Δευτέρα 29 Δεκεμβρίου 2014

ΓΕΝΕΣΙΣ

ΚΕΦΑΛΑΙΟΝ 23 


ΕΓΕΝΕΤΟ δὲ ἡ ζωὴ Σάρρας ἔτη ἑκατὸν εἰκοσιεπτά. 2 καὶ ἀπέθανε Σάρρα ἐν πόλει ᾿Αρβόκ, ἥ ἐστιν ἐν τῷ κοιλώματι (αὕτη ἐστὶ Χεβρών) ἐν τῇ γῇ Χαναάν. ἦλθε δὲ ῾Αβραὰμ κόψασθαι Σάρραν καὶ πενθῆσαι. 3 καὶ ἀνέστη ῾Αβραὰμ ἀπὸ τοῦ νεκροῦ αὐτοῦ καὶ εἶπεν ῾Αβραὰμ τοῖς υἱοῖς τοῦ Χὲτ λέγων· 4 πάροικος καὶ παρεπίδημος ἐγώ εἰμι μεθ᾿ ὑμῶν· δότε μοι οὖν κτῆσιν τάφου μεθ᾿ ὑμῶν, καὶ θάψω τὸν νεκρόν μου ἀπ᾿ ἐμοῦ. 5 ἀπεκρίθησαν δὲ οἱ υἱοὶ Χὲτ πρὸς ῾Αβραὰμ λέγοντες· μὴ κύριε· 6 ἄκουσον δὲ ἡμῶν. βασιλεὺς παρὰ Θεοῦ σὺ εἶ ἐν ἡμῖν· ἐν τοῖς ἐκλεκτοῖς μνημείοις ἡμῶν θάψον τὸν νεκρόν σου· οὐδεὶς γὰρ ἡμῶν οὐ μὴ κωλύσει τὸ μνημεῖον αὐτοῦ ἀπὸ σοῦ τοῦ θάψαι τὸν νεκρόν σου ἐκεῖ. 7 ἀναστὰς δὲ ῾Αβραὰμ προσεκύνησε τῷ λαῷ τῆς γῆς, τοῖς υἱοῖς τοῦ Χέτ, 8 καὶ ἐλάλησε πρὸς αὐτοὺς ῾Αβραὰμ λέγων· εἰ ἔχετε τῇ ψυχῇ ὑμῶν, ὥστε θάψαι τὸν νεκρόν μου ἀπὸ προσώπου μου, ἀκούσατέ μου καὶ λαλήσατε περὶ ἐμοῦ ᾿Εφρὼν τῷ τοῦ Σαάρ, 9 καὶ δότω μοι τὸ σπήλαιον τὸ διπλοῦν, ὅ ἐστιν αὐτῷ, τὸ ὂν ἐν μέρει τοῦ ἀγροῦ αὐτοῦ· ἀργυρίου τοῦ ἀξίου δότω μοι αὐτὸ ἐν ὑμῖν εἰς κτῆσιν μνημείου. 10 ᾿Εφρὼν δὲ ἐκάθητο ἐν μέσῳ τῶν υἱῶν Χέτ· ἀποκριθεὶς δὲ ᾿Εφρὼν ὁ Χετταῖος πρὸς ῾Αβραὰμ εἶπεν, ἀκουόντων τῶν υἱῶν Χὲτ καὶ τῶν εἰσπορευομένων εἰς τὴν πόλιν πάντων, λέγων· 11 παρ᾿ ἐμοὶ γενοῦ, κύριε, καὶ ἄκουσόν μου· τὸν ἀγρὸν καὶ τὸ σπήλαιον τὸ ἐν αὐτῷ σοὶ δίδωμι· ἐναντίον πάντων τῶν πολιτῶν μου δέδωκά σοι· θάψον τὸν νεκρόν σου· 12 καὶ προσεκύνησεν ῾Αβραὰμ ἐναντίον τοῦ λαοῦ τῆς γῆς 13 καὶ εἶπε τῷ ᾿Εφρὼν εἰς τὰ ὦτα ἐναντίον τοῦ λαοῦ τῆς γῆς· ἐπειδὴ πρὸς ἐμοῦ εἶ, ἄκουσόν μου· τὸ ἀργύριον τοῦ ἀγροῦ λάβε παρ᾿ ἐμοῦ, καὶ θάψω τὸν νεκρόν μου ἐκεῖ. 14 ἀπεκρίθη δὲ ᾿Εφρὼν τῷ ᾿Αβραὰμ λέγων· 15 οὐχὶ κύριε, ἀκήκοα γάρ, γῆ τετρακοσίων διδράχμων ἀργυρίου, ἀλλὰ τί ἂν εἴη τοῦτο ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ; σὺ δὲ τὸν νεκρόν σου θάψον. 16 καὶ ἤκουσεν ῾Αβραὰμ τοῦ ᾿Εφρών, καὶ ἀποκατέστησεν ῾Αβραὰμ τῷ ᾿Εφρὼν τὸ ἀργύριον, ὃ ἐλάλησεν εἰς τὰ ὦτα τῶν υἱῶν Χέτ, τετρακόσια δίδραχμα ἀργυρίου δοκίμου ἐμπόροις. 17 καὶ ἔστη ὁ ἀγρὸς ᾿Εφρών, ὃς ἦν ἐν τῷ διπλῷ σπηλαίῳ, ὅς ἐστι κατὰ πρόσωπον Μαμβρῆ, ὁ ἀγρὸς καὶ τὸ σπήλαιον, ὃ ἦν ἐν αὐτῷ, καὶ πᾶν δένδρον, ὃ ἦν ἐν τῷ ἀγρῷ, καὶ πᾶν ὅ ἐστιν ἐν τοῖς ὁρίοις αὐτοῦ κύκλῳ, 18 τῷ ῾Αβραάμ, εἰς κτῆσιν ἐναντίον τῶν υἱῶν Χὲτ καὶ πάντων τῶν εἰσπορευομένων εἰς τὴν πόλιν. 19 μετὰ ταῦτα ἔθαψεν ῾Αβραὰμ Σάρραν τὴν γυναῖκα αὐτοῦ ἐν τῷ σπηλαίῳ τοῦ ἀγροῦ τῷ διπλῷ, ὅ ἐστιν ἀπέναντι Μαμβρῆ (αὕτη ἐστὶ Χεβρών) ἐν τῇ γῇ Χαναάν. 20 καὶ ἐκυρώθη ὁ ἀγρὸς καὶ τὸ σπήλαιον, ὃ ἦν ἐν αὐτῷ, τῷ ῾Αβραὰμ εἰς κτῆσιν τάφου παρὰ τῶν υἱῶν Χέτ.

Παρασκευή 26 Δεκεμβρίου 2014

ΚΑΘΟΛΙΚΗ ΕΠΙΣΤΟΛΗ ΙΑΚΩΒΟΥ

ΚΕΦΑΛΑΙΟΝ Ε΄ 

Στίχ. 1-6. Απειλαί κατά των σκληρών πλουσίων.

Άγε νυν οι πλούσιοι, κλαύσατε ολολύζοντες επί ταις ταλαιπωρίαις υμών ταις επερχομέναις. 
2 ο πλούτος υμών σέσηπε και τα ιμάτια υμών σητόβρωτα γέγονεν, 
3 ο χρυσός υμών και ο άργυρος κατίωται, και ο ιός αυτών εις μαρτύριον υμίν έσται και φάγεται τας σάρκας υμών ως πυρ, εθησαυρίσατε εν εσχάταις ημέραις. 
4 ιδού ο μισθός των εργατών των αμησάντων τας χώρας υμών ο απεστερημένος αφ' υμών κράζει, και αι βοαί των θερισάντων εις τα ώτα Κυρίου Σαβαώθ εισεληλύθασιν. 
5 ετρυφήσατε επί της γης και εσπαταλήσατε, εθρέψατε τας καρδίας υμών ως εν ημέρα σφαγής. 
6 κατεδικάσατε, εφονεύσατε τον δίκαιον ουκ αντιτάσσεται υμίν. 

Στίχ. 7-12. Λόγοι παρηγορίας και ενισχύσεως. 

7 Μακροθυμήσατε ουν, αδελφοί, έως της παρουσίας του Κυρίου. ιδού ο γεωργός ακδέχεται τον τίμιον καρπόν της γης, μακροθυμών επ' αυτώ έως λάβη υετόν πρώϊμον και όψιμον. 
8 μακροθυμήσατε και υμείς, στηρίξατε τας καρδίας υμών, ότι η παρουσία του Κυρίου ήγγικε . 
9 μη στενάζετε κατ' αλλήλων, αδελφοί, ίνα μη κριθήτε ιδού ο κριτής προ των θυρών έστηκεν. 
10 υπόδειγμα λάβετε, αδελφοί μου, της κακοπαθείας και της μακροθυμίας τους προφήτας, οι ελάλησαν τω ονόματι Κυρίου. 
11 ιδού μακαρίζομεν τους υπομένοντας την υπομονήν Ιώβ ηκούσατε, και το τέλος Κυρίου είδετε, ότι πολύσπλαγχνός εστιν ο Κύριος και οικτίρμων. 
12 Προ πάντων δε, αδελφοί μου, μη ομνύετε μήτε τον ουρανόν μήτε την γην μήτε άλλον τινά όρκον ήτω δε υμών το ναι ναι, και το ου ου, ίνα μη εις υπόκρισιν πέσητε. 

Στίχ. 13-15. Το Ευχέλαιον εν καιρώ ασθενείας. 

13 Κακοπαθεί τις εν υμίν;προσευχέσθω ευθυμεί τις; ψαλλέτω. 
14 ασθενεί τις εν υμίν;προσκαλεσάσθω τους πρεσβυτέρους της εκκλησίας, και προσευξάσθωσαν επ' αυτόν αλείψαντες αυτόν ελαίω εν τω ονόματι του Κυρίου 
15 και η ευχή της πίστεως σώσει τον κάμνοντα, και εγερεί αυτόν ο Κύριος καν αμαρτίας ή πεποιηκώς, αφεθήσεται αυτώ. 

Στίχ. 16-18. Η δύναμις της προσευχής. 

16 εξομολογείσθε αλλήλοις τα παραπτώματα, και εύχεσθε υπέρ αλλήλων, όπως ιαθήτε πολύ ισχύει δέησις δικαίου ενεργουμένη. 
17 Ηλίας άνθρωπος ην ομοιοπαθής ημίν, και προσευχή προσηύξατο του μη βρέξαι, και ουκ έβρεξεν επί της γης ενιαυτούς τρείς και μήνας εξ 
18 και πάλιν προσηύξατο, και ο ουρανός υετόν έδωκε και η γη εβλάστησε τον καρπόν αυτής. 

Στίχ. 19-20. Η ευλογία του να επιστρέφη τις αμαρτωλόν εκ της πλάνης. 

19 Αδελφοί, εάν τις εν υμίν πλανηθή από της αληθείας, και επιστρέψη τις αυτόν, 
20 γινωσκέτω ότι ο επιστρέψας αμαρτωλόν εκ πλάνης οδού αυτού σώσει ψυχήν εκ θανάτου και καλύψει πλήθος αμαρτιών. 

Κινητές εορτές

Ονομάζονται οι γιορτές εκείνες που δεν έχουν σταθερή ημερομηνία εορτασμού, π.χ. Πάσχα, Ζωοδόχου Πηγής, Πεντηκοστής κ.ά. Κινητές εορτές είναι οι εορτές που περιλαμβάνονται στο Τριώδιο και το Πεντηκοστάριο, δηλ. από την Κυριακή του Τελώνου και Φαρισαίου μέχρι και την Κυριακή των Αγίων Πάντων. Οι κινητές γιορτές έχουν κέντρο την γιορτή του Πάσχα. Η γιορτή του αγίου μεγαλομάρτυρος Γεωργίου είναι άλλοτε κινητή και άλλοτε ακίνητη. Κινητή είναι όταν η μνήμη του ( 23 Απριλίου ) συμπέσει πριν το άγιο Πάσχα, αν συμπέσει μετά το Πάσχα γιορτάζεται κανονικά. Το ίδιο συμβαίνει και με πολλές άλλες τοπικές γιορτές. Οι κινητές γιορτές ακολουθούν το Σεληνιακό έτος. 

Δευτέρα 22 Δεκεμβρίου 2014

ΓΕΝΕΣΙΣ

ΚΕΦΑΛΑΙΟΝ 22 


ΚΑΙ ἐγένετο μετὰ τὰ ρήματα ταῦτα ὁ Θεός ἐπείρασε τὸν ῾Αβραὰμ καὶ εἶπεν αὐτῷ· ῾Αβραάμ, ῾Αβραάμ. ὁ δὲ εἶπεν· ἰδοὺ ἐγώ. 2 καὶ εἶπε· λαβὲ τὸν υἱόν σου τὸν ἀγαπητόν, ὃν ἠγάπησας, τὸν ᾿Ισαάκ, καὶ πορεύθητι εἰς τὴν γῆν τὴν ὑψηλὴν καὶ ἀνένεγκον αὐτὸν ἐκεῖ εἰς ὁλοκάρπωσιν ἐφ᾿ ἓν τῶν ὀρέων, ὧν ἄν σοι εἴπω. 3 ἀναστὰς δὲ ῾Αβραὰμ τὸ πρωΐ ἐπέσαξε τὴν ὄνον αὐτοῦ· παρέλαβε δὲ μεθ᾿ ἑαυτοῦ δύο παῖδας καὶ ᾿Ισαὰκ τὸν υἱὸν αὐτοῦ καὶ σχίσας ξύλα εἰς ὁλοκάρπωσιν, ἀναστὰς ἐπορεύθη καὶ ἦλθεν ἐπὶ τὸν τόπον, ὃν εἶπεν αὐτῷ ὁ Θεός, τῇ ἡμέρᾳ τῇ τρίτῃ. 4 καὶ ἀναβλέψας ῾Αβραὰμ τοῖς ὀφθαλμοῖς αὐτοῦ, εἶδε τὸν τόπον μακρόθεν. 5 καὶ εἶπεν ῾Αβραὰμ τοῖς παισὶν αὐτοῦ· καθίσατε αὐτοῦ μετὰ τῆς ὄνου, ἐγὼ δὲ καὶ τὸ παιδάριον διελευσόμεθα ἕως ὧδε καὶ προσκυνήσαντες ἀναστρέψομεν πρὸς ὑμᾶς. 6 ἔλαβε δὲ ῾Αβραὰμ τὰ ξύλα τῆς ὁλοκαρπώσεως καὶ ἐπέθηκεν ᾿Ισαὰκ τῷ υἱῷ αὐτοῦ· ἔλαβε δὲ μετὰ χεῖρας καὶ τὸ πῦρ καὶ τὴν μάχαιραν, καὶ ἐπορεύθησαν οἱ δύο ἅμα. 7 εἶπε δὲ ᾿Ισαὰκ πρὸς ῾Αβραὰμ τὸν πατέρα αὐτοῦ· πάτερ. ὁ δὲ εἶπε· τί ἐστι, τέκνον; εἶπε δέ· ἰδοὺ τὸ πῦρ καὶ τὰ ξύλα· ποῦ ἐστι τὸ πρόβατον τὸ εἰς ὁλοκάρπωσιν; 8 εἶπε δὲ ῾Αβραάμ· ὁ Θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, τέκνον. πορευθέντες δὲ ἀμφότεροι ἅμα, 9 ἦλθον ἐπὶ τὸν τόπον, ὃν εἶπεν αὐτῷ ὁ Θεός. καὶ ᾠκοδόμησεν ἐκεῖ ῾Αβραὰμ τὸ θυσιαστήριον καὶ ἐπέθηκε τὰ ξύλα, καὶ συμποδίσας ᾿Ισαὰκ τὸν υἱὸν αὐτοῦ, ἐπέθηκεν αὐτὸν ἐπὶ τὸ θυσιαστήριον ἐπάνω τῶν ξύλων. 10 καὶ ἐξέτεινεν ῾Αβραὰμ τὴν χεῖρα αὐτοῦ λαβεῖν τὴν μάχαιραν σφάξαι τὸν υἱὸν αὐτοῦ. 11 καὶ ἐκάλεσεν αὐτὸν ἄγγελος Κυρίου ἐκ τοῦ οὐρανοῦ καὶ εἶπεν· ῾Αβραάμ, ῾Αβραάμ. ὁ δὲ εἶπεν· ἰδοὺ ἐγώ. 12 καὶ εἶπε· μὴ ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ τὸ παιδάριον μηδὲ ποιήσῃς αὐτῷ μηδέν· νῦν γὰρ ἔγνων, ὅτι φοβῇ σὺ τὸν Θεὸν καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι᾿ ἐμέ. 13 καὶ ἀναβλέψας ῾Αβραὰμ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε, καὶ ἰδοὺ κριὸς εἷς κατεχόμενος ἐν φυτῷ Σαβὲκ τῶν κεράτων· καὶ ἐπορεύθη ῾Αβραὰμ καὶ ἔλαβε τὸν κριὸν καὶ ἀνήνεγκεν αὐτὸν εἰς ὁλοκάρπωσιν ἀντὶ ᾿Ισαὰκ τοῦ υἱοῦ αὐτοῦ. 14 καὶ ἐκάλεσεν ῾Αβραὰμ τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Κύριος εἶδεν, ἵνα εἴπωσι σήμερον, ἐν τῷ ὄρει Κύριος ὤφθη. 15 καὶ ἐκάλεσεν ἄγγελος Κυρίου τὸν ῾Αβραὰμ δεύτερον ἐκ τοῦ οὐρανοῦ, λέγων· 16 κατ᾿ ἐμαυτοῦ ὤμοσα, λέγει Κύριος, οὗ εἵνεκεν ἐποίησας τὸ ρῆμα τοῦτο, καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι᾿ ἐμέ, 17 ἦ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου, ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης, καὶ κληρονομήσει τὸ σπέρμα σου τὰς πόλεις τῶν ὑπεναντίων· 18 καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς, ἀνθ᾿ ὧν ὑπήκουσας τῆς ἐμῆς φωνῆς. 19 ἀπεστράφη δὲ ῾Αβραὰμ πρὸς τοὺς παῖδας αὐτοῦ, καὶ ἀναστάντες ἐπορεύθησαν ἅμα ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου. καὶ κατῴκησεν ῾Αβραὰμ ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου. 20 ᾿Εγένετο δὲ μετὰ τὰ ρήματα ταῦτα καὶ ἀνηγγέλη τῷ ῾Αβραὰμ λέγοντες· ἰδοὺ τέτοκε Μελχὰ καὶ αὐτὴ υἱοὺς τῷ Ναχὼρ τῷ ἀδελφῷ σου, 21 τὸν Οὒζ πρωτότοκον καὶ τὸν Βαὺξ ἀδελφὸν αὐτοῦ καὶ τὸν Καμουὴλ πατέρα Σύρων 22 καὶ τὸν Χαζὰδ καὶ ᾿Αζαῦ καὶ τὸν Φαλδὲς καὶ τὸν ᾿Ιελδὰφ καὶ τὸν Βαθουήλ· 23 Βαθουὴλ δὲ ἐγέννησε τὴν Ρεβέκκαν. ὀκτὼ οὗτοι υἱοί, οὓς ἔτεκε Μελχὰ τῷ Ναχὼρ τῷ ἀδελφῷ ῾Αβραάμ. 24 καὶ ἡ παλλακὴ αὐτοῦ, ᾗ ὄνομα Ρεημά, ἔτεκε καὶ αὐτὴ τὸν Ταβὲκ καὶ τὸν Ταὰμ καὶ τὸν Τοχὸς καὶ τὸν Μοχά.

Σάββατο 20 Δεκεμβρίου 2014

ΓΕΝΕΣΙΣ

ΚΕΦΑΛΑΙΟΝ 21


ΚΑΙ Κύριος ἐπεσκέψατο τὴν Σάρραν, καθὰ εἶπε, καὶ ἐποίησε Κύριος τῇ Σάρρᾳ καθὰ ἐλάλησε, 2 καὶ συλλαβοῦσα ἔτεκε τῷ ῾Αβραὰμ υἱὸν εἰς τὸ γῆρας, εἰς τὸν καιρόν, καθὰ ἐλάλησεν αὐτῷ Κύριος. 3 καὶ ἐκάλεσεν ῾Αβραὰμ τὸ ὄνομα τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομένου αὐτῷ, ὃν ἔτεκεν αὐτῷ Σάρρα, ᾿Ισαάκ. 4 περιέτεμε δὲ ῾Αβραὰμ τὸν ᾿Ισαὰκ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, καθὰ ἐνετείλατο αὐτῷ ὁ Θεός. 5 καὶ ῾Αβραὰμ ἦν ἑκατὸν ἐτῶν, ἡνίκα ἐγένετο αὐτῷ ᾿Ισαὰκ ὁ υἱὸς αὐτοῦ. 6 εἶπε δὲ Σάρρα· γέλωτά μοι ἐποίησε Κύριος· ὃς γὰρ ἂν ἀκούσῃ, συγχαρεῖταί μοι. 7 καὶ εἶπε· τίς ἀναγγελεῖ τῷ ῾Αβραάμ, ὅτι θηλάζει παιδίον Σάρρα; ὅτι ἔτεκον υἱὸν ἐν τῷ γήρᾳ μου. 8 Καὶ ηὐξήθη τὸ παιδίον καὶ ἀπεγαλακτίσθη, καὶ ἐποίησεν ῾Αβραὰμ δοχὴν μεγάλην, ᾗ ἡμέρᾳ ἀπεγαλακτίσθη ᾿Ισαὰκ ὁ υἱὸς αὐτοῦ. 9 ἰδοῦσα δὲ Σάρρα τὸν υἱὸν ῎Αγαρ τῆς Αἰγυπτίας, ὃς ἐγένετο τῷ ῾Αβραάμ, παίζοντα μετὰ ᾿Ισαὰκ τοῦ υἱοῦ αὐτῆς· 10 καὶ εἶπε τῷ ῾Αβραάμ· ἔκβαλε τὴν παιδίσκην ταύτην καὶ τὸν υἱὸν αὐτῆς· οὐ γὰρ μὴ κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης ταύτης μετὰ τοῦ υἱοῦ μου ᾿Ισαάκ. 11 σκληρὸν δὲ ἐφάνη τὸ ρῆμα σφόδρα ἐναντίον ῾Αβραὰμ περὶ τοῦ υἱοῦ αὐτοῦ. 12 εἶπε δὲ ὁ Θεὸς τῷ ῾Αβραάμ· μὴ σκληρὸν ἔστω ἐναντίον σου περὶ τοῦ παιδίου καὶ περὶ τῆς παιδίσκης· πάντα ἂν ὅσα εἴπῃ σοι Σάρρα, ἄκουε τῆς φωνῆς αὐτῆς, ὅτι ἐν ᾿Ισαὰκ κληθήσεταί σοι σπέρμα. 13 καὶ τὸν υἱὸν δὲ τῆς παιδίσκης ταύτης εἰς ἔθνος μέγα ποιήσω αὐτόν, ὅτι σπέρμα σόν ἐστιν. 14 ἀνέστη δὲ ῾Αβραὰμ τὸ πρωΐ καὶ ἔλαβεν ἄρτους καὶ ἀσκὸν ὕδατος καὶ ἔδωκε τῇ ῎Αγαρ καὶ ἐπέθηκεν ἐπὶ τῶν ὤμων αὐτῆς τὸ παιδίον καὶ ἀπέστειλεν αὐτήν. ἀπελθοῦσα δὲ ἐπλανᾶτο κατὰ τὴν ἔρημον, κατὰ τὸ φρέαρ τοῦ ὅρκου. 15 ἐξέλιπε δὲ τὸ ὕδωρ ἐκ τοῦ ἀσκοῦ, καὶ ἔρριψε τὸ παιδίον ὑποκάτω μιᾶς ἐλάτης. 16 ἀπελθοῦσα δὲ ἐκάθητο ἀπέναντι αὐτοῦ μακρόθεν ὡσεὶ τόξου βολήν· εἶπε γάρ, οὐ μὴ ἴδω τὸν θάνατον τοῦ παιδίου μου. καὶ ἐκάθισεν ἀπέναντι αὐτοῦ, ἀναβοῆσαν δὲ τὸ παιδίον ἔκλαυσεν. 17 εἰσήκουσε δὲ ὁ Θεὸς τῆς φωνῆς τοῦ παιδίου ἐκ τοῦ τόπου, οὗ ἦν, καὶ ἐκάλεσεν ἄγγελος Θεοῦ τὴν ῎Αγαρ ἐκ τοῦ οὐρανοῦ καὶ εἶπεν αὐτῇ· τί ἐστιν ῎Αγαρ; μὴ φοβοῦ· ἐπακήκοε γὰρ ὁ Θεὸς τῆς φωνῆς τοῦ παιδίου ἐκ τοῦ τόπου, οὗ ἐστιν. 18 ἀνάστηθι καὶ λαβὲ τὸ παιδίον καὶ κράτησον τῇ χειρί σου αὐτό· εἰς γὰρ ἔθνος μέγα ποιήσω αὐτό. 19 καὶ ἀνέῳξεν ὁ Θεὸς τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ εἶδε φρέαρ ὕδατος ζῶντος καὶ ἐπορεύθη καὶ ἔπλησε τὸν ἀσκὸν ὕδατος καὶ ἐπότισε τὸ παιδίον. 20 καὶ ἦν ὁ Θεὸς μετὰ τοῦ παιδίου, καὶ ηὐξήθη. καὶ κατῴκησεν ἐν τῇ ἐρήμῳ, ἐγένετο δὲ τοξότης. 21 καὶ κατῴκησεν ἐν τῇ ἐρήμῳ τῇ Φαράν, καὶ ἔλαβεν αὐτῷ ἡ μήτηρ γυναῖκα ἐκ γῆς Αἰγύπτου. 22 ᾿Εγένετο δὲ ἐν τῷ καιρῷ ἐκείνῳ καὶ εἶπεν ᾿Αβιμέλεχ καὶ ῾Οχοζὰθ ὁ νυμφαγωγὸς αὐτοῦ καὶ Φιχὸλ ὁ ἀρχιστράτηγος τῆς δυνάμεως αὐτοῦ πρὸς ῾Αβραὰμ λέγων· ὁ Θεὸς μετὰ σοῦ ἐν πᾶσιν, οἷς ἐὰν ποιῇς· 23 νῦν οὖν ὄμοσόν μοι τὸν Θεόν, μὴ ἀδικήσειν με μηδὲ τὸ σπέρμα μου, μηδὲ τὸ ὄνομά μου· ἀλλὰ κατὰ τὴν δικαιοσύνην, ἣν ἐποίησα μετὰ σοῦ, ποιήσεις μετ᾿ ἐμοῦ, καὶ τῇ γῇ, ᾗ σὺ παρῴκησας ἐν αὐτῇ. 24 καὶ εἶπεν ῾Αβραάμ· ἐγὼ ὀμοῦμαι. 25 καὶ ἤλεγξεν ῾Αβραὰμ τὸν ᾿Αβιμέλεχ περὶ τῶν φρεάτων τοῦ ὕδατος, ὧν ἀφείλοντο οἱ παῖδες τοῦ ᾿Αβιμέλεχ. 26 καὶ εἶπεν αὐτῷ ᾿Αβιμέλεχ· οὐκ ἔγνων τίς ἐποίησέ σοι τὸ ρῆμα τοῦτο, οὐδὲ σύ μοι ἀπήγγειλας, οὐδὲ ἐγὼ ἤκουσα, ἀλλ᾿ ἢ σήμερον. 27 καὶ ἔλαβεν ῾Αβραὰμ πρόβατα καὶ μόσχους, καὶ ἔδωκε τῷ ᾿Αβιμέλεχ, καὶ διέθεντο ἀμφότεροι διαθήκην. 28 καὶ ἔστησεν ῾Αβραὰμ ἑπτὰ ἀμνάδας προβάτων μόνας. 29 καὶ εἶπεν ᾿Αβιμέλεχ τῷ ῾Αβραάμ· τί εἰσιν αἱ ἑπτὰ ἀμνάδες τῶν προβάτων τούτων, ἃς ἔστησας μόνας; 30 καὶ εἶπεν ῾Αβραάμ, ὅτι τὰς ἑπτὰ ἀμνάδας λήψῃ παρ᾿ ἐμοῦ, ἵνα ὦσί μοι εἰς μαρτύριον, ὅτι ἐγὼ ὤρυξα τὸ φρέαρ τοῦτο. 31 διὰ τοῦτο ἐπωνόμασε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Φρέαρ ὁρκισμοῦ, ὅτι ἐκεῖ ὤμοσαν ἀμφότεροι. 32 καὶ διέθεντο διαθήκην ἐν τῷ φρέατι τοῦ ὁρκισμοῦ. ἀνέστη δὲ ᾿Αβιμέλεχ καὶ ῾Οχοζὰθ ὁ νυμφαγωγὸς αὐτοῦ καὶ Φιχὸλ ὁ ἀρχιστράτητος τῆς δυνάμεως αὐτοῦ, καὶ ἐπέστρεψαν εἰς τὴν γῆν τῶν Φυλιστιείμ. 33 καὶ ἐφύτευσεν· ῾Αβραὰμ ἄρουραν ἐπὶ τῷ φρέατι τοῦ ὅρκου καὶ ἐπεκαλέσατο ἐκεῖ τὸ ὄνομα Κυρίου, Θεὸς αἰώνιος. 34 παρῴκησε δὲ ῾Αβραὰμ ἐν τῇ γῇ τῶν Φυλιστιεὶμ ἡμέρας πολλάς.

Κυριακή 14 Δεκεμβρίου 2014

Λιτή

Είναι μιά ομάδα Ιδιομέλων τροπαρίων που ψάλλονται μετά τον Πεντηκοστό ( Ν΄) ψαλμό στην ακολουθία του Μεσονυκτικού, πριν από τον Όρθρο. Η Λιτή είναι μιά σύντομη ικεσία στον εορταζόμενο άγιο και την διακρίνει η απλότης. Στα μοναστήρια η Λιτή διαβάζεται στο Νάρθηκα και προ των Αποστίχων του Εσπερινού. Ένα τροπάριο της Λιτής ψάλλεται στην περιφορά της Λιτής στους πανηγυρικούς Εσπερινούς λίγο πριν την ακολουθία της Αρτοκλασίας. Λιτή ονομάζεται και ο Νάρθηκας ή Εσωνάρθηκας των μοναστηριών απ' όπου και η ακολουθία πήρε το όνομα ή επειδή εδώ τελείται η ακολουθία ονομάζεται και Λιτή. Στις βασικές πύλες του νάρθηκα γινόταν αρχικά και γίνεται μέχρι σήμερα στα μοναστήρια η Λιτή καθώς ψάλλονται τα ιδιόμελα ( παλαιότερα τα ιδιόμελα της Λιτής ήταν σε όλους τους ήχους και εψάλλοντο κατά τον τυγχόντα ήχο ) με θυμιατό, αναμμένες λαμπάδες και την εικόνα του τιμωμένου αγίου ή της εορτής. 

Τετάρτη 10 Δεκεμβρίου 2014

ΚΑΘΟΛΙΚΗ ΕΠΙΣΤΟΛΗ ΙΑΚΩΒΟΥ

ΚΕΦΑΛΑΙΟΝ Δ΄ 

Στίχ. 1-17. Πρέπει να αγωνιζώμεθα κατά των παθών και ελαττωμάτων μας.

Πόθεν πόλεμοι και μάχαι εν υμίν; ουκ εντεύθεν, εκ των ηδονών υμών των στρατευομένων εν τοις μέλεσιν υμών; 
2 επιθυμείτε, και ουκ έχετε φονεύετε και ζηλούτε, και ου δύνασθε επιτυχείν μάχεσθε και πολεμείτε, και ουκ έχετε, δια το μη αιτείσθαι υμάς 
3 αιτείτε και ου λαμβάνετε, διότι κακώς αιτείσθε, ίνα εν ταις ηδοναίς υμών δαπανήσητε. 
4 μοιχοί και μοιχαλίδες! ουκ οίδατε ότι η φιλία του κόσμου έχθρα του Θεού εστιν; ος αν ουν βουληθή φίλος είναι του κόσμου, εχθρός του Θεού καθίσταται. 
5 ή δοκαίτε ότι κενώς η Γραφή λέγει, προς φθόνον επιποθεί το πνεύμα ο λατώκησεν εν ημίν; 
6 μείζονα δε δίδωσι χάριν διό λέγει ο Θεός υπερηφάνοις αντιτάσσεται, ταπεινοίς δε δίδωσι χάριν. 
7 Υποτάγητε ουν τω Θεώ. αντίστητε τω διαβόλω, και φεύξεται αφ' υμών 
8 εγγίσατε τω Θεώ, και εγγιεί υμίν. καθαρίσατε χείρας αμαρτωλοί και αγνίσατε καρδίας δίψυχοι. 
9 ταλαιπωρήσατε και πενθήσατε και κλαύσατε ο γέλως υμών εις πένθος μεταστραφήτω και η χαρά εις κατήφειαν. 
10 ταπεινώθητε ενώπιον του Κυρίου, και υψώσει υμάς. 
11 Μη καταλαλείτε αλλήλων, αδελφοί, ο καταλαλών αδελφού και κρίνων τον αδελφόν αυτού καταλαλεί νόμου και κρίνει νόμον ει δε νόμον κρίνεις, ουκ ει ποιητής νόμου, αλλά κριτής. 
12 εις εστιν ο νομοθέτης και κριτής, ο δυνάμενος σώσαι και απολέσαι συ δε τις ει ος κρίνεις τον έτερον; 
13 Άγε νυν οι λέγοντες σήμερον και αύριον πορευσόμεθα εις τήνδε την πόλιν και ποιήσομεν εκεί ενιαυτόν ένα και εμπορευσόμεθα και κερδήσομεν 
14 οίτινες ουκ επίστασθε το της αύριον ποία γαρ η ζωή υμών; ατμίς γαρ έσται η προς ολίγον φαινομένη, έπειτα δε και αφανιζομένη 
15 αντί του λέγειν υμάς, εάν ο Κύριος θελήση, και ζήσομεν και ποιήσομεν τούτο ή εκείνο. 
16 νυν δε καυχάσθε εν ταις αλαζονείαις υμών πάσα καύχησις τοιαύτη πονηρά εστιν. 
17 ειδότι ουν καλόν ποιείν και μη ποιούντι, αμαρτία αυτώ εστιν. 

Τρίτη 9 Δεκεμβρίου 2014

ΓΕΝΕΣΙΣ

ΚΕΦΑΛΑΙΟΝ 20

ΚΑΙ ἐκίνησεν ἐκεῖθεν ῾Αβραὰμ εἰ γῆν πρὸς λίβα καὶ ᾤκησεν ἀνὰ μέσον Κάδης καὶ ἀνὰ μέσον Σούρ. καὶ παρῴκησεν ἐν Γεράροις. 2 εἶπε δὲ ῾Αβραὰμ περὶ Σάρρας τῆς γυναικὸς αὐτοῦ, ὅτι ἀδελφή μου ἐστίν· ἐφοβήθη γὰρ εἰπεῖν ὅτι γυνή μου ἐστί, μή ποτε ἀποκτείνωσιν αὐτὸν οἱ ἄνδρες τῆς πόλεως δι᾿ αὐτήν. ἀπέστειλε δὲ ᾿Αβιμέλεχ, βασιλεὺς Γεράρων, καὶ ἔλαβε τὴν Σάρραν. 3 καὶ εἰσῆλθεν ὁ Θεὸς πρὸς ᾿Αβιμέλεχ ἐν ὕπνῳ τὴν νύκτα καὶ εἶπεν· ἰδοὺ σὺ ἀποθνήσκεις περὶ τῆς γυναικός, ἧς ἔλαβες, αὕτη δέ ἐστι συνῳκηυῖα ἀνδρί. 4 ᾿Αβιμέλεχ δὲ οὐχ ἥψατο αὐτῆς καὶ εἶπε· Κύριε, ἔθνος ἀγνοοῦν καὶ δίκαιον ἀπολεῖς; 5 οὐκ αὐτός μοι εἶπεν, ἀδελφή μου ἐστί; καὶ αὕτη μοι εἶπεν, ἀδελφός μου ἐστίν; ἐν καθαρᾷ καρδίᾳ καὶ ἐν δικαιοσύνῃ χειρῶν ἐποίησα τοῦτο. 6 λίγο εἶπε δὲ αὐτῷ ὁ Θεὸς καθ᾿ ὕπνον· κἀγὼ ἔγνων ὅτι ἐν καθαρᾷ καρδίᾳ ἐποίησας τοῦτο, καὶ ἐφεισάμην σου τοῦ μὴ ἁμαρτεῖν σε εἰς ἐμέ· ἕνεκα τούτου οὐκ ἀφῆκά σε ἅψασθαι αὐτῆς. 7 νῦν δὲ ἀπόδος τὴν γυναῖκα τῷ ἀνθρώπῳ, ὅτι προφήτης ἐστὶ καὶ προσεύξεται περὶ σοῦ καὶ ζήσῃ· εἰ δὲ μὴ ἀποδίδως, γνώσῃ ὅτι ἀποθανῇ σὺ καὶ πάντα τὰ σά. 8 καὶ ὤρθρισεν ᾿Αβιμέλεχ τῷ πρωΐ καὶ ἐκάλεσε πάντας τοὺς παῖδας αὐτοῦ καὶ ἐλάλησε πάντα τὰ ρήματα ταῦτα εἰς τὰ ὦτα αὐτῶν, ἐφοβήθησαν δὲ πάντες οἱ ἄνθρωποι σφόδρα. 9 καὶ ἐκάλεσεν ᾿Αβιμέλεχ τὸν ῾Αβραάμ, καὶ εἶπεν αὐτῷ· τί τοῦτο ἐποίησας ἡμῖν; μήτι ἡμάρτομεν εἰς σέ, ὅτι ἐπήγαγες ἐπ᾿ ἐμὲ καὶ ἐπὶ τὴν βασιλείαν μου ἁμαρτίαν μεγάλην; ἔργον, ὃ οὐδεὶς ποιήσει, πεποίηκάς μοι. 10 εἶπε δὲ ᾿Αβιμέλεχ τῷ ῾Αβραάμ· τί ἐνιδὼν ἐποίησας τοῦτο; 11 εἶπε δὲ ῾Αβραάμ· εἶπα γάρ, ἄρα οὐκ ἔστι θεοσέβεια ἐν τῷ τόπῳ τούτῳ, ἐμέ τε ἀποκτενοῦσιν ἕνεκεν τῆς γυναικός μου. 12 καὶ γὰρ ἀληθῶς ἀδελφή μου ἐστὶν ἐκ πατρός, ἀλλ᾿ οὐκ ἐκ μητρός· ἐγενήθη δέ μοι εἰς γυναῖκα. 13 ἐγένετο δέ, ἡνίκα ἐξήγαγέ με ὁ Θεὸς ἐκ τοῦ οἴκου τοῦ πατρός μου, καὶ εἶπα αὐτῇ· ταύτην τὴν δικαιοσύνην ποιήσεις εἰς ἐμέ, εἰς πάντα τόπον οὗ ἐὰν εἰσέλθωμεν ἐκεῖ, εἰπὸν ἐμέ, ὅτι ἀδελφός μου ἐστίν. 14 ἔλαβε δὲ ᾿Αβιμέλεχ χίλια δίδραχμα καὶ πρόβατα καὶ μόσχους καὶ παῖδας καὶ παιδίσκας καὶ ἔδωκε τῷ ῾Αβραὰμ καὶ ἀπέδωκεν αὐτῷ Σάρραν τὴν γυναῖκα αὐτοῦ. 15 καὶ εἶπεν ᾿Αβιμέλεχ τῷ ῾Αβραάμ· ἰδοὺ ἡ γῆ μου ἐναντίον σου· οὗ ἐάν σοι ἀρέσκῃ, κατοίκει. 16 τῇ δὲ Σάρρᾳ εἶπεν· ἰδοὺ δέδωκα χίλια δίδραχμα τῷ ἀδελφῷ σου· ταῦτα ἔσται σοι εἰς τὴν τιμὴ τοῦ προσώπου σου καὶ πάσαις ταῖς μετὰ σοῦ· καὶ πάντα ἀλήθευσον. 17 προσηύξατο δὲ ῾Αβραὰμ πρὸς τὸν Θεόν, καὶ ἰάσατο ὁ Θεὸς τὸν ᾿Αβιμέλεχ καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰς παιδίσκας αὐτοῦ, καὶ ἔτεκον· 18 ὅτι συγκλείων συνέκλεισε Κύριος ἔξωθεν πᾶσαν μήτραν ἐν τῷ οἴκῳ ᾿Αβιμέλεχ, ἕνεκεν Σάρρας τῆς γυναικὸς ῾Αβραάμ.

Τετάρτη 3 Δεκεμβρίου 2014

ΚΑΘΟΛΙΚΗ ΕΠΙΣΤΟΛΗ ΙΑΚΩΒΟΥ

ΚΕΦΑΛΑΙΟΝ Γ΄ 

Στίχ. 1-12. Προσοχή εις τους λόγους μας.

Μη πολλοί διδάσκαλοι γίνεσθε, αδελφοί μου, ειδότες ότι μείζον κρίμα ληψόμεθα 
2 πολλά γαρ πταίομεν άπαντες. ει τις εν λόγω ου πταίει, ούτος τέλειος ανήρ, δυνατός χαλιναγωγήσαι και όλον το σώμα. 
3 ίδε των ίππων τους χαλινούς εις τα στόματα βάλλομεν προς το πείθεσθαι αυτούς ημίν, και όλον το σώμα αυτών μετάγομεν. 
4 ιδού και τα πλοία, τηλικαύτα όντα και υπό σκληρών ανέμων ελαυνόμενα, μετάγεται υπό ελαχίστου πηδαλίου όπου αν η ορμή του ευθύνοντος βούληται. 
5 ούτω και η γλώσσα μικρόν μέλος εστί και μεγαλαυχεί. ιδού ολίγον πυρ ηλίκην ύλην ανάπτει! 
6 και η γλώσσα πυρ, ο κόσμος της αδικίας. ούτως η γλώσσα καθίσταται εν τοις μέλεσιν ημών η σπιλούσα όλον το σώμα και φλογίζουσα τον τροχόν της γενέσεως και φλογιζομένη υπό της γεέννης. 
7 πάσα γαρ φύσις θηρίων τε και πετεινών ερπετών τε και εναλίων δαμάζεται και δεδάμασται τη φύσει τη ανθρωπίνη, 
8 την δε γλώσσαν ουδείς δύναται ανθρώπων δαμάσαι ακατάσχετον κακόν, μεστή ιού θανατηφόρου. 
9 εν αυτή ευλογούμεν τον Θεόν και πατέρα, και εν αυτή καταρώμεθα τους ανθρώπους τους καθ' ομοίωσιν Θεού γεγονότας 
10 εκ του αυτού στόματος εξέρχεται ευλογία και κατάρα. ου χρη, αδελφοί μου, ταύτα ούτω γίνεσθαι. 
11 μήτι η πηγή εκ της αυτής οπής βρύει το γλυκύ και το πικρόν; 
12 μη δύναται, αδελφοί μου, συκή ελαίας ποιήσαι ή άμπελος σύκα; ούτως ουδεμία πηγή αλυκόν και γλυκύ ποιήσαι ύδωρ. 

Στίχ. 13-18. Η αληθής και η ψευδής σοφία. 

13 Τις σοφός και επιστήμων εν υμίν; δειξάτω εκ της καλής αναστροφής τα έργα αυτού εν πραΰτητι σοφίας. 
14 ει δε ζήλον πικρόν έχετε και εριθείαν εν τη καρδία υμών, μη κατακαυχάσθε και ψεύδεσθε κατά της αληθείας. 
15 ουκ έστιν αύτη η σοφία άνωθεν κατερχομένη, αλλ' επίγειος, ψυχική, δαιμονιώδης. 
16 όπου γαρ ζήλος και εριθεία, εκεί ακαταστασία και παν φαύλον πράγμα. 
17 η δε άνωθεν σοφία πρώτον μεν αγνή εστιν, έπειτα ειρηνική, επιεικής, ευπειθής, μεστή ελέους και καρπών αγαθών, αδιάκριτος και ανυπόκριτος. 
18 καρπός δε της δικαιοσύνης εν ειρήνη σπείρεται τοις ποιούσιν ειρήνην. 

Τρίτη 2 Δεκεμβρίου 2014

ΚΑΘΟΛΙΚΗ ΕΠΙΣΤΟΛΗ ΙΑΚΩΒΟΥ

ΚΕΦΑΛΑΙΟΝ Β΄ 

Στίχ. 1-13. Αποφυγή της προσωποληψίας. 

Αδελφοί μου, μη εν προσωποληψίαις έχετε την πίστιν του Κυρίου ημών Ιησού Χριστού της δόξης. 
2 εάν γαρ εισέλθη εις την συναγωγήν υμών ανήρ χρυσοδακτύλιος εν εσθήτι λαμπρά, εισέλθη δε και πτωχός εν ρυπαρά εσθήτι, 
3 και επιβλέψητε επί τον φορούντα την εσθήτα την λαμπράν και είπητε αυτώ, συ κάθου ώδε καλώς, και τω πτωχώ είπητε, συ στήθι εκεί ή κάθου ώδε υπό το υποπόδιόν μου, 
4 και ου διεκρίθητε εν εαυτοίς και εγένεσθε κριταί διαλογισμών πονηρών; 
5 Ακούσατε, αδελφοί μου αγαπητοί. ουχ ο Θεός εξελέξατο τους πτωχούς του κόσμου πλουσίους εν πίστει και κληρονόμους της βασιλείας ης επηγγείλατο τοις αγαπώσιν αυτόν; 
6 υμείς δε ητιμάσατε τον πτωχόν. ουχ οι πλούσιοι καταδυναστεύουσιν υμών, και αυτοί έλκουσιν υμάς εις κριτήρια; 
7 ουκ αυτοί βλασφημούσι το καλόν όνομα το επικληθέν εφ' υμάς; 
8 ει μέντοι νόμον τελείτε βασιλικόν κατά την γραφήν, αγαπήσεις τον πλησίον σου ως σεαυτόν, καλώς ποιείτε 
9 ει δε προσωποληπτείτε, αμαρτίαν εργάζεσθε, ελεγχόμενοι υπό του νόμου ως παραβάται. 
10 όστις γαρ όλον τον νόμον τηρήση, πταίση δε εν ενί, γέγονε πάντων ένοχος. 
11 ο γαρ ειπών μη μοιχεύσης, είπε και μη φονεύσης ει δε ου μοιχεύσεις, φονεύσεις δε, γέγονας παραβάτης νόμου. 
12 ούτω λαλείτε και ούτω ποιείτε, ως διά νόμου ελευθερίας μέλλοντες κρίνεσθαι 
13 η γαρ κρίσις ανέλεος τω μη ποιήσαντι έλεος κατακαυχάται έλεος κρίσεως. 

Στίχ. 14-26. Πίστις και έργα. 

14 Τι το όφελος, αδελφοί μου, εάν πίστιν λέγη τις έχειν, έργα δε μη έχη; μη δύναται η πίστις σώσαι αυτόν; 
15 εάν δε αδελφός ή αδελφή γυμνοί υπάρχωσι και λειπόμενοι ώσι της εφημέρου τροφής, 
16 είπη δε τις αυτοίς εξ υμών, υπάγετε εν ειρήνη, θερμαίνεσθε και χορτάζεσθε, μη δώτε δε αυτοίς τα επιτήδεια του σώματος, τι το όφελος; 
17 ούτω και η πίστις, εάν μη έργα έχη, νεκρά εστι καθ' εαυτήν. 
18 αλλ' ερεί τις συ πίστιν έχεις, καγώ έργα έχω δείξόν μοι την πίστιν σου εκ των έργων σου,καγώ δείξω σοι εκ των έργων μου την πίστιν μου. 
19 συ πιστεύεις ότι ι Θεός εις εστι καλώς ποιείς και τα δαιμόνια πιστεύουσι και φρίσσουσι. 
20 θέλεις δε γνώναι, ω άνθρωπε κενέ, ότι η πίστις χωρίς των έργων νεκρά εστιν; 
21 Αβραάμ ο πατήρ ημών ουκ εξ έργων εδικαιώθη, ανενέγκας Ισαάκ τον υιόν αυτού επί το θυσιαστήριον; 
22 βλέπεις ότι η πίστις συνήργει τοις έργοις αυτού, και εκ των έργων η πίστις ετελειώθη, 
23 και επληρώθη η γραφή η λέγουσα επίστευσε δε Αβραάμ τω Θεώ, και ελογίσθη αυτώ εις δικαιοσύνην, και φίλος Θεού εκλήθη. 
24 οράτε τοίνυν ότι εξ έργων δικαιούται άνθρωπος και ουκ εκ πίστεως μόνον. 
25 ομοίως δε και Ραάβ η πόρνη ουκ εξ έργων εδικαιώθη, υποδεξαμένη τους αγγέλους και ετέρα οδώ εκβαλούσα; 
26 ώσπερ γαρ το σώμα χωρίς πνεύματος νεκρόν εστιν, ούτω και η πίστις χωρίς των έργων νεκρά εστι. 

Δευτέρα 1 Δεκεμβρίου 2014

ΓΕΝΕΣΙΣ

ΚΕΦΑΛΑΙΟΝ 19


ΗΛΘΟΝ δὲ οἱ δύο ἄγγελοι εἰς Σόδομα ἑσπέρας· Λὼτ δὲ ἐκάθητο παρὰ τὴν πύλην Σοδόμων. ἰδὼν δὲ Λώτ, ἐξανέστη εἰς συνάντησιν αὐτοῖς καὶ προσεκύνησε τῷ προσώπῳ ἐπὶ τὴν γῆν. 2 καὶ εἶπεν· ἰδοὺ κύριοι, ἐκκλίνατε εἰς τὸν οἶκον τοῦ παιδὸς ὑμῶν καὶ καταλύσατε καὶ νίψασθε τοὺς πόδας ὑμῶν, καὶ ὀρθρίσαντες ἀπελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν. καὶ εἶπαν· οὐχί, ἀλλ᾿ ἐν τῇ πλατείᾳ καταλύσομεν. 3 καὶ κατεβιάζετο αὐτούς, καὶ ἐξέκλιναν πρὸς αὐτὸν καὶ εἰσῆλθον εἰς τὸν οἶκον αὐτοῦ. καὶ ἐποίησεν αὐτοῖς πότον, καὶ ἀζύμους ἔπεψεν αὐτοῖς, καὶ ἔφαγον. 4 πρὸ τοῦ κοιμηθῆναι δέ, οἱ ἄνδρες τῆς πόλεως οἱ Σοδομῖται περικύκλωσαν τὴν οἰκίαν ἀπὸ νεανίσκου ἕως πρεσβυτέρου, ἅπας ὁ λαὸς ἅμα. 5 καὶ ἐξεκαλοῦντο τὸν Λὼτ καὶ ἔλεγον πρὸς αὐτόν· ποῦ εἰσιν οἱ ἄνδρες οἱ εἰσελθόντες πρὸς σὲ τὴν νύκτα; ἐξάγαγε αὐτοὺς πρὸς ἡμᾶς, ἵνα συγγενώμεθα αὐτοῖς. 6 ἐξῆλθε δὲ Λὼτ πρὸς αὐτοὺς πρὸς τὸ πρόθυρον, τὴν δὲ θύραν προσέῳξεν ὀπίσω αὐτοῦ. 7 εἶπε δὲ πρὸς αὐτούς· μηδαμῶς ἀδελφοί, μὴ πονηρεύσησθε. 8 εἰσὶ δέ μοι δύο θυγατέρες, αἳ οὐκ ἔγνωσαν ἄνδρα· ἐξάξω αὐτὰς πρὸς ὑμᾶς, καὶ χρᾶσθε αὐταῖς, καθὰ ἂν ἀρέσκῃ ὑμῖν· μόνον εἰς τοὺς ἀνδρας τούτους μὴ ποιήσητε ἄδικον, οὗ εἵνεκεν εἰσῆλθον ὑπὸ τὴν σκέπην τῶν δοκῶν μου. 9 εἶπαν δὲ αὐτῷ· ἀπόστα ἐκεῖ. εἰσῆλθες παροικεῖν· μὴ καὶ κρίσιν κρίνειν; νῦν οὖν σὲ κακώσωμεν μᾶλλον ἢ ἐκείνους. καὶ παρεβιάζοντο τὸν ἄνδρα τὸν Λὼτ σφόδρα. καὶ ἤγγισαν συντρίψαι τὴν θύραν. 10 ἐκτείναντες δὲ οἱ ἄνδρες τὰς χεῖρας εἰσεσπάσαντο τὸν Λὼτ πρὸς ἑαυτοὺς εἰς τὸν οἶκον, καὶ τὴν θύραν τοῦ οἴκου ἀπέκλεισαν· 11 τοὺς δὲ ἄνδρας τοὺς ὄντας ἐπὶ τῆς θύρας τοῦ οἴκου ἐπάταξαν ἐν ἀορασίᾳ ἀπὸ μικροῦ ἕως μεγάλου, καὶ παρελύθησαν ζητοῦντες τὴν θύραν.12 Εἶπαν δὲ οἱ ἄνδρες ἢ πρὸς Λώτ· εἰσί σοι ὧδε γαμβροὶ ἢ υἱοὶ ἢ θυγατέρες; ἢ εἴτις σοι ἄλλος ἐστὶν ἐν τῇ πόλει, ἐξάγαγε ἐκ τοῦ τόπου τούτου· 13 ὅτι ἡμεῖς ἀπόλλυμεν τὸν τόπον τοῦτον, ὅτι ὑψώθη ἡ κραυγὴ αὐτῶν ἔναντι Κυρίου, καὶ ἀπέστειλεν ἡμᾶς Κύριος ἐκτρίψαι αὐτήν. 14 ἐξῆλθε δὲ Λὼτ καὶ ἐλάλησε πρὸς τοὺς γαμβροὺς αὐτοῦ τοὺς εἰληφότας τὰς θυγατέρας αὐτοῦ καὶ εἶπεν· ἀνάστητε καὶ ἐξέλθετε ἐκ τοῦ τόπου τούτου, ὅτι ἐκτρίβει Κύριος τὴν πόλιν. ἔδοξε δὲ γελοιάζειν ἐναντίον τῶν γαμβρῶν αὐτοῦ. 15 ἡνίκα δὲ ὄρθρος ἐγίνετο, ἐσπούδαζον οἱ ἄγγελοι τὸν Λὼτ λέγοντες· ἀναστὰς λάβε τὴν γυναῖκά σου καὶ τὰς δύο θυγατέρας σου, ἃς ἔχεις, καὶ ἔξελθε, ἵνα μὴ καὶ σὺ συναπόλῃ ταῖς ἀνομίαις τῆς πόλεως. 16 καὶ ἐταράχθησαν· καὶ ἐκράτησαν οἱ ἄγγελοι τῆς χειρὸς αὐτοῦ καὶ τῆς χειρὸς τῆς γυναικὸς αὐτοῦ καὶ τῶν χειρῶν τῶν δύο θυγατέρων αὐτοῦ, ἐν τῷ φείσασθαι Κύριον αὐτοῦ. 17 καὶ ἐγένετο, ἡνίκα ἐξήγαγον αὐτοὺς ἔξω καὶ εἶπαν· σῴζων σῷζε τὴν σεαυτοῦ ψυχήν· μὴ περιβλέψῃ εἰς τὰ ὀπίσω, μηδὲ στῇς ἐν πάσῃ τῇ περιχώρῳ· εἰς τὸ ὄρος σῴζου, μήποτε συμπαραληφθῇς. 18 εἶπε δὲ Λὼτ πρὸς αὐτούς· δέομαι κύριε, 19 ἐπειδὴ εὗρεν ὁ παῖς σου ἔλεος ἐναντίον σου καὶ ἐμεγάλυνας τὴν δικαιοσύνην σου, ὃ ποιεῖς ἐπ᾿ ἐμὲ τοῦ ζῆν τὴν ψυχήν μου, ἐγὼ δὲ οὐ δυνήσομαι διασωθῆναι εἰς τὸ ὄρος, μήποτε καταλάβῃ με τὰ κακὰ καὶ ἀποθάνω. 20 ἰδοὺ ἡ πόλις αὕτη ἐγγὺς τοῦ καταφυγεῖν με ἐκεῖ, ἥ ἐστι μικρά, καὶ ἐκεῖ διασωθήσομαι· οὐ μικρά ἐστι; καὶ ζήσεται ἡ ψυχή μου ἕνεκέν σου. 21 καὶ εἶπεν αὐτῷ· ἰδοὺ ἐθαύμασά σου τὸ πρόσωπον καὶ ἐπὶ τῷ ρήματι τούτῳ τοῦ μὴ καταστρέψαι τὴν πόλιν, περὶ ἧς ἐλάλησας· 22 σπεῦσον οὖν τοῦ σωθῆναι ἐκεῖ· οὐ γὰρ δυνήσομαι ποιῆσαι πρᾶγμα, ἕως τοῦ ἐλθεῖν σε ἐκεῖ. διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα τῆς πόλεως ἐκείνης Σηγώρ. 23 ὁ ἥλιος ἐξῆλθεν ἐπὶ τὴν γῆν, καὶ Λὼτ εἰσῆλθεν εἰς Σηγώρ, 24 καὶ Κύριος ἔβρεξεν ἐπὶ Σόδομα καὶ Γόμορρα θεῖον, καὶ πῦρ παρὰ Κυρίου ἐξ οὐρανοῦ 25 καὶ κατέστρεψε τὰς πόλεις ταύτας καὶ πᾶσαν τὴν περίχωρον καὶ πάντας τοὺς κατοικοῦντας ἐν ταῖς πόλεσι καὶ τὰ ἀνατέλλοντα ἐκ τῆς γῆς. 26 καὶ ἐπέβλεψεν ἡ γυνὴ αὐτοῦ εἰς τὰ ὀπίσω καὶ ἐγένετο στήλη ἁλός. 27 ῎Ωρθρισε δὲ ῾Αβραὰμ τῷ πρωΐ εἰς τὸν τόπον, οὗ εἱστήκει ἐναντίον Κυρίου. 28 καὶ ἐπέβλεψεν ἐπὶ πρόσωπον Σοδόμων καὶ Γομόρρας καὶ ἐπὶ πρόσωπον τῆς περιχώρου καὶ εἶδε, καὶ ἰδοὺ ἀνέβαινε φλὸξ ἐκ τῆς γῆς, ὡσεὶ ἀτμὶς καμίνου. 29 καὶ ἐγένετο ἐν τῷ ἐκτρίψαι Κύριον πάσας τὰς πόλεις τῆς περιοίκου, ἐμνήσθη ὁ Θεὸς τοῦ ῾Αβραὰμ καὶ ἐξαπέστειλε τὸν Λὼτ ἐκ μέσου τῆς καταστροφῆς, ἐν τῷ καταστρέψαι Κύριον τὰς πόλεις, ἐν αἷς κατῴκει ἐν αὐταῖς Λώτ. 30 ᾿Ανέβη δὲ Λὼτ ἐκ Σηγὼρ καὶ ἐκάθητο ἐν τῷ ὄρει αὐτὸς καὶ αἱ δύο θυγατέρες αὐτοῦ μετ᾿ αὐτοῦ· ἐφοβήθη γὰρ κατοικῆσαι ἐν Σηγώρ. καὶ κατῴκησεν ἐν τῷ σπηλαίῳ, αὐτὸς καὶ αἱ δύο θυγατέρες αὐτοῦ μετ᾿ αὐτοῦ. 31 εἶπε δὲ ἡ πρεσβυτέρα πρὸς τὴν νεωτέραν· ὁ πατὴρ ἡμῶν πρεσβύτερος, καὶ οὐδείς ἐστιν ἐπὶ τῆς γῆς, ὃς εἰσελεύσεται πρὸς ἡμᾶς, ὡς καθήκει πάσῃ τῇ γῇ· 32 δεῦρο καὶ ποτίσωμεν τὸν πατέρα ἡμῶν οἶνον καὶ κοιμηθῶμεν μετ᾿ αὐτοῦ καὶ ἐξαναστήσωμεν ἐκ τοῦ πατρὸς ἡμῶν σπέρμα. 33 ἐπότισαν δὲ τὸν πατέρα αὐτῶν οἶνον ἐν τῇ νυκτὶ ἐκείνῃ, καὶ εἰσελθοῦσα ἡ πρεσβυτέρα ἐκοιμήθη μετὰ τοῦ πατρὸς αὐτῆς ἐν τῇ νυκτὶ ἐκείνῃ, καὶ οὐκ ᾔδει ἐν τῷ κοιμηθῆναι αὐτὸν καὶ ἐν τῷ ἀναστῆναι. 34 ἐγένετο δὲ ἐν τῇ ἐπαύριον καὶ εἶπεν ἡ πρεσβυτέρα πρὸς τὴν νεωτέραν· ἰδοὺ ἐκοιμήθην χθὲς μετὰ τοῦ πατρὸς ἡμῶν· ποτίσωμεν αὐτὸν οἶνον καὶ ἐν τῇ νυκτὶ ταύτῃ, καὶ εἰσελθοῦσα κοιμήθητι μετ᾿ αὐτοῦ, καὶ ἐξαναστήσωμεν ἐκ τοῦ πατρὸς ἡμῶν σπέρμα. 35 ἐπότισαν δὲ καὶ ἐν τῇ νυκτὶ ἐκείνῃ τὸν πατέρα αὐτῶν οἶνον, καὶ εἰσελθοῦσα ἡ νεωτέρα ἐκοιμήθη μετὰ τοῦ πατρὸς αὐτῆς, καὶ οὐκ ᾔδει ἐν τῷ κοιμηθῆναι αὐτὸν καὶ ἀναστῆναι. 36 καὶ συνέλαβον αἱ δύο θυγατέρες Λὼτ ἐκ τοῦ πατρὸς αὐτῶν. 37 καὶ ἔτεκεν ἡ πρεσβυτέρα υἱὸν καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Μωὰβ λέγουσα· ἐκ τοῦ πατρός μου· οὗτος πατὴρ Μωαβιτῶν ἕως τῆς σήμερον ἡμέρας. 38 ἔτεκε δὲ καὶ ἡ νεωτέρα υἱὸν καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ ᾿Αμμάν, λέγουσα· υἱὸς γένους μου· οὗτος πατὴρ ᾿Αμμανιτῶν ἕως τῆς σήμερον ἡμέρας.