Τρίτη 27 Ιουλίου 2010

Μεσονυκτικόν

Εἰς τὸ ὄνοµα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύµατος. Ἀµήν. 
Δόξα σοι, ὁ Θεός, ἡ ἐλπὶς ἡµῶν, Κύριε δόξα σοι. 
Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦµα τῆς ἀληθείας, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡµῖν, καὶ καθάρισον ἡµᾶς ἀπὸ πάσης κηλῖδος, καὶ σῶσον, Ἀγαθέ, τὰς ψυχὰς ἡµῶν. Ἀµήν.  Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡµᾶς. (Τρις) 
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύµατι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Παναγία Τριάς, ἐλέησον ἡµᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁµαρτίαις ἡµῶν. Δέσποτα, συγχώρησον τὰς ἀνοµίας ἡµῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡµῶν, ἕνεκεν τοῦ ὀνόµατός σου. Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον. 

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύµατι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. 

Πάτερ ἡµῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνοµά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέληµά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡµῶν τὸν ἐπιούσιον δὸς ἡµῖν σήµερον. Καὶ ἄφες ἡµῖν τὰ ὀφειλήµατα ἡµῶν, ὡς καὶ ἡµεῖς ἀφίεµεν τοῖς ὀφειλέταις ἡµῶν. Καὶ µὴ εἰσενέγκῃς ἡµᾶς εἰς πειρασµόν, ἀλλὰ ῥῦσαι ἡµᾶς ἀπὸ τοῦ πονηροῦ. Ἀµήν.

Δι' ευχών τών Αγίων Πατέρων ημών, Κύριε Ιησού Χριστέ ο Θεός, ελέησον ημάς. Αμήν.

Ἐξεγερθέντες τοῦ ὕπνου, προσπίπτοµέν σοι, Ἀγαθέ, καὶ τῶν Ἀγγέλων τὸν ὕµνον βοῶµέν σοι, Δυνατέ· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός· διὰ τῆς Θεοτόκου ἐλέησον ἡµᾶς.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Τῆς κλίνης καὶ τοῦ ὕπνου ἐξεγείρας μέ, Κύριε, τὸν νοῦν μου φώτισον, καὶ τὴν καρδίαν καὶ τὰ χείλη μου ἄνοιξον, εἰς τὸ ὑμνεῖν σέ, ἁγία Τριάς. Ἅγιος, Ἅγιος, Ἅγιος εἰ Θεός. διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

‘Αθρόον ὁ Κριτής ἐπελεύσεται καί ἑκάστου αἱ πράξεις γυμνωθήσονται, ἀλλά φόβῳ κράξωμεν ἐν τῷ μέσῳ τῆς νυκτός· ἅγιος, ἅγιος ἅγιος εἶ ὁ Θεός, διά τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.

Κύριε ἐλέησον. ιβ' (12).

Ἐκ τοῦ ὕπνου ἐξανιστάμενος εὐχαριστῶ σοὶ ἁγία Τριάς, ὅτι διὰ τὴν πολλὴν σοῦ ἀγαθότητα καὶ μακροθυμίαν οὐκ ὠργίσθης ἐμοὶ τῷ ῥᾳθύμῳ καὶ ἁμαρτωλῷ οὐδὲ συναπώλεσας μὲ ταῖς ἀνομίαις μου, ἀλλ’ ἐφιλανθρωπεύσω συνήθως, καὶ πρὸς ἀπόγνωσιν κείμενον ἤγειρας μὲ εἰς τὸ ὀρθρίσαι καὶ δοξολογήσαι τὸ κράτος σου καὶ νῦν φώτισόν μου τὰ ὄμματα τῆς διανοίας. ἄνοιξόν μου τὸ στόμα, τοῦ μελετᾶν τὰ λόγιά σου καὶ συνιέναι τάς ἐντολάς σου καὶ ποιεῖν τὸ θέλημά σου καὶ ψάλλειν σοι ἐν ἐξομολογήσει καρδίας καὶ ἀνυμνεῖν τὸ πανάγιον ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δόξα σοι βασιλεῦ, Θεὲ Παντοκράτωρ, ὅτι τῇ θείᾳ σοῦ καὶ φιλανθρώπῳ προνοίᾳ ἠξίωσας μὲ τὸν ἁμαρτωλὸν καὶ ἀνάξιον δοῦλον σοῦ ἐξ ὕπνου ἀναστῆναι. Δέξαι, Κύριε, καὶ τὴν φωνὴν τῆς δεήσεώς μου, ὡς τῶν ἁγίων καὶ νοερῶν σοῦ δυνάμεων καὶ εὐδόκησον ἐν καθαρᾷ καρδίᾳ καὶ πνεύματι ταπεινώσεως, προσενεχθήναι σοι τὴν ἐκ ῥυπαρῶν χειλέων μου αἴνεσιν, ὅπως καγὼ κοινωνὸς γένωμαι τῶν φρονίμων παρθένων, ἐν φαιδρᾷ λαμπηδόνι τῆς ψυχῆς μου, καὶ δοξάζω σέ, τὸν ἐν Πατρὶ καὶ Πνεύματι δοξαζόμενον Θεὸν Λόγον. Ἀμήν.

Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ψαλμός Ν' (50)

Ἐλέησον μέ, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισον μέ. ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διαπαντός. σοὶ μόνω ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῆς ἐν τοὶς λόγοις σου, καὶ νικήσης ἐν τῷ κρίνεσθε σέ. ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίες ἐκίσσησε μὲ ἡ μήτηρ μου. ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια της σοφίας σου ἐδήλωσας μοί. ραντιεῖς μὲ ὑσσώπω, καὶ καθαρισθήσομαι. πλυνεῖς μέ, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. ἀκουτιεῖς μοὶ ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τᾶς ἀνομίας μου ἐξάλειψον. καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοὶς ἐγκάτοις μου. μὴ ἀπορρίψης μὲ ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλης ἀπ’ ἐμοῦ. ἀπόδος μοὶ τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἠγεμονικῶ στήριξον μέ. διδάξω ἀνόμους τᾶς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. ρύσαι μὲ ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου. ἀγαλλιάσεται ἡ γλώσσα μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. ἀγάθυνον, Κύριε, ἐν τὴ εὐδοκία σου τὴν Σιῶν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Τό Σύμβολον τής Πίστεως



Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.
Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι' οὗ τὰ πάντα ἐγένετο.
Τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα.
Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, καὶ παθόντα καὶ ταφέντα.
Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρα κατὰ τὰς Γραφάς.
Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός.
Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.
Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν.
Εἰς μίαν, Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν.
Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν.
Προσδοκῶ ἀνάστασιν νεκρῶν.
Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος.
Ἀμήν.

Ευχή κατανυκτική

Κύριε, ἀγαθήν μοι τὴν ἡμέραν ταύτην δώρησαι καὶ ἀναμάρτη­τον. Κύριε, μὴ ἐγκαταλίπῃς με ἐν τῇ βουλῇ τῶν ἐχθρῶν μου, μηδὲ ἀποστῇς ἀπ’ ἐμοῦ. Κύριε, ρῦσαί με ἀπὸ τῆς ἐπικρατείας τῶν παθῶν καὶ τῆς φλογώσεως τῶν ἡδονῶν. Κύριε, δός μοι χεῖρα βοηθείας καὶ στήριξόν με εἰς τὸν φόβον Σου. Κύριε, δώρησαι πένθος καὶ ταπείνωσιν ἐν τῇ καρδίᾳ μου, ἵνα κλαύσω τὰς ἀνομίας μου. Κύριε, δώρησαί μοι ὑπομονὴν ἐν τοῖς πειρα­σμοῖς καὶ διάκρισιν. Κύριε, ἐξάλειψον ἀπ’ ἐμοῦ τὴν ἄγνοιαν, τὴν ραθυμίαν, τὴν πώρωσιν. Κύριε, ρῦσαί με ἀπὸ τῶν φθοροποιῶν συνδυασμῶν καὶ ἀπὸ συγκαταθέσεως τῶν πονηρῶν λογισμῶν. Κύριε, δίωξον ἀπ’ ἐμοῦ τὴν λήθην, τὴν ἀναισθησίαν, καὶ τὴν τοῦ νοός μου αἰχμαλωσίαν. Κύριε, σκέπασόν με ἀπὸ τοῦ πολέμου τῆς πορνείας. Κύριε, ἔνθες μοι μῖσος πρὸς τὰς ἡδονάς, καὶ δώρησαί μοι ἐνάρετον διαγωγὴν καὶ βίον ἀκαταίσχυντον, καὶ κατάρτισαι τὰ διαβήματά μου πρὸς ἐργασίαν τῶν ἐντολῶν Σου. Πρεσβείαις τῆς πανα­χράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ πάντων Σου τῶν Ἁγίων· ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὑπερένδοξε, ἀειπάρθενε, εὐλογη­μέ­νη Θεοτόκε, προσάγαγε τὴν ἡμετέραν προσευχὴν τῷ Υἱῷ Σου καὶ Θεῷ ἡμῶν, καὶ αἴτησαι ἵνα σώσῃ διά Σοῦ τὰς ψυχὰς ἡμῶν.

Ἡ ἐλπίς μου ὁ Πατήρ, καταφυγή μου ὁ Υἱός, σκέπη μου τὸ Πνεῦμα τὸ Ἅγιον, Τριὰς Ἁγία, δόξα Σοι.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μήτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κύριε, ἐλέησον
(τρίς).

Άγιοι Απόστολοι, Προφήται, Μάρτυρες, Ιεράρχαι, Όσιοι και πάντες Άγιοι, ικετεύσατε τον Θεόν υπέρ εμού του αμαρτωλού.

Επί τω Θεώ και Πλάστη μου παρατίθημι την ψυχήν και το σώμά μου. Αυτός με ευλόγησον, αυτός με ελέησον, αυτός ελευθέρωσόν με από παντός κακού. Και δος μοι ειρηνικήν και αναμάρτητον διελθείν ταύτην την ημέραν, εις δόξαν του Ονόματός Σου και σωτηρίαν της ψυχής μου. Αμήν.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Πέμπτη 22 Ιουλίου 2010

ΚΥΡΙΑΚΗ ΔΕΚΑΤΗ

Προκείμενον. Ήχος α'.

Γένοιτο, Κύριε, τό έλεός σου εφ' ημάς.

( Ψ. 32, 22 )

Στίχ. Αγαλλιάσθε, δίκαιοι, εν Κυρίω.

( Ψ. 32, 1 )

Πρός Κορινθίους Α' επιστολής Παύλου τό Ανάγνωσμα.

( δ' 9 - 16 )

Αδελφοί, ο Θεός ημάς τούς αποστόλους εσχάτους απέδειξεν, ως επιθανατίους, ότι θέατρον εγενήθημεν τώ κόσμω καί αγγέλοις καί ανθρώποις. Ημείς μωροί διά Χριστόν, υμείς δέ φρόνιμοι εν Χριστώ ημείς ασθενείς, υμείς δέ ισχυροί υμείς ένδοξοι, ημείς δέ άτιμοι. Άχρι τής άρτι ώρας καί πεινώμεν καί διψώμεν καί γυμνητεύομεν καί κολαφιζόμεθα καί ατατούμεν καί κοπιώμεν εργαζόμενοι ταίς ιδίαις χερσί λοιδορούμενοι ευλογούμεν, διωκόμενοι ανεχόμεθα, βλασφημούμενοι παρακαλούμεν ως περικαθάρματα τού κόσμου εγενήθημεν, πάντων περίψημα έως άρτι. Ουκ εντρέπων υμάς γράφω ταύτα, αλλ' ως τέκνα μου αγαπητά νουθετώ. Εάν γάρ μυρίους παιδαγωγούς έχητε εν Χριστώ, αλλ' ου πολλούς πατέρας εν γάρ Χριστώ Ιησού διά τού ευαγγελίου εγώ υμάς εγέννησα. Παρακαλώ ούν υμάς, μιμηταί μου γίνεσθε.

Εκ τού κατά Ματθαίον αγίου Ευαγγελίου.

( ιζ' 14-23 )

Τώ καιρώ εκείνω, άνθρωπός τις προσήλθε τώ Ιησού, γονυπετών αυτώ, καί λέγων Κύριε, ελέησόν μου τόν υιόν, ότι σεληνιάζεται καί κακώς πάσχει πολλάκις γάρ πίπτει εις τό πύρ καί πολλάκις εις τό ύδωρ. Καί προσήνεγκα αυτόν τοίς μαθηταίς σου, καί ουκ ηδυνήθησαν αυτόν θεραπεύσαι. Αποκριθείς δέ ο Ιησούς είπεν Ώ γενεά άπιστος καί διαστραμμένη! έως πότε έσομαι μέθ' υμών; έως πότε ενέξομαι υμών; Φέρετέ μοι αυτόν ώδε. Καί επετίμησεν αυτώ ο Ιησούς, καί εξήλθεν απ' αυτού τό δαιμόνιον καί ιάθη ο παίς από τής ώρας εκείνης. Τότε προσελθόντες οι Μαθηταί τώ Ιησού κατ' ιδίαν είπον Διατί ημείς ουκ ηδυνήθημεν εκβαλείν αυτό; Ο δέ Ιησούς είπεν αυτοίς Διά τήν απιστίαν υμών Αμήν γάρ λέγω υμίν, εάν έχητε πίστιν ως κόκκον σινάπεως, ερείτε τώ όρει τούτω, μετάβηθι εντεύθεν εκεί, καί μεταβήσεται καί ουδέν αδυνατήσει υμίν. Τούτο δέ τό γένος ουκ εκπορεύεται, ει μή εν προσευχή καί νηστεία. Αναστρεφομένων δέ αυτών εν τή Γαλιλαία, είπεν αυτοίς ο Ιησούς Μέλλει ο Υιός τού ανθρώπου παραδίδοσθαι εις χείρας ανθρώπων καί αποκτενούσιν αυτόν, καί τή τρίτη ημέρα εγερθήσεται.

Τρίτη 20 Ιουλίου 2010

ΚΥΡΙΑΚΗ ΕΝΑΤΗ
Προκείμενον. Ήχος πλ. δ'.
Εύξασθε καί απόδοτε Κυρίω τώ Θεώ ημών.
( Ψ. 75, 12 )
Στίχ. Γνωστός εν τή Ιουδαία ο Θεός,
εν τώ Ισραήλ μέγα τό όνομα αυτού.
( Ψ. 75, 2 )
Πρός Κορινθίους Α' επιστολής Παύλου τό Ανάγνωσμα.
( γ' 9-17 )

Αδελφοί, Θεού εσμεν συνεργοί Θεού γεώργιον, Θεού οικοδομή εστε. Κατά τήν χάριν τού Θεού τήν δοθείσάν μοι ως σοφός αρχιτέκτων θεμέλιον τέθεικα, άλλος δέ εποικοδομεί έκαστος δέ βλεπέτω πώς εποικοδομεί θεμέλιον γάρ άλλον ουδείς δύναται θείναι παρά τόν κείμενον, ός εστιν Ιησούς Χριστός. Ει δέ τις εποικοδομεί επί τόν θεμέλιον τούτον χρυσόν, άργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην, εκάστου τό έργον φανερόν γενήσεται η γάρ ημέρα δηλώσει ότι εν πυρί αποκαλύπτεται καί εκάστου τό έργον οποίον εστι τό πύρ δοκιμάσει. Εί τινος τό έργον μενεί ό επωκοδόμησε, μισθόν λήψεται εί τινος τό έργον κατακαήσεται, ζημιωθήσεται, αυτός δέ σωθήσεται, ούτως δέ ως διά πυρός. Ουκ οίδατε ότι ναός Θεού εστε καί τό Πνεύμα τού Θεού οικεί εν υμίν; Εί τις τόν ναόν τού Θεού φθείρει, φθερεί τούτον ο Θεός ο γάρ ναός τού Θεού άγιός εστιν, οίτινές εστε υμείς.
Εκ τού κατά Ματθαίον αγίου Ευαγγελίου.
( ιδ' 22-34 )
Τ ώ καιρώ εκείνω, ηνάγκασεν ο Ιησούς τούς Μαθητάς αυτού εμβήναι εις τό πλοίον καί προάγειν αυτόν εις τό πέραν, έως ού απολύση τούς όχλους. Καί απολύσας τούς όχλους ανέβη εις τό όρος κατ' ιδίαν προσεύξασθαι. Οψίας δέ γενομένης μόνος ήν εκεί. Τό δέ πλοίον ήδη μέσον τής θαλάσσης ήν, βασανιζόμενον υπό τών κυμάτων ήν γάρ εναντίος ο άνεμος. Τετάρτη δέ φυλακή τής νυκτός απήλθε πρός αυτούς ο Ιησούς περιπατών επί τής θαλάσσης. Καί ιδόντες αυτόν οι μαθηταί επί τήν θάλασσαν περιπατούντα εταράχθησαν λέγοντες ότι φάντασμά εστι καί από τού φόβου έκραξαν. Ευθέως δέ ελάλησεν αυτοίς ο Ιησούς λέγων Θαρσείτε, εγώ ειμι μή φοβείσθε. Αποκριθείς δέ αυτώ ο Πέτρος είπε Κύριε, ει σύ εί, κέλευσόν με πρός σέ ελθείν επί τά ύδατα. Ο δέ είπεν Ελθέ. Καί καταβάς από τού πλοίου ο Πέτρος περιεπάτησεν επί τά ύδατα ελθείν πρός τόν Ιησούν. Βλέπων δέ τόν άνεμον ιχυρόν εφοβήθη, καί αρξάμενος καταποντίζεσθαι, έκραξε λέγων Κύριε, σώσόν με. Ευθέως δέ ο Ιησούς εκτείνας τήν χείρα επελάβετο αυτού καί λέγει αυτώ Ολιγόπιστε! εις τί εδίστασας; Καί εμβάντων αυτών εις τό πλοίον εκόπασεν ο άνεμος. Οι δέ εν τώ πλοίω ελθόντες προσεκύνησαν αυτώ λέγοντες Αληθώς Θεού Υιός εί. Καί διαπεράσαντες ήλθον εις τήν γήν Γεννησαρέτ.

Παρασκευή 16 Ιουλίου 2010

ΚΥΡΙΑΚΗ ΟΓΔΟΗ

Προκείμενον. Ήχος βαρύς.
Κύριος ισχύν τώ λαώ αυτού δώσει.
( Ψ. 28, 11 )
Στίχ. Ενέγκατε τώ Κυρίω υιοί Θεού, ...
ενέγκατε τώ Κυρίω δόξαν καί τιμήν.
( Ψ. 28, 1 )
Πρός Κορινθίους Α' επιστολής
Παύλου τό Ανάγνωσμα.
( α' 10-17 )

Αδελφοί, παρακαλώ υμάς διά τού ονόματος τού Κυρίου ημών Ιησού Χριστού, ίνα τό αυτό λέγητε πάντες, καί μή ή εν υμίν σχίσματα, ήτε δέ κατηρτισμένοι εν τώ αυτώ νοϊ καί εν τή αυτή γνώμη. Εδηλώθη γάρ μοι περί υμών, αδελφοί μου, υπό τών Χλόης ότι έριδες εν υμίν εισι. Λέγω δέ τούτο, ότι έκαστος υμών λέγει Εγώ μέν ειμι Παύλου, εγώ δέ Απολλώ, εγώ δέ Κηφά, εγώ δέ Χριστού. Μεμέρισται ο Χριστός; Μή Παύλος εσταυρώθη υπέρ υμών; Ή εις τό όνομα Παύλου εβαπτίσθητε; Ευχαριστώ τώ Θεώ, ότι ουδένα υμών εβάπτισα ει μή Κρίσπον καί Γάϊον, ίνα μή τις είπη ότι εις τό εμόν όνομα εβάπτισα. Εβάπτισα δέ καί τόν Στεφανά οίκον λοιπόν ουκ οίδα εί τινα άλλον εβάπτισα. Ου γάρ απέστειλέ με Χριστός βαπτίζειν, αλλ' ευαγγελίζεσθαι, ουκ εν σοφία λόγου, ίνα μή κενωθή ο Σταυρός τού Χριστού.
Εκ τού κατά Ματθαίον Αγίου Ευαγγελίου.
( ιδ' 14-22 )
Τώ καιρώ εκείνω, είδεν ο Ιησούς πολύν όχλον, καί εσπλαγχνίσθη επ' αυτοίς καί εθεράπευσε τούς αρρώστους αυτών. Οψίας δέ γενομένης, προσήλθον αυτώ οι μαθηταί αυτού, λέγοντες Έρημός εστιν ο τόπος, καί η ώρα ήδη παρήλθεν απόλυσον τούς όχλους, ίνα απελθόντες εις τάς κώμας αγοράσωσιν εαυτοίς βρώματα. Ο δέ Ιησούς είπεν αυτοίς Ου χρείαν έχουσιν απελθείν δότε αυτοίς υμείς φαγείν. Οι δέ λέγουσιν αυτώ Ουκ έχομεν ώδε ει μή πέντε άρτους καί δύο ιχθύας. Ο δέ είπε Φέρετέ μοι αυτούς ώδε. Καί κελεύσας τούς όχλους ανακλιθήναι επί τούς χόρτους, καί λαβών τούς πέντε άρτους καί τούς δύο ιχθύας, αναβλέψας εις τόν ουρανόν, ευλόγησε καί κλάσας έδωκε τοίς Μαθηταίς τούς άρτους, οι δέ Μαθηταί τοίς όχλοις. Καί έφαγον πάντες καί εχορτάσθησαν, καί ήραν τό περισσεύον τών κλασμάτων, δώδεκα κοφίνους πλήρεις. Οι δέ εσθίοντες ήσαν άνδρες ωσεί πεντακισχίλιοι, χωρίς γυναικών καί παιδίων. Καί ευθέως ηνάγκασεν ο Ιησούς τούς Μαθητάς αυτού εμβήναι εις τό πλοίον καί προάγειν αυτόν εις τό πέραν, έως ού απολύση τούς όχλους.

Πέμπτη 8 Ιουλίου 2010

ΚΥΡΙΑΚΗ ΕΒΔΟΜΗ

Προκείμενον. Ήχος πλ. β'.

Σώσον, Κύριε, τόν λαόν σου καί ευλόγησον τήν κληρονομίαν σου.

( Ψ. 27, 9 )

Στιχ. Πρός σέ, Κύριε, κεκράξομαι, ο Θεός μου.

( Ψ. 27, 1 )

Πρός Ρωμαίους επιστολής Παύλου τό Ανάγνωσμα.

( ιε' 1-7 )

Αδελφοί, οφείλομεν ημείς οι δυνατοί τά ασθενήματα τών αδυνάτων βαστάζειν, καί μή εαυτοίς αρέσκειν. Έκαστος ημών τώ πλησίον αρεσκέτω εις τό αγαθόν πρός οικοδομήν καί γάρ ο Χριστός ουχ εαυτώ ήρεσεν, αλλά καθώς γέγραπται, << Οι ονειδισμοί τών ονειδιζόντων σε επέπεσον επ' εμέ >>. Όσα γάρ προεγράφη, εις τήν ημετέραν διδασκαλίαν προεγράφη, ίνα διά τής υπομονής καί τής παρακλήσεως τών Γραφών τήν ελπίδα έχωμεν. Ο δέ Θεός τής υπομονής καί τής παρακλήσεως δώη υμίν τό αυτό φρονείν εν αλλήλοις κατά Χριστόν Ιησούν, ίνα ομοθυμαδόν εν ενί στόματι δοξάζητε τόν Θεόν καί πατέρα τού Κυρίου ημών Ιησού Χριστού. Διό προσλαμβάνεσθε αλλήλους, καθώς καί ο Χριστός προσελάβετο υμάς εις δόξαν Θεού.

Εκ τού κατά Ματθαίον Αγίου Ευαγγελίου.

( θ' 27-35 )

Τώ καιρώ εκείνω, παράγοντι τώ Ιησού, ηκολούθησαν αυτώ δύο τυφλοί, κράζοντες καί λέγοντες Ελέησον ημάς, Υιέ Δαϋίδ. Ελθόντι δέ εις τήν οικίαν προσήλθον αυτώ οι τυφλοί, καί λέγει αυτοίς ο Ιησούς Πιστεύετε ότι δύναμαι τούτο ποιήσαι; Λέγουσιν αυτώ Ναί, Κύριε. Τότε ήψατο τών οφθαλμών αυτών λέγων Κατά τήν πίστιν υμών γενηθήτω υμίν. Καί ανεώχθησαν αυτών οι οφθαλμοί καί ενεβριμήσατο αυτοίς ο Ιησούς λέγων Οράτε μηδείς γινωσκέτω. Οι δέ εξελθόντες διεφήμισαν αυτόν εν όλη τή γή εκείνη. Αυτών δέ εξερχομένων ιδού προσήνεγκαν αυτώ άνθρωπον κωφόν δαιμονιζόμενον. Καί εκβληθέντος τού δαιμονίου, ελάλησεν ο κωφός, καί εθαύμασαν οι όχλοι λέγοντες ότι ουδέποτε εφάνη ούτως εν τώ Ισραήλ. Οι δέ Φαρισαίοι έλεγον Εν τώ άρχοντι τών δαιμονίων εκβάλλει τά δαιμόνια. Καί περιήγεν ο Ιησούς τάς πόλεις πάσας καί τάς κώμας, διδάσκων εν ταίς συναγωγαίς αυτών καί κηρύσσων τό Ευαγγέλιον τής βασιλείας καί θεραπεύων πάσαν νόσον καί πάσαν μαλακίαν εν τώ λαώ.