Δόξα σοι, ὁ Θεός, ἡ ἐλπὶς ἡµῶν, Κύριε δόξα σοι.
Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦµα τῆς ἀληθείας, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡµῖν, καὶ καθάρισον ἡµᾶς ἀπὸ πάσης κηλῖδος, καὶ σῶσον, Ἀγαθέ, τὰς ψυχὰς ἡµῶν. Ἀµήν. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡµᾶς. (Τρις)
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύµατι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Παναγία Τριάς, ἐλέησον ἡµᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁµαρτίαις ἡµῶν. Δέσποτα, συγχώρησον τὰς ἀνοµίας ἡµῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡµῶν, ἕνεκεν τοῦ ὀνόµατός σου. Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύµατι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.
Πάτερ ἡµῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνοµά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέληµά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡµῶν τὸν ἐπιούσιον δὸς ἡµῖν σήµερον. Καὶ ἄφες ἡµῖν τὰ ὀφειλήµατα ἡµῶν, ὡς καὶ ἡµεῖς ἀφίεµεν τοῖς ὀφειλέταις ἡµῶν. Καὶ µὴ εἰσενέγκῃς ἡµᾶς εἰς πειρασµόν, ἀλλὰ ῥῦσαι ἡµᾶς ἀπὸ τοῦ πονηροῦ. Ἀµήν.
Δι' ευχών τών Αγίων Πατέρων ημών, Κύριε Ιησού Χριστέ ο Θεός, ελέησον ημάς. Αμήν.
Ἐξεγερθέντες τοῦ ὕπνου, προσπίπτοµέν σοι, Ἀγαθέ, καὶ τῶν Ἀγγέλων τὸν ὕµνον βοῶµέν σοι, Δυνατέ· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός· διὰ τῆς Θεοτόκου ἐλέησον ἡµᾶς.Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Τῆς κλίνης καὶ τοῦ ὕπνου ἐξεγείρας μέ, Κύριε, τὸν νοῦν μου φώτισον, καὶ τὴν καρδίαν καὶ τὰ χείλη μου ἄνοιξον, εἰς τὸ ὑμνεῖν σέ, ἁγία Τριάς. Ἅγιος, Ἅγιος, Ἅγιος εἰ Θεός. διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
‘Αθρόον ὁ Κριτής ἐπελεύσεται καί ἑκάστου αἱ πράξεις γυμνωθήσονται, ἀλλά φόβῳ κράξωμεν ἐν τῷ μέσῳ τῆς νυκτός· ἅγιος, ἅγιος ἅγιος εἶ ὁ Θεός, διά τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.
Κύριε ἐλέησον. ιβ' (12).
Ἐκ τοῦ ὕπνου ἐξανιστάμενος εὐχαριστῶ σοὶ ἁγία Τριάς, ὅτι διὰ τὴν πολλὴν σοῦ ἀγαθότητα καὶ μακροθυμίαν οὐκ ὠργίσθης ἐμοὶ τῷ ῥᾳθύμῳ καὶ ἁμαρτωλῷ οὐδὲ συναπώλεσας μὲ ταῖς ἀνομίαις μου, ἀλλ’ ἐφιλανθρωπεύσω συνήθως, καὶ πρὸς ἀπόγνωσιν κείμενον ἤγειρας μὲ εἰς τὸ ὀρθρίσαι καὶ δοξολογήσαι τὸ κράτος σου καὶ νῦν φώτισόν μου τὰ ὄμματα τῆς διανοίας. ἄνοιξόν μου τὸ στόμα, τοῦ μελετᾶν τὰ λόγιά σου καὶ συνιέναι τάς ἐντολάς σου καὶ ποιεῖν τὸ θέλημά σου καὶ ψάλλειν σοι ἐν ἐξομολογήσει καρδίας καὶ ἀνυμνεῖν τὸ πανάγιον ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Δόξα σοι βασιλεῦ, Θεὲ Παντοκράτωρ, ὅτι τῇ θείᾳ σοῦ καὶ φιλανθρώπῳ προνοίᾳ ἠξίωσας μὲ τὸν ἁμαρτωλὸν καὶ ἀνάξιον δοῦλον σοῦ ἐξ ὕπνου ἀναστῆναι. Δέξαι, Κύριε, καὶ τὴν φωνὴν τῆς δεήσεώς μου, ὡς τῶν ἁγίων καὶ νοερῶν σοῦ δυνάμεων καὶ εὐδόκησον ἐν καθαρᾷ καρδίᾳ καὶ πνεύματι ταπεινώσεως, προσενεχθήναι σοι τὴν ἐκ ῥυπαρῶν χειλέων μου αἴνεσιν, ὅπως καγὼ κοινωνὸς γένωμαι τῶν φρονίμων παρθένων, ἐν φαιδρᾷ λαμπηδόνι τῆς ψυχῆς μου, καὶ δοξάζω σέ, τὸν ἐν Πατρὶ καὶ Πνεύματι δοξαζόμενον Θεὸν Λόγον. Ἀμήν.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.
Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι' οὗ τὰ πάντα ἐγένετο.
Τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα.
Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, καὶ παθόντα καὶ ταφέντα.
Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρα κατὰ τὰς Γραφάς.
Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός.
Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.
Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν.
Εἰς μίαν, Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν.
Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν.
Προσδοκῶ ἀνάστασιν νεκρῶν.
Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος.
Ἀμήν.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Ψαλμός Ν' (50)
Ἐλέησον μέ, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισον μέ. ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διαπαντός. σοὶ μόνω ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῆς ἐν τοὶς λόγοις σου, καὶ νικήσης ἐν τῷ κρίνεσθε σέ. ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίες ἐκίσσησε μὲ ἡ μήτηρ μου. ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια της σοφίας σου ἐδήλωσας μοί. ραντιεῖς μὲ ὑσσώπω, καὶ καθαρισθήσομαι. πλυνεῖς μέ, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. ἀκουτιεῖς μοὶ ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τᾶς ἀνομίας μου ἐξάλειψον. καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοὶς ἐγκάτοις μου. μὴ ἀπορρίψης μὲ ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλης ἀπ’ ἐμοῦ. ἀπόδος μοὶ τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἠγεμονικῶ στήριξον μέ. διδάξω ἀνόμους τᾶς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. ρύσαι μὲ ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου. ἀγαλλιάσεται ἡ γλώσσα μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. ἀγάθυνον, Κύριε, ἐν τὴ εὐδοκία σου τὴν Σιῶν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.Τό Σύμβολον τής Πίστεως
Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.
Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι' οὗ τὰ πάντα ἐγένετο.
Τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα.
Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, καὶ παθόντα καὶ ταφέντα.
Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρα κατὰ τὰς Γραφάς.
Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός.
Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.
Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν.
Εἰς μίαν, Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν.
Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν.
Προσδοκῶ ἀνάστασιν νεκρῶν.
Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος.
Ἀμήν.
Ευχή κατανυκτική
Κύριε, ἀγαθήν μοι τὴν ἡμέραν ταύτην δώρησαι καὶ ἀναμάρτητον. Κύριε, μὴ ἐγκαταλίπῃς με ἐν τῇ βουλῇ τῶν ἐχθρῶν μου, μηδὲ ἀποστῇς ἀπ’ ἐμοῦ. Κύριε, ρῦσαί με ἀπὸ τῆς ἐπικρατείας τῶν παθῶν καὶ τῆς φλογώσεως τῶν ἡδονῶν. Κύριε, δός μοι χεῖρα βοηθείας καὶ στήριξόν με εἰς τὸν φόβον Σου. Κύριε, δώρησαι πένθος καὶ ταπείνωσιν ἐν τῇ καρδίᾳ μου, ἵνα κλαύσω τὰς ἀνομίας μου. Κύριε, δώρησαί μοι ὑπομονὴν ἐν τοῖς πειρασμοῖς καὶ διάκρισιν. Κύριε, ἐξάλειψον ἀπ’ ἐμοῦ τὴν ἄγνοιαν, τὴν ραθυμίαν, τὴν πώρωσιν. Κύριε, ρῦσαί με ἀπὸ τῶν φθοροποιῶν συνδυασμῶν καὶ ἀπὸ συγκαταθέσεως τῶν πονηρῶν λογισμῶν. Κύριε, δίωξον ἀπ’ ἐμοῦ τὴν λήθην, τὴν ἀναισθησίαν, καὶ τὴν τοῦ νοός μου αἰχμαλωσίαν. Κύριε, σκέπασόν με ἀπὸ τοῦ πολέμου τῆς πορνείας. Κύριε, ἔνθες μοι μῖσος πρὸς τὰς ἡδονάς, καὶ δώρησαί μοι ἐνάρετον διαγωγὴν καὶ βίον ἀκαταίσχυντον, καὶ κατάρτισαι τὰ διαβήματά μου πρὸς ἐργασίαν τῶν ἐντολῶν Σου. Πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ πάντων Σου τῶν Ἁγίων· ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Ὑπερένδοξε, ἀειπάρθενε, εὐλογημένη Θεοτόκε, προσάγαγε τὴν ἡμετέραν προσευχὴν τῷ Υἱῷ Σου καὶ Θεῷ ἡμῶν, καὶ αἴτησαι ἵνα σώσῃ διά Σοῦ τὰς ψυχὰς ἡμῶν.
Ἡ ἐλπίς μου ὁ Πατήρ, καταφυγή μου ὁ Υἱός, σκέπη μου τὸ Πνεῦμα τὸ Ἅγιον, Τριὰς Ἁγία, δόξα Σοι.
Ἡ ἐλπίς μου ὁ Πατήρ, καταφυγή μου ὁ Υἱός, σκέπη μου τὸ Πνεῦμα τὸ Ἅγιον, Τριὰς Ἁγία, δόξα Σοι.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μήτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κύριε, ἐλέησον (τρίς).
Κύριε, ἐλέησον (τρίς).
Άγιοι Απόστολοι, Προφήται, Μάρτυρες, Ιεράρχαι, Όσιοι και πάντες Άγιοι, ικετεύσατε τον Θεόν υπέρ εμού του αμαρτωλού.
Επί τω Θεώ και Πλάστη μου παρατίθημι την ψυχήν και το σώμά μου. Αυτός με ευλόγησον, αυτός με ελέησον, αυτός ελευθέρωσόν με από παντός κακού. Και δος μοι ειρηνικήν και αναμάρτητον διελθείν ταύτην την ημέραν, εις δόξαν του Ονόματός Σου και σωτηρίαν της ψυχής μου. Αμήν.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.