ΚΕΦΑΛΑΙΟΝ 27
ΥΙΟΣ εἴκοσι καὶ πέντε ἐτῶν ᾿Ιωάθαμ ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ ἑκκαίδεκα ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ ῾Ιερουσὰ θυγάτηρ Σαδώκ. 2 καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου κατὰ πάντα, ἃ ἐποίησεν ᾿Οζίας ὁ πατὴρ αὐτοῦ, ἀλλ οὐκ εἰσῆλθεν εἰς τὸν ναὸν Κυρίου, καὶ ἔτι ὁ λαὸς κατεφθείρετο. 3 αὐτὸς ᾠκοδόμησε τὴν πύλην οἴκου Κυρίου τὴν ὑψηλὴν καὶ ἐν τείχει τοῦ ᾿Οφλὰ ᾠκοδόμησε πολλά· καὶ πόλεις ᾠκοδόμησεν 4 ἐν ὄρει ᾿Ιούδα καὶ ἐν τοῖς δρυμοῖς καὶ οἰκήσεις καὶ πύργους. 5 αὐτὸς ἐμαχέσατο πρὸς βασιλέα υἱῶν ᾿Αμμὼν καὶ κατίσχυσεν ἐπ αὐτόν· καὶ ἐδίδουν αὐτῷ οἱ υἱοὶ ᾿Αμμὼν καὶ κατ ἐνιαυτὸν ἑκατὸν τάλαντα ἀργυρίου καὶ δέκα χιλιάδας κόρων πυροῦ καὶ κριθῶν δέκα χιλιάδας· ταῦτα ἔφερεν αὐτῷ βασιλεὺς υἱῶν ᾿Αμμὼν κατ ἐνιαυτὸν ἐν τῷ πρώτῳ ἔτει καὶ ἐν τῷ δευτέρῳ καὶ τῷ τρίτῳ. 6 καὶ κατίσχυσεν ᾿Ιωάθαμ, ὅτι ἡτοίμασε τὰς ὁδοὺς αὐτοῦ ἐναντίον Κυρίου Θεοῦ αὐτοῦ. 7 καὶ οἱ λοιποὶ λόγοι ᾿Ιωάθαμ καὶ ὁ πόλεμος καὶ αἱ πράξεις αὐτοῦ ἰδοὺ γεγραμμέναι ἐπὶ βιβλίῳ βασιλέων ᾿Ιούδα καὶ ᾿Ισραήλ. 9 καὶ ἐκοιμήθη ᾿Ιωάθαμ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν πόλει Δαυίδ, καὶ ἐβασίλευσεν ῎Αχαζ υἱὸς αὐτοῦ ἀντ αὐτοῦ.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.