Πέμπτη 30 Ιουνίου 2016

ΑΡΙΘΜΟΙ

ΚΕΦΑΛΑΙΟΝ 28 


ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· 2 ἔντειλαι τοῖς υἱοῖς ᾿Ισραὴλ καὶ ἐρεῖς πρὸς αὐτοὺς λέγων· τὰ δῶρά μου δόματά μου καρπώματά μου εἰς ὀσμὴν εὐωδίας διατηρήσετε προσφέρειν ἐμοὶ ἐν ταῖς ἑορταῖς μου. 3 καὶ ἐρεῖς πρὸς αὐτούς· ταῦτα τὰ καρπώματα ὅσα προσάξετε Κυρίῳ· ἀμνοὺς ἐνιαυσίους ἀμώμους δύο τὴν ἡμέραν εἰς ὁλοκαύτωσιν ἐνδελεχῶς, 4 τὸν ἀμνὸν τὸν ἕνα ποιήσεις τὸ πρωΐ καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ πρὸς ἑσπέραν· 5 καὶ ποιήσεις τὸ δέκατον τοῦ οἰφὶ σεμίδαλιν εἰς θυσίαν ἀναπεποιημένην ἐν ἐλαίῳ ἐν τετάρτῳ τοῦ ἴν. 6 ὁλοκαύτωμα ἐνδελεχισμοῦ, ἡ γενομένη ἐν τῷ ὄρει Σινὰ εἰς ὀσμὴν εὐωδίας Κυρίῳ· 7 καὶ σπονδὴν αὐτοῦ τὸ τέταρτον τοῦ ἲν τῷ ἀμνῷ τῷ ἑνί, ἐν τῷ ἁγίῳ σπείσεις σπονδὴν σίκερα Κυρίῳ. 8 καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ πρὸς ἑσπέραν· κατὰ τὴν θυσίαν αὐτοῦ καὶ κατὰ τὴν σπονδὴν αὐτοῦ ποιήσετε εἰς ὀσμὴν εὐωδίας Κυρίῳ. 9 Καὶ τῇ ἡμέρᾳ τῶν σαββάτων προσάξετε δύο ἀμνοὺς ἐνιαυσίους ἀμώμους καὶ δύο δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν καὶ σπονδήν, 10 ὁλοκαύτωμα σαββάτων ἐν τοῖς σαββάτοις, ἐπὶ τῆς ὁλοκαυτώσεως τῆς διὰ παντὸς καὶ τὴν σπονδὴν αὐτοῦ. 11 Καὶ ἐν ταῖς νεομηνίαις προσάξετε ὁλοκαύτωμα τῷ Κυρίῳ μόσχους ἐκ βοῶν δύο καὶ κριὸν ἕνα, ἀμνοὺς ἐνιαυσίους ἑπτὰ ἀμώμους, 12 τρία δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ τῷ μόσχῳ τῷ ἑνὶ καὶ δύο δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ τῷ κριῷ τῷ ἑνί, 13 δέκατον δέκατον σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ τῷ ἀμνῷ τῷ ἑνί, θυσίαν ὀσμὴν εὐωδίας κάρπωμα Κυρίῳ. 14 ἡ σπονδὴ αὐτῶν τὸ ἥμισυ τοῦ ἲν ἔσται τῷ μόσχῳ τῷ ἑνί, καὶ τὸ τρίτον τοῦ ἲν ἔσται τῷ κριῷ τῷ ἑνί, καὶ τὸ τέταρτον τοῦ ἲν ἔσται τῷ ἀμνῷ τῷ ἑνὶ οἴνου. τοῦτο τὸ ὁλοκαύτωμα μῆνα ἐκ μηνὸς εἰς τοὺς μῆνας τοῦ ἐνιαυτοῦ. 15 καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας Κυρίῳ· ἐπὶ τῆς ὁλοκαυτώσεως τῆς διὰ παντὸς ποιηθήσεται καὶ ἡ σπονδὴ αὐτοῦ. 16 Καὶ ἐν τῷ μηνὶ τῷ πρώτῳ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς πάσχα Κυρίῳ. 17 καὶ τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τούτου ἑορτή· ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε. 18 καὶ ἡ ἡμέρα ἡ πρώτη ἐπίκλητος ἁγία ἔσται ὑμῖν, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε. 19 καὶ προσάξετε ὁλοκαυτώματα κάρπωμα Κυρίῳ μόσχους ἐκ βοῶν δύο, κριὸν ἕνα, ἀμνοὺς ἐνιαυσίους ἑπτά, ἄμωμοι ἔσονται ὑμῖν· 20 καὶ ἡ θυσία αὐτῶν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίῳ, τρία δέκατα τῷ μόσχῳ τῷ ἑνὶ καὶ δύο δέκατα τῷ κριῷ τῷ ἑνί, 21 δέκατον δέκατον ποιήσεις τῷ ἀμνῷ τῷ ἑνί, τοῖς ἑπτὰ ἀμνοῖς· 22 καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας ἐξιλάσασθαι περὶ ὑμῶν· 23 πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντὸς τῆς πρωϊνῆς, ὅ ἐστιν ὁλοκαύτωμα ἐνδελεχισμοῦ. 24 ταῦτα κατὰ ταῦτα ποιήσετε τὴν ἡμέραν εἰς τὰς ἑπτὰ ἡμέρας, δῶρον κάρπωμα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ· ἐπὶ τοῦ ὁλοκαυτώματος τοῦ διὰ παντὸς ποιήσεις τὴν σπονδὴν αὐτοῦ. 25 καὶ ἡμέρα ἡ ἑβδόμη κλητὴ ἁγία ἔσται ὑμῖν, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐτῇ. 26 Καὶ τῇ ἡμέρᾳ τῶν νέων, ὅταν προσφέρητε θυσίαν νέαν Κυρίῳ τῶν ἑβδομάδων, ἐπίκλητος ἁγία ἔσται ὑμῖν, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε. 27 καὶ προσάξετε ὁλοκαυτώματα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ μόσχους ἐκ βοῶν δύο, κριὸν ἕνα, ἀμνοὺς ἐνιαυσίους ἑπτὰ ἀμώμους· 28 ἡ θυσία αὐτῶν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίῳ, τρία δέκατα τῷ μόσχῳ τῷ ἑνὶ καὶ δύο δέκατα τῷ κριῷ τῷ ἑνί, 29 δέκατον δέκατον τῷ ἀμνῷ τῷ ἑνί, τοῖς ἑπτὰ ἀμνοῖς· 30 καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας ἐξιλάσασθαι περὶ ὑμῶν· 31 πλὴν τοῦ ὁλοκαυτώματος τοῦ διὰ παντός· καὶ τὴν θυσίαν αὐτῶν ποιήσετέ μοι. ἄμωμοι ἔσονται ὑμῖν, καὶ τὰς σπονδὰς αὐτῶν.

Τρίτη 28 Ιουνίου 2016

ΑΡΙΘΜΟΙ

ΚΕΦΑΛΑΙΟΝ 27

ΚΑΙ προσελθοῦσαι αἱ θυγατέρες Σαλπαὰδ υἱοῦ ᾿Οφέρ, υἱοῦ Γαλαάδ, υἱοῦ Μαχίρ, τοῦ δήμου Μανασσῆ, τῶν υἱῶν ᾿Ιωσήφ (καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Μααλὰ καὶ Νουὰ καὶ ᾿Εγλὰ καὶ Μελχὰ καὶ Θερσά) 2 καὶ στᾶσαι ἔναντι Μωυσῆ καὶ ἔναντι ᾿Ελεάζαρ τοῦ ἱερέως καὶ ἔναντι τῶν ἀρχόντων καὶ ἔναντι πάσης συναγωγῆς ἐπὶ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου λέγουσιν· 3 ὁ πατὴρ ἡμῶν ἀπέθανεν ἐν τῇ ἐρήμῳ, καὶ αὐτὸς οὐκ ἦν ἐν μέσῳ τῆς συναγωγῆς τῆς ἐπισυστάσης ἔναντι Κυρίου ἐν τῇ συναγωγῇ Κορέ, ὅτι δι’ ἁμαρτίαν αὐτοῦ ἀπέθανε, καὶ υἱοὶ οὐκ ἐγένοντο αὐτῷ· μὴ ἐξαλειφθήτω τὸ ὄνομα τοῦ πατρὸς ἡμῶν ἐκ μέσου τοῦ δήμου αὐτοῦ, ὅτι οὐκ ἔστιν αὐτῷ υἱός· δότε ἡμῖν κατάσχεσιν ἐν μέσῳ ἀδελφῶν πατρὸς ἡμῶν. 4 καὶ προσήγαγε Μωυσῆς τὴν κρίσιν αὐτῶν ἔναντι Κυρίου. 5 καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· 6 ὀρθῶς θυγατέρες Σαλπαὰδ λελαλήκασι· δόμα δώσεις αὐταῖς κατάσχεσιν κληρονομίας ἐν μέσῳ ἀδελφῶν πατρὸς αὐτῶν καὶ περιθήσεις τὸν κλῆρον τοῦ πατρὸς αὐτῶν αὐταῖς. 7 καὶ τοῖς υἱοῖς ᾿Ισραὴλ λαλήσεις λέγων· 8 ἄνθρωπος ἐὰν ἀποθάνῃ καὶ υἱὸς μὴ ᾖ αὐτῷ, περιθήσετε τὴν κληρονομίαν αὐτοῦ τῇ θυγατρὶ αὐτοῦ· 9 ἐὰν δὲ μὴ ᾖ θυγάτηρ αὐτῷ, δώσετε τὴν κληρονομίαν τῷ ἀδελφῷ τοῦ πατρὸς αὐτοῦ· 10 ἐὰν δὲ μὴ ὦσιν αὐτῷ ἀδελφοί, δώσετε τὴν κληρονομίαν τῷ ἀδελφῷ τοῦ πατρὸς αὐτοῦ· 11 ἐὰν δὲ μὴ ὦσιν ἀδελφοὶ τοῦ πατρὸς αὐτοῦ, δώσετε τὴν κληρονομίαν τῷ οἰκείῳ τῷ ἔγγιστα αὐτοῦ ἐκ τῆς φυλῆς αὐτοῦ κληρονομῆσαι τὰ αὐτοῦ. καὶ ἔσται τοῦτο τοῖς υἱοῖς ᾿Ισραὴλ δικαίωμα κρίσεως, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ. 12 Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· ἀνάβηθι εἰς τὸ ὄρος τὸ ἐν τῷ πέραν τοῦ ᾿Ιορδάνου (τοῦτο τὸ ὄρος Ναβαύ) καὶ ἰδὲ τὴν γῆν Χαναάν, ἣν ἐγὼ δίδωμι τοῖς υἱοῖς ᾿Ισραὴλ ἐν κατασχέσει· 13 καὶ ὄψῃ αὐτὴν καὶ προστεθήσῃ πρὸς τὸν λαόν σου καὶ σύ, καθὰ προσετέθη ᾿Ααρὼν ὁ ἀδελφός σου ἐν ῍Ωρ τῷ ὄρει, 14 διότι παρέβητε τὸ ρῆμά μου ἐν τῇ ἐρήμῳ Σὶν ἐν τῷ ἀντιπίπτειν τὴν συναγωγὴν ἁγιάσαι με· οὐχ ἡγιάσατέ με ἐπὶ τῷ ὕδατι ἔναντι αὐτῶν (τοῦτ’ ἔστι τὸ ὕδωρ ἀντιλογίας ἐν Κάδης ἐν τῇ ἐρήμῳ Σίν). 15 καὶ εἶπε Μωυσῆς πρὸς Κύριον· 16 ἐπισκεψάσθω Κύριος ὁ Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκὸς ἄνθρωπον ἐπὶ τῆς συναγωγῆς ταύτης, 17 ὅστις ἐξελεύσεται πρὸ προσώπου αὐτῶν καὶ ὅστις εἰσελεύσεται πρὸ προσώπου αὐτῶν καὶ ὅστις ἐξάξει αὐτοὺς καὶ ὅστις εἰσάξει αὐτούς, καὶ οὐκ ἔσται ἡ συναγωγὴ Κυρίου ὡσεὶ πρόβατα οἷς οὐκ ἔστι ποιμήν. 18 καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· λάβε πρὸς σεαυτὸν ᾿Ιησοῦν υἱὸν Ναυή, ἄνθρωπον ὃς ἔχει πνεῦμα ἐν ἑαυτῷ, καὶ ἐπιθήσεις τὰς χεῖράς σου ἐπ’ αὐτὸν 19 καὶ στήσεις αὐτὸν ἔναντι ᾿Ελεάζαρ τοῦ ἱερέως καὶ ἐντελῇ αὐτῷ ἔναντι πάσης συναγωγῆς καὶ ἐντελῇ περὶ αὐτοῦ ἐναντίον αὐτῶν 20 καὶ δώσεις τῆς δόξης σου ἐπ’ αὐτόν, ὅπως ἂν εἰσακούσωσιν αὐτοῦ οἱ υἱοὶ ᾿Ισραήλ. 21 καὶ ἔναντι ᾿Ελεάζαρ τοῦ ἱερέως στήσεται, καὶ ἐπερωτήσουσιν αὐτὸν τὴν κρίσιν τῶν δήλων ἔναντι Κυρίου· ἐπὶ τῷ στόματι αὐτοῦ ἐξελεύσονται καὶ ἐπὶ τῷ στόματι αὐτοῦ εἰσελεύσονται αὐτὸς καὶ οἱ υἱοὶ ᾿Ισραὴλ ὁμοθυμαδὸν καὶ πᾶσα ἡ συναγωγή. 22 καὶ ἐποίησε Μωυσῆς, καθὰ ἐνετείλατο αὐτῷ Κύριος, καὶ λαβὼν τὸν ᾿Ιησοῦν ἔστησεν αὐτὸν ἐναντίον ᾿Ελεάζαρ τοῦ ἱερέως καὶ ἐναντίον πάσης συναγωγῆς 23 καὶ ἐπέθηκε τὰς χεῖρας αὐτοῦ ἐπ’ αὐτόν, καὶ συνέστησεν αὐτὸν καθάπερ συνέταξε Κύριος τῷ Μωυσῇ.

Παρασκευή 24 Ιουνίου 2016

ΑΡΙΘΜΟΙ

ΚΕΦΑΛΑΙΟΝ 26 


ΚΑΙ ἐγένετο μετὰ τὴν πληγὴν καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν καὶ ᾿Ελεάζαρ τὸν ἱερέα λέγων· 2 λαβὲ τὴν ἀρχὴν πάσης συναγωγῆς υἱῶν ᾿Ισραὴλ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω κατ’ οἴκους πατριῶν αὐτῶν, πᾶς ὁ ἐκπορευόμενος παρατάξασθαι ἐν ᾿Ισραήλ. 3 καὶ ἐλάλησε Μωυσῆς καὶ ᾿Ελεάζαρ ὁ ἱερεὺς ἐν ᾿Αραβὼθ Μωὰβ ἐπὶ τοῦ ᾿Ιορδάνου κατὰ ῾Ιεριχὼ λέγων· 4 ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ. καὶ οἱ υἱοὶ ᾿Ισραὴλ οἱ ἐξελθόντες ἐξ Αἰγύπτου· 5 Ρουβὴν πρωτότοκος ᾿Ισραήλ. υἱοὶ δὲ Ρουβήν· ᾿Ενὼχ καὶ δῆμος τοῦ ᾿Ενώχ· τῷ Φαλλοὺ δῆμος τοῦ Φαλλουΐ· 6 τῷ ᾿Ασρὼν δῆμος τοῦ ᾿Ασρωνί· τῷ Χαρμὶ δῆμος τοῦ Χαρμί. 7 οὗτοι δῆμοι Ρουβήν· καὶ ἐγένετο ἡ ἐπίσκεψις αὐτῶν τρεῖς καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑπτακόσιοι καὶ τριάκοντα. 8 καὶ υἱοὶ Φαλλοὺ ῾Ελιάβ. 9 καὶ υἱοὶ ῾Ελιάβ· Ναμουὴλ καὶ Δαθὰν καὶ ᾿Αβειρών· οὗτοι ἐπίκλητοι τῆς συναγωγῆς, οὗτοί εἰσιν οἱ ἐπισυστάντες ἐπὶ Μωυσῆν καὶ ᾿Ααρὼν ἐν τῇ συναγωγῇ Κορέ, ἐν τῇ ἐπισυστάσει Κυρίου, 10 καὶ ἀνοίξασα ἡ γῆ τὸ στόμα αὐτῆς κατέπιεν αὐτοὺς καὶ Κορὲ ἐν τῷ θανάτῳ τῆς συναγωγῆς αὐτοῦ, ὅτε κατέφαγε τὸ πῦρ τοὺς πεντήκοντα καὶ διακοσίους, καὶ ἐγενήθησαν ἐν σημείῳ, 11 οἱ δὲ υἱοὶ Κορὲ οὐκ ἀπέθανον. 12 καὶ οἱ υἱοὶ Συμεών· ὁ δῆμος τῶν υἱῶν Συμεών· τῷ Ναμουὴλ δῆμος ὁ Ναμουηλί· τῷ ᾿Ιαμὶν δῆμος ὁ ᾿Ιαμινί· τῷ ᾿Ιαχὶν δῆμος ᾿Ιαχινί· 13 τῷ Ζαρὰ δῆμος ὁ Ζαραΐ· τῷ Σαοὺλ δῆμος ὁ Σαουλί. 14 οὗτοι δῆμοι Συμεὼν ἐκ τῆς ἐπισκέψεως αὐτῶν, δύο καὶ εἴκοσι χιλιάδες καὶ διακόσιοι. 15 υἱοὶ δὲ ᾿Ιούδα· ῍Ηρ καὶ Αὐνάν· καὶ ἀπέθανεν ῍Ηρ καὶ Αὐνὰν ἐν γῇ Χαναάν. 16 καὶ ἐγένοντο οἱ υἱοὶ ᾿Ιούδα κατὰ δήμους αὐτῶν· τῷ Σηλὼμ δῆμος ὁ Σηλωνί· τῷ Φαρὲς δῆμος ὁ Φαρεσί· τῷ Ζαρὰ δῆμος ὁ Ζαραΐ. 17 καὶ ἐγένοντο οἱ υἱοὶ Φαρές· τῷ ᾿Ασρὼν δῆμος ὁ ᾿Ασρωνί· τῷ ᾿Ιαμούν, δῆμος ὁ ᾿Ιαμουνί. 18 οὗτοι δῆμοι τοῦ ᾿Ιούδα κατὰ τὴν ἐπίσκεψιν αὐτῶν, ἓξ καὶ ἑβδομήκοντα χιλιάδες καὶ πεντακόσιοι. 19 καὶ υἱοὶ ᾿Ισσάχαρ κατὰ δήμους αὐτῶν· τῷ Θωλᾷ δῆμος ὁ Θωλαΐ· τῷ Φουᾷ δῆμος ὁ Φουαΐ· 20 τῷ ᾿Ιασοὺβ δῆμος ὁ ᾿Ιασουβί· τῷ Σαμρὰμ δῆμος ὁ Σαμραμί. 21 οὗτοι δῆμοι ᾿Ισσάχαρ ἐξ ἐπισκέψεως αὐτῶν, τέσσαρες καὶ ἑξήκοντα χιλιάδες καὶ τετρακόσιοι. 22 υἱοὶ Ζαβουλὼν κατὰ δήμους αὐτῶν· τῷ Σαρὲδ δῆμος ὁ Σαρεδί· τῷ ᾿Αλλὼν δῆμος ὁ ᾿Αλλωνί· τῷ ᾿Αλλὴλ δῆμος ὁ ᾿Αλληλί· 23 οὗτοι δῆμοι Ζαβουλὼν ἐξ ἐπισκέψεως αὐτῶν, ἑξήκοντα χιλιάδες καὶ πεντακόσιοι. 24 υἱοὶ Γὰδ κατὰ δήμους αὐτῶν· τῷ Σαφὼν δῆμος ὁ Σαφωνί· τῷ ᾿Αγγὶ δῆμος ὁ ᾿Αγγί· τῷ Σουνὶ δῆμος ὁ Σουνί· 25 τῷ ᾿Αζενὶ δῆμος ὁ ᾿Αζενί· τῷ ᾿Αδδὶ δῆμος ὁ ᾿Αδδί· 26 τῷ ᾿Αροαδὶ δῆμος ὁ ᾿Αροαδί· τῷ ᾿Αριὴλ δῆμος ὁ ᾿Αριηλί. 27 οὗτοι δῆμοι υἱῶν Γὰδ ἐξ ἐπισκέψεως αὐτῶν, τέσσαρες καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι. 28 υἱοὶ ᾿Ασὴρ κατὰ δήμους αὐτῶν· τῷ ᾿Ιαμὶν δῆμος ὁ ᾿Ιαμινί· τῷ ᾿Ιεσοὺ δῆμος ὁ ᾿Ιεσουΐ· τῷ Βαριὰ δῆμος ὁ Βαριαΐ· 29 τῷ Χοβὲρ δῆμος ὁ Χοβερί· τῷ Μελχιὴλ δῆμος ὁ Μελχιηλί. 30 καὶ τὸ ὄνομα θυγατρὸς ᾿Ασὴρ Σάρα. 31 οὗτοι δῆμοι ᾿Ασὴρ ἐξ ἐπισκέψεως αὐτῶν, τρεῖς καὶ τεσσαράκοντα χιλιάδες καὶ τετρακόσιοι. 32 υἱοὶ ᾿Ιωσὴφ κατὰ δήμους αὐτῶν· Μανασσῆ καὶ ᾿Εφραίμ. 33 υἱοὶ Μανασσῆ· τῷ Μαχὶρ δῆμος ὁ Μαχιρί· καὶ Μαχὶρ ἐγέννησε τὸν Γαλαάδ· τῷΓαλαὰδ δῆμος ὁ Γαλααδί. 34 καὶ οὗτοι υἱοὶ Γαλαάδ· ᾿Αχιέζερ δῆμος ὁ ᾿Αχιεζερί· τῷ Χελὲγ δῆμος ὁ Χελεγί· 35 τῷ ᾿Εσριὴλ δῆμος ὁ ᾿Εσριηλί· τῷ Συχὲμ δῆμος ὁ Συχεμί· 36 τῷ Συμαὲρ δῆμος ὁ Συμαερί· καὶ τῷ ᾿Οφὲρ δῆμος ὁ ᾿Οφερί· 37 καὶ τῷ Σαλπαὰδ υἱῷ ᾿Οφὲρ οὐκ ἐγένοντο αὐτῷ υἱοί, ἀλλ’ ἢ θυγατέρες, καὶ ταῦτα τὰ ὀνόματα τῶν θυγατέρων Σαλπαάδ· Μαλὰ καὶ Νουὰ καὶ ᾿Εγλὰ καὶ Μελχὰ καὶ Θερσά. 38 οὗτοι δῆμοι Μανασσῆ ἐξ ἐπισκέψεως αὐτῶν, δύο καὶ πεντήκοντα χιλιάδες καὶ ἑπτακόσιοι. 39 καὶ οὗτοι υἱοὶ ᾿Εφραίμ· τῷ Σουθαλὰ δῆμος ὁ Σουθαλαΐ· τῷ Τανὰχ δῆμος ὁ Ταναχί. 40 οὗτοι υἱοὶ Σουθαλά· τῷ ᾿Εδὲν δῆμος ὁ ᾿Εδενί. 41 οὗτοι δῆμοι ᾿Εφραὶμ ἐξ ἐπισκέψεως αὐτῶν, δύο καὶ τριάκοντα χιλιάδες καὶ πεντακόσιοι. οὗτοι δῆμοι υἱῶν ᾿Ιωσὴφ κατὰ δήμους αὐτῶν. 42 υἱοὶ Βενιαμὶν κατὰ δήμους αὐτῶν· τῷ Βαλὲ δῆμος ὁ Βαλί· τῷ ᾿Ασυβὴρ δῆμος ὁ ᾿Ασυβηρί· τῷ ᾿Ιαχιρὰν δῆμος ὁ ᾿Ιαχιρανί· 43 τῷ Σωφὰν δῆμος ὁ Σωφανί. 44 καὶ ἐγένοντο οἱ υἱοὶ Βαλὲ ᾿Αδὰρ καὶ Νοεμάν· τῷ ᾿Αδὰρ δῆμος ὁ ᾿Αδαρὶ καὶ τῷ Νοεμὰν δῆμος ὁ Νοεμανί. 45 οὗτοι οἱ υἱοὶ Βενιαμὶν κατὰ δήμους αὐτῶν ἐξ ἐπισκέψεως αὐτῶν, πέντε καὶ τριάκοντα χιλιάδες καὶ πεντακόσιοι. 46 καὶ υἱοὶ Δὰν κατὰ δήμους αὐτῶν· τῷ Σαμὲ δῆμος ὁ Σαμεΐ· οὗτοι δῆμοι Δὰν κατὰ δήμους αὐτῶν. 47 πάντες οἱ δῆμοι Σαμεΐ κατ’ ἐπισκοπὴν αὐτῶν τέσσαρες καὶ ἑξήκοντα χιλιάδες καὶ τετρακόσιοι. 48 υἱοὶ Νεφθαλὶ κατὰ δήμους αὐτῶν· τῷ ᾿Ασιὴλ δῆμος ὁ ᾿Ασιηλί· τῷ Γαυνὶ δῆμος ὁ Γαυνί· 49 τῷ ᾿Ιεσὲρ δῆμος ὁ ᾿Ιεσερί· τῷ Σελλὴμ δῆμος ὁ Σελλημί. 50 οὗτοι δῆμοι Νεφθαλὶ ἐξ ἐπισκέψεως αὐτῶν, τεσσαράκοντα χιλιάδες καὶ τριακόσιοι. 51 αὕτη ἡ ἐπίσκεψις υἱῶν ᾿Ισραήλ, ἑξακόσιαι χιλιάδες καὶ χίλιοι καὶ ἑπτακόσιοι καὶ τριάκοντα. 52 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· 53 τούτοις μερισθήσεται ἡ γῆ κληρονομεῖν ἐξ ἀριθμοῦ ὀνομάτων· 54 τοῖς πλείοσι πλεονάσεις τὴν κληρονομίαν καὶ τοῖς ἐλάττοσιν ἐλαττώσεις τὴν κληρονομίαν αὐτῶν· ἑκάστῳ καθὼς ἐπεσκέπησαν, δοθήσεται ἡ κληρονομία αὐτῶν. 55 διὰ κλήρων μερισθήσεται ἡ γῆ· τοῖς ὀνόμασι, κατὰ φυλὰς πατριῶν αὐτῶν κληρονομήσουσιν· 56 ἐκ τοῦ κλήρου μεριεῖς τὴν κληρονομίαν αὐτῶν ἀνὰ μέσων πολλῶν καὶ ὀλίγων. 57 Καὶ υἱοὶ Λευὶ κατὰ δήμους αὐτῶν· τῷ Γεδσὼν δῆμος ὁ Γεδσωνί· τῷ Καὰθ δῆμος ὁ Κααθί· τῷ Μεραρὶ δῆμος ὁ Μεραρί. 58 οὗτοι οἱ δῆμοι υἱῶν Λευί· δῆμος ὁ Λοβενί, δῆμος ὁ Χεβρωνί, δῆμος ὁ Κορὲ καὶ δῆμος ὁ Μουσί. καὶ Καὰθ ἐγέννησε τὸν ᾿Αμράμ. 59 τὸ δέ ὄνομα τῆς γυναικὸς αὐτοῦ ᾿Ιωχαβέδ, θυγάτηρ Λευί, ἣ ἔτεκε τούτους τῷ Λευΐ ἐν Αἰγύπτῳ· καὶ ἔτεκε τῷ ᾿Αμρὰμ τὸν ᾿Ααρὼν καὶ Μωυσῆν καὶ Μαριὰμ τὴν ἀδελφὴν αὐτῶν. 60 καὶ ἐγεννήθησαν τῷ ᾿Ααρὼν ὅ τε Ναδὰβ καὶ ᾿Αβιοὺδ καὶ ᾿Ελεάζαρ καὶ ᾿Ιθάμαρ. 61 καὶ ἀπέθανε Ναδὰβ καὶ ᾿Αβιοὺδ ἐν τῷ προσφέρειν αὐτοὺς πῦρ ἀλλότριον ἔναντι Κυρίου ἐν τῇ ἐρήμῳ Σινά. 62 καὶ ἐγενήθησαν ἐξ ἐπισκέψεως αὐτῶν τρεῖς καὶ εἴκοσι χιλιάδες, πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω· οὐ γὰρ συνεπεσκέπησαν ἐν μέσῳ υἱῶν ᾿Ισραήλ, ὅτι οὐ δίδοται αὐτοῖς κλῆρος ἐν μέσῳ υἱῶν ᾿Ισραήλ. 63 καὶ αὕτη ἡ ἐπίσκεψις Μωυσῆ καὶ ᾿Ελεάζαρ τοῦ ἱερέως, οἳ ἐπεσκέψαντο τοὺς υἱοὺς ᾿Ισραὴλ ἐν ᾿Αραβὼθ Μωάβ, ἐπὶ τοῦ ᾿Ιορδάνου κατὰ ῾Ιεριχώ. 64 καὶ ἐν τούτοις οὐκ ἦν ἄνθρωπος τῶν ἐπεσκεμμένων ὑπὸ Μωυσῆ καὶ ᾿Ααρών, οὓς ἐπεσκέψαντο τοὺς υἱοὺς ᾿Ισραὴλ ἐν τῇ ἐρήμῳ Σινά· 65 ὅτι εἶπε Κύριος αὐτοῖς· θανάτῳ ἀποθανοῦνται ἐν τῇ ἐρήμῳ· καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς, πλὴν Χάλεβ υἱὸς ᾿Ιεφοννὴ καὶ ᾿Ιησοῦς ὁ τοῦ Ναυή.

Πέμπτη 23 Ιουνίου 2016

ΑΡΙΘΜΟΙ

ΚΕΦΑΛΑΙΟΝ 25 


ΚΑΙ κατέλυσεν ᾿Ισραὴλ ἐν Σαττείν· καὶ ἐβεβηλώθη ὁ λαὸς ἐκπορνεῦσαι εἰς τὰς θυγατέρας Μωάβ. 2 καὶ ἐκάλεσαν αὐτοὺς εἰς τὰς θυσίας τῶν εἰδώλων αὐτῶν, καὶ ἔφαγεν ὁ λαὸς τῶν θυσιῶν αὐτῶν καὶ προσεκύνησαν τοῖς εἰδώλοις αὐτῶν.3 καὶ ἐτελέσθη ᾿Ισραὴλ τῷ Βεελφεγώρ· καὶ ὠργίσθη θυμῷ Κύριος τῷ ᾿Ισραήλ. 4 καὶ εἶπε Κύριος τῷ Μωυσῇ· λαβὲ πάντας τοὺς ἀρχηγοὺς τοῦ λαοῦ καὶ παραδειγμάτισον αὐτοὺς Κυρίῳ κατέναντι τοῦ ἡλίου, καὶ ἀποστραφήσεται ὀργὴ θυμοῦ Κυρίου ἀπὸ ᾿Ισραήλ. 5 καὶ εἶπε Μωυσῆς ταῖς φυλαῖς ᾿Ισραήλ· ἀποκτείνατε ἕκαστος τὸν οἰκεῖον αὐτοῦ τὸν τετελεσμένον τῷ Βεελφεγώρ. 6 Καὶ ἰδοὺ ἄνθρωπος τῶν υἱῶν ᾿Ισραὴλ ἐλθὼν προσήγαγε τὸν ἀδελφὸν αὐτοῦ πρὸς τὴν Μαδιανῖτιν ἐναντίον Μωυσῆ καὶ ἐναντίον πάσης συναγωγῆς υἱῶν ᾿Ισραήλ, αὐτοὶ δὲ ἔκλαιον παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου. 7 καὶ ἰδὼν Φινεὲς υἱὸς ᾿Ελεάζαρ υἱοῦ ᾿Ααρὼν τοῦ ἱερέως ἐξανέστη ἐκ μέσου τῆς συναγωγῆς καὶ λαβὼν σειρομάστην ἐν τῇ χειρὶ 8 εἰσῆλθεν ὀπίσω τοῦ ἀνθρώπου τοῦ ᾿Ισραηλίτου εἰς τὴν κάμινον καὶ ἀπεκέντησεν ἀμφοτέρους, τόν τε ἄνθρωπον τὸν ᾿Ισραηλίτην καὶ τὴν γυναῖκα διὰ τῆς μήτρας αὐτῆς· καὶ ἐπαύσατο ἡ πληγὴ ἀπὸ υἱῶν ᾿Ισραήλ. 9 καὶ ἐγένοντο οἱ τεθνηκότες ἐν τῇ πληγῇ τέσσαρες καὶ εἴκοσι χιλιάδες. 10 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· 11 Φινεὲς υἱὸς ᾿Ελεάζαρ υἱοῦ ᾿Ααρὼν τοῦ ἱερέως κατέπαυσε τὸν θυμόν μου ἀπὸ υἱῶν ᾿Ισραὴλ ἐν τῷ ζηλῶσαί μου τὸν ζῆλον ἐν αὐτοῖς, καὶ οὐκ ἐξανήλωσα τοὺς υἱοὺς ᾿Ισραὴλ ἐν τῷ ζήλῳ μου. 12 οὕτως εἶπον· ἰδοὺ ἐγὼ δίδωμι αὐτῷ διαθήκην εἰρήνης, 13 καὶ ἔσται αὐτῷ καὶ τῷ σπέρματι αὐτοῦ μετ’ αὐτὸν διαθήκη ἱερατείας αἰωνία, ἀνθ’ ὧν ἐζήλωσε τῷ Θεῷ αὐτοῦ καὶ ἐξιλάσατο περὶ τῶν υἱῶν ᾿Ισραήλ. 14 τὸ δὲ ὄνομα τοῦ ἀνθρώπου τοῦ ᾿Ισραηλίτου τοῦ πεπληγότος, ὃς ἐπλήγη μετὰ τῆς Μαδιανίτιδος, Ζαμβρὶ υἱὸς Σαλώ, ἄρχων οἴκου πατριᾶς τῶν Συμεών· 15 καὶ ὄνομα τῇ γυναικὶ τῇ Μαδιανίτιδι τῇ πεπληγυίᾳ Χασβί, θυγάτηρ Σοὺρ ἄρχοντος ἔθνους ᾿Ομμώθ, οἴκου πατριᾶς ἐστι τῶν Μαδιάμ. 16 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· λάλησον τοῖς υἱοῖς ᾿Ισραὴλ λέγων· 17 ἐχθραίνετε τοῖς Μαδιηναίοις καὶ πατάξατε αὐτούς, 18 ὅτι ἐχθραίνουσιν αὐτοὶ ὑμῖν ἐν δολιότητι, ὅσα δολιοῦσιν ὑμᾶς διὰ Φογὼρ καὶ διὰ Χασβὶ θυγατέρα ἄρχοντος Μαδιὰμ ἀδελφὴν αὐτῶν τὴν πεπληγυῖαν ἐν τῇ ἡμέρᾳ τῆς πληγῆς διὰ Φογώρ.

Δευτέρα 20 Ιουνίου 2016

ΑΡΙΘΜΟΙ

ΚΕΦΑΛΑΙΟΝ 24


ΚΑΙ ἰδὼν Βαλαὰμ ὅτι καλόν ἐστιν ἐναντίον Κυρίου εὐλογεῖν τὸν ᾿Ισραήλ, οὐκ ἐπορεύθη κατὰ τὸ εἰωθὸς εἰς συνάντησιν τοῖς οἰωνοῖς καὶ ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ εἰς τὴν ἔρημον. 2 καὶ ἐξάρας Βαλαὰμ τοὺς ὀφθαλμοὺς αὐτοῦ καθορᾷ τὸν ᾿Ισραὴλ ἐστρατοπεδευκότα κατὰ φυλάς, καὶ ἐγένετο πνεῦμα Θεοῦ ἐν αὐτῷ, 3 καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπε· φησὶ Βαλαὰμ υἱὸς Βεώρ, φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν, 4 φησὶν ἀκούων λόγια ἰσχυροῦ, ὅστις ὅρασιν Θεοῦ εἶδεν ἐν ὕπνῳ, ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ· 5 ὡς καλοὶ οἱ οἶκοί σου ᾿Ιακώβ, αἱ σκηναί σου ᾿Ισραήλ! 6 ὡσεὶ νάπαι σκιάζουσαι καὶ ὡσεὶ παράδεισοι ἐπὶ ποταμῷ καὶ ὡσεὶ σκηναί, ἃς ἔπηξε Κύριος, καὶ ὡσεὶ κέδροι παρ’ ὕδατα. 7 ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ καὶ κυριεύσει ἐθνῶν πολλῶν, καὶ ὑψωθήσεται ἢ Γὼγ βασιλεία αὐτοῦ, καὶ αὐξηθήσεται βασιλεία αὐτοῦ. 8 Θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου, ὡς δόξα μονοκέρωτος αὐτῷ· ἔδεται ἔθνη ἐχθρῶν αὐτοῦ καὶ τὰ πάχη αὐτῶν ἐκμυελιεῖ καὶ ταῖς βολίσιν αὐτοῦ κατατοξεύσει ἐχθρόν· 9 κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων καὶ ὡς σκύμνος· τίς ἀναστήσει αὐτόν; οἱ εὐλογοῦντές σε εὐλόγηνται, καὶ οἱ καταρώμενοί σε κεκατήρανται. 10 καὶ ἐθυμώθη Βαλὰκ ἐπὶ Βαλαὰμ καὶ συνεκρότησε ταῖς χερσὶν αὐτοῦ, καὶ εἶπε Βαλὰκ πρὸς Βαλαάμ· καταρᾶσθαι τὸν ἐχθρόν μου κέκληκά σε, καὶ ἰδοὺ εὐλογῶν εὐλόγησας τρίτον τοῦτο· 11 νῦν οὖν φεῦγε εἰς τὸν τόπον σου· εἶπα, τιμήσω σε, καὶ νῦν ἐστέρησέ σε Κύριος τῆς δόξης. 12 καὶ εἶπε Βαλαὰμ πρὸς Βαλάκ· οὐχὶ καὶ τοῖς ἀγγέλοις σου, οὓς ἀπέστειλας πρός με, ἐλάλησα λέγων· 13 ἐάν μοι δῷ Βαλὰκ πλήρη τὸν οἶκον αὐτοῦ ἀργυρίου καὶ χρυσίου, οὐ δυνήσομαι παραβῆναι τὸ ρῆμα Κυρίου ποιῆσαι αὐτὸ καλὸν ἢ πονηρὸν παρ’ ἐμαυτοῦ· ὅσα ἐὰν εἴπῃ ὁ Θεός, ταῦτα ἐρῶ. 14 καὶ νῦν ἰδοὺ ἀποτρέχω εἰς τὸν τόπον μου· δεῦρο συμβουλεύσω σοι, τί ποιήσει ὁ λαὸς οὗτος τὸν λαόν σου ἐπ’ ἐσχάτου τῶν ἡμερῶν. 15 καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπε· φυσὶ Βαλαὰμ υἱὸς Βεώρ, φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν, 16 ἀκούων λόγια Θεοῦ, ἐπιστάμενος ἐπιστήμην παρὰ ὑψίστου καὶ ὅρασιν Θεοῦ ἰδὼν ἐν ὕπνῳ, ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ· 17 δείξω αὐτῷ, καὶ οὐχὶ νῦν· μακαρίζω, καὶ οὐκ ἐγγίζει· ἀνατελεῖ ἄστρον ἐξ ᾿Ιακώβ, ἀναστήσεται ἄνθρωπος ἐξ ᾿Ισραὴλ καὶ θραύσει τοὺς ἀρχηγοὺς Μωὰβ καὶ προνομεύσει πάντας υἱοὺς Σήθ. 18 καὶ ἔσται ᾿Εδὼμ κληρονομία, καὶ ἔσται κληρονομία ῾Ησαῦ ὁ ἐχθρὸς αὐτοῦ· καὶ ᾿Ισραὴλ ἐποίησεν ἐν ἰσχύϊ. 19 καὶ ἐξεγερθήσεται ἐξ ᾿Ιακὼβ καὶ ἀπολεῖ σῳζόμενον ἐκ πόλεως. 20 καὶ ἰδὼν τὸν ᾿Αμαλὴκ καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν· ἀρχὴ ἐθνῶν ᾿Αμαλήκ, καὶ τὸ σπέρμα αὐτῶν ἀπολεῖται. 21 καὶ ἰδὼν τὸν Κεναῖον καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν· ἰσχυρὰ ἡ κατοικία σου· καὶ ἐὰν θῇς ἐν πέτρᾳ τὴν νοσσιάν σου, 22 καὶ ἐὰν γένηται τῷ Βεὼρ νοσσιὰ πανουργίας, ᾿Ασσύριοι αἰχμαλωτεύσουσί σε. 23 καὶ ἰδὼν τὸν ῍Ωγ καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν· ὦ ὦ, τίς ζήσεται, ὅταν θῇ ταῦτα ὁ Θεός; 24 καὶ ἐξελεύσεται ἐκ χειρῶν Κιτιαίων καὶ κακώσουσιν ᾿Ασσοὺρ καὶ κακώσουσιν ῾Εβραίους, καὶ αὐτοὶ ὁμοθυμαδὸν ἀπολοῦνται. 25 καὶ ἀναστὰς Βαλαὰμ ἀπῆλθεν ἀποστραφεὶς εἰς τὸν τόπον αὐτοῦ, καὶ Βαλὰκ ἀπῆλθε πρὸς ἑαυτόν.

Κυριακή 19 Ιουνίου 2016

ΑΡΙΘΜΟΙ

ΚΕΦΑΛΑΙΟΝ 23 

ΚΑΙ εἶπε Βαλαὰμ τῷ Βαλάκ· οἰκοδόμησόν μοι ἐνταῦθα ἑπτὰ βωμοὺς καὶ ἑτοίμασόν μοι ἐνταῦθα ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς. 2 καὶ ἐποίησε Βαλὰκ ὃν τρόπον εἶπεν αὐτῷ Βαλαάμ, καὶ ἀνήνεγκε μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν. 3 καὶ εἶπε Βαλαὰμ πρὸς Βαλάκ· παράστηθι ἐπὶ τῆς θυσίας σου, καὶ πορεύσομαι εἴ μοι φανεῖται ὁ Θεὸς ἐν συναντήσει, καὶ ρῆμα, ὃ ἐάν μοι δείξῃ, ἀναγγελῶ σοι. καὶ παρέστη Βαλὰκ ἐπὶ τῆς θυσίας αὐτοῦ, καὶ Βαλαὰμ ἐπορεύθη ἐπερωτῆσαι τὸν Θεὸν καὶ ἐπορεύθη εὐθεῖαν. 4 καὶ ἐφάνη ὁ Θεὸς τῷ Βαλαάμ, καὶ εἶπε πρὸς αὐτὸν Βαλαάμ· τοὺς ἑπτὰ βωμοὺς ἡτοίμασα καὶ ἀνεβίβασα μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν. 5 καὶ ἐνέβαλεν ὁ Θεὸς ρῆμα εἰς τὸ στόμα Βαλαὰμ καὶ εἶπεν· ἐπιστραφεὶς πρὸς Βαλὰκ οὕτω λαλήσεις. 6 καὶ ἀπεστράφη πρὸς αὐτόν, καὶ ὅδε ἐφειστήκει ἐπὶ τῶν ὁλοκαυτωμάτων αὐτοῦ, καὶ πάντες οἱ ἄρχοντες Μωὰβ μετ’ αὐτοῦ. καὶ ἐγενήθη πνεῦμα Θεοῦ ἐπ’ αὐτῷ, 7 καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν· ἐκ Μεσοποταμίας μετεπέμψατό με Βαλάκ, βασιλεὺς Μωάβ, ἐξ ὀρέων ἀπ’ ἀνατολῶν λέγων· δεῦρο ἄρασαί μοι τὸν ᾿Ιακὼβ καὶ δεῦρο ἐπικατάρασαί μοι τὸν ᾿Ισραήλ. 8 τί ἀράσωμαι ὃν μὴ ἀρᾶται Κύριος, ἢ τί καταράσωμαι ὃν μὴ καταρᾶται ὁ Θεός; 9 ὅτι ἀπὸ κορυφῆς ὀρέων ὄψομαι αὐτὸν καὶ ἀπὸ βουνῶν προσνοήσω αὐτόν. ἰδοὺ λαὸς μόνος κατοικήσει καὶ ἐν ἔθνεσιν οὐ συλλογισθήσεται. 10 τίς ἐξηκριβάσατο τὸ σπέρμα ᾿Ιακώβ, καὶ τίς ἐξαριθμήσεται δήμους ᾿Ισραήλ; ἀποθάνοι ἡ ψυχή μου ἐν ψυχαῖς δικαίων, καὶ γένοιτο τὸ σπέρμα μου ὡς τὸ σπέρμα τούτων. 11 καὶ εἶπε Βαλὰκ πρὸς Βαλαάμ· τί πεποίηκάς μοι; εἰς κατάρασιν ἐχθρῶν μου κέκληκά σε, καὶ ἰδοὺ εὐλόγηκας εὐλογίαν. 12 καὶ εἶπε Βαλαὰμ πρὸς Βαλάκ· οὐχὶ ὅσα ἂν ἐμβάλῃ ὁ Θεὸς εἰς τὸ στόμα μου, τοῦτο φυλάξω λαλῆσαι; 13 Καὶ εἶπε πρὸς αὐτὸν Βαλάκ· δεῦρο ἔτι μετ’ ἐμοῦ εἰς τόπον ἄλλον, ἐξ οὗ οὐκ ὄψει αὐτὸν ἐκεῖθεν, ἀλλ’ ἢ μέρος τι αὐτοῦ ὄψει, πάντας δὲ οὐ μὴ ἴδῃς, καὶ κατάρασαί μοι αὐτὸν ἐκεῖθεν. 14 καὶ παρέλαβεν αὐτὸν εἰς ἀγροῦ σκοπιὰν ἐπὶ κορυφὴν λελαξευμένου καὶ ᾠκοδόμησεν ἐκεῖ ἑπτὰ βωμοὺς καὶ ἀνεβίβασε μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν. 15 καὶ εἶπε Βαλαὰμ πρός Βαλάκ· παράστηθι ἐπὶ τῆς θυσίας σου, ἐγὼ δὲ πορεύσομαι ἐπερωτῆσαι τὸν Θεόν. 16 καὶ συνήντησεν ὁ Θεὸς τῷ Βαλαὰμ καὶ ἐνέβαλε ρῆμα εἰς τὸ στόμα αὐτοῦ καὶ εἶπεν· ἀποστράφηθι πρὸς Βαλὰκ καὶ τάδε λαλήσεις. 17 καὶ ἀπεστράφη πρὸς αὐτόν, καὶ ὅδε ἐφειστήκει ἐπὶ τῆς ὁλοκαυτώσεως αὐτοῦ, καὶ πάντες οἱ ἄρχοντες Μωὰβ μετ’ αὐτοῦ. καὶ εἶπεν αὐτῷ Βαλάκ· τί ἐλάλησε Κύριος; 18 καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν· ἀνάστηθι Βαλάκ, καὶ ἄκουε· ἐνώτισαι μάρτυς, υἱὸς Σεπφώρ. 19 οὐχ ὡς ἄνθρωπος ὁ Θεὸς διαρτηθῆναι, οὐδ’ ὡς υἱὸς ἀνθρώπου ἀπειληθῆναι· αὐτὸς εἴπας, οὐχὶ ποιήσει; λαλήσει, καὶ οὐχὶ ἐμμενεῖ; 20 ἰδοὺ εὐλογεῖν παρείλημμαι· εὐλογήσω καὶ οὐ μὴ ἀποστρέψω. 21 οὐκ ἔσται μόχθος ἐν ᾿Ιακώβ, οὐδὲ ὀφθήσεται πόνος ἐν ᾿Ισραήλ· Κύριος ὁ Θεὸς αὐτοῦ μετ’ αὐτοῦ, τὰ ἔνδοξα ἀρχόντων ἐν αὐτῷ· 22 Θεὸς ὁ ἐξαγαγὼν αὐτοὺς ἐξ Αἰγύπτου· ὡς δόξα μονοκέρωτος αὐτῷ. 23 οὐ γάρ ἐστιν οἰωνισμὸς ἐν ᾿Ιακώβ, οὐδὲ μαντεία ἐν ᾿Ισραήλ· κατὰ καιρὸν ρηθήσεται ᾿Ιακὼβ καὶ τῷ ᾿Ισραήλ, τί ἐπιτελέσει ὁ Θεός. 24 ἰδοὺ λαὸς ὡς σκύμνος ἀναστήσεται καὶ ὡς λέων γαυρωθήσεται· οὐ κοιμηθήσεται, ἕως φάγῃ θήραν, καὶ αἷμα τραυματιῶν πίεται. 25 καὶ εἶπε Βαλὰκ πρὸς Βαλαάμ· οὔτε κατάραις καταράσῃ μοι αὐτὸν οὔτε εὐλογῶν μὴ εὐλογήσῃς αὐτόν. 26 καὶ ἀποκριθεὶς Βαλαὰμ εἶπε τῷ Βαλάκ· οὐκ ἐλάλησά σοι λέγων, τὸ ρῆμα, ὃ ἐὰν λαλήσῃ ὁ Θεός, τοῦτο ποιήσω; 27 Καὶ εἶπε Βαλὰκ πρὸς Βαλαάμ· δεῦρο παραλάβω σε εἰς τόπον ἄλλον, εἰ ἀρέσει τῷ Θεῷ, καὶ κατάρασαί μοι αὐτὸν ἐκεῖθεν. 28 καὶ παρέλαβε Βαλὰκ τὸν Βαλαὰμ ἐπὶ κορυφὴν τοῦ Φογὼρ τὸ παρατεῖνον εἰς τὴν ἔρημον. 29 καὶ εἶπε Βαλαὰμ πρὸς Βαλάκ· οἰκοδόμησόν μοι ὧδε ἑπτὰ βωμοὺς καὶ ἑτοίμασόν μοι ὧδε ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς. 30 καὶ ἐποίησε Βαλὰκ καθάπερ εἶπεν αὐτῷ Βαλαάμ, καὶ ἀνήνεγκε μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν.

Παρασκευή 17 Ιουνίου 2016

ΑΡΙΘΜΟΙ

ΚΕΦΑΛΑΙΟΝ 22


ΚΑΙ ἀπάραντες οἱ υἱοὶ ᾿Ισραὴλ παρενέβαλον ἐπὶ δυσμῶν Μωὰβ παρὰ τὸν ᾿Ιορδάνην κατὰ ῾Ιεριχώ. 2 καὶ ἰδὼν Βαλὰκ υἱὸς Σεπφὼρ πάντα ὅσα ἐποίησεν ᾿Ισραὴλ τῷ ᾿Αμορραίῳ, 3 καὶ ἐφοβήθη Μωὰβ τὸν λαὸν σφόδρα ὅτι πολλοὶ ἦσαν, καὶ προσώχθισε Μωὰβ ἀπὸ προσώπου υἱῶν ᾿Ισραήλ. 4 καὶ εἶπε Μωὰβ τῇ γερουσίᾳ Μαδιάμ· νῦν ἐκλείξει ἡ συναγωγὴ αὕτη πάντας τοὺς κύκλῳ ὑμῶν, ὡσεὶ ἐκλείξαι ὁ μόσχος τὰ χλωρὰ ἐκ τοῦ πεδίου. καὶ Βαλὰκ υἱὸς Σεπφὼρ βασιλεὺς Μωὰβ ἦν κατὰ τὸν καιρὸν ἐκεῖνον. 5 καὶ ἀπέστειλε πρέσβεις πρὸς Βαλαὰμ υἱὸν Βεὼρ Φαθουρά, ὅ ἐστιν ἐπὶ τοῦ ποταμοῦ γῆς υἱῶν λαοῦ αὐτοῦ, καλέσαι αὐτὸν λέγων· ἰδοὺ λαὸς ἐξελήλυθεν ἐξ Αἰγύπτου καὶ ἰδοὺ κατεκάλυψε τὴν ὄψιν τῆς γῆς καὶ οὗτος ἐγκάθηται ἐχόμενός μου· 6 καὶ νῦν δεῦρο ἄρασαί μοι τὸν λαὸν τοῦτον, ὅτι ἰσχύει οὗτος ἢ ὑμεῖς· ἐὰν δυνώμεθα πατάξαι ἐξ αὐτῶν, καὶ ἐκβαλῶ αὐτοὺς ἐκ τῆς γῆς· ὅτι οἶδα οὓς ἐὰν εὐλογήσῃς σύ, εὐλόγηνται, καὶ οὓς ἐὰν καταράσῃ σύ, κεκατήρανται. 7 καὶ ἐπορεύθη ἡ γερουσία Μωὰβ καὶ ἡ γερουσία Μαδιάμ, καὶ τὰ μαντεῖα ἐν ταῖς χερσὶν αὐτῶν, καὶ ἦλθον πρὸς Βαλαὰμ καὶ εἶπαν αὐτῷ τὰ ρήματα Βαλάκ. 8 καὶ εἶπε πρὸς αὐτούς· καταλύσατε αὐτοῦ τὴν νύκτα, καὶ ἀποκριθήσομαι ὑμῖν πράγματα, ἃ ἂν λαλήσῃ Κύριος πρός με· καὶ κατέμειναν οἱ ἄρχοντες Μωὰβ παρὰ Βαλαάμ. 9 καὶ ἦλθεν ὁ Θεὸς πρὸς Βαλαὰμ καὶ εἶπεν αὐτῷ· τί οἱ ἄνθρωποι οὗτοι παρὰ σοι; 10 καὶ εἶπε Βαλαὰμ πρὸς τὸν Θεόν· Βαλὰκ υἱὸς Σεπφώρ, βασιλεὺς Μωάβ, ἀπέστειλεν αὐτοὺς πρός με λέγων· 11 ἰδοὺ λαὸς ἐξελήλυθεν ἐξ Αἰγύπτου καὶ κεκάλυφε τὴν ὄψιν τῆς γῆς καὶ οὗτος ἐγκάθηται ἐχόμενός μου· καὶ νῦν δεῦρο ἄρασαί μοι αὐτόν, εἰ ἄρα δυνήσομαι πατάξαι αὐτὸν καὶ ἐκβαλῶ αὐτὸν ἀπὸ τῆς γῆς. 12 καὶ εἶπεν ὁ Θεὸς πρὸς Βαλαάμ· οὐ πορεύσῃ μετ’ αὐτῶν, οὐδὲ καταράσῃ τὸν λαόν· ἔστι γὰρ εὐλογημένος. 13 καὶ ἀναστὰς Βαλαὰμ τὸ πρωΐ εἶπε τοῖς ἄρχουσι Βαλάκ· ἀποτρέχετε πρὸς τὸν κύριον ὑμῶν· οὐκ ἀφίησί με ὁ Θεὸς πορεύεσθαι μεθ’ ὑμῶν. 14 καὶ ἀναστάντες οἱ ἄρχοντες Μωὰβ ἦλθον πρὸς Βαλὰκ καὶ εἶπαν· οὐ θέλει Βαλαὰμ πορευθῆναι μεθ’ ἡμῶν. 15 Καὶ προσέθετο Βαλὰκ ἔτι ἀποστεῖλαι ἄρχοντας πλείους καὶ ἐντιμοτέρους τούτων. 16 καὶ ἦλθον πρὸς Βαλαὰμ καὶ λέγουσιν αὐτῷ· τάδε λέγει Βαλὰκ ὁ τοῦ Σεπφώρ· ἀξιῶ σε, μὴ ὀκνήσῃς ἐλθεῖν πρός με· 17 ἐντίμως γὰρ τιμήσω σε, καὶ ὅσα ἐὰν εἴπῃς, ποιήσω σοι· καὶ δεῦρο ἐπικατάρασαί μοι τὸν λαὸν τοῦτον. 18 καὶ ἀπεκρίθη Βαλαὰμ καὶ εἶπε τοῖς ἄρχουσι Βαλάκ· ἐὰν δῷ μοι Βαλὰκ πλήρη τὸν οἶκον αὐτοῦ ἀργυρίου καὶ χρυσίου, οὐ δυνήσομαι παραβῆναι τὸ ρῆμα Κυρίου τοῦ Θεοῦ, ποιῆσαι αὐτὸ μικρὸν ἢ μέγα ἐν τῇ διανοίᾳ μου· 19 καὶ νῦν ὑπομείνατε αὐτοῦ καὶ ὑμεῖς τὴν νύκτα ταύτην, καὶ γνώσομαι τί προσθήσει Κύριος λαλῆσαι πρός με. 20 καὶ ἦλθεν ὁ Θεὸς πρὸς Βαλαὰμ νυκτὸς καὶ εἶπεν αὐτῷ· εἰ καλέσαι σε πάρεισιν οἱ ἄνθρωποι οὗτοι, ἀναστὰς ἀκολούθησον αὐτοῖς· ἀλλὰ τὸ ρῆμα, ὃ ἐὰν λαλήσω πρὸς σε, τοῦτο ποιήσεις. 21 καὶ ἀναστὰς Βαλαὰμ τὸ πρωΐ ἐπέσαξε τὴν ὄνον αὐτοῦ καὶ ἐπορεύθη μετὰ τῶν ἀρχόντων Μωάβ. 22 καὶ ὠργίσθη θυμῷ ὁ Θεός, ὅτι ἐπορεύθη αὐτός, καὶ ἀνέστη ὁ ἄγγελος τοῦ Θεοῦ διαβαλεῖν αὐτόν, καὶ αὐτὸς ἐπιβεβήκει ἐπὶ τῆς ὄνου αὐτοῦ, καὶ δύο παῖδες αὐτοῦ μετ’ αὐτοῦ. 23 καὶ ἰδοῦσα ἡ ὄνος τὸν ἄγγελον τοῦ Θεοῦ ἀνθεστηκότα ἐν τῇ ὁδῷ καὶ τὴν ρομφαίαν ἐσπασμένην ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐξέκλινεν ἡ ὄνος ἐκ τῆς ὁδοῦ καὶ ἐπορεύετο εἰς τὸ πεδίον· καὶ ἐπάταξε τὴν ὄνον ἐν τῇ ράβδῳ αὐτοῦ τοῦ εὐθῦναι αὐτὴν ἐν τῇ ὁδῷ. 24 καὶ ἔστη ὁ ἄγγελος τοῦ Θεοῦ ἐν ταῖς αὔλαξι τῶν ἀμπέλων, φραγμὸς ἐντεῦθεν καὶ φραγμὸς ἐντεῦθεν· 25 καὶ ἰδοῦσα ἡ ὄνος τὸν ἄγγελον τοῦ Θεοῦ προσέθλιψεν ἑαυτὴν πρὸς τὸν τοῖχον καὶ ἀπέθλιψε τὸν πόδα Βαλαὰμ πρὸς τὸν τοῖχον· καὶ προσέθετο ἔτι μαστίξαι αὐτήν. 26 καὶ προσέθετο ὁ ἄγγελος τοῦ Θεοῦ καὶ ἀπελθὼν ὑπέστη ἐν τόπῳ στενῷ, εἰς ὃν οὐκ ἦν ἐκκλῖναι δεξιὰν ἢ ἀριστεράν. 27 καὶ ἰδοῦσα ἡ ὄνος τὸν ἄγγελον τοῦ Θεοῦ συνεκάθισεν ὑποκάτω Βαλαάμ· καὶ ἐθυμώθη Βαλαὰμ καὶ ἔτυπτε τὴν ὄνον τῇ ράβδῳ. 28 καὶ ἤνοιξεν ὁ Θεὸς τὸ στόμα τῆς ὄνου, καὶ λέγει τῷ Βαλαάμ· τί ἐποίησά σοι ὅτι πέπαικάς με τρίτον τοῦτο; 29 καὶ εἶπε Βαλαὰμ τῇ ὄνῳ· ὅτι ἐμπέπαιχάς μοι· καὶ εἰ εἶχον μάχαιραν ἐν τῇ χειρί, ἤδη ἂν ἐξεκέντησά σε. 30 καὶ λέγει ἡ ὄνος τῷ Βαλαάμ· οὐκ ἐγὼ ἡ ὄνος σου, ἐφ’ ἧς ἐπέβαινες ἀπὸ νεότητός σου ἕως τῆς σήμερον ἡμέρας; μὴ ὑπεροράσει ὑπεριδοῦσα ἐποίησά σοι οὕτως; ὁ δὲ εἶπεν· οὐχί. 31 ἀπεκάλυψε δὲ ὁ Θεὸς τοὺς ὀφθαλμοὺς Βαλαάμ, καὶ ὁρᾷ τὸν ἄγγελον Κυρίου ἀνθεστηκότα ἐν τῇ ὁδῷ καὶ τὴν μάχαιραν ἐσπασμένην ἐν τῇ χειρὶ αὐτοῦ καὶ κύψας προσεκύνησε τῷ προσώπῳ αὐτοῦ. 32 καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος τοῦ Θεοῦ· διατί ἐπάταξας τὴν ὄνον σου τοῦτο τρίτον; καὶ ἰδοὺ ἐγὼ ἐξῆλθον εἰς διαβολήν σου, ὅτι οὐκ ἀστεία ἡ ὁδός σου ἐναντίον μου, 33 καὶ ἰδοῦσά με ἡ ὄνος ἐξέκλινεν ἀπ’ ἐμοῦ τρίτον τοῦτο· καὶ εἰ μὴ ἐξέκλινεν, νῦν οὖν σὲ μὲν ἀπέκτεινα, ἐκείνην δ’ ἂν περιεποιησάμην. 34 καὶ εἶπε Βαλαὰμ τῷ ἀγγέλῳ Κυρίου· ἡμάρτηκα, οὐ γὰρ ἠπιστάμην ὅτι σύ μοι ἀνθέστηκας ἐν τῇ ὁδῷ εἰς συνάντησιν· καὶ νῦν εἰ μή σοι ἀρκέσει, ἀποστραφήσομαι. 35 καὶ εἶπεν ὁ ἄγγελος τοῦ Θεοῦ πρὸς Βαλαάμ· συμπορεύθητι μετὰ τῶν ἀνθρώπων· πλὴν τὸ ρῆμα, ὃ ἐὰν εἴπω πρὸς σε, τοῦτο φυλάξῃ λαλῆσαι. καὶ ἐπορεύθη Βαλαὰμ μετὰ τῶν ἀρχόντων Βαλάκ. 36 Καὶ ἀκούσας Βαλὰκ ὅτι ἥκει Βαλαάμ, ἐξῆλθεν εἰς συνάντησιν αὐτῷ, εἰς πόλιν Μωάβ, ἥ ἐστιν ἐπὶ τῶν ὁρίων ᾿Αρνῶν, ὅ ἐστιν ἐκ μέρους τῶν ὁρίων. 37 καὶ εἶπε Βαλὰκ πρὸς Βαλαάμ· οὐχὶ ἀπέστειλα πρὸς σὲ καλέσαι σε; διατί οὐκ ἤρχου πρός με; ὄντως οὐ δυνήσομαι τιμῆσαί σε; 38 καὶ εἶπε Βαλαὰμ πρὸς Βαλάκ· ἰδοὺ ἥκω πρὸς σὲ νῦν· δυνατὸς ἔσομαι λαλῆσαί τι; τὸ ρῆμα, ὃ ἐὰν ἐμβάλῃ ὁ Θεὸς εἰς τὸ στόμα μου, τοῦτο λαλήσω. 39 καὶ ἐπορεύθη Βαλαὰμ μετὰ Βαλάκ, καὶ ἦλθον εἰς πόλεις ἐπαύλεων. 40 καὶ ἔθυσε Βαλὰκ πρόβατα καὶ μόσχους καὶ ἀπέστειλε τῷ Βαλαὰμ καὶ τοῖς ἄρχουσι τοῖς μετ’ αὐτοῦ. 41 καὶ ἐγενήθη πρωΐ καὶ παραλαβὼν Βαλὰκ τὸν Βαλαὰμ ἀνεβίβασεν αὐτὸν ἐπὶ τὴν στήλην τοῦ Βαὰλ καὶ ἔδειξεν αὐτῷ ἐκεῖθεν μέρος τι τοῦ λαοῦ.

Σάββατο 11 Ιουνίου 2016

Η ΙΕΡΑ ΠΑΡΑΔΟΣΙΣ

Η Ιερά Παράδοσις περιέχει ότι διαλαμβάνει και διδάσκει και η Αγία Γραφή. Αλλά και κάτι περισσότερον, μερικά που, δεν τα έχει η Αγία Γραφή. Όπως, το να κτίζωμεν τας εκκλησίας μας και να προσευχώμεθα κατά Ανατολάς δεν το λέγει η Γραφή, είναι της Παραδόσεως. Ομοίως το να κάμνωμεν το το σημείον του Σταυρού, η τέλεσις του Βαπτίσματος, όπως γίνεται, η ευλογία του ύδατος της ιεράς κολυμβήθρας, ο νηπιοβαπτισμός, η χρίσις του βαπτιζομένου με άγιον έλαιον, η τριττή κατάδυσις εις το νερό της κολυμβήθρας, η χρίσις και σφράγισις του βαπτισθέντος με το Άγιον Μύρον, της Παραδόσεως και αυτά. Από την Παράδοσιν επίσης είναι ο τρόπος, κατά τον οποίον τελείται η θεία Λειτουργία, όπως και διάφοροι λειτουργικοί τύποι, αι ευχαί της αγίας Αναφοράς και του καθαγιασμού των Τιμίων Δώρων, ο τρόπος της κοινωνίας των πιστών. Ακόμη αι νεκρώσιμοι ακολουθίαι, τα μνημόσυνα, τα μνημονεύματα ζώντων και τεθνεώτων και άλλα. Όλα αυτά τα διδασκόμεθα από την άγραφον, όπως ήτο εις την αρχήν, Παράδοσιν. Η Ιερά Παράδοσις, περιλαμβάνει την Αποστολικήν Παράδοσιν και την Εκκλησιαστικήν Παράδοσιν, είναι η δευτέρα πηγή της Ορθοδόξου πίστεως. Ωσάν επίλογος και επισφράγισις τρόπον τινά της Ιεράς Παραδόσεως ετέθησαν από την εβδόμη Οικουμενική Σύνοδο οι εξής λόγοι. <<Οι προφήται ως είδον, οι Απόστολοι ως εδίδαξαν, η Εκκλησία ως παρέλαβεν, οι Διδάσκαλοι ως εδογμάτισαν, η Οικουμένη ως συμπεφώνηκεν... ο Χριστός ως εβράβευσεν, ούτω φρονούμεν, ούτω λαλούμεν, ούτω κηρύσσομεν... Αύτη η πίστις των Αποστόλων, αύτη η πίστις των Πατέρων, αύτη η πίστις των Ορθοδόξων, αύτη η πίστις την οικουμένην εστήριξε>>. Την Ιεράν αυτήν Παράδοσιν, έτσι όπως διεμορφώθη οριστικώς και τελικώς και έκλεισε με την εβδόμην Οικουμενικήν Σύνοδον, μόνον η Ορθόδοξος Εκκλησία έχει ως πηγήν της διδασκαλίας της γνησίαν και ισόκυρον της Αγίας Γραφής. Μόνον η Ορθόδοξος Εκκλησία. Διότι οι μεν Προτεστάνται έχουν απορρίψει τελείως την Ιεράν Παράδοσιν και αρκούνται μόνον εις την Αγίαν Γραφήν. Και επειδή δεν έχουν ως οδηγόν της ερμηνείας της Αγίας Γραφής την Ιεράν Παράδοσιν, έχουν περιπέσει εις πλήθος κακοδοξιών και είναι διηρημένοι εις εκατοντάδας κοινοτήτων και παραφυάδων. Οι δε Ρωμαιοκαθολικοί (Παπικοί) και μετά την εβδόμην Οικουμενικήν Σύνοδον επρόσθεσαν νέα δόγματα, τα οποία ή είναι σαφώς αντίθετα προς την Αγίαν Γραφήν και την Ιεράν Παράδοσιν (όπως είναι το δόγμα των ότι το Άγιον Πνεύμα εκπορεύεται <<και εκ του Υιού>>, το περίφημον filioque), ή δεν μαρτυρούνται και δεν στηρίζονται ούτε εις την Αγίαν Γραφήν ούτε εις την Ιεράν Παράδοσιν των οκτώ πρώτων αιώνων. Μόνον λοιπόν η Ορθόδοξος Εκκλησία έχει τας δύο αυτάς θείας και ουρανίας πηγάς της διδασκαλίας της, την Αγίαν Γραφήν και την Ιεράν Παράδοσιν. Και η μεν Αγία Γραφή είναι γνωστή εις όλους. Της δε Ιεράς Παραδόσεως συντομωτάτη και περιληπτική έκθεσις είναι το ιερόν Σύμβολον της Πίστεως, το <<Πιστεύω>>.

Τετάρτη 8 Ιουνίου 2016

ΑΡΙΘΜΟΙ

ΚΕΦΑΛΑΙΟΝ 21 


ΚΑΙ ἤκουσεν ὁ Χανανεὶς βασιλεὺς ᾿Αρὰδ ὁ κατοικῶν κατὰ τὴν ἔρημον, ὅτι ἦλθεν ᾿Ισραὴλ ὁδὸν ᾿Αθαρείν, καὶ ἐπολέμησε πρὸς ᾿Ισραὴλ καὶ καταπροενόμευσεν ἐξ αὐτῶν αἰχμαλωσίαν. 2 καὶ ηὔξατο ᾿Ισραὴλ εὐχὴν Κυρίῳ καὶ εἶπεν· ἐάν μοι παραδῷς τὸν λαὸν τοῦτον ὑποχείριον, ἀναθεματιῶ αὐτὸν καὶ τὰς πόλεις αὐτοῦ. 3 καὶ εἰσήκουσε Κύριος τῆς φωνῆς ᾿Ισραὴλ καὶ παρέδωκε τὸν Χανανεὶν ὑποχείριον αὐτοῦ, καὶ ἀνεθεμάτισεν αὐτὸν καὶ τὰς πόλεις αὐτοῦ· καὶ ἐπεκάλεσαν τὸ ὄνομα τοῦ τόπου ἐκείνου ᾿Ανάθεμα. 4 Καὶ ἀπάραντες ἐξ ῍Ωρ τοῦ ὄρους ὁδὸν ἐπὶ θάλασσαν ἐρυθρὰν περιεκύκλωσαν γῆν ᾿Εδώμ· καὶ ὠλιγοψύχησεν ὁ λαὸς ἐν τῇ ὁδῷ. 5 καὶ κατελάλει ὁ λαὸς πρὸς τὸν Θεὸν καὶ κατὰ Μωυσῆ λέγοντες· ἱνατί τοῦτο; ἐξήγαγες ἡμᾶς ἐξ Αἰγύπτου, ἀποκτεῖναι ἐν τῇ ἐρήμῳ; ὅτι οὐκ ἔστιν ἄρτος οὐδὲ ὕδωρ, ἡ δὲ ψυχὴ ἡμῶν προσώχθισεν ἐν τῷ ἄρτῳ τῷ διακένῳ τούτῳ. 6 καὶ ἀπέστειλε Κύριος εἰς τὸν λαὸν τοὺς ὄφεις τοὺς θανατοῦντας, καὶ ἔδακνον τὸν λαόν, καὶ ἀπέθανε λαὸς πολὺς τῶν υἱῶν ᾿Ισραήλ. 7 καὶ παραγενόμενος ὁ λαὸς πρὸς Μωυσῆν ἔλεγον· ὅτι ἡμάρτομεν, ὅτι κατελαλήσαμεν κατὰ τοῦ Κυρίου καὶ κατὰ σοῦ· εὖξαι οὖν πρὸς Κύριον, καὶ ἀφελέτω ἀφ’ ἡμῶν τὸν ὄφιν. καὶηὔξατο Μωυσῆς πρὸς Κύριον περὶ τοῦ λαοῦ. 8 καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· ποίησον σεαυτῷ ὄφιν καὶ θὲς αὐτὸν ἐπὶ σημείου, καὶ ἔσται ἐὰν δάκῃ ὄφις ἄνθρωπον, πᾶς ὁ δεδηγμένος ἰδὼν αὐτὸν ζήσεται. 9 καὶ ἐποίησε Μωυσῆς ὄφιν χαλκοῦν καὶ ἔστησεν αὐτὸν ἐπὶ σημείου, καὶ ἐγένετο ὅταν ἔδακνεν ὄφις ἄνθρωπον, καὶ ἐπέβλεψεν ἐπὶ τὸν ὄφιν τὸν χαλκοῦν καὶ ἔζη. 10 Καὶ ἀπῇραν οἱ υἱοὶ ᾿Ισραὴλ καὶ παρενέβαλον ἐν ᾿Ωβώθ. 11 καὶ ἐξάραντες ἐξ ᾿Ωβώθ, καὶ παρενέβαλον ἐν ᾿Αχαλγαὶ ἐκ τοῦ πέραν ἐν τῇ ἐρήμῳ, ἥ ἐστι κατὰ πρόσωπον Μωάβ, κατ’ ἀνατολὰς ἡλίου. 12 καὶ ἐκεῖθεν ἀπῇραν καὶ παρενέβαλον εἰς φάραγγα Ζαρέδ. 13 καὶ ἐκεῖθεν ἀπάραντες παρενέβαλον εἰς τὸ πέραν ᾿Αρνῶν ἐν τῇ ἐρήμῳ, τὸ ἐξέχον ἀπὸ τῶν ὁρίων τῶν ᾿Αμορραίων· ἔστι γὰρ ᾿Αρνῶν ὅρια Μωὰβ ἀνὰ μέσον Μωὰβ καὶ ἀνὰ μέσον τοῦ ᾿Αμορραίου. 14 διὰ τοῦτο λέγεται ἐν βιβλίῳ· πόλεμος τοῦ Κυρίου τὴν Ζωὸβ ἐφλόγιζε, καὶ τοὺς χειμάρρους ᾿Αρνῶν, 15 καὶ τοὺς χειμάρρους κατέστησε κατοικίσαι ῎Ηρ, καὶ πρόσκειται τοῖς ὁρίοις Μωάβ. 16 καὶ ἐκεῖθεν τὸ φρέαρ· τοῦτο τὸ φρέαρ, ὃ εἶπε Κύριος πρὸς Μωυσῆν· συνάγαγε τὸν λαόν, καὶ δώσω αὐτοῖς ὕδωρ πιεῖν. 17 τότε ᾖσεν ᾿Ισραὴλ τὸ ᾆσμα τοῦτο ἐπὶ τοῦ φρέατος· ἐξάρχετε αὐτῷ· φρέαρ, 18 ὤρυξαν αὐτὸ ἄρχοντες, ἐξελατόμησαν αὐτὸ βασιλεῖς ἐθνῶν ἐν τῇ βασιλείᾳ αὐτῶν, ἐν τῷ κυριεῦσαι αὐτῶν. καὶ ἀπὸ φρέατος εἰς Μανθαναείν· 19 καὶ ἀπὸ Μανθαναεὶν εἰς Νααλιήλ· καὶ ἀπὸ Νααλιὴλ εἰς Βαμώθ· καὶ ἀπὸ Βαμὼθ εἰς ᾿Ιανήν, ἥ ἐστιν ἐν τῷ πεδίῳ Μωὰβ ἀπὸ κορυφῆς τοῦ λελαξευμένου τὸ βλέπον κατὰ πρόσωπον τῆς ἐρήμου. 20 Καὶ ἀπέστειλε Μωυσῆς πρέσβεις πρὸς Σηὼν βασιλέα ᾿Αμορραίων λόγοις εἰρηνικοῖς λέγων· 21 παρελευσόμεθα διὰ τῆς γῆς σου· τῇ ὁδῷ πορευσόμεθα, οὐκ ἐκκλινοῦμεν οὔτε εἰς ἀγρὸν οὔτε εἰς ἀμπελῶνα, 22 οὐ πιόμεθα ὕδωρ ἐκ φρέατός σου· ὁδῷ βασιλικῇ πορευσόμεθα, ἕως παρέλθωμεν τὰ ὅριά σου. 23 καὶ οὐκ ἔδωκε Σηὼν τῷ ᾿Ισραὴλ παρελθεῖν διὰ τῶν ὁρίων αὐτοῦ, καὶ συνήγαγε Σηὼν πάντα τὸν λαὸν αὐτοῦ καὶ ἐξῆλθε παρατάξασθαι τῷ ᾿Ισραὴλ εἰς τὴν ἔρημον καὶ ἦλθεν εἰς ᾿Ιασσὰ καὶ παρετάξατο τῷ ᾿Ισραήλ. 24 καὶ ἐπάταξεν αὐτὸν ᾿Ισραὴλ φόνῳ μαχαίρας καὶ κατεκυρίευσαν τῆς γῆς αὐτοῦ ἀπὸ ᾿Αρνῶν ἕως ᾿Ιαβόκ, ἕως υἱῶν ᾿Αμμάν· ὅτι ᾿Ιαζὴρ ὅρια υἱῶν ᾿Αμμάν ἐστι. 25 καὶ ἔλαβεν ᾿Ισραὴλ πάσας τὰς πόλεις ταύτας, καὶ κατῴκησεν ᾿Ισραὴλ ἐν πάσαις ταῖς πόλεσι τῶν ᾿Αμορραίων, ἐν ᾿Εσεβὼν καὶ ἐν πάσαις ταῖς συγκυρούσαις αὐτῇ. 26 ἔστι γὰρ ᾿Εσεβὼν πόλις Σηὼν τοῦ βασιλέως τῶν ᾿Αμορραίων, καὶ οὗτος ἐπολέμησε βασιλέα Μωὰβ τὸ πρότερον καὶ ἔλαβον πᾶσαν τὴν γῆν αὐτοῦ ἀπὸ ᾿Αροὴρ ἕως ᾿Αρνῶν. 27 διὰ τοῦτο ἐροῦσιν οἱ αἰνιγματισταί· ἔλθετε εἰς ᾿Εσεβών, ἵνα οἰκοδομηθῇ καὶ κατασκευασθῇ πόλις Σηών. 28 ὅτι πῦρ ἐξῆλθεν ἐξ ᾿Εσεβών, φλὸξ ἐκ πόλεως Σηὼν καὶ κατέφαγεν ἕως Μωὰβ καὶ κατέπιε στήλας ᾿Αρνῶν. 29 οὐαί σοι, Μωάβ· ἀπώλου, λαὸς Χαμώς. ἀπεδόθησαν οἱ υἱοὶ αὐτῶν διασῴζεσθαι καὶ αἱ θυγατέρες αὐτῶν αἰχμάλωτοι τῷ βασιλεῖ τῶν ᾿Αμορραίων Σηών· 30 καὶ τὸ σπέρμα αὐτῶν ἀπολεῖται, ᾿Εσεβὼν ἕως Δαιβών, καὶ αἱ γυναῖκες ἔτι προσεξέκαυσαν πῦρ ἐπὶ Μωάβ. 31 Κατώκησε δὲ ᾿Ισραὴλ ἐν πάσαις ταῖς πόλεσι τῶν ᾿Αμορραίων. 32 καὶ ἀπέστειλε Μωυσῆς κατασκέψασθαι τὴν ᾿Ιαζήρ, καὶ κατελάβοντο αὐτὴν καὶ τὰς κώμας αὐτῆς καὶ ἐξέβαλον τὸν ᾿Αμορραῖον τὸν κατοικοῦντα ἐκεῖ. 33 καὶ ἐπιστρέψαντες ἀνέβησαν ὁδὸν τὴν εἰς Βασάν· καὶ ἐξῆλθεν ῍Ωγ βασιλεὺς τῆς Βασὰν εἰς συνάντησιν αὐτοῖς καὶ πᾶς ὁ λαὸς αὐτοῦ εἰς πόλεμον εἰς ᾿Εδραείν. 34 καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· μὴ φοβηθῇς αὐτόν, ὅτι εἰς τὰς χεῖράς σου παραδέδωκα αὐτὸν καὶ πάντα τὸν λαὸν αὐτοῦ καὶ πᾶσαν τὴν γῆν αὐτοῦ, καὶ ποιήσεις αὐτῷ καθὼς ἐποίησας τῷ Σηὼν βασιλεῖ τῶν ᾿Αμορραίων, ὃς κατῴκει ἐν ᾿Εσεβών. 35 καὶ ἐπάταξεν αὐτὸν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ πάντα τὸν λαὸν αὐτοῦ, ἕως τοῦ μὴ καταλιπεῖν αὐτοῦ ζωγρείαν· καὶ ἐκληρονόμησαν τὴν γῆν αὐτοῦ.

Τρίτη 7 Ιουνίου 2016

ΑΡΙΘΜΟΙ

ΚΕΦΑΛΑΙΟΝ 20 

ΚΑΙ ἦλθον οἱ υἱοὶ ᾿Ισραὴλ πᾶσα ἡ συναγωγὴ εἰς τὴν ἔρημον Σίν, ἐν τῷ μηνὶ τῷ πρώτῳ, καὶ κατέμεινεν ὁ λαὸς ἐν Κάδης, καὶ ἐτελεύτησεν ἐκεῖ Μαριὰμ καὶ ἐτάφη ἐκεῖ. 2 καὶ οὐκ ἦν ὕδωρ τῇ συναγωγῇ, καὶ ἠθροίσθησαν ἐπὶ Μωυσῆν καὶ ᾿Ααρών. 3 καὶ ἐλοιδορεῖτο ὁ λαὸς πρὸς Μωυσῆν λέγοντες· ὄφελον ἀπεθάνομεν ἐν τῇ ἀπωλείᾳ τῶν ἀδελφῶν ἡμῶν ἔναντι Κυρίου· 4 καὶ ἱνατί ἀνηγάγετε τὴν συναγωγὴν Κυρίου εἰς τὴν ἔρημον ταύτην ἀποκτεῖναι ἡμᾶς καὶ τὰ κτήνη ἡμῶν; 5 καὶ ἱνατί τοῦτο; ἀνηγάγετε ἡμᾶς ἐξ Αἰγύπτου παραγενέσθαι εἰς τὸν τόπον τὸν πονηρὸν τοῦτον, τόπος οὗ οὐ σπείρεται, οὐδὲ συκαῖ, οὐδὲ ἄμπελοι, οὔτε ροαί, οὔτε ὕδωρ ἐστὶ πιεῖν. 6 καὶ ἦλθε Μωυσῆς καὶ ᾿Ααρὼν ἀπὸ προσώπου τῆς συναγωγῆς ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἔπεσον ἐπὶ πρόσωπον, καὶ ὤφθη ἡ δόξα Κυρίου πρὸς αὐτούς. 7 καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· 8 λάβε τὴν ράβδον σου καὶ ἐκκλησίασον τὴν συναγωγὴν σὺ καὶ ᾿Ααρὼν ὁ ἀδελφός σου καὶ λαλήσατε πρὸς τὴν πέτραν ἐναντίον αὐτῶν, καὶ δώσει τὰ ὕδατα αὐτῆς, καὶ ἐξοίσετε αὐτοῖς ὕδωρ ἐκ τῆς πέτρας, καὶ ποτιεῖτε τὴν συναγωγὴν καὶ τὰ κτήνη αὐτῶν. 9 καὶ ἔλαβε Μωυσῆς τὴν ράβδον τὴν ἀπέναντι Κυρίου, καθὰ συνέταξε Κύριος, 10 καὶ ἐξεκλησίασε Μωυσῆς καὶ ᾿Ααρὼν τὴν συναγωγὴν ἀπέναντι τῆς πέτρας καὶ εἶπε πρὸς αὐτούς· ἀκούσατέ μου, οἱ ἀπειθεῖς· μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξομεν ὑμῖν ὕδωρ; 11 καὶ ἐπάρας Μωυσῆς τὴν χεῖρα αὐτοῦ ἐπάταξε τὴν πέτραν τῇ ράβδῳ δίς, καὶ ἐξῆλθεν ὕδωρ πολύ, καὶ ἔπιεν ἡ συναγωγὴ καὶ τὰ κτήνη αὐτῶν. 12 καὶ εἶπε Κύριος πρὸς Μωυσῆν καὶ ᾿Ααρών· ὅτι οὐκ ἐπιστεύσατε ἁγιάσαι με ἐναντίον τῶν υἱῶν ᾿Ισραήλ, διὰ τοῦτο οὐκ εἰσάξετε ὑμεῖς τὴν συναγωγὴν ταύτην εἰς τὴν γῆν, ἣν δέδωκα αὐτοῖς. 13 τοῦτο τὸ ὕδωρ ἀντιλογίας, ὅτι ἐλοιδορήθησαν οἱ υἱοὶ ᾿Ισραὴλ ἔναντι Κυρίου καὶ ἡγιάσθη ἐν αὐτοῖς. 14 Καὶ ἀπέστειλε Μωυσῆς ἀγγέλους ἐκ Κάδης πρὸς βασιλέα ᾿Εδὼμ λέγων· τάδε λέγει ὁ ἀδελφός σου ᾿Ισραήλ· σὺ ἐπίστῃ πάντα τὸν μόχθον τὸν εὑρόντα ἡμᾶς, 15 καὶ κατέβησαν οἱ πατέρες ἡμῶν εἰς Αἴγυπτον, καὶ παρῳκήσαμεν ἐν Αἰγύπτῳ ἡμέρας πλείους, καὶ ἐκάκωσαν ἡμᾶς οἱ Αἰγύπτιοι καὶ τοὺς πατέρας ἡμῶν, 16 καὶ ἀνεβοήσαμεν πρὸς Κύριον, καὶ εἰσήκουσε Κύριος τῆς φωνῆς ἡμῶν καὶ ἀποστείλας ἄγγελον ἐξήγαγεν ἡμᾶς ἐξ Αἰγύπτου, καὶ νῦν ἐσμεν ἐν Κάδης πόλει, ἐκ μέρους τῶν ὁρίων σου· 17 παρελευσόμεθα διὰ τῆς γῆς σου, οὐ διελευσόμεθα δι’ ἀγρῶν, οὐδὲ δι’ ἀμπελώνων, οὐδὲ πιόμεθα ὕδωρ ἐκ λάκκου σου, ὁδῷ βασιλικῇ πορευσόμεθα, οὐκ ἐκκλινοῦμεν δεξιὰ οὐδὲ εὐώνυμα, ἕως ἂν παρέλθωμεν τὰ ὅριά σου. 18 καὶ εἶπε πρὸς αὐτὸν ᾿Εδώμ· οὐ διελεύσῃ δι’ ἐμοῦ, εἰ δὲ μή, ἐν πολέμῳ ἐξελεύσομαι εἰς συνάντησίν σοι. 19 καὶ λέγουσιν αὐτῷ οἱ υἱοὶ ᾿Ισραήλ· παρά τὸ ὄρος παρελευσόμεθα, ἐὰν δὲ τοῦ ὕδατός σου πίωμεν ἐγώ τε καὶ τὰ κτήνη μου, δώσω τιμήν σοι· ἀλλὰ τὸ πρᾶγμα οὐδέν ἐστι, παρὰ τὸ ὄρος παρελευσόμεθα. 20 ὁ δὲ εἶπεν· οὐ διελεύσῃ δι’ ἐμοῦ. καὶ ἐξῆλθεν ᾿Εδὼμ εἰς συνάντησιν αὐτῷ ἐν ὄχλῳ βαρεῖ καὶ ἐν χειρὶ ἰσχυρᾷ. 21 καὶ οὐκ ἠθέλησεν ᾿Εδὼμ δοῦναι τῷ ᾿Ισραὴλ παρελθεῖν διὰ τῶν ὁρίων αὐτοῦ· καὶ ἐξέκλινεν ᾿Ισραὴλ ἀπ’ αὐτοῦ. 22 Καὶ ἀπῇραν ἐκ Κάδης· καὶ παρεγένοντο οἱ υἱοὶ ᾿Ισραήλ, πᾶσα ἡ συναγωγὴ εἰς ῍Ωρ τὸ ὄρος. 23 καὶ εἶπε Κύριος πρὸς Μωυσῆν καὶ ᾿Ααρὼν ἐν ῍Ωρ τῷ ὄρει ἐπὶ τῶν ὁρίων τῆς γῆς ᾿Εδὼμ λέγων· 24 προστεθήτω ᾿Ααρὼν πρὸς τὸν λαὸν αὐτοῦ, ὅτι οὐ μὴ εἰσέλθητε εἰς τὴν γῆν, ἣν δέδωκα τοῖς υἱοῖς ᾿Ισραήλ, διότι παρωξύνατέ με ἐπὶ τοῦ ὕδατος τῆς λοιδορίας. 25 λάβε τὸν ᾿Ααρὼν καὶ ᾿Ελεάζαρ τὸν υἱὸν αὐτοῦ καὶ ἀναβίβασον αὐτοὺς εἰς ῍Ωρ τὸ ὄρος ἔναντι πάσης τῆς συναγωγῆς 26 καὶ ἔκδυσον ᾿Ααρὼν τὴν στολὴν αὐτοῦ καὶ ἔνδυσον ᾿Ελεάζαρ τὸν υἱὸν αὐτοῦ, καὶ ᾿Ααρὼν προστεθεὶς ἀποθανέτω ἐκεῖ. 27 καὶ ἐποίησε Μωυσῆς καθὰ συνέταξε Κύριος αὐτῷ, καὶ ἀνεβίβασεν αὐτὸν εἰς ῍Ωρ τὸ ὄρος ἐναντίον πάσης τῆς συναγωγῆς. 28 καὶ ἐξέδυσε τὸν ᾿Ααρὼν τὰ ἱμάτια αὐτοῦ καὶ ἐνέδυσεν αὐτὰ ᾿Ελεάζαρ τὸν υἱὸν αὐτοῦ· καὶ ἀπέθανεν ᾿Ααρὼν ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους, καὶ κατέβη Μωυσῆς καὶ ᾿Ελεάζαρ ἐκ τοῦ ὄρους. 29 καὶ εἶδε πᾶσα ἡ συναγωγή, ὅτι ἀπελύθη ᾿Ααρών, καὶ ἔκλαυσαν τὸν ᾿Ααρὼν τριάκοντα ἡμέρας πᾶς οἶκος ᾿Ισραήλ.

Παρασκευή 3 Ιουνίου 2016

ΑΡΙΘΜΟΙ

ΚΕΦΑΛΑΙΟΝ 19


ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν καὶ ᾿Ααρὼν λέγων· 2 αὕτη ἡ διαστολὴ τοῦ νόμου, ὅσα συνέταξε Κύριος λέγων· λάλησον τοῖς υἱοῖς ᾿Ισραὴλ καὶ λαβέτωσαν πρὸς σὲ δάμαλιν πυρρὰν ἄμωμον, ἥτις οὐκ ἔχει ἐν αὐτῇ μῶμον, καὶ ᾗ οὐκ ἐπεβλήθη ἐπ’ αὐτὴν ζυγός. 3 καὶ δώσεις αὐτὴν πρὸς ᾿Ελεάζαρ τὸν ἱερέα, καὶ ἐξάξουσιν αὐτὴν ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρὸν καὶ σφάξουσιν αὐτὴν ἐνώπιον αὐτοῦ. 4 καὶ λήψεται ᾿Ελεάζαρ ἀπὸ τοῦ αἵματος αὐτῆς καὶ ρανεῖ ἀπέναντι τοῦ προσώπου τῆς σκηνῆς τοῦ μαρτυρίου ἀπὸ τοῦ αἵματος αὐτῆς ἑπτάκις. 5 καὶ κατακαύσουσιν αὐτὴν ἐναντίον αὐτοῦ, καὶ τὸ δέρμα καὶ τὰ κρέα αὐτῆς καὶ τὸ αἷμα αὐτῆς σὺν τῇ κόπρῳ αὐτῆς κατακαυθήσεται. 6 καὶ λήψεται ὁ ἱερεὺς ξύλον κέδρινον καὶ ὕσσωπον καὶ κόκκινον καὶ ἐμβαλοῦσιν εἰς μέσον τοῦ κατακαύματος τῆς δαμάλεως. 7 καὶ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ ὁ ἱερεὺς καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι καὶ μετὰ ταῦτα εἰσελεύσεται εἰς τὴν παρεμβολήν, καὶ ἀκάθαρτος ἔσται ὁ ἱερεὺς ἕως ἑσπέρας. 8 καὶ ὁ κατακαίων αὐτὴν πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται τὸ σῶμα αὐτοῦ καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. 9 καὶ συνάξει ἄνθρωπος καθαρὸς τὴν σποδὸν τῆς δαμάλεως καὶ ἀποθήσει ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρόν, καὶ ἔσται τῇ συναγωγῇ υἱῶν ᾿Ισραὴλ εἰς διατήρησιν, ὕδωρ ραντισμοῦ, ἅγνισμά ἐστι. 10 καὶ ὁ συνάγων τὴν σποδιὰν τῆς δαμάλεως πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. καὶ ἔσται τοῖς υἱοῖς ᾿Ισραὴλ καὶ τοῖς προσηλύτοις προσκειμένοις νόμιμον αἰώνιον. 11 ῾Ο ἁπτόμενος τοῦ τεθνηκότος πάσης ψυχῆς ἀνθρώπου ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας· 12 οὗτος ἁγνισθήσεται τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ τῇ ἡμέρα τῇ ἑβδόμῃ καὶ καθαρὸς ἔσται· ἐὰν δὲ μὴ ἀφαγνισθῇ τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, οὐ καθαρὸς ἔσται. 13 πᾶς ὁ ἁπτόμενος τοῦ τεθνηκότος ἀπὸ ψυχῆς ἀνθρώπου, ἐὰν ἀποθάνῃ, καὶ μὴ ἀφαγνισθῇ, τὴν σκηνὴν Κυρίου ἐμίανεν· ἐκτριβήσεται ἡ ψυχὴ ἐκείνη ἐξ ᾿Ισραήλ, ὅτι ὕδωρ ραντισμοῦ οὐ περιερραντίσθη ἐπ’ αὐτόν, ἀκάθαρτός ἐστιν, ἔτι ἡ ἀκαθαρσία αὐτοῦ ἐν αὐτῷ ἐστι. 14 Καὶ οὗτος ὁ νόμος· ἄνθρωπος ἐὰν ἀποθάνῃ ἐν οἰκίᾳ, πᾶς ὁ εἰσπορευόμενος εἰς τὴν οἰκίαν καὶ ὅσα ἐστὶν ἐν τῇ οἰκίᾳ, ἀκάθαρτα ἔσται ἑπτὰ ἡμέρας. 15 καὶ πᾶν σκεῦος ἀνεῳγμένον, ὅσα οὐχὶ δεσμὸν καταδέδεται ἐπ’ αὐτῷ, ἀκάθαρτά ἐστι. 16 καὶ πᾶς, ὃς ἐὰν ἅψηται ἐπὶ προσώπου τοῦ πεδίου τραυματίου ἢ νεκροῦ ἢ ὀστέου ἀνθρωπίνου ἢ μνήματος, ἑπτὰ ἡμέρας ἀκάθαρτος ἔσται. 17 καὶ λήψονται τῷ ἀκαθάρτῳ ἀπὸ τῆς σποδιᾶς τῆς κατακεκαυμένης τοῦ ἁγνισμοῦ καὶ ἐκχεοῦσιν ἐπ’ αὐτὴν ὕδωρ ζῶν εἰς σκεῦος· 18 καὶ λήψεται ὕσσωπον καὶ βάψει εἰς τὸ ὕδωρ ἀνὴρ καθαρός, καὶ περιρρανεῖ ἐπὶ τὸν οἶκον καὶ ἐπὶ τὰ σκεύη καὶ ἐπὶ τὰς ψυχάς, ὅσαι ἂν ὦσιν ἐκεῖ, καὶ ἐπὶ τὸν ἡμμένον τοῦ ὀστέου τοῦ ἀνθρωπίνου ἢ τοῦ τραυματίου ἢ τοῦ τεθνηκότος ἢ τοῦ μνήματος· 19 καὶ περιρρανεῖ ὁ καθαρὸς ἐπὶ τὸν ἀκάθαρτον ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, καὶ ἀφαγνισθήσεται τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. 20 καὶ ἄνθρωπος, ὃς ἐὰν μιανθῇ καὶ μὴ ἀφαγνισθῇ, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ μέσου τῆς συναγωγῆς, ὅτι τὰ ἅγια Κυρίου ἐμίανεν, ὅτι ὕδωρ ραντισμοῦ οὐ περιερραντίσθη ἐπ’ αὐτόν, ἀκάθαρτός ἐστι. 21 καὶ ἔσται ὑμῖν νόμιμον αἰώνιον· καὶ ὁ περιρραίνων ὕδωρ ραντισμοῦ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ ὁ ἁπτόμενος τοῦ ὕδατος τοῦ ραντισμοῦ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· 22 καὶ παντὸς οὗ ἐὰν ἅψηται αὐτοῦ ὁ ἀκάθαρτος, ἀκάθαρτον ἔσται, καὶ ψυχὴ ἡ ἁπτομένη ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.

Πέμπτη 2 Ιουνίου 2016

ΑΡΙΘΜΟΙ

ΚΕΦΑΛΑΙΟΝ 18


ΚΑΙ εἶπε Κύριος πρὸς ᾿Ααρὼν λέγων· σὺ καὶ οἱ υἱοί σου καὶ ὁ οἶκος τοῦ πατρός σου λήψεσθε τὰς ἁμαρτίας τῶν ἁγίων, καὶ σὺ καὶ οἱ υἱοί σου λήψεσθε τὰς ἁμαρτίας τῆς ἱερατείας ὑμῶν. 2 καὶ τοὺς ἀδελφούς σου, φυλὴν Λευί, δῆμον τοῦ πατρός σου, προσαγάγου πρὸς σεαυτόν, καὶ προστεθήτωσάν σοι καὶ λειτουργείτωσάν σοι, καὶ σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ ἀπέναντι τῆς σκηνῆς τοῦ μαρτυρίου. 3 καὶ φυλάξονται τὰς φυλακάς σου καὶ τὰς φυλακὰς τῆς σκηνῆς, πλὴν πρὸς τὰ σκεύη τὰ ἅγια καὶ πρὸς τὸ θυσιαστήριον οὐ προσελεύσονται, καὶ οὐκ ἀποθανοῦνται καὶ οὗτοι καὶ ὑμεῖς. 4 καὶ προστεθήσονται πρὸς σὲ καὶ φυλάξονται τὰς φυλακὰς τῆς σκηνῆς τοῦ μαρτυρίου κατὰ πάσας τὰς λειτουργίας τῆς σκηνῆς· καὶ ὁ ἀλλογενὴς οὐ προσελεύσεται πρὸς σέ. 5 καὶ φυλάξεσθε τὰς φυλακὰς τῶν ἁγίων καὶ τὰς φυλακὰς τοῦ θυσιαστηρίου, καὶ οὐκ ἔσται θυμὸς ἐν τοῖς υἱοῖς ᾿Ισραήλ. 6 καὶ ἐγὼ εἴληφα τοὺς ἀδελφοὺς ὑμῶν τοὺς Λευίτας ἐκ μέσου τῶν υἱῶν ᾿Ισραὴλ δόμα δεδομένον Κυρίῳ, λειτουργεῖν τὰς λειτουργίας τῆς σκηνῆς τοῦ μαρτυρίου· 7 καὶ σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ διατηρήσετε τὴν ἱερατείαν ὑμῶν, κατὰ πάντα τρόπον τοῦ θυσιαστηρίου καὶ τὸ ἔνδοθεν τοῦ καταπετάσματος καὶ λειτουργήσετε τὰς λειτουργίας δόμα τῆς ἱερατείας ὑμῶν· καὶ ὁ ἀλλογενὴς ὁ προσπορευόμενος ἀποθανεῖται. 8 Καὶ ἐλάλησε Κύριος πρὸς ᾿Ααρών· καὶ ἰδοὺ ἐγὼ δέδωκα ὑμῖν τὴν διατήρησιν τῶν ἀπαρχῶν· ἀπὸ πάντων τῶν ἡγιασμένων μοι παρὰ τῶν υἱῶν ᾿Ισραὴλ σοὶ δέδωκα αὐτὰ εἰς γέρας καὶ τοῖς υἱοῖς σου μετὰ σὲ νόμιμον αἰώνιον. 9 καὶ τοῦτο ἔστω ὑμῖν ἀπὸ τῶν ἡγιασμένων ἁγίων τῶν καρπωμάτων, ἀπὸ πάντων τῶν δώρων αὐτῶν καὶ ἀπὸ πάντων τῶν θυσιασμάτων αὐτῶν καὶ ἀπὸ πάσης πλημμελείας αὐτῶν καὶ ἀπὸ πασῶν τῶν ἁμαρτιῶν αὐτῶν, ὅσα ἀποδιδόασί μοι ἀπὸ πάντων τῶν ἁγίων, σοὶ ἔσται καί τοῖς υἱοῖς σου. 10 ἐν τῷ ἁγίῳ τῶν ἁγίων φάγεσθε αὐτά· πᾶν ἀρσενικὸν φάγεται αὐτά, σὺ καὶ οἱ υἱοί σου· ἅγια ἔσται σοι. 11 καὶ τοῦτο ἔσται ὑμῖν ἀπαρχὴ δομάτων αὐτῶν· ἀπὸ πάντων τῶν ἐπιθεμάτων τῶν υἱῶν ᾿Ισραὴλ σοὶ δέδωκα αὐτὰ καὶ τοῖς υἱοῖς σου καὶ ταῖς θυγατράσι σου μετὰ σοῦ, νόμιμον αἰώνιον· πᾶς καθαρὸς ἐν τῷ οἴκῳ σου ἔδεται αὐτά. 12 πᾶσα ἀπαρχὴ ἐλαίου καὶ πᾶσα ἀπαρχὴ οἴνου καὶ σίτου, ἀπαρχὴ αὐτῶν, ὅσα ἂν δῶσι τῷ Κυρίῳ, σοὶ δέδωκα αὐτά. 13 τὰ πρωτογεννήματα πάντα, ὅσα ἐν τῇ γῇ αὐτῶν, ὅσα ἂν ἐνέγκωσι Κυρίῳ, σοὶ ἔσται· πᾶς καθαρὸς ἐν τῷ οἴκῳ σου ἔδεται αὐτά. 14 πᾶν ἀνατεθεματισμένον ἐν υἱοῖς ᾿Ισραὴλ σοὶ ἔσται. 15 καὶ πᾶν διανοῖγον μήτραν ἀπὸ πάσης σαρκός, ὅσα προσφέρουσι Κυρίῳ ἀπὸ ἀνθρώπου ἕως κτήνους, σοὶ ἔσται· ἀλλ’ ἢ λύτροις λυτρωθήσεται τὰ πρωτότοκα τῶν ἀνθρώπων, καὶ τὰ πρωτότοκα τῶν κτηνῶν τῶν ἀκαθάρτων λυτρώσῃ. 16 καὶ ἡ λύτρωσις αὐτοῦ ἀπὸ μηνιαίου· ἡ συντίμησις πέντε σίκλων, κατὰ τὸν σίκλον τὸν ἅγιον, εἴκοσιν ὀβολοί εἰσι. 17 πλὴν πρωτότοκα μόσχων καὶ πρωτότοκα προβάτων καὶ πρωτότοκα αἰγῶν οὐ λυτρώσῃ, ἅγιά ἐστι· καὶ τὸ αἷμα αὐτῶν προσχεεῖς πρὸς τὸ θυσιαστήριον καὶ τὸ στέαρ ἀνοίσεις κάρπωμα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ, 18 καὶ τὰ κρέα ἔσται σοί· καθὰ καὶ τὸ στηθύνιον τοῦ ἐπιθέματος καὶ κατὰ τὸν βραχίονα τὸν δεξιὸν σοὶ ἔσται. 19 πᾶν ἀφαίρεμα τῶν ἁγίων, ὅσα ἑὰν ἀφέλωσιν οἱ υἱοὶ ᾿Ισραὴλ Κυρίῳ, δέδωκά σοι καὶ τοῖς υἱοῖς σου καὶ ταῖς θυγατράσι σου μετὰ σοῦ, νόμιμον αἰώνιον· διαθήκη ἁλὸς αἰωνίου ἔστιν ἔναντι Κυρίου σοὶ καὶ τῷ σπέρματί σου μετὰ σέ. 20 Καὶ ἐλάλησε Κύριος πρὸς ᾿Ααρών· ἐν τῇ γῇ αὐτῶν οὐ κληρονομήσεις, καὶ μερὶς οὐκ ἔσται σοι ἐν αὐτοῖς, ὅτι ἐγὼ μερίς σου καὶ κληρονομία σου ἐν μέσῳ τῶν υἱῶν ᾿Ισραήλ. 21 καὶ τοῖς υἱοῖς Λευὶ ἰδοὺ δώδεκα πᾶν ἐπιδέκατον ἐν ᾿Ισραὴλ ἐν κλήρῳ ἀντὶ τῶν λειτουργιῶν αὐτῶν, ὅσα αὐτοὶ λειτουργοῦσι λειτουργίαν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου. 22 καὶ οὐ προσελεύσονται ἔτι οἱ υἱοὶ ᾿Ισραὴλ εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου λαβεῖν ἁμαρτίαν θανατηφόρον. 23 καὶ λειτουργήσει ὁ Λευίτης αὐτὸς τὴν λειτουργίαν τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ αὐτοὶ λήψονται τὰ ἁμαρτήματα αὐτῶν, νόμιμον αἰώνιον εἰς τὰς γενεὰς αὐτῶν· καὶ ἐν μέσῳ υἱῶν ᾿Ισραὴλ οὐ κληρονομήσουσι κληρονομίαν· 24 ὅτι τὰ ἐπιδέκατα τῶν υἱῶν ᾿Ισραήλ, ὅσα ἐὰν ἀφορίσωσι Κυρίῳ, ἀφαίρεμα δέδωκα τοῖς Λευίταις ἐν κλήρῳ· διὰ τοῦτο εἴρηκα αὐτοῖς, ἐν μέσῳ υἱῶν ᾿Ισραὴλ οὐ κληρονομήσουσι κλῆρον. 25 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· 26 καὶ τοῖς Λευίταις λαλήσεις καὶ ἐρεῖς πρὸς αὐτούς· ἐὰν λάβητε παρὰ τῶν υἱῶν ᾿Ισραὴλ τὸ ἐπιδέκατον, ὃ δέδωκα ὑμῖν παρ’ αὐτῶν ἐν κλήρῳ, καὶ ἀφελεῖτε ὑμεῖς ἀπ’ αὐτοῦ ἀφαίρεμα Κυρίῳ ἐπιδέκατον ἀπὸ τοῦ ἐπιδεκάτου. 27 καὶ λογισθήσεται ὑμῖν τὰ ἀφαιρέματα ὑμῶν ὡς σῖτος ἀπὸ ἅλω καὶ ἀφαίρεμα ἀπὸ ληνοῦ. 28 οὕτως ἀφελεῖτε αὐτοὺς καὶ ὑμεῖς ἀπὸ πάντων τῶν ἀφαιρεμάτων Κυρίου ἀπὸ πάντων τῶν ἐπιδεκάτων ὑμῶν, ὅσα ἐὰν λάβητε παρὰ τῶν υἱῶν ᾿Ισραήλ, καὶ δώσετε ἀπ’ αὐτῶν ἀφαίρεμα Κυρίῳ ᾿Ααρὼν τῷ ἱερεῖ. 29 ἀπὸ πάντων τῶν δομάτων ὑμῶν ἀφελεῖτε ἀφαίρεμα Κυρίῳ ἢ ἀπὸ πάντων τῶν ἀπαρχῶν τὸ ἡγιασμένον ἀπ’ αὐτοῦ. 30 καὶ ἐρεῖς πρὸς αὐτούς· ὅταν ἀφαιρῆτε τὴν ἀπαρχὴν ἀπ’ αὐτοῦ, καὶ λογισθήσεται τοῖς Λευίταις ὡς γένημα ἀπὸ ἅλω καὶ ὡς γένημα ἀπὸ ληνοῦ. 31 καὶ ἔδεσθε αὐτὸ ἐν παντὶ τόπῳ ὑμεῖς καὶ οἱ οἶκοι ὑμῶν, ὅτι μισθὸς οὗτος ὑμῖν ἐστιν ἀντὶ τῶν λειτουργιῶν ὑμῶν τῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου. 32 καὶ οὐ λήψεσθε δι’ αὐτὸ ἁμαρτίαν, ὅτι ἂν ἀφαιρῆτε τὴν ἀπαρχὴν ἀπ’ αὐτοῦ· καὶ τὰ ἅγια τῶν υἱῶν ᾿Ισραὴλ οὐ βεβηλώσετε, ἵνα μὴ ἀποθάνητε.