρεὰν ᾿Ιὼβ σέβεται τὸν Κύριον; 10 οὐ σὺ περιέφραξας τὰ ἔξω αὐτοῦ καὶ τὰ ἔσω τῆς οἰκίας αὐτοῦ καὶ τὰ ἔξω πάντων τῶν ὄντων αὐτοῦ κύκλῳ; τὰ δὲ ἔργα τῶν χειρῶν αὐτοῦ εὐλόγησας καὶ τὰ κτήνη αὐτοῦ πολλὰ ἐποίησας ἐπὶ τῆς γῆς. 11 ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου καὶ ἅψαι πάντων, ὧν ἔχει· ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει. 12 τότε εἶπεν ὁ Κύριος τῷ διαβόλῳ· ἰδοὺ πάντα, ὅσα ἐστὶν αὐτῷ, δίδωμι ἐν τῇ χειρί σου, ἀλλ᾿ αὐτοῦ μὴ ἅψῃ. καὶ ἐξῆλθεν ὁ διάβολος ἀπὸ προσώπου Κυρίου. — 13 Καὶ ἦν ὡς ἡ ἡμέρα αὕτη, οἱ υἱοὶ ᾿Ιὼβ καὶ αἱ θυγατέρες αὐτοῦ ἔπινον οἶνον ἐν τῇ οἰκίᾳ τοῦ ἀδελφοῦ αὐτῶν τοῦ πρεσβυτέρου. 14 καὶ ἰδοὺ ἄγγελος ἦλθε πρὸς ᾿Ιὼβ καὶ εἶπεν αὐτῷ· τὰ ζεύγη τῶν βοῶν ἠροτρία, καὶ αἱ θήλειαι ὄνοι ἐβόσκοντο ἐχόμεναι αὐτῶν, 15 καὶ ἐλθόντες οἱ αἰχμαλωτεύοντες ᾐχμαλώτευσαν αὐτὰς καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραις· σωθεὶς δὲ ἐγὼ μόνος ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. 16 ἔτι τούτου λαλοῦντος, ἦλθεν ἕτερος ἄγγελος καὶ εἶπε πρὸς ᾿Ιώβ· πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ καὶ κατέκαυσε τὰ πρόβατα καὶ τοὺς ποιμένας κατέφαγεν ὁμοίως· σωθεὶς δὲ ἐγὼ μόνος ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. 17 ἔτι τούτου λαλοῦντος ἦλθεν ἕτερος ἄγγελος καὶ εἶπε πρὸς ᾿Ιώβ· οἱ ἱππεῖς ἐποίησαν ἡμῖν κεφαλὰς τρεῖς καὶ ἐκύκλωσαν τὰς καμήλους καὶ ᾐχμαλώτευσαν αὐτὰς καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραις· ἐσώθην δὲ ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. 18 ἔτι τούτου λαλοῦντος ἄλλος ἄγγελος ἔρχεται λέγων τῷ ᾿Ιώβ· τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων παρὰ τῷ ἀδελφῷ αὐτῶν τῷ πρεσβυτέρῳ, 19 ἐξαίφνης πνεῦμα μέγα ἐπῆλθεν ἐκ τῆς ἐρήμου καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας, καὶ ἔπεσεν ἡ οἰκία ἐπὶ τὰ παιδία σου, καὶ ἐτελεύτησαν· ἐσώθην δὲ ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. —20 Οὕτως ἀναστὰς ᾿Ιὼβ ἔρρηξε τὰ ἱμάτια αὐτοῦ καὶ ἐκείρατο τὴν κώμην τῆς κεφαλῆς καὶ πεσὼν χαμαὶ προσεκύνησε τῷ Κυρίῳ καὶ εἶπεν· 21 αὐτὸς γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ· ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλατο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας. —22 ᾿Εν τούτοις πᾶσι τοῖς συμβεβηκόσιν αὐτῷ οὐδὲν ἥμαρτεν ᾿Ιὼβ ἐναντίον τοῦ Κυρίου καὶ οὐκ ἔδωκεν ἀφροσύνην τῷ Θεῷ.

Πέμπτη 2 Μαΐου 2019

ΜΑΚΚΑΒΑΙΩΝ Γ'

ΚΕΦΑΛΑΙΟΝ 7 


«ΒΑΣΙΛΕΥΣ Πτολεμαῖος ὁ Φιλοπάτωρ τοῖς κατ᾿ Αἴγυπτον στρατηγοῖς καὶ πᾶσι τοῖς τεταγμένοις ἐπὶ πραγμάτων χαίρειν καὶ ἐρρῶσθαι· 2 ἐρρώμεθα δὲ καὶ αὐτοὶ καὶ τὰ τέκνα ἡμῶν, κατευθύναντος ἡμῖν τοῦ μεγάλου Θεοῦ τὰ πράγματα καθὼς προαιρούμεθα. 3 τῶν φίλων τινές, κακοηθείᾳ πυκνότερον ἡμῖν παρακείμενοι, συνέπεισαν ἡμᾶς εἰς τὸ τοὺς ὑπὸ τὴν βασιλείαν ᾿Ιουδαίους συναθροίσαντας σύστημα κολάσασθαι ξενιζούσαις ἀποστατῶν τιμωρίαις, 4 προσφερόμενοι μήποτε εὐσταθήσειν τὰ πράγματα ἡμῶν, δι᾿ ἣν ἔχουσιν οὗτοι πρὸς πάντα τὰ ἔθνη δυσμένειαν, μέχρις ἂν συντελεσθῇ τοῦτο. 5 οἳ καὶ δεσμίους καταγαγόντες αὐτοὺς μετὰ σκυλμῶν ὡς ἀνδράποδα, μᾶλλον δὲ ὡς ἐπιβούλους, ἄνευ πάσης ἀνακρίσεως καὶ ἐξετάσεως ἐπεχείρησαν ἀνελεῖν, νόμου Σκυθῶν ἀγριωτέραν ἐμπεπορπημένοι ὠμότητα. 6 ἡμεῖς δὲ ἐπὶ τούτοις σκληρότερον διαπειλησάμενοι, καθ᾿ ἣν ἔχομεν πρὸς ἅπαντας ἀνθρώπους ἐπιείκειαν, μόγις τὸ ζῆν αὐτοῖς χαρισάμενοι καὶ τὸν ἐπουράνιον Θεὸν ἐγνωκότες ἀσφαλῶς ὑπερησπικότα τῶν ᾿Ιουδαίων, ὡς πατέρα ὑπὲρ υἱῶν διαπαντὸς ὑπερμαχοῦντα, 7 τήν τε τοῦ φίλου ἣν ἔχουσι πρὸς ἡμᾶς βεβαίαν καὶ τοὺς προγόνους ἡμῶν εὔνοιαν ἀναλογισάμενοι, δικαίως ἀπολελύκαμεν πάσης καθ᾿ ὁντινοῦν αἰτίας τρόπον 8 καὶ προστετάχαμεν ἑκάστῳ πάντας εἰς τὰ ἴδια ἐπιστρέφειν, ἐν παντὶ τόπῳ μηθενὸς αὐτοὺς τὸ σύνολον καταβλάπτοντος, μήτε ὀνειδίζειν περὶ τῶν γεγενημένων παρὰ λόγον. 9 γινώσκετε γὰρ ὅτι κατὰ τούτων, ἐάν τι κακοτεχνήσωμεν πονηρὸν ἢ ἐπιλυπήσωμεν αὐτοὺς τὸ σύνολον, οὐκ ἄνθρωπον, ἀλλὰ τὸν πάσης δεσπόζοντα δυνάμεως Θεὸν ὕψιστον ἀντικείμενον ἡμῖν ἐπ᾿ ἐκδικήσει τῶν πραγμάτων κατὰ πᾶν ἀφεύκτως διὰ παντὸς ἕξομεν. ἔρρωσθε». 10 Λαβόντες δὲ τὴν ἐπιστολὴν ταύτην οὐκ ἐσπούδασαν εὐθέως γενέσθαι περὶ τὴν ἄφοδον, ἀλλὰ τὸν βασιλέα προσηξίωσαν τοὺς ἐκ τοῦ γένους τῶν ᾿Ιουδαίων τὸν ἅγιον Θεὸν αὐθαιρέτως παραβεβηκότας καὶ τοῦ Θεοῦ τὸν νόμον τυχεῖν δι᾿ αὐτῶν τῆς ὀφειλομένης κολάσεως, 11 προφερόμενοι τοὺς γαστρὸς ἕνεκεν τὰ θεῖα παραβεβηκότας προστάγματα μηδέποτε εὐνοήσειν μηδὲ τοῖς τοῦ βασιλέως πράγμασιν. 12 ὁ δὲ τἀληθὲς αὐτοὺς λέγειν παραδεξάμενος καὶ συναινέσας ἔδωκεν αὐτοῖς ἄδειαν πάντων, ὅπως τοὺς παραβεβηκότας τοῦ Θεοῦ τὸν νόμον ἐξολοθρεύσωσι κατὰ πάντα τὸν ὑπὸ τὴν βασιλείαν αὐτοῦ τόπον μετὰ παρρησίας ἄνευ πάσης βασιλικῆς ἐξουσίας καὶ ἐπισκέψεως. 13 τότε κατευφημήσαντες αὐτόν, ὡς πρέπον ἦν, οἱ τούτων ἱερεῖς καὶ πᾶν τὸ πλῆθος ἐπιφωνήσαντες τὸ ἀλληλούϊα, μετὰ χαρᾶς ἀνέλυσαν. 14 τότε τὸν ἐμπεσόντα τῶν μεμιασμένων ὁμοεθνῆ κατὰ τὴν ὁδὸν ἐκολάζοντο καὶ μετὰ παραδειγματισμῶν ἀνῄρουν. 15 ἐκείνῃ δὲ τῇ ἡμέρᾳ ἀνεῖλον ὑπὲρ τοὺς τριακοσίους ἄνδρας καὶ ἤγαγον εὐφροσύνην μετὰ χαρᾶς τοὺς βεβήλους χειρωσάμενοι. 16 αὐτοὶ δὲ οἱ μέχρι θανάτου τὸν Θεὸν ἐσχηκότες, παντελῆ σωτηρίας ἀπόλαυσιν εἰληφότες, ἀνέζευξαν ἐκ τῆς πόλεως παντοίοις εὐωδεστάτοις ἄνθεσι κατεστεμμένοι μετ᾿ εὐφροσύνης καὶ βοῆς, ἐν αἴνοις καὶ παμμελέσιν ὕμνοις εὐχαριστοῦντες τῷ Θεῷ τῶν πατέρων αὐτῶν αἰωνίῳ σωτῆρι τοῦ ᾿Ισραήλ. 17 Παραγενηθέντες δὲ εἰς Πτολεμαΐδα τὴν ὀνομαζομένην διὰ τὴν τοῦ τόπου ἰδιότητα ροδοφόρον, ἐν ᾗ προσέμεινεν αὐτούς ὁ στόλος κατὰ κοινὴν αὐτῶν βουλὴν ἡμέρας ἑπτά, 18 ἐκεῖ ἐποίησαν πότον σωτήριον, τοῦ βασιλέως χορηγήσαντος αὐτοῖς εὐψύχως τὰ πρὸς τὴν ἄφιξιν πάντα ἑκάστῳ ἕως εἰς τὴν ἰδίαν οἰκίαν. 19 καταχθέντες δὲ μετ᾿ εἰρήνης ἐν ταῖς πρεπούσαις ἐξομολογήσεσιν, ὡσαύτως κἀκεῖ ἔστησαν καὶ ταύτας ἄγειν τὰς ἡμέρας ἐπὶ τὸν τῆς παροικίας αὐτῶν χρόνον εὐφροσύνους. 20 ἃς καὶ ἀνιερώσαντες ἐν στήλῃ κατὰ τὸν συμποσίας τόπον προσευχῆς καθιδρύσαντες, ἀνέλυσαν ἀσινεῖς, ἐλεύθεροι, ὑπερχαρεῖς, διά τε γῆς καὶ θαλάσσης καὶ ποταμοῦ ἀνασωζόμενοι τῇ τοῦ βασιλέως ἐπιταγῇ, ἕκαστος εἰς τὴν ἰδίαν 21 καὶ πλείστην ἢ ἔμπροσθεν ἐν τοῖς ἐχθροῖς ἐξουσίαν ἐσχηκότες μετὰ δόξης καὶ φόβου, τὸ σύνολον ὑπὸ μηδενὸς διασεισθέντες τῶν ὑπαρχόντων. 22 καὶ πάντα τὰ ἑαυτῶν πάντες ἐκομίσαντο ἐξ ἀπογραφῆς, ὥστε τούς ἔχοντάς τι μετὰ φόβου μεγίστου ἀποδοῦναι αὐτοῖς, τὰ μεγαλεῖα τοῦ μεγίστου Θεοῦ ποιήσαντος τελείως ἐπὶ σωτηρίᾳ αὐτῶν. 23 εὐλογητὸς ὁ ρύστης ᾿Ισραὴλ εἰς τοὺς ἀεὶ χρόνους. ᾿Αμήν.

Δευτέρα 29 Απριλίου 2019

ΧΡΙΣΤΟΣ ΑΝΕΣΤΗ !!!

Παρασκευή 26 Απριλίου 2019

ΜΑΚΚΑΒΑΙΩΝ Γ'

ΚΕΦΑΛΑΙΟΝ 6 


ΕΛΕΑΖΑΡΟΣ δέ τις ἀνὴρ ἐπίσημος τῶν ἀπὸ τῆς χώρας ἱερέων, ἐν πρεσβείῳ τὴν ἡλικίαν ἤδη λελογχὼς καὶ πάσῃ τῇ κατὰ τὸν βίον ἀρετῇ κεκοσμημένος, τοὺς περὶ αὐτὸν καταστείλας πρεσβυτέρους ἐπικαλεῖσθαι τὸν ἅγιον Θεὸν προσηύξατο τάδε· 2 βασιλεῦ μεγαλοκράτωρ, ὕψιστε, παντοκράτωρ Θεὲ τὴν πᾶσαν διακυβερνῶν ἐν οἰκτιρμοῖς κτίσιν, 3 ἔπιδε ἐπὶ ῾Αβραὰμ σπέρμα, ἐπὶ ἡγιασμένου τέκνα ᾿Ιακώβ, μερίδος ἡγιασμένης σου λαὸν ἐν ξένῃ γῇ ξένον ἀδίκως ἀπολλύμενον, πάτερ. 4 σὺ Φαραὼ πληθύνοντα ἅρμασι, τὸν πρὶν Αἰγύπτου ταύτης δυνάστην, ἐπαρθέντα ἀνόμῳ θράσει καὶ γλώσσῃ μεγαλορρήμονι, σὺν τῇ ὑπερηφάνῳ στρατιᾷ ποντοβρόχους ἀπώλεσας, φέγγος ἐπιφάνας ἐλέους ᾿Ισραὴλ γένει. 5 σὺ τὸν ἀναριθμήτοις δυνάμεσι γαυρωθέντα Σενναχηρείμ, βαρὺν ᾿Ασσυρίων βασιλέα, δόρατι τὴν πᾶσαν ὑποχείριον ἤδη λαβόντα γῆν καὶ μετεωρισθέντα ἐπὶ τὴν ἁγίαν σου πόλιν, βαρέα λαλοῦντα κόμπῳ καὶ θράσει σύ, Δέσποτα, ἔθραυσας, ἔκδηλον δεικνὺς ἔθνεσι πολλοῖς τὸ σὸν κράτος. 6 σὺ τοὺς κατὰ τὴν Βαβυλωνίαν τρεῖς ἑταίρους, πυρὶ τὴν ψυχὴν αὐθαιρέτως δεδωκότας εἰς τὸ μὴ λατρεῦσαι τοῖς κενοῖς, διάπυρον δροσίσας κάμινον ἐρρύσω μέχρι τριχὸς ἀπημάντους, φλόγα πᾶσιν ἐπιπέμψας τοῖς ὑπεναντίοις. 7 σὺ τὸν διαβολαῖς φθόνου λέουσι κατὰ γῆς ριφέντα θηρσὶ βορὰν Δανιὴλ εἰς φῶς ἀνήγαγες ἀσινῆ, 8 τόν τε βυθοτρεφοῦς ἐν γαστρὶ κήτους ᾿Ιωνᾶν τηκόμενον ἀφειδῶς ἀπήμαντον πᾶσιν οἰκείοις ἀνέδειξας, πάτερ. 9 καὶ νῦν μίσυβρι, πολυέλεε, τῶν ὅλων σκεπαστά, τὸ τάχος ἐπιφάνηθι τοῖς ἀπὸ ᾿Ισραὴλ γένους, ὑπὸ δὲ ἐβδελυγμένων ἀνόμων ἐθνῶν ὑβριζομένοις. 10 εἰ δὲ ἀσεβείαις κατὰ τὴν ἀποικίαν ὁ βίος ἡμῶν ἐνέσχηται, ρυσάμενος ἡμᾶς ἀπὸ ἐχθρῶν χειρός, ὡς προαιρῇ, Δέσποτα, ἀπόλεσον ἡμᾶς μόρῳ. 11 μὴ τοῖς ματαίοις οἱ ματαιόφρονες εὐλογησάτωσαν ἐπὶ τῇ τῶν ἠγαπημένων σου ἀπωλείᾳ λέγοντες· οὐδὲ ὁ Θεὸς αὐτῶν ἐρρύσατο αὐτούς. 12 σὺ δὲ ὁ πᾶσαν ἀλκὴν καὶ δυναστείαν ἔχων ἅπασαν, αἰώνιε, νῦν ἔπιδε· ἐλέησον ἡμᾶς τοὺς καθ᾿ ὕβριν ἀνόμων ἀλόγιστον ἐκ τοῦ ζῆν μεθιστανομένους ἐν ἐπιβούλων τρόπῳ. 13 πτηξάτω δὲ ἔθνη σὴν δύναμιν ἀνίκητον σήμερον, ἔντιμε, δύναμιν ἔχων ἐπί σωτηρίᾳ ᾿Ιακὼβ γένους. 14 ἱκετεύει σε τὸ πᾶν πλῆθος τῶν νηπίων καὶ οἱ τούτων γονεῖς μετὰ δακρύων. 15 δειχθήτω πᾶσιν ἔθνεσιν, ὅτι μεθ᾿ ἡμῶν εἶ, Κύριε, καὶ οὐκ ἀπέστρεψας τὸ πρόσωπόν σου ἀφ᾿ ἡμῶν, ἀλλὰ καθὼς εἶπας ὅτι οὐδ᾿ ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν ὄντων ὑπερεῖδες αὐτούς, οὕτως ἐπιτέλεσον, Κύριε. 16 Τοῦ δὲ ᾿Ελεαζάρου λήγοντος ἄρτι τῆς προσευχῆς, ὁ βασιλεὺς σὺν τοῖς θηρίοις καὶ παντὶ τῷ τῆς δυνάμεως φρυάγματι κατὰ τὸν ἱππόδρομον παρῆγε. 17 καὶ θεωρήσαντες οἱ ᾿Ιουδαῖοι μέγα εἰς οὐρανὸν ἀνέκραξαν, ὥστε καὶ τοὺς παρακειμένους αὐλῶνας συνηχήσαντας ἀκατάσχετον οἰμωγὴν ποιῆσαι παντὶ τῷ στρατοπέδῳ. 18 τότε ὀ μεγαλόδοξος παντοκράτωρ καὶ ἀληθινὸς Θεός, ἐπιφάνας τὸ ἅγιον αὐτοῦ πρόσωπον, ἠνέῳξε τὰς οὐρανίους πύλας, ἐξ ὧν δεδοξασμένοι δύο φοβεροειδεῖς ἄγγελοι κατέβησαν φανεροὶ πᾶσι, πλὴν τοῖς ᾿Ιουδαίοις, 19 καὶ ἀντέστησαν καὶ τὴν δύναμιν τῶν ὑπεναντίων ἐπλήρωσαν ταραχῆς καὶ δειλίας καὶ ἀκινήτοις ἔδησαν πέδαις. 20 καὶ ὑπόφρικον καὶ τὸ τοῦ βασιλέως σῶμα ἐγενήθη καὶ λήθη τὸ θράσος αὐτοῦ τὸ βαρύθυμον ἔλαβε. 21 καὶ ἀπέστρεψαν τὰ θηρία ἐπὶ τὰς συνεπομένας ἐνόπλους δυνάμεις καὶ κατεπάτουν αὐτὰς καὶ ὠλόθρευον. 22 καὶ μετεστράφη τοῦ βασιλέως ἡ ὀργὴ εἰς οἶκτον καὶ δάκρυα ὑπὲρ τῶν ἔμπροσθεν αὐτῷ μεμηχανευμένων. 23 ἀκούσας γὰρ τῆς κραυγῆς καὶ συνιδῶν πρηνεῖς ἅπαντας εἰς τὴν ἀπώλειαν, δακρύσας μετὰ ὀργῆς τοῖς φίλοις διηπειλεῖτο λέγων· 24 παραβασιλεύετε καὶ τυράννους ὑπερβεβήκατε ὠμότητι καὶ ἐμὲ αὐτὸν τὸν ὑμῶν εὐεργέτην ἐπιχειρεῖτε τῆς ἀρχῆς ἤδη καὶ τοῦ πνεύματος μεθιστᾶν, λάθρα μηχανώμενοι τὰ μὴ συμ‘φεροντα τῇ βασιλείᾳ. 25 τίς τοὺς κρατήσαντας ἡμῶν ἐν πίστει τὰ τῆς χώρας ὀχυρώματα, τῆς οἰκίας ἀποστήσας ἕκαστον ἀλόγως ἤθροισεν ἐνθάδε; 26 τίς τοὺς ἐξ ἀρχῆς εὐνοίᾳ πρὸς ἡμᾶς κατὰ πάντα διαφέροντας πάντων ἐθνῶν καὶ τοὺς χειρίστους πλεονάκις ἀνθρώπων ἐπιδεδεγμένους κινδύνους, οὕτως ἀθέσμοις περιέβαλεν αἰκίαις; 27 λύσατε, ἐκλύσατε ἄδικα δεσμά· εἰς τὰ ἴδια μετ᾿ εἰρήνης ἐξαποστείλατε, τὰ προπεπραγμένα παραιτησάμενοι. 28 ἀπολύσατε τοὺς υἱοὺς τοῦ παντοκράτορος ἐπουρανίου Θεοῦ ζῶντος, ὃς ἀφ᾿ ἡμετέρων μέχρι τοῦ νῦν προγόνων ἀπαραπόδιστον μετὰ δόξης εὐστάθειαν παρέχει τοῖς ἡμετέροις πράγμασιν. 29 ὁ μὲν οὖν ταῦτα ἔλεξεν· οἱ δὲ ἐν ἀμερεῖ χρόνῳ λυθέντες τὸν ἅγιον σωτῆρα Θεὸν αὐτῶν εὐλόγουν, ἄρτι τὸν θάνατον ἐκπεφευγότες. 30 Εἶτα ὁ βασιλεὺς εἰς τὴν πόλιν ἀπαλλαγείς, τὸν ἐπὶ τῶν προσόδων προσκαλεσάμενος, ἐκέλευσεν οἴνους τε καὶ τὰ λοιπὰ πρὸς εὐωχίαν ἐπιτήδεια τοῖς ᾿Ιουδαίοις χορηγεῖν ἐπὶ ἡμέρας ἑπτά, κρίνας αὐτοὺς ἐν ᾧ τόπῳ ἔδοξαν τὸν ὄλεθρον ἀναλαμβάνειν, ἐν τούτῳ ἐν εὐφροσύνῃ πάσῃ σωτήρια ἄγειν. 31 τότε οἱ πρὶν ἐπονείδιστοι καὶ πλησίον τοῦ ᾅδου, μᾶλλον δ᾿ ἐπ᾿ αὐτῷ βεβηκότες, ἀντὶ πικροῦ καὶ δυσαιάκτου μόρου, κώθωνα σωτήριον συστησάμενοι, τὸν εἰς πτῶσιν αὐτοῖς καὶ τάφον ἡτοιμασμένον τόπον κλισίαις κατεμέρισαν πλήρεις χαρμονῆς. 32 καταλήξαντες δὲ θρήνου πανόδυρτον μέλος ἀνέλαβον ᾠδὴν πάτριον, τὸν σωτῆρα καὶ τερατοποιὸν αἰνοῦντες Θεόν· οἰμωγήν τε πᾶσαν καὶ κωκυτὸν ἀπωσάμενοι χοροὺς συνίσταντο εὐφροσύνης εἰρηνικῆς σημεῖον. 33 ὡσαύτως δὲ καὶ ὁ βασιλεὺς περὶ τούτων συμπόσιον βαρὺ συναγαγών, ἀδιαλείπτως εἰς οὐρανὸν ἀνθωμολογεῖτο μεγαλοπρεπῶς ἐπὶ τῇ παραδόξῳ γενηθείσῃ αὐτῷ σωτηρίᾳ. 34 οἵ τε πρὶν εἰς ὄλεθρον καὶ οἰωνοβρώτους αὐτοὺς ἔσεσθαι τιθέμενοι, μετὰ χαρᾶς ἀπογραψάμενοι κατεστέναξαν, αἰσχύνην ἐφ᾿ ἑαυτοῖς περιβαλλόμενοι καὶ τὴν πυρίπνουν τόλμαν ἀκλεῶς ἐσβεσμένοι. 35 οἵ τε ᾿Ιουδαῖοι, καθὼς προειρήκαμεν, συστησάμενοι τὸν προειρημένον χορόν, μετ᾿ εὐωχίας ἐν ἐξομολογήσεσιν ἱλαραῖς καὶ ψαλμοῖς διῆγον, 36 καὶ κοινὸν ὁρισάμενοι περὶ τούτων θεσμὸν ἐπὶ πᾶσαν τὴν παροικίαν αὐτῶν εἰς γενεάς, τὰς προειρημένας ἡμέρας ἄγειν ἔστησαν εὐφροσύνους, οὐ πότου χάριν καὶ λιχνείας, σωτηρίας δὲ τῆς διὰ Θεὸν γενομένης αὐτοῖς. 37 ἐνέτυχον δὲ τῷ βασιλεῖ τὴν ἀπόλυσιν αὐτῶν εἰς τὰ ἴδια αἰτούμενοι. 38 ἀπογράφονται δὲ αὐτοὺς ἀπὸ πέμπτης καὶ εἰκάδος τοῦ Παχὼν ἕως τῆς τετάρτης τοῦ ᾿Επιφί, ἐπὶ ἡμέρας τεσσαράκοντα, συνίστανται δὲ αὐτῶν τὴν ἀπώλειαν ἀπὸ πέμπτης τοῦ ᾿Επιφὶ ἕως ἑβδόμης, ἡμέραις τρισίν, 39 ἐν αἷς καὶ μεγαλοδόξως ἐπιφάνας τὸ ἔλεος αὐτοῦ ὁ τῶν ὅλων δυνάστης ἀπταίστους αὐτοὺς ἐρρύσατο ὁμοθυμαδόν. 40 εὐωχοῦντο δὲ πάνθ᾿ ὑπὸ τοῦ βασιλέως χορηγούμενοι μέχρι τῆς τεσσαρεσκαιδεκάτης, ἐν ᾗ καὶ τὴν ἐντυχίαν ἐποιήσαντο περὶ τῆς ἀπολύσεως αὐτῶν. 41 συναινέσας τε αὐτοῖς ὁ βασιλεὺς ἔγραψεν αὐτοῖς τὴν ὑπογεγραμμένην ἐπιστολὴν πρὸς τοὺς κατὰ πόλιν στρατηγοὺς μεγαλοψύχως τὴν ἐκτενίαν ἔχουσαν.