ΚΕΦΑΛΑΙΟΝ 15
ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν καὶ ᾿Ααρὼν λέγων· 2 λάλησον τοῖς υἱοῖς ᾿Ισραήλ, καὶ ἐρεῖς αὐτοῖς· ἀνδρὶ ἀνδρί, ᾧ ἐὰν γένηται ρύσις ἐκ τοῦ σώματος αὐτοῦ, ἡ ρύσις αὐτοῦ ἀκάθαρτός ἐστι. 3 καὶ οὗτος ὁ νόμος τῆς ἀκαθαρσίας αὐτοῦ· ρέων γόνον ἐκ σώματος αὐτοῦ, ἐκ τῆς ρύσεως, ἧς συνέστηκε τὸ σῶμα αὐτοῦ διὰ τῆς ρύσεως, αὕτη ἡ ἀκαθαρσία αὐτοῦ ἐν αὐτῷ· πᾶσαι αἱ ἡμέραι ρύσεως σώματος αὐτοῦ, ᾗ συνέστηκε τὸ σῶμα αὐτοῦ διά τῆς ρύσεως, ἀκαθαρσία αὐτοῦ ἐστι. 4 πᾶσα κοίτη, ἐφ᾿ ἧς ἐὰν κοιμηθῇ ἐπ᾿ αὐτῆς ὁ γονορρυής, ἀκάθαρτός ἐστι, καὶ πᾶν σκεῦος ἐφ᾿ ὃ ἂν καθίσῃ ἐπ᾿ αὐτὸ ὁ γονορρυής, ἀκάθαρτον ἔσται. 5 καὶ ἄνθρωπος, ὃς ἐὰν ἅψηται τῆς κοίτης αὐτοῦ, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· 6 καὶ ὁ καθήμενος ἐπὶ τοῦ σκεύους, ἐφ᾿ ὃ ἐὰν καθίσῃ ὁ γονορρυής, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· 7 καὶ ὁ ἁπτόμενος τοῦ χρωτὸς τοῦ γονορρυοῦς πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. 8 ἐὰν δὲ προσσιελίσῃ ὁ γονορρυὴς ἐπὶ τὸν καθαρόν, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. 9 καὶ πᾶν ἐπίσαγμα ὄνου, ἐφ᾿ ὃ ἂν ἐπιβῇ ἐπ᾿ αὐτὸ ὁ γονορρυής, ἀκάθαρτον ἔσται ἕως ἑσπέρας. 10 καὶ πᾶς ὁ ἁπτόμενος ὅσα ἂν ᾖ ὑποκάτω αὐτοῦ, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· καί ὁ αἴρων αὐτὰ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. 11 καὶ ὅσον ἐὰν ἅψηται ὁ γονορρυής, καὶ τὰς χεῖρας οὐ νένιπται ὕδατι, πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται τὸ σῶμα ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. 12 καὶ σκεῦος ὀστράκινον, οὗ ἂν ἅψηται ὁ γονορρυής, συντριβήσεται· καὶ σκεῦος ξύλινον νιφήσεται ὕδατι καὶ καθαρὸν ἔσται. 13 ἐὰν δὲ καθαρισθῇ ὁ γονορρυὴς ἐκ τῆς ρύσεως αὐτοῦ, καὶ ἐξαριθμηθήσεται αὐτῷ ἑπτὰ ἡμέρας εἰς τὸν καθαρισμὸν αὐτοῦ, καὶ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται τὸ σῶμα ὕδατι καὶ καθαρὸς ἔσται. 14 καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ λήψεται ἑαυτῷ δύο τρυγόνας ἢ δύο νεοσσοὺς περιστερῶν καὶ οἴσει αὐτὰ ἔναντι Κυρίου ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ δώσει αὐτὰ τῷ ἱερεῖ. 15 καὶ ποιήσει αὐτὰ ὁ ἱερεὺς μίαν περὶ ἁμαρτίας καὶ μίαν εἰς ὁλοκαύτωμα. καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἔναντι Κυρίου ἀπὸ τῆς ρύσεως αὐτοῦ. 16 Καὶ ἄνθρωπος, ᾧ ἂν ἐξέλθῃ ἐξ αὐτοῦ κοίτη σπέρματος, καὶ λούσεται ὕδατι πᾶν τὸ σῶμα αὐτοῦ καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. 17 καὶ πᾶν ἱμάτιον καὶ πᾶν δέρμα, ἀφ᾿ ὃ ἐὰν ᾖ ἐπ᾿ αὐτὸ κοίτη σπέρματος, καὶ πλυθήσεται ὕδατι καὶ ἀκάθαρτον ἔσται ἕως ἑσπέρας. 18 καὶ γυνὴ ἐὰν κοιμηθῇ ἀνὴρ μετ᾿ αὐτῆς κοίτην σπέρματος, καὶ λούσονται ὕδατι καὶ ἀκάθαρτοι ἔσονται ἕως ἑσπέρας. 19 Καὶ γυνή, ἥτις ἐὰν ᾖ ρέουσα αἵματι, καὶ ἔσται ἡ ρύσις αὐτῆς ἐν τῷ σώματι αὐτῆς, ἑπτὰ ἡμέρας ἔσται ἐν τῇ ἀφέδρῳ αὐτῆς· πᾶς ὁ ἁπτόμενος αὐτῆς ἀκάθαρτος ἔσται ἕως ἑσπέρας, 20 καὶ πᾶν, ἐφ᾿ ὃ ἐὰν κοιτάζηται ἐπ᾿ αὐτὸ ἐν τῇ ἀφέδρῳ αὐτῆς, ἀκάθαρτον ἔσται. καὶ πᾶν ἐφ᾿ ὃ ἐὰν ἐπικαθίσῃ ἐπ᾿ αὐτό, ἀκάθαρτον ἔσται. 21 καὶ πᾶς ὃς ἐὰν ἅψηται τῆς κοίτης αὐτῆς, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. 22 καὶ πᾶς ὁ ἁπτόμενος παντὸς σκεύους, οὗ ἐὰν καθίσῃ ἐπ᾿ αὐτό, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. 23 ἐὰν δὲ ἐν τῇ κοίτῃ αὐτῆς οὔσης, ἢ ἐπὶ τοῦ σκεύους, οὗ ἐὰν καθίσῃ ἐπ᾿ αὐτῷ ἐν τῷ ἅπτεσθαι αὐτὸν αὐτῆς, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. 24 ἐὰν δὲ κοίτῃ κοιμηθῇ τις μετ᾿ αὐτῆς καὶ γένηται ἡ ἀκαθαρσία αὐτῆς ἐπ᾿ αὐτῷ, ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας. καὶ πᾶσα κοίτη, ἐφ᾿ ᾗ ἂν κοιμηθῇ ἐπ᾿ αὐτῇ, ἀκάθαρτος ἔσται. 25 Καὶ γυνὴ ἐὰν ρέῃ ρύσει αἵματος ἡμέρας πλείους, οὐκ ἐν καιρῷ τῆς ἀφέδρου αὐτῆς, ἐὰν καὶ ρέῃ μετὰ τὴν ἄφεδρον αὐτῆς, πᾶσαι αἱ ἡμέραι ρύσεως ἀκαθαρσίας αὐτῆς, καθάπερ αἱ ἡμέραι τῆς ἀφέδρου αὐτῆς, ἔσται ἀκάθαρτος. 26 καὶ πᾶσα κοίτη, ἐφ᾿ ἧς ἐὰν κοιμηθῇ ἐπ᾿ αὐτῆς πάσας τὰς ἡμέρας τῆς ρύσεως, κατὰ τὴν κοίτην τῆς ἀφέδρου ἔσται αὐτῇ, καὶ πᾶν σκεῦος, ἐφ᾿ ὃ ἐὰν καθίσῃ ἐπ᾿ αὐτό, ἀκάθαρτον ἔσται κατὰ τὴν ἀκαθαρσίαν τῆς ἀφέδρου. 27 πᾶς ὁ ἁπτόμενος αὐτῆς ἀκάθαρτος ἔσται, καὶ πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται τὸ σῶμα ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. 28 ἐὰν δὲ καθαρισθῇ ἀπὸ τῆς ρύσεως, καὶ ἐξαριθμήσεται αὐτῇ ἑπτὰ ἡμέρας καὶ μετὰ ταῦτα καθαρισθήσεται. 29 καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ λήψεται αὕτη δύο τρυγόνας, ἢ δύο νεοσσοὺς περιστερῶν, καὶ οἴσει αὐτὰ πρὸς τὸν ἱερέα ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου. 30 καὶ ποιήσει ὁ ἱερεὺς τὴν μίαν περὶ ἁμαρτίας καὶ τὴν μίαν εἰς ὁλοκαύτωμα. καὶ ἐξιλάσεται περὶ αὐτῆς ὁ ἱερεὺς ἔναντι Κυρίου ἀπὸ ρύσεως ἀκαθαρσίας αὐτῆς. 31 Καὶ εὐλαβεῖς ποιήσεται τοὺς υἱοὺς ᾿Ισραὴλ ἀπὸ τῶν ἀκαθαρσιῶν αὐτῶν, καὶ οὐκ ἀποθανοῦνται διὰ τὴν ἀκαθαρσίαν αὐτῶν ἐν τῷ μιαίνειν αὐτοὺς τὴν σκηνήν μου τὴν ἐν αὐτοῖς. 32 οὗτος ὁ νόμος τοῦ γονορρυοῦς. καὶ ἐάν τινι ἐξέλθῃ ἐξ αὐτοῦ κοίτη σπέρματος, ὥστε μιανθῆναι ἐν αὐτῇ, 33 καὶ τῇ αἱμορροούσῃ ἐν τῇ ἀφέδρῳ αὐτῆς, καὶ ὁ γονορρυὴς ἐν τῇ ρύσει αὐτοῦ, τῷ ἄρσενι ἢ τῇ θηλείᾳ, καὶ τῷ ἀνδρί, ὃς ἐὰν κοιμηθῇ μετὰ ἀποκαθημένης.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.