Παρασκευή 29 Ιουνίου 2018

ΕΣΔΡΑΣ Β'

ΚΕΦΑΛΑΙΟΝ 2


ΚΑΙ οὗτοι οἱ υἱοὶ τῆς χώρας οἱ ἀναβαίνοντες ἀπὸ τῆς αἰχμαλωσίας τῆς ἀποικίας, ἧς ἀπῴκισε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος εἰς Βαβυλῶνα, καὶ ἐπέστρεψεν εἰς ῾Ιερουσαλὴμ καὶ ᾿Ιούδα ἀνὴρ εἰς πόλιν αὐτοῦ, 2 οἳ ἦλθον μετὰ Ζοροβάβελ· ᾿Ιησοῦς, Νεεμίας, Σαραΐας, Ρεελίας, Μαρδοχαῖος, Βαλασάν, Μασφάρ, Βαγουαί, Ρεούμ, Βαανά, ἀνδρῶν ἀριθμὸς λαοῦ ᾿Ισραήλ· 3 υἱοὶ Φαρὲς δισχίλιοι ἑκατὸν ἑβδομηκονταδύο· 4 υἱοὶ Σαφατία τριακόσιοι ἑβδομηκονταπέντε· 5 υἱοὶ ῎Αρες ἑπτακόσιοι ἑβδομηκονταπέντε· 6 υἱοὶ Φαὰθ Μωὰβ τοῖς υἱοῖς ᾿Ιησουὲ ᾿Ιωὰβ δισχίλιοι ὀκτακόσιοι δεκαδύο· 7 υἱοὶ Αἰλὰμ χίλιοι διακόσιοι πεντηκοντατέσσαρες· 8 υἱοὶ Ζατθουὰ ἐνακόσιοι τεσσαρακονταπέντε· 9 υἱοὶ Ζακχοὺ ἑπτακόσιοι ἑξήκοντα· 10 υἱοὶ Βανουὶ ἑξακόσιοι τεσσαρακονταδύο· 11 υἱοὶ Βαβαΐ ἑξακόσιοι εἰκοσιτρεῖς· 12 υἱοὶ ᾿Ασγὰδ χίλιοι διακόσιοι εἰκοσιδύο· 13 υἱοὶ ᾿Αδωνικὰμ ἑξακόσιοι ἑξηκονταέξ· 14 υἱοὶ Βαγουὲ δισχίλιοι πεντηκονταέξ· 15 υἱοὶ ᾿Αδδὶν τετρακόσιοι πεντηκοντατέσσαρες· 16 υἱοὶ ᾿Ατὴρ τῷ ᾿Εζεκίᾳ ἐνενηκονταοκτώ· 17 υἱοὶ Βασσοῦ τριακόσιοι εἰκοσιτρεῖς· 18 υἱοὶ ᾿Ιωρὰ ἑκατὸν δεκαδύο· 19 υἱοὶ ᾿Ασοὺμ διακόσιοι εἰκοσιτρεῖς· 20 υἱοὶ Γαβὲρ ἐνενηκονταπέντε· 21 υἱοὶ Βεθλαὲμ ἑκατὸν εἰκοσιτρεῖς· 22 υἱοὶ Νετωφὰ πεντηκονταέξ· 23 υἱοὶ ᾿Αναθὼθ ἑκατὸν εἰκοσιοκτώ· 24 υἱοὶ ᾿Αζμὼθ τεσσαρακοντατρεῖς· 25 υἱοὶ Καριαθιαρὶμ Χαφιρὰ καὶ Βηρὼθ ἑπτακόσιοι τεσσαρακοντατρεῖς· 26 υἱοὶ τῆς Ραμὰ καὶ Γαβαὰ ἑξακόσιοι εἰκοσιεῖς· 27 ἄνδρες Μαχμὰς ἑκατὸν εἰκοσιδύο· 28 ἄνδρες Βαιθὴλ καὶ ᾿Αϊὰ τετρακόσιοι εἰκοσιτρεῖς· 29 υἱοὶ Ναβοὺ πεντηκονταδύο· 30 υἱοὶ Μαγεβὶς ἑκατὸν πεντηκονταέξ· 31 υἱοὶ ᾿Ηλαμὰρ χίλιοι διακόσιοι πεντηκοντατέσσαρες· 32 υἱοὶ ᾿Ηλὰμ τριακόσιοι εἴκοσιν· 33 υἱοὶ Λοδαδὶ καὶ ᾿Ωνὼ ἑπτακόσιοι εἰκοσιπέντε· 34 υἱοὶ ῾Ιεριχὼ τριακόσιοι τεσσαρακονταπέντε· 35 υἱοὶ Σεναὰ τρισχίλιοι ἑξακόσιοι τριάκοντα· 36 καὶ οἱ ἱερεῖς υἱοὶ ᾿Ιεδουὰ τῷ οἴκῳ ᾿Ιησοῖ ἐνακόσιοι ἑβδομηκοντατρεῖς· 37 υἱοὶ ᾿Εμμὴρ χίλιοι πεντηκονταδύο· 38 υἱοὶ Φασσοὺρ χίλιοι διακόσιοι τεσσαρακονταεπτά· 39 υἱοὶ ᾿Ηρὲμ χίλιοι ἑπτά· 40 καὶ οἱ Λευῖται υἱοὶ ᾿Ιησοῦ καὶ Καδμιὴλ τοῖς υἱοῖς ᾿Ωδουΐα ἑβδομηκοντατέσσαρες· 41 οἱ ᾄδοντες υἱοὶ ᾿Ανασὰφ ἑκατὸν εἰκοσιοκτώ· 42 υἱοὶ τῶν πυλωρῶν υἱοὶ Σελλούμ, υἱοὶ ᾿Ατήρ, υἱοὶ Τελμών, υἱοὶ ᾿Ακούβ, υἱοὶ ᾿Ατιτά, υἱοὶ Σωβαΐ, οἱ πάντες ἑκατὸν τριακονταεννέα· 43 οἱ Ναθινίμ, υἱοὶ Σουθία, υἱοὶ ᾿Ασουφά, υἱοὶ Ταβαώθ, 44 υἱοὶ Κάδης, υἱοὶ Σιαά, υἱοὶ Φαδών, 45 υἱοὶ Λαβανώ, υἱοὶ ᾿Αγαβά, υἱοὶ ᾿Ακούβ, 46 υἱοὶ ᾿Αγάβ, υἱοὶ Σελαμί, υἱοὶ ᾿Ανάν, 47 υἱοὶ Γεδδήλ, υἱοὶ Γαάρ, υἱοὶ Ραϊά, 48 υἱοὶ Ρασών, υἱοὶ Νεκωδά, υἱοὶ Γαζέμ, 49 υἱοὶ ᾿Αζώ, υἱοὶ Φασή, υἱοὶ Βασί, 50 υἱοὶ ᾿Ασενά, υἱοὶ Μοουνίμ, υἱοὶ Νεφουσίμ, 51 υἱοὶ Βακβούκ, υἱοὶ ᾿Ακουφά, υἱοὶ ᾿Αρούρ, 52 υἱοὶ Βασαλώθ, υἱοὶ Μαουδά, υἱοὶ ᾿Αρσά, 53 υἱοὶ Βαρκός, υἱοὶ Σισάρα, υἱοὶ Θεμά, 54 υἱοὶ Νασθιέ, υἱοὶ ᾿Ατουφά, 55 υἱοὶ δούλων Σαλωμών, υἱοὶ Σωταΐ, υἱοὶ Σεφηρά, υἱοὶ Φαδουρά, 56 υἱοὶ ᾿Ιεηλά, υἱοὶ Δαρκών, υἱοὶ Γεδήλ, 57 υἱοὶ Σαφατία, υἱοὶ ᾿Ατίλ, υἱοὶ Φαχεράθ, υἱοὶ ᾿Ασεβωείμ, υἱοὶ ῾Ημεΐ· 58 πάντες οἱ Ναθανὶμ καὶ υἱοὶ ᾿Αβδησελμὰ τριακόσιοι ἐνενηκονταδύο. 59 καὶ οὗτοι οἱ ἀναβάντες ἀπὸ Θελμελέχ, Θελαρησά, Χερούβ, ῾Ηδάν, ᾿Εμμήρ καὶ οὐκ ἐδυνάσθησαν τοῦ ἀναγγεῖλαι οἶκον πατριᾶς αὐτῶν καὶ σπέρμα αὐτῶν εἰ ἐξ ῾Ισραήλ εἰσιν· 60 υἱοὶ Δαλαΐα, υἱοὶ Βουά, υἱοὶ Τωβίου, υἱοὶ Νεκωδά, ἑξακόσιοι πεντηκονταδύο· 61 καὶ ἀπὸ τῶν υἱῶν τῶν ἱερέων υἱοὶ Λαβεία, υἱοὶ ᾿Ακκούς, υἱοὶ Βερζελλαΐ, ὃς ἔλαβεν ἀπὸ τῶν θυγατέρων Βερζελλαΐ τοῦ Γαλααδίτου γυναῖκα, καὶ ἐκλήθη ἐπὶ τῷ ὀνόματι αὐτῶν· 62 οὗτοι, ἐζήτησαν γραφὴν αὐτῶν οἱ μεθωεσίμ, καὶ οὐχ εὑρέθησαν, καὶ ἠγχιστεύθησαν ἀπὸ τῆς ἱερατείας· 63 καὶ εἶπεν ᾿Αθερσασθὰ αὐτοῖς τοῦ μὴ φαγεῖν ἀπὸ τοῦ ἁγίου τῶν ἁγίων ἕως ἀναστῇ ἱερεὺς τοῖς φωτίζουσι καὶ τοῖς τελείοις. 64 πᾶσα δὲ ἡ ἐκκλησία ὁμοῦ ὡσεὶ τέσσαρες μυριάδες δισχίλιοι τριακόσιοι ἑξήκοντα, 65 χωρὶς δούλων αὐτῶν καὶ παιδισκῶν αὐτῶν, οὗτοι ἑπτακισχίλιοι τριακόσιοι τριακοντεπτά· καὶ οὗτοι ᾄδοντες καὶ ᾄδουσαι διακόσιοι· 66 ἵπποι αὐτῶν ἑπτακόσιοι τριακονταέξ, ἡμίονοι αὐτῶν διακόσιοι τεσσαρακονταπέντε, 67 κάμηλοι αὐτῶν τετρακόσιοι τριακονταπέντε, ὄνοι αὐτῶν ἑξακισχίλιοι ἑπτακόσιοι εἴκοσι. 68 καὶ ἀπὸ ἀρχόντων πατριῶν ἐν τῷ εἰσελθεῖν αὐτοὺς εἰς οἶκον Κυρίου τὸν ἐν ῾Ιερουσαλὴμ ἡκουσιάσαντο εἰς οἶκον τοῦ Θεοῦ τοῦ στῆσαι αὐτὸν ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ· 69 ὡς ἡ δύναμις αὐτῶν, ἔδωκαν εἰς θησαυρὸν τοῦ ἔργου χρυσίον καθαρόν, μναῖ ἓξ μυριάδες καὶ χίλιαι, καὶ ἀργυρίου μνᾶς πεντακισχιλίας, καὶ κόθωνοι τῶν ἱερέων ἑκατόν. 70 καὶ ἐκάθισαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ ἀπὸ τοῦ λαοῦ καὶ οἱ ᾄδοντες καὶ οἱ πυλωροὶ καὶ οἱ Ναθινὶμ ἐν πόλεσιν αὐτῶν καὶ πᾶς ᾿Ισραὴλ ἐν πόλεσιν αὐτῶν.

Πέμπτη 28 Ιουνίου 2018

ΕΣΔΡΑΣ Β'

ΚΕΦΑΛΑΙΟΝ 1 

ΚΑΙ ἐν τῷ πρώτῳ ἔτει Κύρου τοῦ Βασιλέως Περσῶν τοῦ τελεσθῆναι λόγον Κυρίου ἀπὸ στόματος ῾Ιερεμίου, ἐξήγειρε Κύριος τὸ πνεῦμα Κύρου βασιλέως Περσῶν, καὶ παρήγγειλε φωνὴν ἐν πάσῃ βασιλείᾳ αὐτοῦ καί γε ἐν γραπτῷ λέγων· 2 οὕτως εἶπε Κῦρος βασιλεὺς Περσῶν· πάσας τὰς βασιλείας τῆς γῆς ἔδωκέ μοι Κύριος ὁ Θεὸς τοῦ οὐρανοῦ, καὶ αὐτὸς ἐπεσκέψατο ἐπ᾿ ἐμὲ τοῦ οἰκοδομῆσαι οἶκον αὐτῷ ἐν ῾Ιερουσαλὴμ τῇ ἐν τῇ ᾿Ιουδαίᾳ. 3 τίς ἐν ὑμῖν ἀπὸ παντὸς τοῦ λαοῦ αὐτοῦ; καὶ ἔσται ὁ Θεὸς αὐτοῦ μετ᾿ αὐτοῦ, καὶ ἀναβήσεται εἰς ῾Ιερουσαλὴμ τὴν ἐν τῇ ᾿Ιουδαίᾳ, καὶ οἰκοδομησάτω τὸν οἶκον Θεοῦ ᾿Ισραὴλ (αὐτὸς ὁ Θεὸς ὁ ἐν ῾Ιερουσαλήμ). 4 καὶ πᾶς ὁ καταλιπόμενος ἀπὸ πάντων τῶν τόπων, οὗ αὐτὸς παροικεῖ ἐκεῖ, καὶ λήψονται αὐτὸν ἄνδρες τοῦ τόπου αὐτοῦ ἐν ἀργυρίῳ καὶ χρυσίῳ καὶ ἀποσκευῇ καὶ κτήνεσι μετὰ τοῦ ἑκουσίου εἰς οἶκον τοῦ Θεοῦ τοῦ ἐν ῾Ιερουσαλήμ. 5 καὶ ἀνέστησαν ἄρχοντες τῶν πατριῶν τῶν ᾿Ιούδα καὶ Βενιαμὶν καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται, πάντων ὧν ἐξήγειρεν ὁ Θεὸς τὸ πνεῦμα αὐτῶν τοῦ ἀναβῆναι οἰκοδομῆσαι τὸν οἶκον Κυρίου τὸν ἐν ῾Ιερουσαλήμ. 6 καὶ πάντες οἱ κυκλόθεν ἐνίσχυσαν ἐν χερσὶν αὐτῶν ἐν σκεύεσιν ἀργυρίου, ἐν χρυσῷ, ἐν ἀποσκευῇ καὶ ἐν κτήνεσι καὶ ἐν ξενίοις, πάρεξ τῶν ἑκουσίων. 7 καὶ ὁ βασιλεὺς Κῦρος ἐξήνεγκε τὰ σκεύη οἴκου Κυρίου, ἃ ἔλαβε Ναβουχοδονόσορ ἀπὸ ῾Ιερουσαλὴμ καὶ ἔδωκεν αὐτὰ ἐν οἴκῳ Θεοῦ αὐτοῦ· 8 καὶ ἐξήνεγκεν αὐτὰ Κῦρος ὁ βασιλεὺς Περσῶν ἐπὶ χεῖρα Μιθραδάτου Γασβαρηνοῦ, καὶ ἠρίθμησεν αὐτὰ τῷ Σασαβασὰρ τῷ ἄρχοντι τοῦ ᾿Ιούδα. 9 καὶ οὗτος ὁ ἀριθμὸς αὐτῶν· ψυκτῆρες χρυσοῖ τριάκοντα καὶ ψυκτῆρες ἀργυροῖ χίλιοι, παρηλλαγμένα ἐννέα καὶ εἴκοσι, 10 κεφουρῆς χρυσοῖ τριάκοντα καὶ ἀργυροῖ διπλοῖ τετρακόσια δέκα καὶ σκεύη ἕτερα χίλια. 11 πάντα τὰ σκεύη τῷ χρυσῷ καὶ τῷ ἀργυρῷ πεντακισχίλια καὶ τετρακόσια, τὰ πάντα ἀναβαίνοντα μετὰ Σασαβασὰρ ἀπὸ τῆς ἀποικίας ἐκ Βαβυλῶνος εἰς ῾Ιερουσαλήμ.

Δευτέρα 25 Ιουνίου 2018

ΕΣΔΡΑΣ Α'

ΚΕΦΑΛΑΙΟΝ 9 

ΚΑΙ ἀναστὰς ῎Εδρας ἀπὸ τῆς αὐλῆς τοῦ ἱεροῦ ἐπορεύθη εἰς τὸ παστοφόριον ᾿Ιωνὰν τοῦ ᾿Ελιασίβου, 2 καὶ αὐλισθεὶς ἐκεῖ ἄρτου οὐκ ἐγεύσατο οὐδὲ ὕδωρ ἔπιε, πενθῶν ἐπὶ τῶν ἀνομιῶν τῶν μεγάλων τοῦ πλήθους. 3 καὶ ἐγένετο κήρυγμα ἐν ὅλῃ τῇ ᾿Ιουδαίᾳ καὶ ῾Ιερουσαλὴμ πᾶσι τοῖς ἐκ τῆς αἰχμαλωσίας συναχθῆναι εἰς ῾Ιερουσαλήμ· 4 καὶ ὅσοι ἂν μὴ ἀπαντήσωσιν ἐν δυσὶν ἢ τρισὶν ἡμέραις κατὰ τὸ κρίμα τῶν προκαθημένων πρεσβυτέρων, ἀνιερωθήσονται τὰ κτήνη αὐτῶν, καὶ αὐτὸς ἀλλοτριωθήσεται ἀπὸ τοῦ πλήθους τῆς αἰχμαλωσίας. 5 καὶ ἐπισυνήχθησαν πάντες οἱ ἐκ τῆς φυλῆς ᾿Ιούδα καὶ Βενιαμὶν ἐν τρισὶν ἡμέραις εἰς ῾Ιερουσαλήμ (οὗτος ὁ μὴν ἔννατος τῇ εἰκάδι τοῦ μηνός), 6 καὶ συνεκάθισαν πᾶν τὸ πλῆθος ἐν τῷ εὐρυχώρῳ τοῦ ἱεροῦ τρέμοντες διὰ τὸν ἐνεστῶτα χειμῶνα. 7 καὶ ἀναστὰς ῎Εσδρας εἶπεν αὐτοῖς· ὑμεῖς ἠνομήσατε καὶ συνῳκίσατε γυναιξὶν ἀλλογενέσι τοῦ προσθεῖναι ἁμαρτίας τῷ ᾿Ισραήλ· 8 καὶ νῦν δότε ὁμολογίαν δόξαν τῷ Κυρίῳ Θεῷ τῶν πατέρων ἡμῶν 9 καὶ ποιήσατε τὸ θέλημα αὐτοῦ καὶ χωρίσθητε ἀπὸ τῶν ἐθνῶν τῆς γῆς καὶ ἀπὸ τῶν γυναικῶν τῶν ἀλλογενῶν. 10 καὶ ἐφώνησεν ἅπαν τὸ πλῆθος καὶ εἶπον μεγάλῃ τῇ φωνῇ· οὕτως ὡς εἴρηκας ποιήσομεν. 11 ἀλλὰ τὸ πλῆθος πολὺ καὶ ὥρα χειμερινή, καὶ οὐκ ἰσχύομεν στῆναι αἴθριοι, καὶ τὸ ἔργον οὐκ ἔστιν ἡμῖν ἡμέρας μιᾶς οὐδὲ δύο· ἐπὶ πλεῖον γὰρ ἡμάρτομεν ἐν τούτοις. 12 στήτωσαν δὲ οἱ προηγούμενοι τοῦ πλήθους, καὶ πάντες οἱ ἐκ τῶν κατοικιῶν ἡμῶν ὅσοι ἔχουσι γυναῖκας ἀλλογενεῖς, παραγενηθήτωσαν λαβόντες χρόνον· 13 ἑκάστου δὲ τόπου τοὺς πρεσβυτέρους καὶ τοὺς κριτὰς ἕως τοῦ λῦσαι τὴν ὀργὴν Κυρίου ἀφ᾿ ἡμῶν τοῦ πράγματος τούτου. 14 ᾿Ιωνάθας ᾿Αζαήλου καὶ ᾿Εζεκίας Θεωκανοῦ ἐπεδέξαντο κατὰ ταῦτα, καὶ Μοσόλλαμος καὶ Λευὶς καὶ Σαββαταῖος συνεβράβευσαν αὐτοῖς. 15 καὶ ἐποίησαν κατὰ πάντα ταῦτα οἱ ἐκ τῆς αἰχμαλωσίας. 16 καὶ ἐπελέξατο αὐτῷ ῎Εσδρας ὁ ἱερεὺς ἄνδρας ἡγουμένους τῶν πατριῶν αὐτῶν πάντας κατ᾿ ὄνομα, καὶ συνεκλείσθησαν τῇ νουμηνίᾳ τοῦ μηνὸς τοῦ δεκάτου ἐτάσαι τὸ πρᾶγμα. 17 καὶ ἤχθη ἐπὶ πέρας τὰ κατὰ τοὺς ἄνδρας τοὺς ἐπισυνέχοντας γυναῖκας ἀλλογενεῖς ἕως τῆς νουμηνίας τοῦ πρώτου μηνός. 18 καὶ εὑρέθησαν τῶν ἱερέων οἱ ἐπισυναχθέντες ἀλλογενεῖς γυναῖκας ἔχοντες· 19 ἐκ τῶν υἱῶν ᾿Ιησοῦ τοῦ ᾿Ιωσεδὲκ καὶ τῶν ἀδελφῶν αὐτοῦ Μαθήλας καὶ ᾿Ελεάζαρος καὶ ᾿Ιώριβος καὶ ᾿Ιωαδάνος· 20 καὶ ἐπέβαλον τὰς χεῖρας ἐκβαλεῖν τὰς γυναῖκας αὐτῶν, καὶ εἰς ἐξιλασμὸν κριοὺς ὑπὲρ τῆς ἀγνοίας αὐτῶν. 21 καὶ ἐκ τῶν υἱῶν ᾿Εμμήρ, ᾿Ανανίας καὶ Ζαβδαῖος καὶ Μάνης καὶ Σαμαῖος καὶ ῾Ιερεὴλ καὶ ᾿Αζαρίας· 22 καὶ ἐκ τῶν υἱῶν Φαισούρ, ᾿Ελιωναΐς Μασσίας ᾿Ισμαῆλος καὶ Ναθαναῆλος καὶ ᾿Ωκόδηλος καὶ Σαλόας· 23 καὶ ἐκ τῶν Λευιτῶν, ᾿Ιωζαβάδος καὶ Σεμεΐς καὶ Κώϊος (οὗτός ἐστι Καλιτάς) καὶ Παθαῖος καὶ ᾿Ιούδας καὶ ᾿Ιωνάς· 24 ἐκ τῶν ἱεροψαλτῶν, ᾿Ελιάσεβος, Βακχοῦρος· 25 ἐκ τῶν θυρωρῶν, Σαλοῦμος καὶ Τολβάνης· 26 ἐκ τοῦ ᾿Ισραὴλ ἐκ τῶν υἱῶν Φόρος, ῾Ιερμὰς καὶ ᾿Ιεζίας καὶ Μελχίας καὶ Μαῆλος καὶ ᾿Ελεάζαρος καὶ ᾿Ασεβίας καὶ Βαναίας· 27 ἐκ τῶν υἱῶν ᾿Ηλά, Ματθανίας, Ζαχαρίας καὶ ᾿Ιεζριῆλος καὶ ᾿Ιωαβδίος καὶ ῾Ιερεμὼθ καὶ ᾿Αϊδίας· 28 καὶ ἐκ τῶν υἱῶν Ζαμώθ, ᾿Ελιαδάς, ᾿Ελιάσιμος, ᾿Οθονίας ᾿Ιαριμὼθ καὶ Σάβαθος καὶ Ζεραλίας· 29 καὶ ἐκ τῶν υἱῶν Βηβαΐ, ᾿Ιωάννης καὶ ᾿Ανανίας καὶ ᾿Ιωζάβδος καὶ ᾿Αμαθίας· 30 ἐκ τῶν υἱῶν Μανί, ᾿Ωλαμός, Μαμοῦχος, ᾿Ιεδαῖος, ᾿Ιασοῦβος καὶ ᾿Ιασαῆλος καὶ ῾Ιερεμώθ· 31 καὶ ἐξ υἱῶν ᾿Αδδί, Νάαθος καὶ Μοοσίας, Λακκοῦνος καὶ Ναΐδος, Ματθανίας καὶ Σεσθήλ· καὶ Βαλνοῦος καὶ Μανασσίας· 32 καὶ ἐκ τῶν υἱῶν ᾿Ανάν, ᾿Ελιωνὰς καὶ ᾿Ασαΐας καὶ Μελχίας καὶ Σαββαῖος καὶ Σίμων Χοσαμαῖος· 33 καὶ ἐκ τῶν υἱῶν ᾿Ασόμ, ᾿Αλταναῖος καὶ Ματταθίας καὶ Σαβανναῖος καὶ ᾿Ελιφαλὰτ καὶ Μανασσῆς καὶ Σεμεΐ· 34 καὶ ἐκ τῶν υἱῶν Βαανί, ῾Ιερεμίας, Μομδίος, ᾿Ισμαῆρος, ᾿Ιουήλ, Μαβδαΐ καὶ Πεδίας καὶ ῎Ανως, Ραβασίων καὶ ᾿Ενάσιβος καὶ Μαμνιτάναιμος, ᾿Ελίασις, Βαννούς, ᾿Ελιαλί, Σομεΐς, Σελεμίας, Ναθανίας· καὶ ἐκ τῶν υἱῶν ᾿Εζωρά, Σεσίς, ᾿Εσρήλ, ᾿Αζαῆλος, Σαματός, Ζαμβρί, ᾿Ιώσηφος· 35 καὶ ἐκ τῶν υἱῶν ᾿Εθμά, Μαζιτίας, Ζαβαδαίας, ᾿Ηδαΐς, ᾿Ιουήλ, Βαναίας. 36 πάντες οὗτοι συνῴκισαν γυναῖκας ἀλλογενεῖς, καὶ ἀπέλυσαν αὐτὰς σὺν τέκνοις. 37 Καὶ κατῴκησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ ἐκ τοῦ ᾿Ισραὴλ ἐν ῾Ιερουσαλὴμ καὶ ἐν τῇ χώρᾳ τῇ νουμηνίᾳ τοῦ μηνὸς τοῦ ἑβδόμου καὶ οἱ υἱοὶ ᾿Ισραὴλ ἐν ταῖς κατοικίαις αὐτῶν. 38 καὶ συνήχθη πᾶν τὸ πλῆθος ὁμοθυμαδὸν ἐπὶ τὸ εὐρύχωρον τοῦ πρὸς ἀνατολὰς τοῦ ἱεροῦ πυλῶνος 39 καὶ εἶπεν ῎Εσδρᾳ τῷ ἱερεῖ καὶ ἀναγνώστῃ· κόμισαι τὸν νόμον Μωυσῆ τὸν παραδοθέντα ὑπὸ Κυρίου Θεοῦ ᾿Ισραήλ. 40 καὶ ἐκόμισεν ῎Εσδρας ὁ ἀρχιερεὺς τὸν νόμον παντὶ τῷ πλήθει ἀνθρώπου ἕως γυναικὸς καὶ πᾶσι τοῖς ἱερεῦσιν ἀκοῦσαι τοῦ νόμου νουμηνίᾳ τοῦ ἑβδόμου μηνός. 41 καὶ ἀνεγίνωσκεν ἐν τῷ πρὸ τοῦ ἱεροῦ πυλῶνος εὐρυχώρῳ, ἐξ ὄρθρου ἕως μέσης ἡμέρας, ἐνώπιον ἀνδρῶν τε καὶ γυναικῶν, καὶ ἀπέδωκαν πᾶν τὸ πλῆθος τὸν νοῦν εἰς τὸν νόμον. 42 καὶ ἔστη ῎Εσδρας ὁ ἱερεὺς καὶ ἀναγνώστης τοῦ νόμου ἐπὶ τοῦ ξυλίνου βήματος τοῦ κατασκευασθέντος, 43 καὶ ἔστησαν παρ᾿ αὐτῷ Ματταθίας, Σαμμούς, ᾿Ανανίας, ᾿Αζαρίας, Οὐρίας, ᾿Εζεκίας, Βαάλσαμος ἐκ δεξιῶν, 44 καὶ ἐξ εὐωνύμων Φαλδαῖος καὶ Μισαήλ, Μελχίας, Λωθάσουβος, Ναβαρίας, Ζαχαρίας. 45 καὶ ἀναλαβὼν ῎Εσδρας τὸ βιβλίον ἐνώπιον τοῦ πλήθους προεκάθητο ἐπιδόξως ἐνώπιον πάντων, 46 καὶ ἐν τῷ λῦσαι τὸν νόμον πάντες ὀρθοὶ ἔστησαν. καὶ εὐλόγησεν ῎Εσδρας τῷ Κυρίῳ Θεῷ ῾Υψίστῳ Θεῷ Σαβαὼθ παντοκράτορι, 47 καὶ ἐπεφώνησε πᾶν τὸ πλῆθος ἀμήν. καὶ ἄραντες ἄνω τὰς χεῖρας, προσπεσόντες ἐπὶ τὴν γῆν, προσεκύνησαν τῷ Κυρίῳ. 48 ᾿Ιησοῦς καὶ ᾿Αννιοὺθ καὶ Σαραβίας καὶ ᾿Ιαδινὸς καὶ ᾿Ιάκουβος, Σαββαταῖος, Αὐταίας, Μαιάννας καὶ Καλίτας, ᾿Αζαρίας καὶ ᾿Ιώζαβδος καὶ ᾿Ανανίας, Φαλίας, οἱ Λευῖται, ἐδίδασκον τὸν νόμον τοῦ Κυρίου καὶ πρὸς τὸ πλῆθος ἀνεγίνωσκον τὸν νόμον τοῦ Κυρίου, ἐμφυσιοῦντες ἅμα τὴν ἀνάγνωσιν. 49 καὶ εἶπεν ᾿Ατθαράτης ῎Εσδρᾳ τῷ ἀρχιερεῖ καὶ ἀναγνώστῃ καὶ τοῖς Λευίταις τοῖς διδάσκουσι τὸ πλῆθος ἐπὶ πάντας· 50 ἡ ἡμέρα αὕτη ἐστὶν ἁγία τῷ Κυρίῳ, καὶ πάντες ἔκλαιον ἐν τῷ ἀκοῦσαι τοῦ νόμου· 51 βαδίσαντες οὖν φάγετε λιπάσματα καὶ πίετε γλυκάσματα καὶ ἀποστείλατε ἀποστολὰς τοῖς μὴ ἔχουσιν, 52 ἁγία γὰρ ἡ ἡμέρα τῷ Κυρίῳ· καὶ μὴ λυπεῖσθε, ὁ γὰρ Κύριος δοξάσει ὑμᾶς. 53 καὶ οἱ Λευῖται ἐκέλευον παντὶ τῷ δήμῳ λέγοντες· ἡ ἡμέρα αὕτη ἁγία, μὴ λυπεῖσθε. 54 καὶ ᾤχοντο πάντες φαγεῖν καὶ πιεῖν καὶ εὐφραίνεσθαι καὶ δοῦναι ἀποστολὰς τοῖς μὴ ἔχουσι καὶ εὐφρανθῆναι μεγάλως, 55 ὅτι γὰρ ἐνεφυσιώθησαν ἐν τοῖς ρήμασιν, οἷς ἐδιδάχθησαν, καὶ ἐπισυνήχθησαν.

Σάββατο 23 Ιουνίου 2018

ΕΣΔΡΑΣ Α'

ΚΕΦΑΛΑΙΟΝ 8 

ΚΑΙ μεταγενέστερος τούτων βασιλεύοντος ᾿Αρταξέρξου τοῦ Περσῶν βασιλέως προσέβη ῎Εσδρας Σαραίου, τοῦ ᾿Εζεχρίου, τοῦ Χελκίου τοῦ Σαλήμου, 2 τοῦ Σαδδούκου, τοῦ ᾿Αχιτώβ, τοῦ ᾿Αμαρίου, τοῦ ᾿Οζίου, τοῦ Βοκκά, τοῦ ᾿Αβισαΐ, τοῦ Φινεές, τοῦ ᾿Ελεάζαρ, τοῦ ᾿Ααρὼν τοῦ ἱερέως τοῦ πρώτου. 3 οὗτος ῎Εσδρας ἀνέβη ἐκ Βαβυλῶνος ὡς γραμματεὺς εὐφυὴς ὢν ἐν τῷ Μωυσέως νόμῳ τῷ ἐκδεδομένῳ ὑπὸ τοῦ Θεοῦ τοῦ ᾿Ισραήλ, 4 καὶ ἔδωκεν αὐτῷ ὁ βασιλεὺς δόξαν, εὑρόντος χάριν ἐνώπιον αὐτοῦ ἐπὶ πάντα τὰ ἀξιώματα αὐτοῦ. 5 καὶ συνανέβησαν ἐκ τῶν υἱῶν ᾿Ισραὴλ καὶ τῶν ἱερέων καὶ Λευιτῶν καὶ ἱεροψαλτῶν καὶ θυρωρῶν καὶ ἱεροδούλων εἰς ῾Ιερουσαλὴμ 6 ἔτους ἑβδόμου βασιλεύοντος ᾿Αρταξέρξου ἐν τῷ πέμπτῳ μηνὶ (οὗτος ἐνιαυτὸς ἕβδομος τῷ βασιλεῖ). ἐξελθόντες γὰρ ἐκ Βαβυλῶνος τῇ νουμηνίᾳ τοῦ πρώτου μηνὸς παρεγένοντο εἰς ῾Ιερουσαλὴμ κατὰ τὴν δοθεῖσαν αὐτοῖς εὐοδίαν παρὰ τοῦ Κυρίου ἐπ᾿ αὐτῷ· 7 ὁ γὰρ ῎Εσδρας πολλὴν ἐπιστήμην περιεῖχεν εἰς τὸ μηδὲν παραλιπεῖν τῶν ἐκ τοῦ νόμου Κυρίου καὶ ἐκ τῶν ἐντολῶν διδάξαι πάντα τὸν ᾿Ισραὴλ δικαιώματα καὶ κρίματα. 8 Προσπεσόντος δὲ τοῦ γραφέντος προστάγματος παρὰ ᾿Αρταξέρξου βασιλέως πρὸς ῎Εσδραν τὸν ἱερέα καὶ ἀναγνώστην τοῦ νόμου Κυρίου, οὗ ἐστιν ἀντίγραφον τὸ ὑποκείμενον· 9 «Βασιλεὺς ᾿Αρταξέρξης ῎Εδρᾳ τῷ ἱερεῖ καὶ ἀναγνώστῃ τοῦ νόμου Κυρίου χαίρειν. 10 καὶ τὰ φιλάνθρωπα ἐγὼ κρίνας προσέταξα τοὺς βουλομένους ἐκ τοῦ ἔθνους τῶν ᾿Ιουδαίων αἱρετίζοντας καὶ τῶν ἱερέων καὶ τῶν Λευιτῶν, καὶ τῶνδε ἐν τῇ ἡμετέρᾳ βασιλείᾳ, συμπορεύεσθαί σοι εἰς ῾Ιερουσαλήμ. 11 ὅσοι οὖν ἐνθυμοῦνται, συνεξορμάσθωσαν καθάπερ δέδοκται ἐμοί τε καὶ τοῖς ἑπτὰ φίλοις συμβουλευταῖς, 12 ὅπως ἐπισκέψωνται τὰ κατὰ τὴν ᾿Ιουδαίαν καὶ ῾Ιερουσαλὴμ ἀκολούθως ᾧ ἔχει ἐν τῷ νόμῳ Κυρίου, 13 καὶ ἀπενεγκεῖν δῶρα τῷ Κυρίῳ τοῦ ᾿Ισραήλ, ἃ ηὐξάμην ἐγώ τε καὶ οἱ φίλοι, εἰς ῾Ιερουσαλήμ, καὶ πᾶν χρυσίον καὶ ἀργύριον, ὃ ἐὰν εὑρεθῇ ἐν τῇ χώρᾳ τῆς Βαβυλωνίας, τῷ Κυρίῳ εἰς ῾Ιερουσαλὴμ σὺν τῷ δεδωρημένῳ ὑπὸ τοῦ ἔθνους εἰς τὸ ἱερὸν τοῦ Κυρίου Θεοῦ αὐτῶν τὸ ἐν ῾Ιερουσαλὴμ 14 συναχθῆναι, τό τε χρυσίον καὶ τὸ ἀργύριον εἰς ταύρους καὶ κριοὺς καὶ ἄρνας καὶ τὰ τούτοις ἀκόλουθα, 15 ὥστε προσενεγκεῖν θυσίας τῷ Κυρίῳ ἐπὶ τὸ θυσιαστήριον τοῦ Κυρίου Θεοῦ αὐτῶν τὸ ἐν ῾Ιερουσαλήμ. 16 καὶ πάντα, ὅσα ἐὰν βούλῃ μετὰ τῶν ἀδελφῶν σου ποιῆσαι χρυσίῳ καὶ ἀργυρίῳ, ἐπιτέλει κατὰ τὸ θέλημα τοῦ Θεοῦ σου, 17 καὶ τὰ ἱερὰ σκεύη τοῦ Κυρίου τὰ διδόμενά σοι εἰς τὴν χρείαν τοῦ ἱεροῦ τοῦ Θεοῦ σου τοῦ ἐν ῾Ιερουσαλὴμ 18 καὶ τὰ λοιπὰ ὅσα ἂν ὑποπίπτῃ σοι εἰς τὴν χρείαν τοῦ ἱεροῦ τοῦ Θεοῦ σου δώσεις ἐκ τοῦ βασιλικοῦ γαζοφυλακίου. 19 κἀγὼ ἰδοὺ ᾿Αρταξέρξης βασιλεὺς προσέταξας τοῖς γαζοφύλαξι Συρίας καὶ Φοινίκης, ἵνα ὅσα ἐὰν ἀποστείλῃ ῎Εσδρας ὁ ἱερεὺς καὶ ἀναγνώστης τοῦ νόμου τοῦ Θεοῦ τοῦ ῾Υψίστου, ἐπιμελῶς διδῶσιν ἕως ἀργυρίου ταλάντων ἑκατόν, 20 ὁμοίως δὲ καὶ ἕως πυροῦ κόρων ἑκατὸν καὶ οἴνου μετρητῶν ἑκατὸν 21 καὶ ἄλλα ἐκ πλήθους· πάντα κατὰ τὸν τοῦ Θεοῦ νόμον ἐπιτελεσθήτω ἐπιμελῶς τῷ Θεῷ τῷ ῾Υψίστῳ, ἕνεκεν τοῦ μὴ γενέσθαι ὀργὴν εἰς τὴν βασιλείαν τοῦ βασιλέως καὶ τῶν υἱῶν αὐτοῦ. 22 καὶ ὑμῖν δὲ λέγεται ὅπως πᾶσι τοῖς ἱερεῦσι καὶ τοῖς Λευίταις καὶ ἱεροψάλταις καὶ θυρωροῖς καὶ ἱεροδούλοις καὶ πραγματικοῖς τοῦ ἱεροῦ τούτου μηδὲ μία φορολογία μηδὲ ἄλλη ἐπιβουλὴ γίνηται, καὶ μηδένα ἔχειν ἐξουσίαν ἐπιβαλεῖν τι τούτοις. 23 καὶ σύ, ῎Εσδρα, κατὰ τὴν σοφίαν τοῦ Θεοῦ ἀνάδειξον κριτὰς καὶ δικαστάς, ὅπως δικάζωσιν ἐν ὅλῃ Συρίᾳ καὶ Φοινίκῃ πάντας τοὺς ἐπισταμένους τὸν νόμον τοῦ Θεοῦ σου· καὶ τοὺς μή ἐπισταμένους διδάξεις. 24 καὶ πάντες, ὅσοι ἂν παραβαίνωσι τὸν νόμον τοῦ Θεοῦ σου καὶ τὸν βασιλικόν, ἐπιμελῶς κολασθήσονται, ἐάν τε καὶ θανάτῳ· ἐάν τε καὶ τιμωρίᾳ ἢ ἀργυρικῇ ζημίᾳ ἢ ἀπαγωγῇ». 25 Καὶ εἶπεν ῎Εσδρας ὁ γραμματεύς· εὐλογητὸς μόνος Κύριος ὁ Θεὸς τῶν πατέρων μου ὁ δοὺς ταῦτα εἰς τὴν καρδίαν τοῦ βασιλέως, δοξάσαι τὸν οἶκον αὐτοῦ τὸν ἐν ῾Ιερουσαλήμ, 26 καὶ ἐμὲ ἐτίμησεν ἐναντίον τοῦ βασιλέως καὶ τῶν συμβουλευόντων καὶ πάντων τῶν φίλων καὶ μεγιστάνων αὐτοῦ. 27 καὶ ἐγὼ εὐθαρσὴς ἐγενόμην κατὰ τὴν ἀντίληψιν Κυρίου τοῦ Θεοῦ μου καὶ συνήγαγον ἄνδρας ἐκ τοῦ ᾿Ισραὴλ ὥστε συναναβῆναί μοι. 28 Καὶ οὗτοι οἱ προηγούμενοι κατὰ τὰς πατριὰς αὐτῶν καὶ τὰς μεριδαρχίας οἱ ἀναβάντες μετ᾿ ἐμοῦ ἐκ Βαβυλῶνος ἐν τῇ βασιλείᾳ ᾿Αρταξέρξου τοῦ βασιλέως· 29 ἐκ τῶν υἱῶν Φινεές, Γηρσών· ἐκ τῶν υἱῶν ᾿Ιαθαμάρου, Γαμαλιήλ· ἐκ τῶν υἱῶν Δαυίδ, Λαττοὺς ὁ Σεχενίου· 30 ἐκ τῶν υἱῶν Φόρος, Ζαχαρίας καὶ μετ᾿ αὐτοῦ ἀπεγράφησαν ἄνδρες ἑκατὸν πεντήκοντα· 31 ἐκ τῶν υἱῶν Φαὰθ Μωάβ, ᾿Ελιαωνίας Ζαραίου καὶ μετ᾿ αὐτοῦ ἄνδρες διακόσιοι· 32 ἐκ τῶν υἱῶν Ζαθόης, Σεχενίας ᾿Ιεζήλου καὶ μετ᾿ αὐτοῦ ἄνδρες τριακόσιοι· ἐκ τῶν υἱῶν ᾿Αδίν, ᾿Ωβὴθ ᾿Ιωνάθου καὶ μετ᾿ αὐτοῦ ἄνδρες διακόσιοι πεντήκοντα· 33 ἐκ τῶν υἱῶν ᾿Ηλάμ, ᾿Ιεσίας Γοθολίου καὶ μετ᾿ αὐτοῦ ἄνδρες ἑβδομήκοντα· 34 ἐκ τῶν υἱῶν Σαφατίου, Ζαραΐας Μιχαήλου καὶ μετ᾿ αὐτοῦ ἄνδρες ἑβδομήκοντα· 35 ἐκ τῶν υἱῶν ᾿Ιωάβ, ᾿Αβαδίας ᾿Ιεζήλου καὶ μετ᾿ αὐτοῦ ἄνδρες διακόσιοι δεκαδύο· 36 ἐκ τῶν υἱῶν Βανίας, Σαλιμὼθ ᾿Ιωσαφίου καὶ μετ᾿ αὐτοῦ ἄνδρες ἑξήκοντα καὶ ἑκατόν· 37 ἐκ τῶν υἱῶν Βαβί, Ζαχαρίας Βηβαΐ καὶ μετ᾿ αὐτοῦ ἄνδρες εἰκοσιοκτώ· 38 ἐκ τῶν υἱῶν ᾿Αστάθ, ᾿Ιωάννης ᾿Ακατὰν καὶ μετ᾿ αὐτοῦ ἄνδρες ἑκατὸν δέκα· 39 ἐκ τῶν υἱῶν ᾿Αδωνικάμ, οἱ ἔσχατοι καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· ᾿Ελιφαλὰ τοῦ Γεουὴλ καὶ Σαμαίας καὶ μετ᾿ αὐτῶν ἄνδρες ἑβδομήκοντα· 40 ἐκ τῶν υἱῶν Βαγώ, Οὐθὶ ὁ τοῦ ᾿Ισταλκούρου καὶ μετ᾿ αὐτοῦ ἄνδρες ἑβδομήκοντα. 41 Καὶ συνήγαγον αὐτοὺς ἐπὶ τὸν λεγόμενον Θερὰν ποταμόν, καὶ παρενεβάλομεν ἡμέρας τρεῖς αὐτόθι, καὶ κατέμαθον αὐτούς. 42 καὶ ἐκ τῶν ἱερέων καὶ ἐκ τῶν λευιτῶν οὐχ εὑρὼν ἐκεῖ 43 ἀπέστειλα πρὸς ᾿Ελεάζαρον καὶ ᾿Ιδουῆλον καὶ Μαιὰ καὶ Μασμὰν καὶ ᾿Αλναθὰν καὶ Σαμαίαν κα’Ι ᾿Ιώριβον, Νάθαν, ᾿Εννατάν, Ζαχαρίαν καὶ Μοσόλλαμον τοὺς ἡγουμένους καὶ ἐπιστήμονας 44 καὶ εἶπα αὐτοῖς ἐλθεῖν πρὸς Λοδδαῖον τὸν ἡγούμενον τὸν ἐν τῷ τόπῳ τοῦ γαζοφυλακίου, 45 ἐντειλάμενος αὐτοῖς διαλεχθῆναι Λοδδαίῳ καὶ τοῖς ἀδελφοῖς αὐτοῦ καὶ τοῖς ἐν τῷ τόπῳ γαζοφύλαξιν ἀποστεῖλαι ἡμῖν τοὺς ἱερατεύσοντας ἐν τῷ οἴκῳ τοῦ Κυρίου ἡμῶν. 46 καὶ ἤγαγον ἡμῖν κατὰ τὴν κραταιὰν χεῖρα τοῦ Κυρίου ἡμῶν ἄνδρας ἐπιστήμονας τῶν υἱῶν Μοολὶ τοῦ Λευὶ τοῦ ᾿Ισραήλ, ᾿Ασεβηβίαν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τοὺς ἀδελφούς, ὄντας δέκα καὶ ὀκτώ, 47 καὶ ᾿Ασεβίαν καὶ ῎Αννουον καὶ ᾿Ωσαίαν ἀδελφὸν ἐκ τῶν υἱῶν Χανουναίου καὶ οἱ υἱοὶ αὐτῶν, εἴκοσιν ἄνδρες· 48 καὶ ἐκ τῶν ἱεροδούλων, ὧν ἔδωκε Δαυίδ, καὶ οἱ ἡγούμενοι εἰς τὴν ἐργασίαν τῶν Λευιτῶν, ἱεροδούλους διακοσίους καὶ εἴκοσι· πάντων ἐσημάνθη ἡ ὀνοματογραφία. 49 καὶ εὐξάμην ἐκεῖ νηστείαν τοῖς νεανίσκοις ἔναντι Κυρίου ἡμῶν 50 ζητῆσαι παρ᾿ αὐτοῦ εὐοδίαν ἡμῖν τε καὶ τοῖς συνοῦσιν ἡμῖν τέκνοις ἡμῶν καὶ κτήνεσιν· 51 ἐνετράπην γὰρ αἰτῆσαι τὸν βασιλέα πεζούς τε καὶ ἱππεῖς καὶ προπομπὴν ἕνεκεν ἀσφαλείας τῆς πρὸς τοὺς ἐναντιουμένους ἡμῖν· 52 εἴπαμεν γὰρ τῷ βασιλεῖ, ὅτι ἡ ἰσχὺς τοῦ Κυρίου ἡμῶν ἔσται μετά τῶν ἐπιζητούντων αὐτὸν εἰς πᾶσαν ἐπανόρθωσιν. 53 καὶ πάλιν ἐδεήθημεν τοῦ Κυρίου ἡμῶν πάντα ταῦτα καὶ ἐτύχομεν εὐϊλάτου. 54 καὶ ἐχώρισα τῶν φυλάρχων τῶν ἱερέων ἄνδρας δεκαδύο, καὶ ᾿Εσερεβίαν καὶ Σαμίαν καὶ μετ᾿ αὐτῶν ἐκ τῶν ἀδελφῶν αὐτῶν ἄνδρας δώδεκα, 55 καὶ ἔστησα αὐτοῖς τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ ἱερὰ σκεύη τοῦ οἴκου τοῦ Κυρίου ἡμῶν, ἃ ἐδωρήσατο ὁ βασιλεύς, καὶ οἱ σύμβουλοι αὐτοῦ καὶ οἱ μεγιστᾶνες καὶ πᾶς ᾿Ισραήλ. 56 καὶ στήσας παρέδωκα αὐτοῖς ἀργυρίου τάλαντα ἑξακόσια πεντήκοντα καὶ σκεύη ἀργυρᾶ ταλάντων ἑκατὸν καὶ χρυσίου τάλαντα ἑκατὸν καὶ χρυσώματα εἴκοσι καὶ σκεύη χάλκεα ἀπὸ χρηστοῦ χαλκοῦ στίλβοντα χρυσοειδῆ σκεύη δώδεκα. 57 καὶ εἶπα αὐτοῖς· καὶ ὑμεῖς ἅγιοί ἐστε τῷ Κυρίῳ καὶ τὰ σκεύη τὰ ἅγια, καὶ τὸ χρυσίον καὶ τὸ ἀργύριον εὐχὴ τῷ Κυρίῳ, Κυρίῳ τῶν πατέρων ἡμῶν· 58 ἀγρυπνεῖτε καὶ φυλάσσετε ἕως τοῦ παραδοῦναι ὑμᾶς αὐτὰ τοῖς φυλάρχοις τῶν ἱερέων καὶ τῶν Λευιτῶν καὶ τοῖς ἡγουμένοις τῶν πατριῶν τοῦ ᾿Ισραὴλ ἐν ῾Ιερουσαλήμ, ἐν τοῖς παστοφορίοις τοῦ οἴκου τοῦ Θεοῦ ἡμῶν. 59 καὶ οἱ παραλαβόντες οἱ ἱερεῖς καὶ οἱ Λευῖται τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη τὰ ἐν ῾Ιερουσαλὴμ εἰσήνεγκαν εἰς τὸ ἱερὸν τοῦ Κυρίου. 60 Καὶ ἀναζεύξαντες ἀπὸ τοῦ ποταμοῦ Θερὰ τῇ δωδεκάτῃ τοῦ πρώτου μηνὸς ἕως εἰσήλθομεν εἰς ῾Ιερουσαλὴμ κατὰ τὴν κραταιὰν χεῖρα τοῦ Κυρίου ἡμῶν τὴν ἐφ᾿ ἡμῖν· καὶ ἐρρύσατο ἡμᾶς ἀπὸ τῆς εἰσόδου ἀπὸ παντὸς ἐχθροῦ, καὶ ἤλθομεν εἰς ῾Ιερουσαλήμ. 61 καὶ γενομένης αὐτόθι ἡμέρας τρίτης, τῇ ἡμέρᾳ τῇ τετάρτῃ σταθὲν τὸ ἀργύριον καὶ τὸ χρυσίον παρεδόθη ἐν τῷ οἴκῳ Κυρίου ἡμῶν Μαρμωθὶ Οὐρίᾳ ἱερεῖ —62 καὶ μετ᾿ αὐτοῦ ᾿Ελεάζαρ ὁ τοῦ Φινεές, καὶ ἦσαν μετ᾿ αὐτοῦ ᾿Ιωσαβδὸς ᾿Ιησοῦ καὶ Μωὲθ Σαβάννου, οἱ Λευῖται— πρὸς ἀριθμὸν καὶ ὁλκὴν ἅπαντα, καὶ ἐγράφη πᾶσα ἡ ὁλκὴ αὐτῶν αὐτῇ τῇ ὥρᾳ. 63 οἱ δὲ παραγενόμενοι ἐκ τῆς αἰχμαλωσίας προσήνεγκαν θυσίας τῷ Θεῷ τοῦ ᾿Ισραὴλ Κυρίῳ, ταύρους δώδεκα ὑπὲρ παντὸς ᾿Ισραήλ, κριοὺς ἐνενηκονταέξ, ἄρνας ἑβδομηκονταδύο, τράγους ὑπὲρ σωτηρίου δώδεκα· ἅπαντα θυσίαν τῷ Κυρίῳ. 64 καὶ ἀπέδωκαν τὰ προστάγματα τοῦ βασιλέως τοῖς βασιλικοῖς οἰκονόμοις καὶ τοῖς ἐπάρχοις Κοίλης Συρίας καὶ Φοινίκης, καὶ ἐδόξασαν τὸ ἔθνος καὶ τὸ ἱερὸν τοῦ Κυρίου. 65 Καὶ τούτων τελεσθέντων προσήλθοσάν μοι οἱ ἡγούμενοι λέγοντες· 66 οὐκ ἐχώρισαν τὸ ἔθνος τοῦ ᾿Ισραὴλ καὶ οἱ ἄρχοντες καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται τὰ ἀλλογενῆ ἔθνη τῆς γῆς καὶ τὰς ἀκαθαρσίας αὐτῶν, Χαναναίων καὶ Χετταίων καὶ Φερεζαίων καὶ ᾿Ιεβουσαίων καὶ Μωαβιτῶν καὶ Αἰγυπτίων καὶ ᾿Ιδουμαίων· 67 συνῴκησαν γὰρ μετὰ τῶν θυγατέρων αὐτῶν καὶ αὐτοὶ καὶ οἱ υἱοὶ αὐτῶν, καὶ ἐπεμίγη τὸ σπέρμα τὸ ἅγιον εἰς τὰ ἀλλογενῆ ἔθνη τῆς γῆς, καὶ μετεῖχον οἱ προηγούμενοι καὶ οἱ μεγιστᾶνες τῆς ἀνομίας ταύτης ἀπὸ τῆς ἀρχῆς τοῦ πράγματος. 68 καὶ ἅμα τῷ ἀκοῦσαί με ταῦτα διέρρηξα τὰ ἱμάτια καὶ τὴν ἱερὰν ἐσθῆτα καὶ κατέτιλα τοῦ τριχώματος τῆς κεφαλῆς καὶ τοῦ πώγωνος καὶ ἐκάθισα σύννους καὶ περίλυπος. 69 καὶ ἐπισυνήχθησαν πρός με ὅσοι ποτὲ ἐπικινοῦντο ἐπὶ τῷ ρήματι Κυρίου Θεοῦ τοῦ ᾿Ισραήλ, ἐμοῦ πενθοῦντος ἐπὶ τῇ ἀνομίᾳ, καὶ ἐκαθήμην περίλυπτος ἕως τῆς δειλινῆς θυσίας. 70 καὶ ἐξεγερθεὶς ἐκ τῆς νηστείας, διερρηγμένα ἔχων τὰ ἱμάτια καὶ τὴν ἱερὰν ἐσθῆτα, κάμψας τὰ γόνατα καὶ ἐκτείνας τὰς χεῖρας πρὸς τὸν Κύριον ἔλεγον· 71 Κύριε, ᾔσχυμμαι καὶ ἐντέτραμμαι κατὰ πρόσωπόν σου· 72 αἱ γὰρ ἁμαρτίαι ἡμῶν ἐπλεόνασαν ὑπὲρ τὰς κεφαλὰς ἡμῶν, αἱ δὲ ἄγνοιαι ἡμῶν ὑπερήνεγκαν ἕως τοῦ οὐρανοῦ 73 ἔτι ἀπὸ τῶν χρόνων τῶν πατέρων ἡμῶν, καί ἐσμεν ἐν μεγάλῃ ἁμαρτίᾳ ἕως τῆς ἡμέρας ταύτης. 74 καὶ διά τὰς ἁμαρτίας ἡμῶν καὶ τῶν πατέρων ἡμῶν παρεδόθημεν σὺν τοῖς ἀδελφοῖς ἡμῶν καὶ σὺν τοῖς βασιλεῦσιν ἡμῶν καὶ σὺν τοῖς ἱερεῦσιν ἡμῶν τοῖς βασιλεῦσι τῆς γῆς εἰς ρομφαίαν καὶ αἰχμαλωσίαν καὶ προνομὴν μετὰ αἰσχύνης μέχρι τῆς σήμερον ἡμέρας. 75 καὶ νῦν κατὰ πόσον τι ἐγενήθη ἡμῖν ἔλεος παρὰ σοῦ, Κύριε, καταλειφθῆναι ἡμῖν ρίζαν καὶ ὄνομα ἐν τῷ τόπῳ ἁγιάσματός σου 76 καὶ τοῦ ἀνακαλύψαι φωστῆρα ἡμῖν ἐν τῷ οἴκῳ Κυρίου τοῦ Θεοῦ ἡμῶν δοῦναι ἡμῖν τροφὴν ἐν τῷ καιρῷ τῆς δουλείας ἡμῶν; καὶ ἐν τῷ δουλεύειν ἡμᾶς οὐκ ἐγκατελείφθημεν ὑπὸ τοῦ Κυρίου ἡμῶν, 77 ἀλλὰ ἐποίησεν ἡμᾶς ἐν χάριτι ἐνώπιον τῶν βασιλέων Περσῶν δοῦναι ἡμῖν τροφὴν 78 καὶ δοξάσαι τὸ ἱερὸν τοῦ Κυρίου ἡμῶν καὶ ἐγεῖραι τὴν ἔρημον Σιών, δοῦναι ἡμῖν στερέωμα ἐν τῇ ᾿Ιουδαίᾳ καὶ ῾Ιερουσαλήμ. 79 καὶ νῦν τί ἐροῦμεν, Κύριε, ἔχοντες ταῦτα; παρέβημεν γὰρ τὰ προστάγματά σου, ἃ ἔδωκας ἐν χειρὶ τῶν παίδων σου τῶν προφητῶν λέγων, 80 ὅτι ἡ γῆ, εἰς ἣν εἰσέρχεσθε κληρονομῆσαι, ἔστι γῆ μεμολυσμένη μολυσμῷ τῶν ἀλλογενῶν τῆς γῆς, καὶ τῆς ἀκαθαρσίας αὐτῶν ἐνέπλησαν αὐτήν. 81 καὶ νῦν τὰς θυγατέρας ὑμῶν μὴ συνοικήσητε τοῖς υἱοῖς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν μὴ λάβητε τοῖς υἱοῖς ὑμῶν· 82 καὶ οὐ ζητήσετε εἰρηνεῦσαι τὰ πρὸς αὐτοὺς τὸν ἅπαντα χρόνον, ἵνα ἰσχύσαντες φάγητε τὰ ἀγαθὰ τῆς γῆς, καὶ κατακληρονομήσητε τοῖς τέκνοις ὑμῶν ἕως αἰῶνος. 83 καὶ τὰ συμβαίνοντα πάντα ἡμῖν γίνεται διὰ τὰ ἔργα ἡμῶν τὰ πονηρὰ καὶ τὰς μεγάλας ἁμαρτίας ἡμῶν. σὺ γάρ, Κύριε, ἐκούφισας τὰς ἁμαρτίας ἡμῶν καὶ 84 ἔδωκας ἡμῖν τοιαύτην ρίζαν· πάλιν ἀνεκάμψαμεν παραβῆναι τὸν νόμον σου εἰς τὸ ἐπιμιγῆναι τῇ ἀκαθαρσίᾳ τῶν ἐθνῶν τῆς γῆς. 85 οὐχὶ ὠργίσθης ἡμῖν ἀπολέσαι ἡμᾶς ἕως τοῦ μὴ καταλιπεῖν ρίζαν καὶ σπέρμα καὶ ὄνομα ἡμῶν; 86 Κύριε τοῦ ᾿Ισραήλ, ἀληθινὸς εἶ· κατελείφθημεν γὰρ ρίζα ἐν τῇ σήμερον. 87 ἰδοὺ νῦν ἐσμεν ἐνώπιόν σου ἐν ταῖς ἀνομίαις ἡμῶν· οὐ γάρ ἐστι στῆναι ἔτι ἔμπροσθέν σου ἐπὶ τούτοις. 88 Καὶ ὅτε προσευχόμενος ῎Εσδρας ἀνθωμολογεῖτο κλαίων χαμαιπετὴς ἔμπροσθεν τοῦ ἱεροῦ, ἐπισυνήχθησαν πρὸς αὐτὸν ἀπὸ ῾Ιερουσαλὴμ ὄχλος πολὺς σφόδρα, ἄνδρες καὶ γυναῖκες καὶ νεανίαι· κλαυθμὸς γὰρ ἦν μέγας ἐν τῷ πλήθει. 89 καὶ φωνήσας ᾿Ιεχονίας ᾿Ιεήλου τῶν υἱῶν ᾿Ισραὴλ εἶπεν· ῎Εσδρα, ἡμεῖς ἡμάρτομεν εἰς τὸν Κύριον καὶ συνῳκίσαμεν γυναῖκας ἀλλογενεῖς ἐκ τῶν ἐθνῶν τῆς γῆς. καὶ νῦν ἐστιν ἐπάνω πᾶς ᾿Ισραήλ· 90 ἐν τούτῳ γινέσθω ἡμῖν ὁρκωμοσία πρὸς τὸν Κύριον, ἐκβαλεῖν πάσας τὰς γυναῖκας ἡμῶν τὰς ἐκ τῶν ἀλλογενῶν σὺν τοῖς τέκνοις αὐτῶν, ὡς ἐκρίθη σοι, καὶ ὅσοι πειθαρχοῦσι τῷ νόμῳ Κυρίου. 91 ἀναστὰς ἐπιτέλει· πρός σε γὰρ τὸ πρᾶγμα, καὶ ἡμεῖς μετὰ σοῦ ἰσχὺν ποιεῖν. 92 καὶ ἀναστὰς ῎Εσδρας ὥρκισε τοὺς φυλάρχους τῶν ἱερέων καὶ Λευιτῶν παντὸς τοῦ ᾿Ισραὴλ ποιῆσαι κατὰ ταῦτα· καὶ ὤμοσαν.

Τετάρτη 20 Ιουνίου 2018

ΕΣΔΡΑΣ Α'

ΚΕΦΑΛΑΙΟΝ 7 

ΤΟΤΕ Σισίννης ἔπαρχος Κοίλης Συρίας καὶ Φοινίκης, καὶ Σαθραβουζάνης καὶ οἱ συνεταῖροι κατακολουθήσαντες τοῖς ὑπὸ τοῦ βασιλέως Δαρείου προσταγεῖσιν 2 ἐπεστάτουν τῶν ἱερῶν ἔργων ἐπιμελέστερον συνεργοῦντες τοῖς πρεσβυτέροις τῶν ᾿Ιουδαίων καὶ ἱεροστάταις. 3 καὶ εὔοδα ἐγίνετο τὰ ἱερὰ ἔργα προφητευόντων ᾿Αγγαίου καὶ Ζαχαρίου τῶν προφητῶν. 4 καὶ συνετέλεσαν ταῦτα διὰ προστάγματος Κυρίου Θεοῦ ᾿Ισραήλ, καὶ μετὰ τῆς γνώμης τοῦ Κύρου καὶ Δαρείου καὶ ᾿Αρταξέρξου βασιλέων Περσῶν 5 συνετελέσθη ὁ οἶκος ὁ ἅγιος ἕως τρίτης καὶ εἰκάδος μηνὸς ῎Αδαρ τοῦ ἕκτου ἔτους βασιλέως Δαρείου. 6 καὶ ἐποίησαν οἱ υἱοὶ ᾿Ισραὴλ καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ λοιποὶ οἱ ἐκ τῆς αἰχμαλωσίας οἱ προστεθέντες ἀκολούθως τοῖς ἐν τῇ Μωυσέως βίβλῳ· 7 καὶ προσήνεγκαν εἰς τὸν ἐγκαινισμὸν τοῦ ἱεροῦ τοῦ Κυρίου ταύρους ἑκατόν, κριοὺς διακοσίους, ἄρνας τετρακοσίους, 8 χιμάρους ὑπὲρ ἁμαρτίας παντὸς τοῦ ᾿Ισραὴλ δώδεκα πρὸς ἀριθμόν, ἐκ τῶν φυλάρχων τοῦ ᾿Ισραὴλ δώδεκα. 9 καὶ ἔστησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται κατὰ φυλὰς ἐστολισμένοι ἐπὶ τῶν ἔργων Κυρίου Θεοῦ ᾿Ισραὴλ ἀκολούθως τῇ Μωυσέως βίβλῳ καὶ οἱ θυρωροὶ ἐφ᾿ ἑκάστου πυλῶνος. 10 καὶ ἠγάγοσαν οἱ υἱοὶ ᾿Ισραὴλ τῶν ἐκ τῆς αἰχμαλωσίας τὸ πάσχα ἐν τῇ τεσσαρεσκαιδεκάτη τοῦ πρώτου μηνός· ὅτι ἡγνίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἅμα 11 καὶ πάντες οἱ υἱοὶ τῆς αἰχμαλωσίας, ὅτι ἡγνίσθησαν, ὅτι οἱ Λευῖται ἅμα πάντες ἡγνίσθησαν. 12 καὶ ἔθυσαν τὸ πάσχα πᾶσι τοῖς υἱοῖς τῆς αἰχμαλωσίας καὶ τοῖς ἀδελφοῖς αὐτῶν τοῖς ἱερεῦσι καὶ ἑαυτοῖς. 13 καὶ ἐφάγοσαν οἱ υἱοὶ ᾿Ισραὴλ οἱ ἐκ τῆς αἰχμαλωσίας, πάντες οἱ χωρισθέντες ἀπὸ τῶν βδελυγμάτων τῶν ἐθνῶν τῆς γῆς, ζητοῦντες τὸν Κύριον. 14 καὶ ἠγάγοσαν τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας εὐφραινόμενοι ἔναντι Κυρίου, 15 ὅτι μετέστρεψε τὴν βουλὴν τοῦ βασιλέως ᾿Ασσυρίων ἐπ᾿ αὐτοὺς κατισχῦσαι τὰς χεῖρας αὐτῶν ἐπὶ τὰ ἔργα Κυρίου Θεοῦ ᾿Ισραήλ.

Δευτέρα 18 Ιουνίου 2018

ΕΣΔΡΑΣ Α'

ΚΕΦΑΛΑΙΟΝ 6 

ΕΝ δὲ τῷ δευτέρῳ ἔτει τῆς Δαρείου βασιλείας ἐπροφήτευσεν ᾿Αγγαῖος καὶ Ζαχαρίας ὁ τοῦ ᾿Αδδὼ οἱ προφῆται ἐπὶ τοὺς ᾿Ιουδαίους τοὺς ἐν τῇ ᾿Ιουδαίᾳ καὶ ῾Ιερουσαλὴμ ἐπὶ τῷ ὀνόματι Κυρίου Θεοῦ ᾿Ισραὴλ ἐπ᾿ αὐτούς. 2 τότε στὰς Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ καὶ ᾿Ιησοῦς ὁ τοῦ ᾿Ιωσεδὲκ ἤρξαντο οἰκοδομεῖν τὸν οἶκον τοῦ Κυρίου τὸν ἐν ῾Ιερουσαλήμ, συνόντων τῶν προφητῶν τοῦ Κυρίου βοηθούντων αὐτοῖς. 3 ἐν αὐτῷ τῷ χρόνῳ παρῆν πρὸς αὐτοὺς Σισίννης ὁ ἔπαρχος Συρίας καὶ Φοινίκης καὶ Σαθραβουζάνης καὶ οἱ συνεταῖροι καὶ εἶπαν αὐτοῖς· 4 τίνος ὑμῖν συντάξαντος τὸν οἶκον τοῦτον οἰκοδομεῖτε, καὶ τὴν στέγην ταύτην καὶ τὰ ἄλλα πάντα ἐπιτελεῖτε; καὶ τίνες εἰσὶν οἰκοδόμοι οἱ ταῦτα ἐπιτελοῦντες; 5 καὶ ἔσχοσαν χάριν ἐπισκοπῆς γενομένης ἐπὶ τὴν αἰχμαλωσίαν παρὰ τοῦ Κυρίου οἱ πρεσβύτεροι τῶν ᾿Ιουδαίων 6 καὶ οὐκ ἐκωλύθησαν τῆς οἰκοδομῆς, μέχρις οὗ ὑποσημανθῆναι Δαρείῳ περὶ αὐτῶν καὶ προσφωνηθῆναι. 7 ᾿Αντίγραφον ἐπιστολῆς, ἧς ἔγραψε Δαρείῳ καὶ ἀπέστειλαν· «Σισίννης ὁ ἔπαρχος Συρίας καὶ Φοινίκης καὶ Σαθραβουζάνης καὶ οἱ συνεταῖροι οἱ ἐν Συρίᾳ καὶ Φοινίκῃ ἡγεμόνες βασιλεῖ Δαρείῳ χαίρειν. 8 πάντα γνωστὰ ἔστω τῷ κυρίῳ ἡμῶν τῷ βασιλεῖ, ὅτι παραγενόμενοι εἰς τὴν χώραν τῆς ᾿Ιουδαίας καὶ ἐλθόντες εἰς ῾Ιερουσαλὴμ τὴν πόλιν κατελάβομεν τῆς αἰχμαλωσίας τοὺς πρεσβυτέρους τῶν ᾿Ιουδαίων ἐν ῾Ιερουσαλὴμ τῇ πόλει οἰκοδομοῦντας οἶκον τῷ Κυρίῳ μέγαν, καινὸν διὰ λίθων ξυστῶν πολυτελῶν, ξύλων τιθεμένων ἐν τοῖς τοίχοις, 9 καὶ τὰ ἔργα ἐκεῖνα ἐπὶ σπουδῆς γινόμενα καὶ εὐοδούμενον τὸ ἔργον ἐν ταῖς χερσὶν αὐτῶν καὶ ἐν πάσῃ δόξῃ, καὶ ἐπιμελείᾳ συντελούμενον. 10 τότε ἐπυνθανόμεθα τῶν πρεσβυτέρων τούτων λέγοντες· τίνος ὑμῖν προστάξαντος οἰκοδομεῖτε τὸν οἶκον τοῦτον καὶ τὰ ἔργα ταῦτα θεμελιοῦτε; 11 ἐπερωτήσαμεν οὖν αὐτοὺς εἵνεκεν τοῦ γνωρίσαι σοι καὶ γράψαι σοι τοὺς ἀνθρώπους τοὺς ἀφηγουμένους καὶ τὴν ὀνοματογραφίαν ᾐτοῦμεν αὐτοὺς τῶν προκαθηγουμένων. 12 οἱ δὲ ἀπεκρίθησαν ἡμῖν λέγοντες· ἡμεῖς ἐσμεν παῖδες τοῦ Κυρίου τοῦ κτίσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν· 13 καὶ ᾠκοδόμητο οἶκος ἔμπροσθεν ἐτῶν πλειόνων διὰ βασιλέως τοῦ ᾿Ισραὴλ μεγάλου καὶ ἰσχυροῦ καὶ ἐπετελέσθη. 14 καὶ ἐπεὶ οἱ πατέρες ἡμῶν παραπικράναντες ἥμαρτον εἰς τὸν Κύριον τοῦ ᾿Ισραὴλ τὸν οὐράνιον, παρέδωκεν αὐτοὺς εἰς χεῖρας Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος βασιλέως τῶν Χαλδαίων· 15 τόν τε οἶκον καθελόντες ἐνεπύρισαν καὶ τὸν λαὸν ἠχμαλώτευσαν εἰς Βαβυλῶνα. 16 ἐν δὲ τῷ πρώτῳ ἔτει βασιλεύοντος Κύρου χώρας Βαβυλωνίας ἔγραψεν ὁ βασιλεὺς Κῦρος τὸν οἶκον τοῦτον οἰκοδομῆσαι· 17 καὶ τὰ ἱερὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ, ἃ ἐξήνεγκε Ναβουχοδονόσορ ἐκ τοῦ οἴκου τοῦ ἐν ῾Ιερουσαλὴμ καὶ ἀπηρείσατο αὐτὰ ἐν τῷ αὐτοῦ ναῷ, πάλιν ἐξήνεγκεν αὐτὰ Κῦρος ὁ βασιλεὺς ἐκ τοῦ ναοῦ τοῦ ἐν Βαβυλωνίᾳ, καὶ παρεδόθη Σαβανασσάρῳ Ζοροβάβελ τῷ ἐπάρχῳ, 18 καὶ ἐπετάγη αὐτῷ, καὶ ἀπήνεγκε πάντα τὰ σκεύη ταῦτα ἀποθεῖναι ἐν τῷ ναῷ τῷ ἐν ῾Ιερουσαλὴμ καὶ τὸν ναὸν τοῦ Κυρίου οἰκοδομηθῆναι ἐπὶ τοῦ τόπου. 19 τότε ὁ Σαβανάσσαρος παραγενόμενος ἀνεβάλετο τοὺς θεμελίους τοῦ οἴκου Κυρίου τοῦ ἐν ῾Ιερουσαλήμ, καὶ ἀπ᾿ ἐκείνου μέχρι τοῦ νῦν οἰκοδομούμενος οὐκ ἔλαβε συντέλειαν. 20 νῦν οὖν εἰ κρίνεται, βασιλεῦ, ἐπισκεπήτω ἐν τοῖς βασιλικοῖς βιβλιοφυλακίοις τοῦ Κύρου· 21 καὶ ἐὰν εὑρίσκηται μετὰ τῆς γνώμης Κύρου τοῦ βασιλέως γενομένην τὴν οἰκοδομὴν τοῦ οἴκου Κυρίου τοῦ ἐν ῾Ιερουσαλὴμ καὶ κρίνηται τῷ κυρίῳ βασιλεῖ ἡμῶν, προσφωνησάτω ἡμῖν περὶ τούτων». 22 Τότε ὁ βασιλεὺς Δαρεῖος προσέταξεν ἐπισκέψασθαι ἐν τοῖς βιβλιοφυλακίοις τοῖς κειμένοις ἐν Βαβυλῶνι, και εὑρέθη ἐν ᾿Εκβατάνοις τῇ βάρει τῇ ἐν Μηδίᾳ χώρᾳ τόμος εἷς, ἐν ᾧ ὑπομνημάτιστο τάδε· 23 «῎Ετους πρώτου βασιλεύοντος Κύρου βασιλεὺς Κῦρος προσέταξε τὸν οἶκον τοῦ Κυρίου τὸν ἐν ῾Ιερουσαλὴμ οἰκοδομῆσαι, ὅπου ἐπιθύουσι διὰ πυρὸς ἐνδελεχοῦς, 24 οὗ τὸ ὕψος πηχῶν ἑξήκοντα, πλάτος πηχῶν ἑξήκοντα, διὰ δόμων λιθίνων ξυστῶν τριῶν καὶ δόμου ξυλίνου ἐγχωρίου καινοῦ ἑνός, καὶ τὸ δαπάνημα δοθῆναι ἐκ τοῦ οἴκου Κύρου τοῦ βασιλέως, 25 καὶ τὰ ἱερὰ σκεύη τοῦ οἴκου Κυρίου τά τε χρυσᾶ καὶ ἀργυρᾶ, ἃ ἐξήνεγκε Ναβουχοδονόσορ ἐκ τοῦ οἴκου τοῦ ἐν ῾Ιερουσαλὴμ καὶ ἀπήνεγκεν εἰς Βαβυλῶνα, ἀποκατασταθῆναι εἰς τὸν οἶκον τὸν ἐν ῾Ιερουσαλήμ, οὗ ἦν κείμενα, ὅπως τεθῇ ἐκεῖ. 26 προσέταξε δὲ ἐπιμεληθῆναι Σισίννῃ ἐπάρχῳ Συρίας καὶ Φοινίκης καὶ Σαθραβουζάνῃ καὶ τοῖς συνεταίροις καὶ τοῖς ἀποτεταγμένοις ἐν Συρίᾳ καὶ Φοινίκῃ ἡγεμόσιν ἀπέχεσθαι τοῦ τόπου, ἐᾶσαι δὲ τὸν παῖδα Κυρίου Ζοροβάβελ, ἔπαρχον δὲ τῆς ᾿Ιουδαίας, καὶ τοὺς πρεσβυτέρους τῶν ᾿Ιουδαίων τὸν οἶκον τοῦ Κυρίου ἐκεῖνον οἰκοδομεῖν ἐπὶ τοῦ τόπου. 27 καὶ ἐγὼ δὲ ἐπέταξα ὁλοσχερῶς οἰκοδομῆσαι καὶ ἀτενίσαι, ἵνα συμποιῶσι τοῖς ἐκ τῆς αἰχμαλωσίας τῆς ᾿Ιουδαίας μέχρι τοῦ ἐπιτελεσθῆναι τὸν οἶκον τοῦ Κυρίου· 28 καὶ ἀπὸ τῆς φορολογίας Κοίλης Συρίας καὶ Φοινίκης ἐπιμελῶς σύνταξιν δίδοσθαι τούτοις τοῖς ἀνθρώποις εἰς θυσίαν τῷ Κυρίῳ, Ζοροβάβελ ἐπάρχῳ, εἰς ταύρους καὶ κριοὺς καὶ ἄρνας, 29 ὁμοίως δὲ καὶ πυρὸν καὶ ἅλα καὶ οἶνον καὶ ἔλαιον ἐνδελεχῶς κατ᾿ ἐνιαυτόν, καθὼς ἂν οἱ ἱερεῖς οἱ ἐν ῾Ιερουσαλὴμ ὑπαγορεύσωσιν ἀναλίσκεσθαι καθ᾿ ἡμέραν ἀναμφισβητήτως, 30 ὅπως προσφέρωνται σπονδαὶ τῷ Θεῷ τῷ ὑψίστῳ ὑπὲρ τοῦ βασιλέως καὶ τῶν παίδων καὶ προσεύχωνται περὶ τῆς αὐτῶν ζωῆς, 31 καὶ προστάξαι ἵνα ὅσοι ἐὰν παραβῶσί τι τῶν γεγραμμένων καὶ ἀκυρώσωσι, ληφθῆναι ξύλον ἐκ τῶν ἰδίων αὐτοῦ καὶ ἐπὶ τούτου κρεμασθῆναι καὶ τὰ ὑπάρχοντα αὐτοῦ εἶναι βασιλικά. 32 διὰ ταῦτα καὶ ὁ Κύριος, οὗ τὸ ὄνομα αὐτοῦ ἐπικέκληται ἐκεῖ, ἀφανίσαι πάντα βασιλέα καὶ ἔθνος, ὃς ἐκτενεῖ τὴν χεῖρα αὐτοῦ κωλῦσαι ἢ κακοποιῆσαι τὸν οἶκον Κυρίου ἐκεῖνον τὸν ἐν ῾Ιερουσαλήμ. 33 ἐγὼ βασιλεὺς Δαρεῖος δεδογμάτικα ἐπιμελῶς κατὰ ταῦτα γίνεσθαι».

Τετάρτη 13 Ιουνίου 2018

ΕΣΔΡΑΣ Α'

ΚΕΦΑΛΑΙΟΝ 5 

ΜΕΤΑ δὲ ταῦτα ἐξελέγησαν ἀναβῆναι ἀρχηγοὶ οἴκου πατριῶν κατὰ φυλὰς αὐτῶν καὶ αἱ γυναῖκες αὐτῶν καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες καὶ οἱ παῖδες αὐτῶν καὶ αἱ παιδίσκαι καὶ τὰ κτήνη αὐτῶν. 2 καὶ Δαρεῖος συναπέστειλε μετ᾿ αὐτῶν ἱππεῖς χιλίους ἕως τοῦ ἀποκαταστῆσαι αὐτούς εἰς ῾Ιερουσαλὴμ μετ᾿ εἰρήνης καὶ μετὰ μουσικῶν τυμπάνων καὶ αὐλῶν· 3 καὶ πάντες οἱ ἀδελφοὶ αὐτῶν παίζοντες, καὶ ἐποίησεν αὐτοῖς συναναβῆναι μετ᾿ ἐκείνων.4 Καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν τῶν ἀναβαινόντων κατὰ πατριὰς αὐτῶν εἰς τὰς φυλὰς ἐπὶ τὴν μεριδαρχίαν αὐτῶν. 5 οἱ ἱερεῖς υἱοὶ Φινεὲς υἱοῦ ᾿Ααρών· ᾿Ιησοῦς ὁ τοῦ ᾿Ιωσεδὲκ τοῦ Σαραίου καὶ ᾿Ιωακὶμ ὁ τοῦ Ζοροβάβελ τοῦ Σαλαθιὴλ ἐκ τοῦ οἴκου τοῦ Δαυίδ, ἐκ τῆς γενεᾶς Φαρές, φυλῆς δὲ ᾿Ιούδα, 6 ὃς ἐλάλησεν ἐπὶ Δαρείου τοῦ βασιλέως Περσῶν λόγους σοφοὺς ἐν τῷ δευτέρῳ ἔτει τῆς βασιλείας αὐτοῦ μηνὶ Νισὰν τοῦ πρώτου μηνός. 7 εἰσὶ δὲ οὗτοι οἱ ἐκ τῆς ᾿Ιουδαίας ἀναβάντες ἐκ τῆς αἰχμαλωσίας τῆς παροικίας, οὓς μετῴκισε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος εἰς Βαβυλῶνα 8 καὶ ἐπέστρεψεν εἰς ῾Ιερουσαλὴμ καὶ τὴν λοιπὴν ᾿Ιουδαίαν ἕκαστος εἰς τὴν ἰδίαν πόλιν, οἱ ἐλθόντες μετὰ Ζοροβάβελ καὶ ᾿Ιησοῦ, Νεεμίου, Ζαραίου, Ρησαίου, ᾿Ενηνέος, Μαρδοχαίου, Βεελσάρου, ᾿Ασφαράσου, Ρεελίου, Ροΐμου, Βαανά, τῶν προηγουμένων αὐτῶν. 9 ἀριθμὸς τῶν ἀπὸ τοῦ ἔθνους καὶ οἱ προηγούμενοι αὐτῶν· υἱοὶ Φόρος δύο χιλιάδες καὶ ἑκατὸν ἑβδομηκονταδύο. υἱοὶ Σαφὰτ τετρακόσιοι ἑβδομηκονταδύο. 10 υἱοὶ ᾿Αρὲς ἑπτακόσιοι πεντηκονταέξ. 11 υἱοὶ Φαὰθ Μωὰβ εἰς τοὺς υἱοὺς ᾿Ιησοῦ καὶ ᾿Ιωὰβ δισχίλιοι ὀκτακόσιοι δεκαδύο. 12 υἱοὶ ᾿Ηλὰμ χίλιοι διακόσιοι πεντηκοντατέσσαρες. υἱοὶ Ζαθουΐ ἐνακόσιοι ἑβδομηκονταπέντε. υἱοὶ Χορβὲ ἑπτακόσιοι πέντε. υἱοὶ Βανὶ ἑξακόσιοι τεσσαρακονταοκτώ. 13 υἱοὶ Βηβαὶ ἑξακόσιοι τριακοντατρεῖς. υἱοὶ ᾿Αργαὶ χίλιοι τριακόσιοι εἰκοσιδύο. 14 υἱοὶ ᾿Αδωνικὰν ἑξακόσιοι τριακονταεπτά. υἱοὶ Βαγοΐ δισχίλιοι ἑξακόσιοι ἕξ. υἱοὶ ᾿Αδινοὺ τετρακόσιοι πεντηκοντατέσσαρες. 15 υἱοὶ ᾿Ατὴρ ᾿Εζεκίου ἐνενηκονταδύο. υἱοὶ Κιλὰν καὶ ᾿Αζηνὰν ἑξηκονταεπτά. υἱοὶ ᾿Αζαροὺ τετρακόσιοι τριακονταδύο. 16 υἱοὶ ᾿Αννὶς ἑκατὸν εἷς. υἱοὶ ᾿Αρὸμ τριακονταδύο. υἱοὶ Βασαὶ τριακόσιοι εἰκοσιτρεῖς. υἱοὶ ᾿Αρσιφουρὶθ ἑκατὸν δύο. 17 υἱοὶ Βαιτηροὺς τρισχίλιοι πέντε. υἱοὶ ἐκ Βαιθλωμῶν ἑκατὸν εἰκοσιτρεῖς. 18 οἱ ἐκ Νετωφὰς πεντηκονταπέντε. οἱ ἐξ ᾿Αναθὼθ ἑκατὸν πεντηκονταοκτώ. οἱ ἐκ Βαιθασμὼν τεσσαρακονταδύο. 19 οἱ ἐκ Καριαθιρὶ εἰκοσιπέντε. οἱ ἐκ Καφείρας καὶ Βηρὼγ ἑπτακόσιοι τεσσαρακοντατρεῖς. 20 οἱ Χαδιασαὶ καὶ ᾿Αμμίδιοι τετρακόσιοι εἰκοσιδύο. οἱ ἐκ Κιραμᾶς καὶ Γαββῆς ἑξακόσιοι εἴκοσιν εἷς. 21 οἱ ἐκ Μακαλὼν ἑκατὸν εἰκοσιδύο. οἱ ἐκ Βετολίω πεντηκονταδύο. υἱοὶ Νιφὶς ἑκατὸν πεντηκονταέξ. 22 υἱοὶ Καλαμωλάλου καὶ ᾿Ωνοὺς ἑπτακόσιοι εἰκοσιπέντε. υἱοὶ ῾Ιερεχοὺ διακόσιοι τεσαρακονταπέντε. 23 υἱοὶ Σανάας τρισχίλιοι τριακόσιοι εἷς. 24 οἱ ἱερεῖς οἱ υἱοὶ ᾿Ιεδδοὺ τοῦ ᾿Ιησοῦ εἰς τοὺς υἱοὺς Σανασὶβ ὀκτακόσιοι ἑβδομήκονταδύο. υἱοὶ ᾿Εμμηροὺθ διακόσιοι πεντηκονταδύο. 25 υἱοὶ Φασσούρου χίλιοι τεσσαρακονταεπτά. υἱοὶ Χαρμὶ διακόσιοι δεκαεπτά. 26 οἱ Λευῖται οἱ υἱοὶ ᾿Ιησοῦ καὶ Καδμιήλου καὶ Βάννου καὶ Σουδίου ἑβδομηκοντατέσσαρες. 27 οἱ ἱεροψάλται υἱοὶ ᾿Ασὰφ ἑκατὸν εἰκοσιοκτώ. 28 οἱ θυρωροὶ υἱοὶ Σαλούμ, υἱοὶ ᾿Ατάρ, υἱοὶ Τολμάν, υἱοὶ Δακούβ, υἱοὶ ᾿Ατητά, υἱοὶ Τωβίς, πάντες ἑκατὸν τριακονταεννέα. 29 οἱ ἱερόδουλοι, υἱοὶ ῾Ησαῦ, υἱοὶ ᾿Ασιφά, υἱοὶ Ταβαώθ, υἱοὶ Κηράς, υἱοὶ Σουδά, υἱοὶ Φαλαίου, υἱοὶ Λαβανά, υἱοὶ ᾿Αγραβά, 30 υἱοὶ ᾿Ακούδ, υἱοὶ Οὐτά, υἱοὶ Κητάβ, υἱοὶ ᾿Ακκαβά, υἱοὶ Συβαΐ, υἱοὶ ᾿Ανάν, υἱοὶ Καθουά, υἱοὶ Γεδδούρ, 31 υἱοὶ ᾿Ιαΐρου, υἱοὶ Δαισάν, υἱοὶ Νοεβά, υἱοὶ Χασεβά, υἱοὶ Καζηρά, υἱοὶ ᾿Οζίου, υἱοὶ Φινοέ, υἱοὶ ᾿Ασαρά, υἱοὶ Βασθαΐ, υἱοὶ ᾿Ασσανά, υἱοὶ Μανί, υἱοὶ Ναφισί, υἱοὶ ᾿Ακούφ, υἱοὶ ᾿Αχιβά, υἱοὶ ᾿Ασούβ, υἱοὶ Φαρακέμ, υἱοὶ Βασαλέμ, 32 υἱοὶ Μεεδδά, υἱοὶ Κουθά, υἱοὶ Χαρέα, υἱοὶ Βαρχουέ, υἱοὶ Σεράρ, υἱοὶ Θομοΐ, υἱοὶ Νασί, υἱοὶ ᾿Ατεφά. 33 υἱοὶ παίδων Σαλωμών, υἱοὶ ᾿Ασσαπφιώθ, υἱοὶ Φαριρά, υἱοὶ ᾿Ιειηλί, υἱοὶ Λοζών, υἱοὶ ᾿Ισραήλ, υἱοὶ Σαφυΐ, 34 υἱοὶ ᾿Αγιά, υἱοὶ Φαχαρέθ, υἱοὶ Σαβιή, υἱοὶ Σαρωθί, υἱοὶ Μισαίας, υἱοὶ Τάς, υἱοὶ ᾿Αδδούς, υἱοὶ Σουβά, υἱοὶ ᾿Αφερρά, υἱοὶ Βαρωδίς, υἱοὶ Σαφάγ, υἱοὶ ᾿Αλλών. 35 πάντες οἱ ἱερόδουλοι καὶ οἱ υἱοὶ τῶν παίδων Σαλωμὼν τριακόσιοι ἑβδομηκονταδύο. 36 οὗτοι ἀναβάντες ἀπὸ Θερμελὲθ καὶ Θελερσάς, ἡγούμενος αὐτῶν Χαρααθαλὰν καὶ ᾿Ααλάρ. 37 καὶ οὐκ ἠδύναντο ἀπαγγεῖλαι τὰς πατριὰς αὐτῶν καὶ γενεάς, ὡς ἐκ τοῦ ᾿Ισραήλ εἰσιν· υἱοὶ Δαλὰν τοῦ υἱοῦ τοῦ Βαενάν, υἱοὶ Νεκωδὰν ἑξακόσιοι πεντηκονταδύο. 38 καὶ ἐκ τῶν ἱερέων οἱ ἐμποιούμενοι ἱερωσύνης καὶ οὐχ εὑρέθησαν· υἱοὶ ᾿Οβδία, υἱοὶ ᾿Ακβώς, υἱοὶ ᾿Ιαδδοὺ τοῦ λαβόντος Αὐγίαν γυναῖκα τῶν θυγατέρων Φαηζελδαίου, καὶ ἐκλήθη ἐπὶ τῷ ὀνόματι αὐτοῦ. 39 καὶ τούτων ζητηθείσης τῆς γενικῆς γραφῆς ἐν τῷ καταλοχισμῷ καὶ μὴ εὑρεθείσης, ἐχωρίσθησαν τοῦ ἱερατεύειν. 40 καὶ εἶπεν αὐτοῖς Νεεμίας καὶ ᾿Ατθαρίας μὴ μετέχειν τῶν ἁγίων ἕως ἀναστῇ ἀρχιερεὺς ἐνδεδυμένος τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν. 41 οἱ δὲ πάντες ᾿Ισραὴλ ἦσαν ἀπὸ δωδεκαετοῦς καὶ ἐπάνω, χωρὶς παίδων καὶ παιδισκῶν, μυριάδες τέσσαρες δισχίλιοι τριακόσιοι ἑξήκοντα· παῖδες τούτων καὶ παιδίσκαι ἑπτακισχίλιοι τριακόσιοι τριακονταεπτά· ψάλται καὶ ψαλτῳδοὶ διακόσιοι τεσσαρακονταπέντε· 42 κάμηλοι τετρακόσιοι τριακονταπέντε καὶ ἵπποι ἑπτακισχίλιοι τριακονταέξ, ἡμίονοι διακόσιοι τεσσαρακονταπέντε, ὑποζύγια πεντακισχίλια πεντακόσια εἰκοσιπέντε. 43 καὶ ἐκ τῶν ἡγουμένων κατὰ τάς πατριὰς ἐν τῷ παραγίνεσθαι αὐτοὺς εἰς τὸ ἱερὸν τοῦ Θεοῦ, τὸ ἐν ῾Ιερουσαλήμ, ηὔξαντο ἐγεῖραι τὸν οἶκον ἐπὶ τοῦ τόπου αὐτοῦ κατὰ τὴν αὐτῶν δύναμιν 44 καὶ δοῦναι εἰς τὸ ἱερὸν γαζοφυλάκιον τῶν ἔργων χρυσίου μνᾶς χιλίας καὶ ἀργυρίου μνᾶς πεντακισχιλίας καὶ στολὰς ἱερατικὰς ἑκατόν. 45 καὶ κατῳκίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ ἐκ τοῦ λαοῦ αὐτοῦ ἐν ῾Ιερουσαλὴμ καὶ τῇ χώρᾳ, οἵ τε ἱεροψάλται καὶ οἱ θυρωροὶ καὶ πᾶς ᾿Ισραὴλ ἐν ταῖς κώμαις αὐτῶν. 46 ᾿Ενστάντος δὲ τοῦ ἑβδόμου μηνὸς καὶ ὄντων τῶν υἱῶν ᾿Ισραὴλ ἑκάστου ἐν τοῖς ἰδίοις, συνήχθησαν ὁμοθυμαδὸν εἰς τὸ εὐρύχωρον τοῦ πρώτου πυλῶνος τοῦ πρὸς τῇ ἀνατολῇ. 47 καὶ καταστὰς ᾿Ιησοῦς ὁ τοῦ ᾿Ιωσεδὲκ καὶ οἱ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς καὶ Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ καὶ οἱ τούτου ἀδελφοὶ ἡτοίμασαν τὸ θυσιαστήριον τοῦ Θεοῦ τοῦ ᾿Ισραὴλ 48 προσενέγκαι ἐπ᾿ αὐτοῦ ὁλοκαυτώσεις ἀκολούθως τοῖς ἐν τῇ Μωυσέως βίβλῳ τοῦ ἀνθρώπου τοῦ Θεοῦ διηγορευμένοις. 49 καὶ ἐπισυνήχθησαν αὐτοῖς ἐκ τῶν ἄλλων ἐθνῶν τῆς γῆς, καὶ κατώρθωσαν τὸ θυσιαστήριον ἐπὶ τοῦ τόπου αὐτῶν, ὅτι ἐν ἔχθρᾳ ἦσαν αὐτοῖς. καὶ κατίσχυσαν αὐτοὺς πάντα τὰ ἔθνη τὰ ἐπὶ τῆς γῆς, καὶ ἀνέφερον θυσίας κατὰ τὸν καιρὸν καί ὁλοκαυτώματα Κυρίῳ τὸ πρωϊνὸν καὶ τὸ δειλινὸν 50 καὶ ἠγάγοσαν τὴν τῆς σκηνοπηγίας ἑορτήν, ὡς ἐπιτέτακται ἐν τῷ νόμῳ, καὶ θυσίας καθ᾿ ἡμέραν, ὡς προσῆκον ἦν, 51 καὶ μετὰ ταῦτα προσφορὰς ἐνδελεχισμοῦ καὶ θυσίας σαββάτων καὶ νουμηνιῶν καὶ ἑορτῶν πασῶν ἡγιασμένων. 52 καὶ ὅσοι ηὔξαντο εὐχὴν τῷ Θεῷ, ἀπὸ τῆς νουμηνίας τοῦ ἑβδόμου μηνὸς ἤρξαντο προσφέρειν θυσίας τῷ Θεῷ, καὶ ὁ ναὸς τοῦ Θεοῦ οὔπω ᾠκοδόμητο. 53 καὶ ἔδωκαν ἀργύριον τοῖς λατόμοις καὶ τέκτοσι καὶ ποτὰ καὶ βρωτὰ καὶ χάρα τοῖς Σιδωνίοις καὶ Τυρίοις εἰς τὸ παράγειν αὐτοὺς ἐκ τοῦ Λιβάνου ξύλα κέδρινα, διαφέρειν σχεδίας εἰς τὸν ᾿Ιόπης λιμένα, κατὰ τὸ πρόσταγμα τὸ γραφὲν αὐτοῖς παρὰ Κύρου τοῦ Περσῶν βασιλέως. 54 καὶ τῷ δευτέρῳ ἔτει παραγενόμενος εἰς τὸ ἱερὸν τοῦ Θεοῦ εἰς ῾Ιερουσαλὴμ μηνὸς δευτέρου ἤρξατο Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ καὶ ᾿Ιησοῦς ὁ τοῦ ᾿Ιωσεδὲκ καὶ οἱ ἀδελφοὶ αὐτῶν καὶ οἱ ἱερεῖς οἱ Λευῖται καὶ πάντες οἱ παραγενόμενοι ἐκ τῆς αἰχμαλωσίας εἰς ῾Ιερουσαλὴμ 55 καὶ ἐθεμελίωσαν τὸν ναὸν τοῦ Θεοῦ τῇ νουμηνίᾳ τοῦ δευτέρου μηνός, τοῦ δευτέρου ἔτους, ἐν τῷ ἐλθεῖν εἰς τὴν ᾿Ιουδαίαν καὶ ῾Ιερουσαλήμ. 56 καὶ ἔστησαν τοὺς Λευίτας ἀπὸ εἰκοσαετοῦς ἐπὶ τῶν ἔργων τοῦ Κυρίου, καὶ ἔστη ᾿Ιησοῦς καὶ οἱ υἱοὶ καὶ οἱ ἀδελφοὶ καὶ Καδμιὴλ ὁ ἀδελφὸς καὶ οἱ υἱοὶ ᾿Ημαδαβοῦν καὶ οἱ υἱοὶ ᾿Ιωδὰ τοῦ ῾Ηλιαδοὺδ σὺν τοῖς υἱοῖς καὶ ἀδελφοῖς, πάντες οἱ Λευῖται, ὁμοθυμαδὸν ἐργοδιῶκται ποιοῦντες εἰς τὰ ἔργα ἐν τῷ οἴκῳ τοῦ Κυρίου. καὶ ᾠκοδόμησαν οἱ οἰκοδόμοι τὸν ναὸν τοῦ Κυρίου, 57 καὶ ἔστησαν οἱ ἱερεῖς ἐστολισμένοι μετὰ μουσικῶν καὶ σαλπίγγων καὶ οἱ Λευῖται υἱοὶ ᾿Ασὰφ ἔχοντες τὰ κύμβαλα ὑμνοῦντες τῷ Κυρίῳ καὶ εὐλογοῦντες κατὰ Δαυὶδ βασιλέα τοῦ ᾿Ισραὴλ 58 καὶ ἐφώνησαν δι᾿ ὕμνων εὐλογοῦντες τῷ Κυρίῳ, ὅτι ἡ χρηστότης αὐτοῦ καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας ἐν παντὶ ᾿Ισραήλ. 59 καὶ πᾶς ὁ λαὸς ἐσάλπισαν καὶ ἐβόησαν φωνῇ μεγάλῃ ὑμνοῦντες τῷ Κυρίῳ ἐπὶ τῇ ἐγέρσει τοῦ οἴκου Κυρίου. 60 καὶ ἤλθοσαν ἐκ τῶν ἱερέων τῶν Λευιτῶν καὶ τῶν προκαθημένων κατὰ τὰς πατριὰς αὐτῶν οἱ πρεσβύτεροι οἱ ἑωρακότες τὸν πρὸ τούτου οἶκον πρὸς τὴν τούτου οἰκοδομὴν μετὰ κλαυθμοῦ καὶ κραυγῆς μεγάλης 61 καὶ πολλοὶ διὰ σαλπίγγων καὶ χαρᾶς μεγάλῃ τῇ φωνῇ, 62 ὥστε τὸν λαὸν μὴ ἀκούειν τῶν σαλπίγγων διὰ τὸν κλαυθμὸν τοῦ λαοῦ· ὁ γὰρ ὄχλος ἦν ὁ σαλπίζων μεγάλως, ὥστε μακρόθεν ἀκούεσθαι. 63 Καὶ ἀκούσαντες οἱ ἐχθροὶ τῆς φυλῆς ᾿Ιούδα καὶ Βενιαμὶν ἤλθοσαν ἐπιγνῶναι τίς ἡ φωνὴ τῶν σαλπίγγων. 64 καὶ ἐπέγνωσαν ὅτι οἱ ἐκ τῆς αἰχμαλωσίας οἰκοδομοῦσι τὸν ναὸν τῷ Κυρίῳ Θεῷ ᾿Ισραήλ, 65 καὶ προσελθόντες ἐν τῷ Ζοροβάβελ καὶ ᾿Ιησοῦ καὶ τοῖς ἡγουμένοις τῶν πατριῶν λέγουσιν αὐτοῖς· συνοικοδομήσωμεν ὑμῖν· 66 ὁμοίως γὰρ ὑμῖν ἀκούομεν τοῦ Κυρίου ὑμῶν καὶ αὐτῷ ἐπιθύομεν ἀφ᾿ ἡμερῶν ᾿Ασβασαρὲθ βασιλέως ᾿Ασσυρίων, ὃς μετήγαγεν ἡμᾶς ἐνταῦθα. 67 καὶ εἶπεν αὐτοῖς Ζοροβάβελ καὶ ᾿Ιησοῦς καὶ οἱ ἡγούμενοι τῶν πατριῶν τοῦ ᾿Ισραήλ· οὐχ ἡμῖν καὶ ὑμῖν τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίῳ Θεῷ ἡμῶν· 68 ἡμεῖς γὰρ μόνοι οἰκοδομήσομεν τῷ Κυρίῳ τοῦ ᾿Ισραὴλ ἀκολούθως, οἷς προσέταξεν ἡμῖν Κῦρος ὁ βασιλεὺς Περσῶν. 69 τὰ δὲ ἔθνη τῆς γῆς ἐπικοιμώμενα τοῖς ἐν τῇ ᾿Ιουδαίᾳ καὶ πολιορκοῦντες εἶργον τοῦ οἰκοδομεῖν. 70 καὶ βουλὰς δημαγωγοῦντες καὶ συστάσεις ποιούμενοι ἀπεκώλυσαν τοῦ ἀποτελεσθῆναι τὴν οἰκοδομὴν πάντα τὸν χρόνον τῆς ζωῆς τοῦ βασιλέως Κύρου. καὶ εἴρχθησαν τῆς οἰκοδομῆς ἔτη δύο ἕως τῆς Δαρείου βασιλείας.

Δευτέρα 11 Ιουνίου 2018

ΕΣΔΡΑΣ Α'

ΚΕΦΑΛΑΙΟΝ 4 


ΚΑΙ ἤρξατο ὁ δεύτερος λαλεῖν, ὁ εἴπας περὶ τῆς ἰσχύος τοῦ βασιλέως· 2 ὦ ἄνδρες, οὐχ ὑπερισχύουσιν οἱ ἄνθρωποι, τὴν γῆν καὶ τὴν θάλασσαν κατακρατοῦντες καὶ πάντα τὰ ἐν αὐτοῖς; 3 ὁ δὲ βασιλεὺς ὑπερισχύει καὶ κυριεύει αὐτῶν καὶ δεσπόζει αὐτῶν, καὶ πᾶν ὃ ἐὰν εἴπῃ αὐτοῖς, ἐνακούουσιν. 4 ἐὰν εἴπῃ αὐτοῖς ποιῆσαι πόλεμον ἕτερος πρὸς τὸν ἕτερον, ποιοῦσιν· ἐὰν δὲ ἐξαποστείλῃ αὐτοὺς πρὸς τοὺς πολεμίους, βαδίζουσι καὶ κατεργάζονται τὰ ὄρη καὶ τὰ τείχη καὶ τοὺς πύργους, 5 φονεύουσι καὶ φονεύονται, καὶ τὸν λόγον τοῦ βασιλέως οὐ παραβαίνουσιν· ἐὰν δὲ νικήσωσι, τῷ βασιλεῖ κομίζουσι πάντα, καὶ ὅσα ἐὰν προνομεύσωσι καὶ τὰ ἄλλα πάντα. 6 καὶ ὅσοι οὐ στρατεύονται οὐδὲ πολεμοῦσιν, ἀλλὰ γεωργοῦσι τὴν γῆν, πάλιν ὅταν σπείρωσι, θερίσαντες ἀναφέρουσι τῷ βασιλεῖ· καὶ ἕτερος τὸν ἕτερον ἀναγκάζοντες ἀναφέρουσι τοὺς φόρους τῷ βασιλεῖ. 7 καὶ αὐτὸς εἷς μόνος ἐστίν· ἐὰν εἴπῃ ἀποκτεῖναι, ἀποκτέννουσιν· ἐὰν εἴπῃ ἀφεῖναι, ἀφιοῦσιν· 8 εἶπε πατάξαι, τύπτουσιν· εἶπεν ἐρημῶσαι, ἐρημοῦσιν· εἶπεν οἰκοδομῆσαι, οἰκοδομοῦσιν· 9 εἶπεν ἐκκόψαι, ἐκκόπτουσιν· εἶπε φυτεῦσαι, φυτεύουσι. 10 καὶ πᾶς ὁ λαὸς αὐτοῦ καὶ αἱ δυνάμεις αὐτοῦ ἐνακούουσι. πρὸς δὲ τούτοις, αὐτὸς ἀνάκειται, ἐσθίει καὶ πίνει καὶ καθεύδει, 11 αὐτοὶ δὲ τηροῦσι κύκλῳ περὶ αὐτὸν καὶ οὐ δύνανται ἕκαστος ἀπελθεῖν καὶ ποιεῖν τὰ ἔργα αὐτοῦ, οὐδὲ παρακούουσιν αὐτοῦ. 12 ὦ ἄνδρες, πῶς οὐχ ὑπερισχύει ὁ βασιλεύς, ὅτι οὕτως ἐπάκουστός ἐστι; καὶ ἐσίγησεν. 13 ῾Ο δὲ τρίτος ὁ εἴπας περὶ τῶν γυναικῶν καὶ τῆς ἀληθείας —οὗτός ἐστι Ζοροβάβελ— ἤρξατο λαλεῖν· ἄνδρες, 14 οὐ μέγας ὁ βασιλεὺς καὶ πολλοὶ οἱ ἄνθρωποι καὶ ὁ οἶνος ἰσχύει; τίς οὖν ὁ δεσπόζων αὐτῶν ἢ τίς ὁ κυριεύων αὐτῶν; οὐχ αἱ γυναῖκες; 15 αἱ γυναῖκες ἐγέννησαν τὸν βασιλέα καὶ πάντα τὸν λαόν, ὃς κυριεύει τῆς θαλάσσης καὶ τῆς γῆς· 16 καὶ ἐξ αὐτῶν ἐγένοντο, καὶ αὗται ἐξέθρεψαν αὐτοὺς τοὺς φυτεύσαντας τοὺς ἀμπελῶνας, ἐξ ὧν ὁ οἶνος γίνεται. 17 καὶ αὗται ποιοῦσι τὰς στολὰς τῶν ἀνθρώπων, καὶ αὗται ποιοῦσι δόξαν τοῖς ἀνθρώποις, καὶ οὐ δύνανται οἱ ἄνθρωποι χωρὶς τῶν γυναικῶν εἶναι. 18 ἐὰν δὲ συναγάγωσι χρυσίον καὶ ἀργύριον καὶ πᾶν πρᾶγμα ὡραῖον καὶ ἴδωσι γυναῖκα μίαν καλὴν τῷ εἴδει καὶ τῷ κάλλει, 19 ταῦτα πάντα ἀφέντες, εἰς αὐτὴν ἐκκέχηναν καὶ χάσκοντες τὸ στόμα θεωροῦσιν αὐτήν, καὶ πάντες αὐτὴν αἱρετίζουσι μᾶλλον ἢ τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ πᾶν πρᾶγμα ὡραῖον. 20 ἄνθρωπος τὸν ἑαυτοῦ πατέρα ἐγκαταλείπει, ὃς ἐξέθρεψεν αὐτόν, καὶ τὴν ἰδίαν χώραν καὶ πρὸς τὴν ἰδίαν γυναῖκα κολλᾶται 21 καὶ μετὰ τῆς γυναικὸς ἀφίησι τὴν ψυχὴν καὶ οὔτε τὸν πατέρα μέμνηται οὔτε τὴν μητέρα οὔτε τὴν χώραν. 22 καὶ ἐντεῦθεν δεῖ ὑμᾶς γνῶναι ὅτι αἱ γυναῖκες κυριεύουσιν ὑμῶν· οὐχὶ πονεῖτε καὶ μοχθεῖτε, καὶ πάντα ταῖς γυναιξὶ δίδοτε καὶ φέρετε; 23 καὶ λαμβάνει ὁ ἄνθρωπος τὴν ρομφαίαν αὐτοῦ καὶ ἐκπορεύεται ἐξοδεύειν καὶ λῃστεύειν καὶ κλέπτειν καὶ εἰς τὴν θάλασσαν πλεῖν καὶ ποταμούς· 24 καὶ τὸν λέοντα θεωρεῖ καὶ ἐν σκότει βαδίζει, καὶ ὅταν κλέψῃ καὶ ἁρπάσῃ καὶ λωποδυτήσῃ, τῇ ἐρωμένῃ ἀποφέρει. 25 καὶ πλεῖον ἀγαπᾷ ἄνθρωπος τὴν ἰδίαν γυναῖκα μᾶλλον ἢ τὸν πατέρα καὶ τὴν μητέρα· 26 καὶ πολλοὶ ἀπενοήθησαν· ταῖς ἰδίαις διανοίαις διὰ τὰς γυναῖκας καὶ δοῦλοι ἐγένοντο δι᾿ αὐτάς, 27 καὶ πολλοὶ ἀπώλοντο καὶ ἐσφάλησαν καὶ ἡμάρτοσαν διὰ τὰς γυναῖκας. 28 καὶ νῦν οὐ πιστεύετέ μοι; οὐχὶ μέγας ὁ βασιλεὺς τῇ ἐξουσίᾳ αὐτοῦ; οὐχὶ πᾶσαι αἱ χῶραι εὐλαβοῦνται ἅψασθαι αὐτοῦ; 29 ἐθεώρουν αὐτὸν καὶ ᾿Απάμην τὴν θυγατέρα Βαρτάκου τοῦ θαυμαστοῦ, τὴν παλλακὴν τοῦ βασιλέως, καθημένην ἐν δεξιᾷ τοῦ βασιλέως 30 καὶ ἀφαιροῦσαν τὸ διάδημα ἀπὸ τῆς κεφαλῆς τοῦ βασιλέως καὶ ἐπιτιθοῦσαν ἑαυτῇ καὶ ἐρράπιζε τὸν βασιλέα τῇ ἀριστερᾷ· 31 καὶ πρὸς τούτοις ὁ βασιλεὺς χάσκων τὸ στόμα ἐθεώρει αὐτήν. καὶ ἐὰν προσγελάσῃ αὐτῷ, γελᾷ· ἐὰν δὲ πικρανθῇ ἐπ᾿ αὐτόν, κολακεύει αὐτήν, ὅπως διαλλαγῇ αὐτῷ. 32 ὦ ἄνδρες, πῶς οὐχὶ ἰσχυραὶ αἱ γυναῖκες, ὅτι οὕτως πράσσουσι; 33 καὶ τότε ὁ βασιλεὺς καὶ οἱ μεγιστᾶνες ἔβλεπον εἷς τὸν ἕτερον. καὶ ἤρξατο λαλεῖν περὶ τῆς ἀληθείας. 34 ἄνδρες, οὐχὶ ἰσχυραὶ αἱ γυναῖκες; μεγάλη ἡ γῆ καὶ ὑψηλὸς ὁ οὐρανὸς καὶ ταχὺς τῷ δρόμῳ ὁ ἥλιος, ὅτι στρέφεται ἐν τῷ κύκλῳ τοῦ οὐρανοῦ καὶ πάλιν ἀποτρέχει εἰς τὸν ἑαυτοῦ τόπον ἐν μιᾷ ἡμέρᾳ. 35 οὐχὶ μέγας ὃς ταῦτα ποιεῖ; καὶ ἡ ἀλήθεια μεγάλη καὶ ἰσχυροτέρα παρὰ πάντα. 36 πᾶσα ἡ γῆ τὴν ἀλήθειαν καλεῖ, καὶ ὁ οὐρανὸς αὐτὴν εὐλογεῖ, καὶ πάντα τὰ ἔργα σείεται καὶ τρέμει, καὶ οὐκ ἔστι μετ᾿ αὐτῆς ἄδικον οὐδέν. 37 ἄδικος ὁ οἶνος, ἄδικος ὁ βασιλεύς, ἄδικοι αἱ γυναῖκες, ἄδικοι πάντες οἱ υἱοὶ τῶν ἀνθρώπων, καὶ ἄδικα πάντα τὰ ἔργα αὐτῶν τὰ τοιαῦτα· καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ἀλήθεια, καὶ ἐν τῇ ἀδικίᾳ αὐτῶν ἀπολοῦνται. 38 ἡ δὲ ἀλήθεια μένει καὶ ἰσχύει εἰς τὸν αἰῶνα καὶ ζῇ καὶ κρατεῖ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 39 καὶ οὐκ ἔστι παρ᾿ αὐτὴν λαμβάνειν πρόσωπα, οὐδὲ διάφορα, ἀλλὰ τὰ δίκαια ποιεῖ ἀπὸ πάντων τῶν ἀδίκων καὶ πονηρῶν· καὶ πάντες εὐδοκοῦσι τοῖς ἔργοις αὐτῆς, καὶ οὐκ ἔστιν ἐν τῇ κρίσει αὐτῆς οὐδὲν ἄδικον. 40 καὶ αὐτῇ ἡ ἰσχὺς καὶ τὸ βασίλειον καὶ ἡ ἐξουσία καὶ ἡ μεγαλειότης τῶν πάντων αἰώνων. εὐλογητὸς ὁ Θεὸς τῆς ἀληθείας. 41 καὶ ἐσιώπησε τοῦ λαλεῖν· καὶ πᾶς ὁ λαὸς τότε ἐφώνησε, καὶ τότε εἶπον· μεγάλη ἡ ἀλήθεια καὶ ὑπερισχύει. 42 Τότε ὁ βασιλεὺς εἶπεν αὐτῷ· αἴτησαι ὃ θέλεις πλείω τῶν γεγραμμένων, καὶ δώσομέν σοι ὃν τρόπον εὑρέθης σοφώτερος, καὶ ἐχόμενός μου καθήσῃ, καὶ συγγενής μου κληθήσῃ. 43 τότε εἶπε τῷ βασιλεῖ· μνήσθητι τὴν εὐχήν, ἣν ηὔξω, οἰκοδομῆσαι τὴν ῾Ιερουσαλὴμ ἐν τῇ ἡμέρᾳ, ᾗ τὸ βασίλειόν σου παρέλαβες, 44 καὶ πάντα τὰ σκεύη τὰ ληφθέντα ἐξ ῾Ιερουσαλὴμ καὶ ἐκπέμψαι, ἃ ἐχώρισε Κῦρος, ὅτε ηὔξατο ἐκκόψαι Βαβυλῶνα, καὶ ηὔξατο ἐξαποστεῖλαι ἐκεῖ. 45 καὶ σὺ ηὔξω οἰκοδομῆσαι τὸν ναόν, ὃν ἐνεπύρισαν οἱ ᾿Ιδουμαῖοι, ὅτε ἠρημώθη ἡ ᾿Ιουδαία ὑπὸ τῶν Χαλδαίων. 46 καὶ νῦν τοῦτό ἐστιν, ὅ σε ἀξιῶ, κύριε βασιλεῦ, καὶ ὃ αἰτοῦμαί σε, καὶ αὕτη ἐστὶν ἡ μεγαλωσύνη ἡ παρὰ σοῦ· δέομαι οὖν ἵνα ποιήσῃς τὴν εὐχήν, ἣν ηὔξω τῷ βασιλεῖ τοῦ οὐρανοῦ ποιῆσαι ἐκ στόματός σου. 47 τότε ἀναστὰς Δαρεῖος ὁ βασιλεὺς κατεφίλησεν αὐτὸν καὶ ἔγραψεν αὐτῷ τὰς ἐπιστολὰς πρὸς πάντας τοὺς οἰκονόμους καὶ τοπάρχας καὶ στρατηγοὺς καὶ σατράπας, ἵνα προπέμψωσιν αὐτὸν καὶ τοὺς μετ᾿ αὐτοῦ πάντας ἀναβαίνοντας οἰκοδομῆσαι τὴν ῾Ιερουσαλήμ. 48 καὶ πᾶσι τοῖς τοπάρχαις ἐν κοίλῃ Συρίᾳ καὶ Φοινίκῃ καὶ τοῖς ἐν τῷ Λιβάνῳ ἔγραψεν ἐπιστολὰς μεταφέρειν ξύλα κέδρινα ἀπὸ τοῦ Λιβάνου εἰς ῾Ιερουσαλὴμ καὶ ὅπως οἰκοδομήσωσι μετ᾿ αὐτοῦ τὴν πόλιν. 49 καὶ ἔγραψε πᾶσι τοῖς ᾿Ιουδαίοις τοῖς ἀναβαίνουσιν ἀπὸ τῆς βασιλείας εἰς τὴν ᾿Ιουδαίαν ὑπὲρ τῆς ἐλευθερίας, πάντα δυνατὸν καὶ τοπάρχην καὶ σατράπην καὶ οἰκονόμον μὴ ἀπελεύσεσθαι ἐπὶ τὰς θύρας αὐτῶν, 50 καὶ πᾶσαν τὴν χώραν, ἣν κρατοῦσιν, ἀφορολόγητον αὐτοῖς ὑπάρχειν, καὶ ἵνα οἱ ᾿Ιδουμαῖοι ἀφίωσι τὰς κώμας, ἃς διακρατοῦσι τῶν ᾿Ιουδαίων, 51 καὶ εἰς τὴν οἰκοδομὴν τοῦ ἱεροῦ δοθῆναι κατ᾿ ἐνιαυτὸν τάλαντα εἴκοσι μέχρι τοῦ οἰκοδομηθῆναι, 52 καὶ ἐπὶ τὸ θυσιαστήριον ὁλοκαυτώματα καρποῦσθαι καθ᾿ ἡμέραν, καθὰ ἔχουσιν ἐντολὴν ἑπτακαίδεκα προσφέρειν, ἄλλα τάλαντα, δέκα κατ᾿ ἐνιαυτόν, 53 καὶ πᾶσι τοῖς προσβαίνουσιν ἀπὸ τῆς Βαβυλωνίας κτίσαι τὴν πόλιν, ὑπάρχειν τὴν ἐλευθερίαν, αὐτοῖς τε καὶ τοῖς ἐκγόνοις αὐτῶν, καὶ πᾶσι τοῖς ἱερεῦσι τοῖς προσβαίνουσιν. 54 ἔγραψε δὲ καὶ τὴν χορηγίαν καὶ τὴν ἱερατικὴν στολήν, ἐν τίνι λατρεύουσιν ἐν αὐτῇ. 55 καὶ τοῖς Λευίταις ἔγραψε δοῦναι τὴν χορηγίαν ἕως τῆς ἡμέρας, ἧς ἐπιτελεσθῇ ὁ οἶκος καὶ ῾Ιερουσαλὴμ οἰκοδομηθῆναι, 56 καὶ πᾶσι τοῖς φρουροῦσι τὴν πόλιν ἔγραψε δοῦναι αὐτοῖς κλήρους καὶ ὀψώνια. 57 καὶ ἐξαπέστειλε πάντα τὰ σκεύη, ἃ ἐχώρισε Κῦρος ἀπὸ Βαβυλῶνος· καὶ πάντα, ὅσα εἶπε Κῦρος ποιῆσαι, καὶ αὐτὸς ἐπέταξε ποιῆσαι καὶ ἐξαποστεῖλαι εἰς ῾Ιερουσαλήμ. 58 Καὶ ὅτε ἐξῆλθεν ὁ νεανίσκος, ἄρας τὸ πρόσωπον εἰς τὸν οὐρανὸν ἐναντίον ῾Ιερουσαλὴμ εὐλόγησε τῷ βασιλεῖ τοῦ οὐρανοῦ λέγων· 59 παρὰ σοῦ νίκη, καὶ παρὰ σοῦ ἡ σοφία, καὶ σὴ ἡ δόξα καὶ ἐγὼ σὸς οἰκέτης. 60 εὐλογητὸς εἶ, ὃς ἔδωκάς μοι σοφίαν, καὶ σοὶ ὁμολογῶ, δέσποτα τῶν πατέρων. 61 καὶ ἔλαβε τὰς ἐπιστολὰς καὶ ἐξῆλθε καὶ ἦλθεν εἰς Βαβυλῶνα καὶ ἀπήγγειλε τοῖς ἀδελφοῖς αὐτοῦ πᾶσι. 62 καὶ εὐλόγησαν τὸν Θεὸν τῶν πατέρων αὐτῶν, ὅτι ἔδωκεν αὐτοῖς ἄνεσιν καὶ ἄφεσιν 63 ἀναβῆναι καὶ οἰκοδομῆσαι τὴν ῾Ιερουσαλὴμ καὶ τὸ ἱερόν, οὗ ὠνομάσθη τὸ ὄνομα αὐτοῦ ἐπ᾿ αὐτῷ. καὶ ἐκωθωνίζοντο μετὰ μουσικῶν καὶ χαρᾶς ἡμέρας ἑπτά.

Πέμπτη 7 Ιουνίου 2018

ΕΣΔΡΑΣ Α'

ΚΕΦΑΛΑΙΟΝ 3 

ΚΑΙ βασιλεὺς Δαρεῖος ἐποίησε δοχὴν μεγάλην πᾶσι τοῖς ὑπ᾿ αὐτὸν καὶ πᾶσι τοῖς οἰκογενέσιν αὐτοῦ καὶ πᾶσι τοῖς μεγιστᾶσι τῆς Μηδίας καὶ τῆς Περσίδος 2 καὶ πᾶσι τοῖς σατράπαις καὶ στρατηγοῖς καὶ τοπάρχαις τοῖς ὑπ᾿ αὐτόν, ἀπὸ τῆς ᾿Ινδικῆς μέχρις Αἰθιοπίας ἐν ταῖς ἑκατὸν εἰκοσιεπτὰ σατραπείαις. 3 καὶ ἐφάγοσαν καὶ ἐπίοσαν καὶ ἐμπλησθέντες ἀνέλυσαν. ὁ δὲ Δαρεῖος ὁ βασιλεὺς ἀνέλυσεν εἰς τὸν κοιτῶνα ἑαυτοῦ καὶ ἐκοιμήθη καὶ ἔξυπνος ἐγένετο. 4 τότε οἱ τρεῖς νεανίσκοι οἱ σωματοφύλακες οἱ φυλάσσοντες τὸ σῶμα τοῦ βασιλέως εἶπαν ἕτερος πρὸς τὸν ἕτερον· 5 εἴπωμεν ἕκαστος ἡμῶν ἕνα λόγον, ὃς ὑπερισχύσει· καὶ οὗ ἐὰν φανῇ τὸ ρῆμα αὐτοῦ σοφώτερον τοῦ ἑτέρου, δώσει αὐτῷ Δαρεῖος ὁ βασιλεὺς δωρεὰς μεγάλας καὶ ἐπινίκια μεγάλα 6 καὶ πορφύραν περιβαλέσθαι καὶ ἐν χρυσώμασι πίνειν καὶ ἐπὶ χρυσῷ καθεύδεν καὶ ἅρμα χρυσοχάλινον καὶ κίδαριν βυσσίνην καὶ μανιάκην περὶ τὸν τράχηλον, 7 καὶ δεύτερος καθιεῖται Δαρείου διὰ τὴν σοφίαν αὐτοῦ καὶ συγγενὴς Δαρείου κληθήσεται. 8 καὶ τότε γράψαντες ἕκαστος τὸν ἑαυτοῦ λόγον ἐσφραγίσαντο καὶ ἔθηκαν ὑπὸ τὸ προσκεφάλαιον Δαρείου τοῦ βασιλέως καὶ εἶπαν· 9 ὅταν ἐγερθῇ ὁ βασιλεύς, δώσουσιν αὐτῷ τὸ γράμμα, καὶ ὃν ἂν κρίνῃ ὁ βασιλεὺς καὶ οἱ τρεῖς μεγιστᾶνες τῆς Περσίδος ὅτι οὗ ὁ λόγος αὐτοῦ σοφώτερος, αὐτῷ δοθήσεται τὸ νῖκος καθὼς γέγραπται. 10 ὁ εἷς ἔγραψεν, ὑπερισχύει ὁ οἶνος. 11 ὁ ἕτερος ἔγραψεν, ὑπερισχύει ὁ βασιλεύς. 12 ὁ τρίτος ἔγραψεν, ὑπερισχύουσιν αἱ γυναῖκες, ὑπὲρ δὲ πάντα νικᾷ ἡ ἀλήθεια. 13 καὶ ὅτε ἐξηγέρθη ὁ βασιλεύς, λαβόντες τὸ γράμμα ἔδωκαν αὐτῷ, καὶ ἀνέγνω. 14 καὶ ἐξαποστείλας ἐκάλεσε πάντας τοὺς μεγιστᾶνας τῆς Περσίδος καὶ τῆς Μηδείας καὶ τοὺς σατράπας καὶ στρατηγοὺς καὶ τοπάρχας καὶ ὑπάτους καὶ ἐκάθισεν ἐν τῷ χρηματιστηρίῳ, καὶ ἀνεγνώσθη τὸ γράμμα ἐνώπιον αὐτῶν. 15 καὶ εἶπε· καλέσατε τοὺς νεανίσκους, καὶ αὐτοὶ δηλώσουσι τοὺς λόγους ἑαυτῶν· καὶ ἐκλήθησαν καὶ εἰσήλθοσαν. 16 καὶ εἶπαν αὐτοῖς· ἀπαγγείλατε ἡμῖν περὶ τῶν γεγραμμένων. 17 Καὶ ἤρξατο ὁ πρῶτος ὁ εἴπας περὶ τῆς ἰσχύος τοῦ οἴνου καὶ ἔφη οὕτως· ἄνδρες, πῶς ὑπερισχύει ὁ οἶνος; πάντας τοὺς ἀνθρώπους τοὺς πιόντας αὐτὸν πλανᾷ τὴν διάνοιαν· 18 τοῦ τε βασιλέως καὶ τοῦ ὀρφανοῦ ποιεῖ τὴν διάνοιαν μίαν, τήν τε τοῦ οἰκέτου καὶ τὴν τοῦ ἐλευθέρου, τήν τε τοῦ πένητος καὶ τὴν τοῦ πλουσίου. 19 καὶ πᾶσαν διάνοιαν μεταστρέφει εἰς εὐωχίαν καὶ εὐφροσύνην καὶ οὐ μέμνηται πᾶσαν λύπην καὶ πᾶν ὀφείλημα. 20 καὶ πάσας καρδίας ποιεῖ πλουσίας καὶ οὐ μέμνηται βασιλέα οὐδὲ σατράπην καὶ πάντα διὰ ταλάντων ποιεῖ λαλεῖν. 21 καὶ οὐ μέμνηται, ὅταν πίνωσι, φιλιάζειν φίλοις καὶ ἀδελφοῖς, καὶ μετ᾿ οὐ πολὺ σπῶνται τὰς μαχαίρας· 22 καὶ ὅταν ἀπὸ τοῦ οἴνου ἐγερθῶσιν, οὐ μέμνηνται ἃ ἔπραξαν. 23 ὦ ἄνδρες, οὐχ ὑπερισχύει ὁ οἶνος, ὅτι οὕτως ἀναγκάζει ποιεῖν; καὶ ἐσίγησεν οὕτως εἴπας.

Τρίτη 5 Ιουνίου 2018

ΕΣΔΡΑΣ Α'

ΚΕΦΑΛΑΙΟΝ 2 


ΒΑΣΙΛΕΥΟΝΤΟΣ Κύρου Περσῶν ἔτους πρώτου εἰς συντέλειαν ρήματος Κυρίου ἐν στόματι ῾Ιερεμίου, 2 ἤγειρε Κύριος τὸ πνεῦμα Κύρου βασιλέωςΠερσῶν, καὶ ἐκήρυξεν ἐν ὅλῃ τῇ βασιλείᾳ αὐτοῦ καὶ ἅμα διά γραπτῶν λέγων· 3 τάδε λέγει ὁ βασιλεὺς Περσῶν Κῦρος· ἐμὲ ἀνέδειξε βασιλέα τῆς οἰκουμένης ὁ Κύριος τοῦ ᾿Ισραήλ, Κύριος ὁ ῞Υψιστος. 4 καὶ ἐσήμηνέ μοι οἰκοδομῆσαι αὐτῷ οἶκον ἐν ῾Ιερουσαλήμ, τῇ ἐν τῇ ᾿Ιουδαίᾳ. 5 εἴ τις ἐστὶν οὖν ὑμῶν ἐκ τοῦ ἔθνους αὐτοῦ, ἔστω ὁ Κύριος αὐτοῦ μετ᾿ αὐτοῦ, καὶ ἀναβὰς εἰς τὴν ῾Ιερουσαλὴμ τὴν ἐν τῇ ᾿Ιουδαίᾳ οἰκοδομείτω τὸν οἶκον τοῦ Κυρίου τοῦ ᾿Ισραήλ (οὗτος ὁ Κύριος ὁ κατασκηνώσας ἐν ῾Ιερουσαλήμ). 6 ὅσοι οὖν κατὰ τοὺς τόπους οἰκοῦσι, βοηθείτωσαν αὐτῷ οἱ ἐν τῷ τόπῳ αὐτοῦ ἐν χρυσίῳ καὶ ἐν ἀργυρίῳ, ἐν δόσεσι μεθ᾿ ἵππων καὶ κτηνῶν σὺν τοῖς ἄλλοις τοῖς κατ᾿ εὐχὰς προστεθειμένοις εἰς τὸ ἱερὸν τοῦ Κυρίου τὸ ἐν ῾Ιερουσαλήμ. 7 καὶ καταστήσαντες οἱ ἀρχίφυλοι τῶν πατριῶν τῆς ᾿Ιούδα καὶ Βενιαμὶν φυλῆς καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ πάντων, ὧν ἤγειρε Κύριος τὸ πνεῦμα ἀναβῆναι οἰκοδομῆσαι οἶκον τῷ Κυρίῳ τὸ ἐν ῾Ιερουσαλήμ, 8 καὶ οἱ περικύκλῳ αὐτῶν ἐβοήθησαν ἐν πᾶσιν ἐν ἀργυρίῳ καὶ χρυσίῳ, ἵπποις, κτήνεσι καὶ εὐχαῖς ὡς πλείσταις πολλῶν, ὧν ὁ νοῦς ἠγέρθη. 9 καὶ ὁ βασιλεὺς Κῦρος ἐξήνεγκε τὰ ἱερὰ σκεύη τοῦ Κυρίου, ἃ μετήνεγκε Ναβουχοδονόσορ ἐξ ῾Ιερουσαλήμ, καὶ ἀπηρείσατο αὐτὰ ἐν τῷ εἰδωλείῳ αὐτοῦ· 10 ἐξενέγκας δὲ αὐτὰ Κῦρος ὁ βασιλεὺς Περσῶν παρέδωκεν αὐτὰ Μιθραδάτῃ τῷ ἑαυτοῦ γαζοφύλακι· 11 διά δὲ τούτου παρεδόθησαν Σαμανασσάρῳ προστάτῃ τῆς ᾿Ιουδαίας. 12 ὁ δὲ τούτων ἀριθμὸς ἦν· σπονδεῖα χρυσᾶ χίλια, σπονδεῖα ἀργυρᾶ χίλια, θυΐσκαι ἀργυραῖ εἰκοσιεννέα, φιάλαι χρυσαῖ τριάκοντα, ἀργυραῖ δισχίλιαι τετρακόσιαι δέκα καὶ ἄλλα σκεύη χίλια. 13 τὰ δὲ πάντα σκεύη διεκομίσθη, χρυσᾶ καὶ ἀργυρᾶ, πεντακισχίλια τετρακόσια ἑξηκονταεννέα· 14 ἀνηνέχθη δὲ ὑπὸ Σαμανασσάρου ἅμα τοῖς ἐκ τῆς αἰχμαλωσίας ἐκ Βαβυλῶνος εἰς ῾Ιερουσαλήμ. 15 ᾿Εν δὲ τοῖς ἐπὶ ᾿Αρταξέρξου τῶν Περσῶν βασιλέως χρόνοις κατέγραψαν αὐτῷ κατὰ τῶν κατοικούντων ἐν τῇ ᾿Ιουδαίᾳ καὶ ῾Ιερουσαλὴμ Βήλεμος καὶ Μιθραδάτης καὶ Ταβέλλιος καὶ Ράθυμος καὶ Βεέλτεθμος καὶ Σαμέλλιος ὁ γραμματεὺς καὶ οἱ λοιποὶ οἱ τούτοις συντασσόμενοι, οἰκοῦντες δὲ ἐν Σαμαρείᾳ καὶ τοῖς ἄλλοις τόποις, τὴν ὑπογεγραμμένην ἐπιστολήν· 16 «Βασιλεῖ ᾿Αρταξέρξῃ κυρίῳ οἱ παῖδές σου Ράθυμος ὁ τὰ προσπίπτοντα καὶ Σαμέλλιος ὁ γραμματεὺς καὶ ἐπίλοιποι τῆς βουλῆς αὐτῶν καὶ κριταὶ οἱ ἐν Κοίλῃ Συρίᾳ καὶ Φοινίκῃ· 17 καὶ νῦν γνωστὸν ἔστω τῷ κυρίῳ βασιλεῖ, ὅτι οἱ ᾿Ιουδαῖοι ἀναβάντες παρ᾿ ὑμῶν πρὸς ἡμᾶς ἐλθόντες εἰς ῾Ιερουσαλήμ, τὴν πόλιν τὴν ἀποστάτιν καὶ πονηρὰν οἰκοδομοῦσι, τάς τε ἀγορὰς αὐτῆς καὶ τὰ τείχη θεραπεύουσι καὶ ναὸν ὑποβάλλονται. 18 ἐὰν οὖν ἡ πόλις αὕτη οἰκοδομηθῇ καὶ τὰ τείχη συντελεσθῇ, φορολογίαν οὐ μὴ ὑπομείνωσι δοῦναι, ἀλλὰ καὶ βασιλεῦσιν ἀντιστήσονται. καὶ ἐπεὶ ἐνεργεῖται τὰ κατὰ τὸν ναόν, καλῶς ἔχειν ὑπολαμβάνομεν μὴ ὑπεριδεῖν τὸ τοιοῦτον, ἀλλὰ προσφωνῆσαι τῷ κυρίῳ βασιλεῖ, ὅπως, ἂν φαίνηταί σοι, ἐπισκεφθῇ ἐν τοῖς ἀπὸ τῶν πατέρων σου βιβλίοις· 19 καὶ εὑρήσεις ἐν τοῖς ὑπομνηματισμοῖς γεγραμμένα περὶ τούτων καὶ γνώσῃ ὅτι ἡ πόλις ἐκείνη ἦν ἀποστάτις καὶ βασιλεῖς καὶ πόλεις ἐνοχλοῦσα καὶ οἱ ᾿Ιουδαῖοι ἀποστάται καὶ πολιορκίας συνιστάμενοι ἐν αὐτῇ ἔτι ἐξ αἰῶνος, δι᾿ ἣν αἰτίαν καὶ ἡ πόλις αὕτη ἠρημώθη. 20 νῦν οὖν ὑποδεικνύομέν σοι, κύριε βασιλεῦ, ὅτι ἐὰν ἡ πόλις αὕτη οἰκοδομηθῇ καὶ τὰ ταύτης τείχη ἀνασταθῇ, κάθοδος οὐκ ἔτι σοι ἔσται εἰς Κοίλην Συρίαν καὶ Φοινίκην». 21 τότε ἀντέγραψεν ὁ βασιλεὺς Ραθύμῳ τῷ γράφοντι τὰ προσπίπτοντα καὶ Βεελτέθμῳ καὶ Σαμελλίῳ γραμματεῖ καὶ τοῖς λοιποῖς τοῖς συντασσομένοις καὶ οἰκοῦσιν ἐν τῇ Σαμαρείᾳ καὶ Συρίᾳ καὶ Φοινίκῃ τὰ ὑπογεγραμμένα· 22 «᾿Ανέγνων τὴν ἐπιστολήν, ἣν πεπόμφατε πρός με. ἐπέταξα οὖν ἐπισκέψασθαι, καὶ εὑρέθη ὅτι ἡ πόλις ἐκείνη ἐστὶν ἐξ αἰῶνος βασιλεῦσιν ἀντιπαρατάσσουσα 23 καὶ οἱ ἄνθρωποι ἀποστάσεις καὶ πολέμους ἐν αὐτῇ συντελοῦντες καὶ βασιλεῖς ἰσχυροὶ καὶ σκληροὶ ἦσαν ἐν ῾Ιερουσαλὴμ κυριεύοντες καὶ φορολογοῦντες Κοίλην Συρίαν καὶ Φοινίκην. 24 νῦν οὖν ἐπέταξα ἀποκωλῦσαι τοὺς ἀνθρώπους ἐκείνους τοῦ οἰκοδομῆσαι τὴν πόλιν καὶ προνοηθῆναι ὅπως μηδὲν παρὰ ταῦτα γένηται καὶ μὴ προβῇ ἐπὶ πλεῖον τὰ τῆς κακίας εἰς τὸ βασιλεῖς ἐνοχλῆσαι». 25 τότε ἀναγνωσθέντων τῶν παρὰ τοῦ βασιλέως ᾿Αρταξέρξου γραφέντων, Ράθυμος καὶ Σαμέλλιος ὁ γραμματεὺς καὶ οἱ τούτοις συντασσόμενοι ἀναζεύξαντες εἰς ῾Ιερουσαλὴμ κατὰ σπουδὴν μεθ᾿ ἵππου καὶ ὄχλου παρατάξεως, ἤρξαντο κωλύειν τοὺς οἰκοδομοῦντας. καὶ ἤργει ἡ οἰκοδομὴ τοῦ ἱεροῦ τοῦ ἐν ῾Ιερουσαλὴμ μέχρι τοῦ δευτέρου ἔτους τῆς βασιλείας Δαρείου τοῦ Περσῶν βασιλέως.

Παρασκευή 1 Ιουνίου 2018

ΕΣΔΡΑΣ Α'

ΚΕΦΑΛΑΙΟΝ 1 


ΚΑΙ ἤγαγεν ᾿Ιωσίας τὸ πάσχα ἐν ῾Ιερουσαλὴμ τῷ Κυρίῳ αὐτοῦ καὶ ἔθυσε τὸ πάσχα τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου 2 στήσας τοὺς ἱερεῖς κατ᾿ ἐφημερίας ἐστολισμένους ἐν τῷ ἱερῷ τοῦ Κυρίου. 3 καὶ εἶπε τοῖς Λευίταις, ἱεροδούλοις τοῦ ᾿Ισραήλ, ἁγιάσαι ἑαυτοὺς τῷ Κυρίῳ ἐν τῇ θέσει τῆς ἁγίας κιβωτοῦ τοῦ Κυρίου ἐν τῷ οἴκῳ, ᾧ ᾠκοδόμησε Σαλωμὼν ὁ τοῦ Δαυὶδ ὁ βασιλεύς· 4 οὐκ ἔσται ὑμῖν ἆραι ἐπ᾿ ὤμων αὐτήν· καὶ νῦν λατρεύετε τῷ Κυρίῳ Θεῷ ὑμῶν καὶ θεραπεύετε τὸ ἔθνος αὐτοῦ ᾿Ισραὴλ καὶ ἑτοιμάσατε κατὰ τὰς πατριὰς καὶ τὰς φυλὰς ὑμῶν κατὰ τὴν γραφὴν Δαυὶδ βασιλέως ᾿Ισραὴλ καὶ κατὰ τὴν μεγαλειότητα Σαλωμὼν τοῦ υἱοῦ αὐτοῦ. 5 καὶ στάντες ἐν τῷ ἁγίῳ κατὰ τὴν μεριδαρχίαν τὴν πατρικὴν ὑμῶν τῶν Λευιτῶν, τῶν ἔμπροσθεν τῶν ἀδελφῶν ὑμῶν υἱῶν ᾿Ισραήλ, 6 ἐν τάξει θύσατε τὸ πάσχα καὶ τὰς θυσίας ἑτοιμάσατε τοῖς ἀδελφοῖς ὑμῶν καὶ ποιήσατε τὸ πάσχα κατὰ τὸ πρόσταγμα τοῦ Κυρίου τὸ δοθὲν τῷ Μωυσῇ. 7 καὶ ἐδωρήσατο ᾿Ιωσίας τῷ λαῷ τῷ εὑρεθέντι ἀρνῶν καὶ ἐρίφων τριάκοντα χιλιάδας, μόσχους τρισχιλίους· ταῦτα ἐκ τῶν βασιλικῶν ἐδόθη κατ᾿ ἐπαγγελίαν τῷ λαῷ καὶ τοῖς ἱερεῦσι καὶ Λευίταις. 8 καὶ ἔδωκε Χελκίας καὶ Ζαχαρίας καὶ ῾Ησκῆλος οἱ ἐπιστάται τοῦ ἱεροῦ τοῖς ἱερεῦσιν εἰς πάσχα πρόβατα δισχίλια ἑξακόσια, μόσχους τριακοσίους. 9 καὶ ᾿Ιεχονίας καὶ Σαμαίας καὶ Ναθαναὴλ ὁ ἀδελφὸς καὶ ᾿Ασαβίας καὶ ᾿Οχιῆλος καὶ ᾿Ιωρὰμ χιλίαρχοι ἔδωκαν τοῖς Λευίταις εἰς πάσχα πρόβατα πεντακιχίλια, μόσχους ἑπτακοσίους. 10 καὶ ταῦτα τὰ γενόμενα· εὐπρεπῶς ἔστησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἔχοντες τὰ ἄζυμα κατὰ τὰς φυλὰς καὶ κατὰ τὰς μεριδαρχίας τῶν πατέρων ἔμπροσθεν τοῦ λαοῦ προσενεγκεῖν τῷ Κυρίῳ κατὰ τὰ γεγραμμένα ἐν βιβλίῳ Μωυσῆ, καὶ οὕτω τὸ πρωϊνόν. 11 καὶ ὤπτησαν τὸ πάσχα πυρὶ ὡς καθήκει, καὶ τὰς θυσίας ἥψησαν ἐν τοῖς χαλκείοις καὶ λέβησι μετ᾿ εὐωδίας καὶ ἀπήνεγκαν πᾶσι τοῖς ἐκ τοῦ λαοῦ. 12 μετὰ δὲ ταῦτα ἡτοίμασαν ἑαυτοῖς τε καὶ τοῖς ἱερεῦσιν ἀδελφοῖς αὐτῶν υἱοῖς ᾿Ααρών· 13 οἱ γὰρ ἱερεῖς ἀνέφερον τὰ στέατα ἕως ἀωρίας, καὶ οἱ Λευῖται ἡτοίμασαν ἑαυτοῖς καὶ τοῖς ἱερεῦσιν ἀδελφοῖς αὐτῶν υἱοῖς ᾿Ααρών. 14 καὶ οἱ ἱεροψάλται υἱοὶ ᾿Ασὰφ ἦσαν ἐπὶ τῆς τάξεως αὐτῶν, κατὰ τὰ ὑπὸ Δαυὶδ τεταγμένα καὶ ᾿Ασὰφ καὶ Ζαχαρίας καὶ ᾿Εδδινοῦς ὁ παρά τοῦ βασιλέως, 15 καὶ οἱ θυρωροὶ ἐφ᾿ ἑκάστου πυλῶνος· οὐκ ἔστι παραβῆναι ἕκαστον τὴν ἑαυτοῦ ἐφημερίαν, οἱ γὰρ ἀδελφοὶ αὐτῶν οἱ Λευῖται ἡτοίμασαν αὐτοῖς. 16 καὶ συνετελέσθη τὰ τῆς θυσίας τοῦ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ἀχθῆναι τὸ πάσχα καὶ προσαχθῆναι τὰς θυσίας ἐπὶ τὸ τοῦ Κυρίου θυσιαστήριον κατὰ τὴν ἐπιταγὴν τοῦ βασιλέως ᾿Ιωσίου. 17 καὶ ἠγάγοσαν οἱ υἱοὶ ᾿Ισραὴλ οἱ εὑρεθέντες ἐν τῷ καιρῷ τούτῳ τὸ πάσχα καὶ τὴν ἑορτὴν τῶν ἀζύμων ἡμέρας ἑπτά. 18 καὶ οὐκ ἤχθη τὸ πάσχα τοιοῦτον ἐν τῷ ᾿Ισραὴλ ἀπὸ τῶν χρόνων Σαμουὴλ τοῦ προφήτου, 19 καὶ πάντες οἱ βασιλεῖς τοῦ ᾿Ισραὴλ οὐκ ἠγάγοσαν πάσχα τοιοῦτον, οἷον ἤγαγεν ᾿Ιωσίας καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ ᾿Ιουδαῖοι καὶ πᾶς ᾿Ισραὴλ ὁ εὑρεθεὶς ἐν τῇ κατοικήσει αὐτῶν ἐν ῾Ιερουσαλήμ· 20 ὀκτωκαιδεκάτῳ ἔτει βασιλεύοντος ᾿Ιωσίου ἤχθη τὸ πάσχα τοῦτο. 21 καὶ ὠρθώθη τὰ ἔργα ᾿Ιωσίου ἐνώπιον τοῦ Κυρίου αὐτοῦ ἐν καρδίᾳ πλήρει εὐσεβείας. 22 καὶ τὰ κατ᾿ αὐτὸν δέ ἀναγέγραπται ἐν τοῖς ἔμπροσθεν χρόνοις, περὶ τῶν ἡμαρτηκότων καὶ ἠσεβηκότων εἰς τὸν Κύριον παρὰ πᾶν ἔθνος καὶ βασιλείαν, καὶ ἃ ἐλύπησαν αὐτὸν ἐν αἰσθήσει, καὶ οἱ λόγοι τοῦ Κυρίου ἀνέστησαν ἐπὶ ᾿Ισραήλ. 23 Καὶ μετὰ πᾶσαν τὴν πρᾶξιν ταύτην ᾿Ιωσίου συνέβη Φαραὼ βασιλέα Αἰγύπτου ἐλθόντα πόλεμον ἐγεῖραι ἐν Χαρκαμὺς ἐπὶ τοῦ Εὐφράτου, καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτῷ ᾿Ιωσίας. 24 καὶ διεπέμψατο πρὸς αὐτὸν βασιλεὺς Αἰγύπτου λέγων· τί ἐμοὶ καὶ σοί ἐστι, βασιλεῦ τῆς ᾿Ιουδαίας; 25 οὐχὶ πρός σε ἐξαπέσταλμαι ὑπὸ Κυρίου τοῦ Θεοῦ· ἐπὶ γὰρ τοῦ Εὐφράτου ὁ πόλεμός μου ἐστί. καὶ νῦν Κύριος μετ᾿ ἐμοῦ ἐστι, καὶ Κύριος μετ᾿ ἐμοῦ ἐπισπεύδων ἐστίν· ἀπόστηθι καὶ μὴ ἐναντιοῦ τῷ Κυρίῳ. 26 καὶ οὐκ ἀπέστρεψεν ἑαυτὸν ᾿Ιωσίας ἐπὶ τὸ ἅρμα αὐτοῦ, ἀλλὰ πολεμεῖν αὐτὸν ἐπεχείρει, οὐ προσέχων ρήμασιν ῾Ιερεμίου προφήτου ἐκ στόματος Κυρίου· 27 ἀλλὰ συνεστήσατο πρὸς αὐτὸν πόλεμον ἐν τῷ πεδίῳ Μαγεδδώ, καὶ κατέβησαν οἱ ἄρχοντες πρὸς τὸν βασιλέα ᾿Ιωσίαν. 28 καὶ εἶπεν ὁ βασιλεὺς τοῖς παισὶν ἑαυτοῦ· ἀποστήσατέ με ἀπὸ τῆς μάχης, ἠσθένησα γὰρ λίαν. καὶ εὐθέως ἀπέστησαν αὐτὸν οἱ παῖδες αὐτοῦ ἀπὸ τῆς παρατάξεως, 29 καὶ ἀνέβη ἐπὶ τὸ ἅρμα τὸ δευτέριον αὐτοῦ· καὶ ἀποκατασταθεὶς εἰς ῾Ιερουσαλήμ, μετήλλαξε τὸν βίον αὐτοῦ καὶ ἐτάφη ἐν τῷ πατρικῷ τάφῳ. 30 καὶ ἐν ὅλῃ τῇ ᾿Ιουδαίᾳ ἐπένθησαν τὸν ᾿Ιωσίαν, καὶ ἐθρήνησεν ῾Ιερεμίας ὁ προφήτης ὑπὲρ ᾿Ιωσίου, καὶ οἱ προκαθήμενοι σὺν γυναιξὶν ἐθρηνοῦσαν αὐτὸν ἕως τῆς ἡμέρας ταύτης· καὶ ἐξεδόθη τοῦτο γίνεσθαι ἀεὶ εἰς ἅπαν τὸ γένος ᾿Ισραήλ. 31 ταῦτα δὲ ἀναγέγραπται ἐν τῇ βίβλῳ τῶν ἱστορουμένων περὶ τῶν βασιλέων τῆς ᾿Ιουδαίας· καὶ τὸ καθ᾿ ἓν πραχθὲν τῆς πράξεως ᾿Ιωσίου καὶ τῆς δόξης αὐτοῦ καὶ τῆς συνέσεως αὐτοῦ ἐν τῷ νόμῳ Κυρίου, τά τε προπραχθέντα ὑπ᾿ αὐτοῦ καὶ τὰ νῦν, ἱστόρηται ἐν τῷ βιβλίῳ τῶν βασιλέων ᾿Ισραὴλ καὶ ᾿Ιούδα. 32 Καὶ ἀναλαβόντες οἱ ἐκ τοῦ ἔθνους τὸν ᾿Ιεχονίαν υἱὸν ᾿Ιωσίου ἀνέδειξαν βασιλέα ἀντὶ ᾿Ιωσίου τοῦ πατρὸς αὐτοῦ ὄντα ἐτῶν εἴκοσι τριῶν. 33 καὶ ἐβασίλευσεν ἐν ᾿Ισραὴλ καὶ ῾Ιερουσαλὴμ μῆνας τρεῖς. καὶ ἀπέστησεν αὐτὸν βασιλεὺς Αἰγύπτου τοῦ μὴ βασιλεύειν ἐν ῾Ιερουσαλὴμ 34 καὶ ἐζημίωσε τὸ ἔθνος ἀργυρίου ταλάντοις ἑκατὸν καὶ χρυσίου ταλάντῳ ἑνί. 35 καὶ ἀνέδειξε βασιλεὺς Αἰγύπτου βασιλέα ᾿Ιωακὶμ τὸν ἀδελφὸν αὐτοῦ βασιλέα τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλήμ. 36 καὶ ἔδησεν ᾿Ιωακὶμ τοὺς μεγιστᾶνας, Ζαράκην δὲ τὸν ἀδελφὸν αὐτοῦ συλλαβὼν ἀνήγαγεν ἐξ Αἰγύπτου. 37 ᾿Ετῶν δὲ ἦν εἰκοσιπέντε ᾿Ιωακίμ, ὅτε ἐβασίλευσε τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλήμ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου. 38 μετ᾿ αὐτὸν δὲ ἀνέβη Ναβουχοδονόσορ ὁ βασιλεὺς Βαβυλῶνος καὶ δήσας αὐτὸν ἐν χαλκείῳ δεσμῷ καὶ ἀπήγαγεν εἰς Βαβυλῶνα. 39 καὶ ἀπὸ τῶν ἱερῶν σκευῶν τοῦ Κυρίου λαβὼν Ναβουχοδονόσορ καὶ ἀπενέγκας ἀπηρείσατο ἐν τῷ ναῷ αὐτοῦ ἐν Βαβυλῶνι. 40 τὰ δὲ ἱστορηθέντα περὶ αὐτοῦ καὶ τῆς ἀκαθαρσίας αὐτοῦ καὶ δυσσεβείας ἀναγέγραπται ἐν τῇ βίβλῳ τῶν χρόνων τῶν βασιλέων. 41 Καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ ᾿Ιωακὶμ ὁ υἱὸς αὐτοῦ· ὅτε γὰρ ἀνεδείχθη, ἦν ἐτῶν ὀκτώ. 42 βασιλεύει δὲ μῆνας τρεῖς καὶ ἡμέρας δέκα ἐν ῾Ιερουσαλὴμ καὶ ἐποίησε τὸ πονηρὸν ἔναντι Κυρίου. 43 Καὶ μετ᾿ ἐνιαυτὸν ἀποστείλας Ναβουχοδονόσορ μετήγαγεν αὐτὸν εἰς Βαβυλῶνα ἅμα τοῖς ἱεροῖς σκεύεσι τοῦ Κυρίου 44 καὶ ἀνέδειξε Σεδεκίαν βασιλέα τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλὴμ ὄντα ἐτῶν εἴκοσιν ἑνός, βασιλεύει δὲ ἔτη ἕνδεκα, 45 καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου καὶ οὐκ ἐνετράπη ἀπὸ τῶν ρηθέντων λόγων ὑπὸ ῾Ιερεμίου τοῦ προφήτου ἐκ στόματος τοῦ Κυρίου. 46 καὶ ὁρκισθεὶς ἀπὸ τοῦ βασιλέως Ναβουχοδονόσορ τῷ ὀνόματι Κυρίου, ἐπιορκήσας ἀπέστη· καὶ σκληρύνας αὐτοῦ τὸν τράχηλον καὶ τὴν καρδίαν αὐτοῦ παρέβη τὰ νόμιμα Κυρίου Θεοῦ ᾿Ισραήλ. 47 καὶ οἱ ἡγούμενοι δὲ τοῦ λαοῦ καὶ τῶν ἱερέων πολλὰ ἠσέβησαν καὶ ὑπὲρ πάσας τὰς ἀκαθαρσίας πάντων τῶν ἐθνῶν καὶ ἐμίαναν τὸ ἱερὸν τοῦ Κυρίου τὸ ἁγιαζόμενον ἐν ῾Ιερουσαλήμ. 48 καὶ ἀπέστειλεν ὁ Θεὸς τῶν πατέρων αὐτῶν διὰ τοῦ ἀγγέλου αὐτοῦ μετακαλέσαι αὐτούς, καθότι ἐφείδετο αὐτῶν καὶ τοῦ σκηνώματος αὐτοῦ. 49 αὐτοὶ δὲ ἐμυκτήρισαν ἐν τοῖς ἀγγέλοις αὐτοῦ καὶ ᾗ ἡμέρᾳ ἐλάλησε Κύριος ἦσαν ἐκπαίζοντες τοὺς προφήτας αὐτοῦ, ἕως οὗ θυμωθέντα αὐτὸν ἐπὶ τῷ ἔθνει αὐτοῦ διὰ τὰ δυσσεβήματα προστάξαι ἀναβιβάσαι ἐπ᾿ αὐτοὺς τοὺς βασιλεῖς τῶν Χαλδαίων. 50 οὗτοι ἀπέκτειναν τοὺς νεανίσκους αὐτῶν ἐν ρομφαίᾳ περικύκλῳ τοῦ ἁγίου αὐτῶν ἱεροῦ καὶ οὐκ ἐφείσαντο νεανίσκου καὶ παρθένου καὶ πρεσβύτου καὶ νεωτέρου, ἀλλὰ πάντας παρέδωκαν εἰς τὰς χεῖρας αὐτῶν. 51 καὶ πάντα τὰ ἱερὰ σκεύη τοῦ Κυρίου τὰ μεγάλα καὶ τὰ μικρὰ καὶ τὰς κιβωτοὺς τοῦ Κυρίου καὶ τὰς βασιλικὰς ἀποθήκας ἀναλαβόντες ἀπήνεγκαν εἰς Βαβυλῶνα. 52 καὶ ἐνεπύρισαν τὸν οἶκον τοῦ Κυρίου καί ἔλυσαν τὰ τείχη ῾Ιερουσαλὴμ καὶ τοὺς πύργους αὐτῆς ἐνεπύρισαν ἐν πυρὶ 53 καὶ συνετέλεσαν πάντα τὰ ἔνδοξα αὐτῆς ἀχρειῶσαι, καὶ τοὺς ἐπιλοίπους ἀπήγαγε μετὰ ρομφαίας εἰς Βαβυλῶνα. 54 καὶ ἦσαν παῖδες αὐτῷ καὶ τοῖς υἱοῖς αὐτοῦ μέχρι τοῦ βασιλεῦσαι Πέρσας εἰς ἀναπλήρωσιν ρήματος τοῦ Κυρίου ἐν στόματι ῾Ιερεμίου· 55 ἕως τοῦ εὐδοκῆσαι τὴν γῆν τὰ σάββατα αὐτῆς, πάντα τὸν χρόνον τῆς ἐρημώσεως αὐτῆς, σαββατιεῖ εἰς συμπλήρωσιν ἐτῶν ἑβδομήκοντα.