Παρασκευή 5 Ιανουαρίου 2018

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α'

ΚΕΦΑΛΑΙΟΝ 14 

ΚΑΙ ἀπέστειλε Χιρὰμ βασιλεὺς Τύρου ἀγγέλους πρὸς Δαυὶδ καὶ ξύλα κέδρινα καὶ οἰκοδόμους καὶ τέκτονας ξύλων τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον. 2 καὶ ἔγνω Δαυὶδ ὅτι ἡτοίμασεν αὐτὸν Κύριος εἰς βασιλέα ἐπὶ ᾿Ισραήλ, ὅτι ηὐξήθη εἰς ὕψος ἡ βασιλεία αὐτοῦ διὰ τὸν λαὸν αὐτοῦ ᾿Ισραήλ. 3 Καὶ ἔλαβε Δαυὶδ ἔτι γυναῖκας ἐν ῾Ιερουσαλήμ, καὶ ἐτέχθησαν Δαυὶδ ἔτι υἱοὶ καὶ θυγατέρες. 4 καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν τῶν τεχθέντων, οἳ ἦσαν αὐτῷ ἐν ῾Ιερουσαλήμ· Σαμαά, Σωβάβ, Νάθαν καὶ Σαλωμὼν 5 καὶ ᾿Ιβαὰρ καὶ ᾿Ελισαὲ καὶ ᾿Ελιφαλὲτ 6 καὶ Ναγὲθ καὶ Ναφὰγ καὶ ᾿Ιαφιὲ 7 καὶ ᾿Ελισαμαὲ καὶ ᾿Ελιαδὲ καὶ ᾿Ελιφαλέτ. 8 Καὶ ἤκουσαν ἀλλόφυλοι ὅτι ἐχρίσθη Δαυὶδ βασιλεὺς ἐπὶ πάντα ᾿Ισραήλ, καὶ ἀνέβησαν πάντες οἱ ἀλλόφυλοι ζητῆσαι τὸν Δαυίδ· καὶ ἤκουσε Δαυὶδ καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῖς. 9 καὶ ἀλλόφυλοι ἦλθον καὶ συνέπεσον ἐν τῇ κοιλάδι τῶν γιγάντων. 10 καὶ ἐπηρώτησε Δαυὶδ διὰ τοῦ Θεοῦ λέγων· εἰ ἀναβῶ ἐπὶ τοὺς ἀλλοφύλους καὶ δώσεις αὐτοὺς εἰς τὰς χεῖράς μου; καὶ εἶπεν αὐτῷ Κύριος· ἀνάβηθι, καὶ δώσω αὐτοὺς εἰς τὰς χεῖράς σου. 11 καὶ ἀνέβη εἰς Βαὰλ Φαρασὶν καὶ ἐπάταξεν αὐτοὺς ἐκεῖ Δαυίδ· καὶ εἶπε Δαυίδ· διέκοψεν ὁ Θεὸς τοὺς ἐχθρούς μου ἐν χειρί μου ὡς διακοπὴν ὕδατος· διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου Διακοπὴ Φαρασίν. 12 καὶ ἐγκατέλιπον ἐκεῖ τοὺς θεοὺς αὐτῶν οἱ ἀλλόφυλοι, καὶ εἶπε Δαυὶδ κατακαῦσαι αὐτοὺς ἐν πυρί. 13 καὶ προσέθεντο ἔτι ἀλλόφυλοι καὶ συνέπεσαν ἔτι ἐν τῇ κοιλάδι τῶν γιγάντων. 14 καὶ ἠρώτησε Δαυὶδ ἔτι ἐν Θεῷ, καὶ εἶπεν αὐτῷ ὁ Θεός· οὐ πορεύσῃ ὀπίσω αὐτῶν, ἀποστρέφου ἀπ᾿ αὐτῶν καὶ παρέσῃ αὐτοῖς πλησίον τῶν ἀπίων· 15 καὶ ἔσται ἐν τῷ ἀκοῦσαί σε τὴν φωνὴν τοῦ συσσεισμοῦ τῶν ἄκρων τῶν ἀπίων, τότε εἰσελεύσῃ εἰς τὸν πόλεμον, ὅτι ἐξῆλθεν ὁ Θεὸς ἔμπροσθέν σου τοῦ πατάξαι τὴν παρεμβολὴν τῶν ἀλλοφύλων. 16 καὶ ἐποίησε καθὼς ἐνετείλατο αὐτῷ ὁ Θεός, καὶ ἐπάταξε τὴν παρεμβολὴν τῶν ἀλλοφύλων ἀπὸ Γαβαὼν ἕως Γαζηρά. 17 καὶ ἐγένετο ὄνομα Δαυὶδ ἐν πάσῃ τῇ γῇ, καὶ Κύριος ἔδωκε τὸν φόβον αὐτοῦ ἐπὶ πάντα τὰ ἔθνη.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.