Σάββατο 8 Ιουλίου 2017

ΒΑΣΙΛΕΙΩΝ Β'

ΚΕΦΑΛΑΙΟΝ 20

ΚΑΙ ἐκεῖ ἐπικαλούμενος υἱὸς παράνομος, καὶ ὄνομα αὐτῷ Σαβεέ, υἱὸς Βοχορὶ ἀνὴρ ὁ ᾿Ιεμινί, καὶ ἐσάλπισε τῇ κερατίνῃ καὶ εἶπεν· οὐκ ἔστιν ἡμῖν μερὶς ἐν Δαυὶδ οὐδὲ κληρονομία ἡμῖν ἐν τῷ υἱῷ ᾿Ιεσσαί· ἀνὴρ εἰς τὰ σκηνώματά σου, ᾿Ισραήλ. 2 καὶ ἀνέβη πᾶς ἀνὴρ ᾿Ισραὴλ ἀπὸ ὄπισθεν Δαυὶδ ὀπίσω Σαβεὲ υἱοῦ Βοχορί. καὶ ἀνὴρ ᾿Ιούδα ἐκολλήθη τῷ βασιλεῖ αὐτῶν ἀπὸ τοῦ ᾿Ιορδάνου καὶ ἕως ῾Ιερουσαλήμ. 3 καὶεἰσῆλθε Δαυὶδ εἰς οἶκον αὐτοῦ εἰς ῾Ιερουσαλήμ, καὶ ἔλαβεν ὁ βασιλεὺς τὰς δέκα γυναῖκας τὰς παλλακὰς αὐτοῦ, ἃς ἀφῆκε φυλάσσειν τὸν οἶκον, καὶ ἔδωκεν αὐτὰς ἐν οἴκῳ φυλακῆς καὶ διέθρεψεν αὐτὰς καὶ πρὸς αὐτὰς οὐκ εἰσῆλθε, καὶ ἦσαν συνεχόμεναι ἕως θανάτου αὐτῶν, χῆραι ζῶσαι. 4 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς ᾿Αμεσσαΐ· βόησόν μοι τὸν ἄνδρα ᾿Ιούδα τρεῖς ἡμέρας, σὺ δὲ αὐτοῦ στῆθι. 5 καὶ ἐπορεύθη ᾿Αμεσσαΐ τοῦ βοῆσαι τὸν ᾿Ιούδαν καὶ ἐχρόνισεν ἀπὸ τοῦ καιροῦ, οὗ ἐτάξατο αὐτῷ Δαυίδ. 6 καὶ εἶπε Δαυὶδ πρὸς ᾿Αμεσσαΐ· νῦν κακοποιήσει ἡμᾶς Σαβεὲ υἱὸς Βοχορὶ ὑπὲρ ᾿Αβεσσαλώμ, καὶ νῦν σὺ λάβε μετὰ σεαυτοῦ τοὺς παῖδας τοῦ κυρίου σου καὶ καταδίωξον ὀπίσω αὐτοῦ, μήποτε ἑαυτῷ εὕρῃ πόλεις ὀχυρὰς καὶ σκιάσει τοὺς ὀφθαλμοὺς ἡμῶν. 7 καὶ ἐξῆλθον ὀπίσω αὐτοῦ οἱ ἄνδρες ᾿Ιωὰβ καὶ ὁ Χερεθὶ καὶ ὁ Φελεθὶ καὶ πάντες οἱ δυνατοὶ καὶ ἐξῆλθον ἐξ ῾Ιερουσαλὴμ διῶξαι ὀπίσω Σαβεὲ υἱοῦ Βοχορί. 8 καὶ αὐτοὶ παρὰ τῷ λίθῳ τῷ μεγάλῳ τῷ ἐν Γαβαών, καὶ ᾿Αμεσσαΐ εἰσῆλθεν ἔμπροσθεν αὐτῶν. καὶ ᾿Ιωὰβ περιεζωσμένος μανδύαν τὸ ἔνδυμα αὐτοῦ καὶ ἐπ’ αὐτῷ ἐζωσμένος μάχαιραν ἐζευγμένην ἐπὶ τῆς ὀσφύος αὐτοῦ ἐν κολεῷ αὐτῆς, καὶ ἡ μάχαιρα ἐξῆλθε καὶ ἔπεσε. 9 καὶ εἶπεν ᾿Ιωὰβ τῷ ᾿Αμεσσαΐ· εἰ ὑγιαίνεις σὺ ἀδελφέ; καὶ ἐκράτησεν ἡ χεὶρ ἡ δεξιὰ ᾿Ιωὰβ τοῦ πώγωνος ᾿Αμεσσαΐ τοῦ καταφιλῆσαι αὐτόν. 10 καὶ ᾿Αμεσσαΐ οὐκ ἐφυλάξατο τὴν μάχαιραν τὴν ἐν τῇ χειρὶ ᾿Ιωάβ, καὶ ἔπαισεν αὐτὸν ἐν αὐτῇ ᾿Ιωὰβ εἰς τὴν ψόαν, καὶ ἐξεχύθη ἡ κοιλία αὐτοῦ εἰς τὴν γῆν, καὶ οὐκ ἐδευτέρωσεν αὐτῷ, καὶ ἀπέθανε. καὶ ᾿Ιωὰβ καὶ ᾿Αβεσσαΐ ὁ ἀδελφὸς αὐτοῦ ἐδίωξεν ὀπίσω Σαβεὲ υἱοῦ Βοχορί· 11 καὶ ἀνὴρ ἔστη ἐπ’ αὐτὸν τῶν παιδαρίων ᾿Ιωὰβ καὶ εἶπε· τίς ὁ βουλόμενος ᾿Ιωὰβ καὶ τίς τοῦ Δαυίδ, ὀπίσω ᾿Ιωάβ; 12 καὶ ᾿Αμεσσαΐ πεφυρμένος ἐν τῷ αἵματι ἐν μέσῳ τῆς τρίβου, καὶ εἶδεν ἀνήρ, ὅτι εἱστήκει πᾶς ὁ λαός, καὶ ἀπέστρεψε τὸν ᾿Αμεσσαΐ ἐκ τῆς τρίβου εἰς ἀγρὸν καὶ ἐπέρριψεν ἐπ’ αὐτὸν ἱμάτιον, καθότι εἶδε πάντα τὸν ἐρχόμενον ἐπ’ αὐτὸν ἑστηκότα· 13 ἡνίκα δὲ ἔφθασεν ἐκ τῆς τρίβου, παρῆλθε πᾶς ἀνὴρ ᾿Ισραὴλ ὀπίσω ᾿Ιωάβ τοῦ διῶξαι ὀπίσω Σαβεὲ υἱοῦ Βοχορί. 14 καὶ διῆλθεν ἐν πάσαις φυλαῖς ᾿Ισραὴλ εἰς ᾿Αβὲλ καὶ εἰς Βαιθμαχὰ καὶ πάντες ἐν Χαρρί, καὶ ἐξεκκλησιάσθησαν, καὶ ἦλθον κατόπισθεν αὐτοῦ. 15 καὶ παρεγενήθησαν καὶ ἐπολιόρκουν ἐπ’ αὐτὸν τὴν ᾿Αβὲλ καὶ Βαιθμαχὰ καὶ ἐξέχεαν πρόσχωμα πρὸς τὴν πόλιν, καὶ ἔστη ἐν τῷ προτειχίσματι, καὶ πᾶς ὁ λαὸς μετά ᾿Ιωὰβ ἐνοοῦσαν καταβαλεῖν τὸ τεῖχος. 16 καὶ ἐβόησε γυνὴ σοφὴ ἐκ τοῦ τείχους καὶ εἶπεν· ἀκούσατε ἀκούσατε, εἴπατε δὴ πρὸς ᾿Ιωάβ· ἔγγισον ἕως ὧδε, καὶ λαλήσω πρὸς αὐτόν. 17 καὶ προσήγγισε πρὸς αὐτήν, καὶ εἶπεν ἡ γυνή· εἰ σὺ εἶ ᾿Ιωάβ; ὁ δὲ εἶπεν· ἐγώ. εἶπε δὲ αὐτῷ· ἄκουσον τοὺς λόγους τῆς δούλης σου. καὶ εἶπεν ᾿Ιωάβ· ἀκούω ἐγώ εἰμι. 18 καὶ εἶπε λέγουσα· λόγον ἐλάλησαν ἐν πρώτοις λέγοντες· ἠρωτημένος ἠρωτήθη ἐν τῇ ᾿Αβὲλ καὶ ἐν Δὰν εἰ ἐξέλιπον ἃ ἔθεντο οἱ πιστοὶ τοῦ ᾿Ισραήλ, ἐρωτῶντες ἐπερωτήσουσιν ἐν ᾿Αβέλ, καὶ οὕτως εἰ ἐξέλιπον. 19 ἐγώ εἰμι εἰρηνικὰ τῶν στηριγμάτων ᾿Ισραήλ, σὺ δὲ ζητεῖς θανατῶσαι πόλιν καὶ μητρόπολιν ἐν ᾿Ισραήλ· ἱνατί καταποντίζεις κληρονομίαν Κυρίου; 20 καὶ ἀπεκρίθη ᾿Ιωάβ, καὶ εἶπεν· ἵλεώς μοι ἵλεώς μοι, εἰ καταποντιῶ καὶ εἰ διαφθερῶ· 21 οὐχ οὕτως ὁ λόγος, ὅτι ἀνὴρ ἐξ ὄρους ᾿Εφραίμ, Σαβεὲ υἱὸς Βοχορὶ ὄνομα αὐτοῦ, καὶ ἐπῇρε τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν βασιλέα Δαυίδ· δότε αὐτόν μοι μόνον, καὶ ἀπελεύσομαι ἀπάνωθεν τῆς πόλεως. καὶ εἶπεν ἡ γυνὴ πρὸς ᾿Ιωάβ· ἰδοὺ ἡ κεφαλὴ αὐτοῦ ριφήσεται πρὸς σὲ διὰ τοῦ τείχους. 22 καὶ εἰσῆλθεν ἡ γυνὴ πρὸς πάντα τὸν λαὸν καὶ ἐλάλησε πρὸς πᾶσαν τὴν πόλιν ἐν τῇ σοφίᾳ αὐτῆς· καὶ ἀφεῖλε τὴν κεφαλὴν Σαβεὲ υἱοῦ Βοχορί. καὶ ἀφεῖλε καὶ ἔβαλε πρὸς ᾿Ιωάβ. καὶ ἐσάλπισεν ἐν κερατίνῃ, καὶ διεσπάρησαν ἀπὸ τῆς πόλεως ἀπ’ αὐτοῦ ἀνὴρ εἰς τὰ σκηνώματα αὐτοῦ· καὶ ᾿Ιωὰβ ἀπέστρεψεν εἰς ῾Ιερουσαλὴμ πρὸς τὸν βασιλέα. 23 Καὶ ὁ ᾿Ιωὰβ πρὸς πάσῃ τῇ δυνάμει ᾿Ισραήλ, καὶ Βαναίας υἱὸς ᾿Ιωδαὲ ἐπὶ τοῦ Χερεθὶ καὶ ἐπὶ τοῦ Φελεθί, 24 καὶ ᾿Αδωνιρὰμ ἐπὶ τοῦ φόρου, καὶ ᾿Ιωσαφὰτ υἱὸς ᾿Αχιλοὺθ ἀναμιμνήσκων, 25 καὶ Σουσὰ γραμματεύς, καὶ Σαδὼκ καὶ ᾿Αβιάθαρ ἱερεῖς, 26 καί γε ᾿Ιρὰς ὁ ᾿Ιαρὶν ἦν ἱερεὺς τοῦ Δαυίδ.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.