Παρασκευή 1 Ιουνίου 2018

ΕΣΔΡΑΣ Α'

ΚΕΦΑΛΑΙΟΝ 1 


ΚΑΙ ἤγαγεν ᾿Ιωσίας τὸ πάσχα ἐν ῾Ιερουσαλὴμ τῷ Κυρίῳ αὐτοῦ καὶ ἔθυσε τὸ πάσχα τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου 2 στήσας τοὺς ἱερεῖς κατ᾿ ἐφημερίας ἐστολισμένους ἐν τῷ ἱερῷ τοῦ Κυρίου. 3 καὶ εἶπε τοῖς Λευίταις, ἱεροδούλοις τοῦ ᾿Ισραήλ, ἁγιάσαι ἑαυτοὺς τῷ Κυρίῳ ἐν τῇ θέσει τῆς ἁγίας κιβωτοῦ τοῦ Κυρίου ἐν τῷ οἴκῳ, ᾧ ᾠκοδόμησε Σαλωμὼν ὁ τοῦ Δαυὶδ ὁ βασιλεύς· 4 οὐκ ἔσται ὑμῖν ἆραι ἐπ᾿ ὤμων αὐτήν· καὶ νῦν λατρεύετε τῷ Κυρίῳ Θεῷ ὑμῶν καὶ θεραπεύετε τὸ ἔθνος αὐτοῦ ᾿Ισραὴλ καὶ ἑτοιμάσατε κατὰ τὰς πατριὰς καὶ τὰς φυλὰς ὑμῶν κατὰ τὴν γραφὴν Δαυὶδ βασιλέως ᾿Ισραὴλ καὶ κατὰ τὴν μεγαλειότητα Σαλωμὼν τοῦ υἱοῦ αὐτοῦ. 5 καὶ στάντες ἐν τῷ ἁγίῳ κατὰ τὴν μεριδαρχίαν τὴν πατρικὴν ὑμῶν τῶν Λευιτῶν, τῶν ἔμπροσθεν τῶν ἀδελφῶν ὑμῶν υἱῶν ᾿Ισραήλ, 6 ἐν τάξει θύσατε τὸ πάσχα καὶ τὰς θυσίας ἑτοιμάσατε τοῖς ἀδελφοῖς ὑμῶν καὶ ποιήσατε τὸ πάσχα κατὰ τὸ πρόσταγμα τοῦ Κυρίου τὸ δοθὲν τῷ Μωυσῇ. 7 καὶ ἐδωρήσατο ᾿Ιωσίας τῷ λαῷ τῷ εὑρεθέντι ἀρνῶν καὶ ἐρίφων τριάκοντα χιλιάδας, μόσχους τρισχιλίους· ταῦτα ἐκ τῶν βασιλικῶν ἐδόθη κατ᾿ ἐπαγγελίαν τῷ λαῷ καὶ τοῖς ἱερεῦσι καὶ Λευίταις. 8 καὶ ἔδωκε Χελκίας καὶ Ζαχαρίας καὶ ῾Ησκῆλος οἱ ἐπιστάται τοῦ ἱεροῦ τοῖς ἱερεῦσιν εἰς πάσχα πρόβατα δισχίλια ἑξακόσια, μόσχους τριακοσίους. 9 καὶ ᾿Ιεχονίας καὶ Σαμαίας καὶ Ναθαναὴλ ὁ ἀδελφὸς καὶ ᾿Ασαβίας καὶ ᾿Οχιῆλος καὶ ᾿Ιωρὰμ χιλίαρχοι ἔδωκαν τοῖς Λευίταις εἰς πάσχα πρόβατα πεντακιχίλια, μόσχους ἑπτακοσίους. 10 καὶ ταῦτα τὰ γενόμενα· εὐπρεπῶς ἔστησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἔχοντες τὰ ἄζυμα κατὰ τὰς φυλὰς καὶ κατὰ τὰς μεριδαρχίας τῶν πατέρων ἔμπροσθεν τοῦ λαοῦ προσενεγκεῖν τῷ Κυρίῳ κατὰ τὰ γεγραμμένα ἐν βιβλίῳ Μωυσῆ, καὶ οὕτω τὸ πρωϊνόν. 11 καὶ ὤπτησαν τὸ πάσχα πυρὶ ὡς καθήκει, καὶ τὰς θυσίας ἥψησαν ἐν τοῖς χαλκείοις καὶ λέβησι μετ᾿ εὐωδίας καὶ ἀπήνεγκαν πᾶσι τοῖς ἐκ τοῦ λαοῦ. 12 μετὰ δὲ ταῦτα ἡτοίμασαν ἑαυτοῖς τε καὶ τοῖς ἱερεῦσιν ἀδελφοῖς αὐτῶν υἱοῖς ᾿Ααρών· 13 οἱ γὰρ ἱερεῖς ἀνέφερον τὰ στέατα ἕως ἀωρίας, καὶ οἱ Λευῖται ἡτοίμασαν ἑαυτοῖς καὶ τοῖς ἱερεῦσιν ἀδελφοῖς αὐτῶν υἱοῖς ᾿Ααρών. 14 καὶ οἱ ἱεροψάλται υἱοὶ ᾿Ασὰφ ἦσαν ἐπὶ τῆς τάξεως αὐτῶν, κατὰ τὰ ὑπὸ Δαυὶδ τεταγμένα καὶ ᾿Ασὰφ καὶ Ζαχαρίας καὶ ᾿Εδδινοῦς ὁ παρά τοῦ βασιλέως, 15 καὶ οἱ θυρωροὶ ἐφ᾿ ἑκάστου πυλῶνος· οὐκ ἔστι παραβῆναι ἕκαστον τὴν ἑαυτοῦ ἐφημερίαν, οἱ γὰρ ἀδελφοὶ αὐτῶν οἱ Λευῖται ἡτοίμασαν αὐτοῖς. 16 καὶ συνετελέσθη τὰ τῆς θυσίας τοῦ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ἀχθῆναι τὸ πάσχα καὶ προσαχθῆναι τὰς θυσίας ἐπὶ τὸ τοῦ Κυρίου θυσιαστήριον κατὰ τὴν ἐπιταγὴν τοῦ βασιλέως ᾿Ιωσίου. 17 καὶ ἠγάγοσαν οἱ υἱοὶ ᾿Ισραὴλ οἱ εὑρεθέντες ἐν τῷ καιρῷ τούτῳ τὸ πάσχα καὶ τὴν ἑορτὴν τῶν ἀζύμων ἡμέρας ἑπτά. 18 καὶ οὐκ ἤχθη τὸ πάσχα τοιοῦτον ἐν τῷ ᾿Ισραὴλ ἀπὸ τῶν χρόνων Σαμουὴλ τοῦ προφήτου, 19 καὶ πάντες οἱ βασιλεῖς τοῦ ᾿Ισραὴλ οὐκ ἠγάγοσαν πάσχα τοιοῦτον, οἷον ἤγαγεν ᾿Ιωσίας καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ ᾿Ιουδαῖοι καὶ πᾶς ᾿Ισραὴλ ὁ εὑρεθεὶς ἐν τῇ κατοικήσει αὐτῶν ἐν ῾Ιερουσαλήμ· 20 ὀκτωκαιδεκάτῳ ἔτει βασιλεύοντος ᾿Ιωσίου ἤχθη τὸ πάσχα τοῦτο. 21 καὶ ὠρθώθη τὰ ἔργα ᾿Ιωσίου ἐνώπιον τοῦ Κυρίου αὐτοῦ ἐν καρδίᾳ πλήρει εὐσεβείας. 22 καὶ τὰ κατ᾿ αὐτὸν δέ ἀναγέγραπται ἐν τοῖς ἔμπροσθεν χρόνοις, περὶ τῶν ἡμαρτηκότων καὶ ἠσεβηκότων εἰς τὸν Κύριον παρὰ πᾶν ἔθνος καὶ βασιλείαν, καὶ ἃ ἐλύπησαν αὐτὸν ἐν αἰσθήσει, καὶ οἱ λόγοι τοῦ Κυρίου ἀνέστησαν ἐπὶ ᾿Ισραήλ. 23 Καὶ μετὰ πᾶσαν τὴν πρᾶξιν ταύτην ᾿Ιωσίου συνέβη Φαραὼ βασιλέα Αἰγύπτου ἐλθόντα πόλεμον ἐγεῖραι ἐν Χαρκαμὺς ἐπὶ τοῦ Εὐφράτου, καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτῷ ᾿Ιωσίας. 24 καὶ διεπέμψατο πρὸς αὐτὸν βασιλεὺς Αἰγύπτου λέγων· τί ἐμοὶ καὶ σοί ἐστι, βασιλεῦ τῆς ᾿Ιουδαίας; 25 οὐχὶ πρός σε ἐξαπέσταλμαι ὑπὸ Κυρίου τοῦ Θεοῦ· ἐπὶ γὰρ τοῦ Εὐφράτου ὁ πόλεμός μου ἐστί. καὶ νῦν Κύριος μετ᾿ ἐμοῦ ἐστι, καὶ Κύριος μετ᾿ ἐμοῦ ἐπισπεύδων ἐστίν· ἀπόστηθι καὶ μὴ ἐναντιοῦ τῷ Κυρίῳ. 26 καὶ οὐκ ἀπέστρεψεν ἑαυτὸν ᾿Ιωσίας ἐπὶ τὸ ἅρμα αὐτοῦ, ἀλλὰ πολεμεῖν αὐτὸν ἐπεχείρει, οὐ προσέχων ρήμασιν ῾Ιερεμίου προφήτου ἐκ στόματος Κυρίου· 27 ἀλλὰ συνεστήσατο πρὸς αὐτὸν πόλεμον ἐν τῷ πεδίῳ Μαγεδδώ, καὶ κατέβησαν οἱ ἄρχοντες πρὸς τὸν βασιλέα ᾿Ιωσίαν. 28 καὶ εἶπεν ὁ βασιλεὺς τοῖς παισὶν ἑαυτοῦ· ἀποστήσατέ με ἀπὸ τῆς μάχης, ἠσθένησα γὰρ λίαν. καὶ εὐθέως ἀπέστησαν αὐτὸν οἱ παῖδες αὐτοῦ ἀπὸ τῆς παρατάξεως, 29 καὶ ἀνέβη ἐπὶ τὸ ἅρμα τὸ δευτέριον αὐτοῦ· καὶ ἀποκατασταθεὶς εἰς ῾Ιερουσαλήμ, μετήλλαξε τὸν βίον αὐτοῦ καὶ ἐτάφη ἐν τῷ πατρικῷ τάφῳ. 30 καὶ ἐν ὅλῃ τῇ ᾿Ιουδαίᾳ ἐπένθησαν τὸν ᾿Ιωσίαν, καὶ ἐθρήνησεν ῾Ιερεμίας ὁ προφήτης ὑπὲρ ᾿Ιωσίου, καὶ οἱ προκαθήμενοι σὺν γυναιξὶν ἐθρηνοῦσαν αὐτὸν ἕως τῆς ἡμέρας ταύτης· καὶ ἐξεδόθη τοῦτο γίνεσθαι ἀεὶ εἰς ἅπαν τὸ γένος ᾿Ισραήλ. 31 ταῦτα δὲ ἀναγέγραπται ἐν τῇ βίβλῳ τῶν ἱστορουμένων περὶ τῶν βασιλέων τῆς ᾿Ιουδαίας· καὶ τὸ καθ᾿ ἓν πραχθὲν τῆς πράξεως ᾿Ιωσίου καὶ τῆς δόξης αὐτοῦ καὶ τῆς συνέσεως αὐτοῦ ἐν τῷ νόμῳ Κυρίου, τά τε προπραχθέντα ὑπ᾿ αὐτοῦ καὶ τὰ νῦν, ἱστόρηται ἐν τῷ βιβλίῳ τῶν βασιλέων ᾿Ισραὴλ καὶ ᾿Ιούδα. 32 Καὶ ἀναλαβόντες οἱ ἐκ τοῦ ἔθνους τὸν ᾿Ιεχονίαν υἱὸν ᾿Ιωσίου ἀνέδειξαν βασιλέα ἀντὶ ᾿Ιωσίου τοῦ πατρὸς αὐτοῦ ὄντα ἐτῶν εἴκοσι τριῶν. 33 καὶ ἐβασίλευσεν ἐν ᾿Ισραὴλ καὶ ῾Ιερουσαλὴμ μῆνας τρεῖς. καὶ ἀπέστησεν αὐτὸν βασιλεὺς Αἰγύπτου τοῦ μὴ βασιλεύειν ἐν ῾Ιερουσαλὴμ 34 καὶ ἐζημίωσε τὸ ἔθνος ἀργυρίου ταλάντοις ἑκατὸν καὶ χρυσίου ταλάντῳ ἑνί. 35 καὶ ἀνέδειξε βασιλεὺς Αἰγύπτου βασιλέα ᾿Ιωακὶμ τὸν ἀδελφὸν αὐτοῦ βασιλέα τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλήμ. 36 καὶ ἔδησεν ᾿Ιωακὶμ τοὺς μεγιστᾶνας, Ζαράκην δὲ τὸν ἀδελφὸν αὐτοῦ συλλαβὼν ἀνήγαγεν ἐξ Αἰγύπτου. 37 ᾿Ετῶν δὲ ἦν εἰκοσιπέντε ᾿Ιωακίμ, ὅτε ἐβασίλευσε τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλήμ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου. 38 μετ᾿ αὐτὸν δὲ ἀνέβη Ναβουχοδονόσορ ὁ βασιλεὺς Βαβυλῶνος καὶ δήσας αὐτὸν ἐν χαλκείῳ δεσμῷ καὶ ἀπήγαγεν εἰς Βαβυλῶνα. 39 καὶ ἀπὸ τῶν ἱερῶν σκευῶν τοῦ Κυρίου λαβὼν Ναβουχοδονόσορ καὶ ἀπενέγκας ἀπηρείσατο ἐν τῷ ναῷ αὐτοῦ ἐν Βαβυλῶνι. 40 τὰ δὲ ἱστορηθέντα περὶ αὐτοῦ καὶ τῆς ἀκαθαρσίας αὐτοῦ καὶ δυσσεβείας ἀναγέγραπται ἐν τῇ βίβλῳ τῶν χρόνων τῶν βασιλέων. 41 Καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ ᾿Ιωακὶμ ὁ υἱὸς αὐτοῦ· ὅτε γὰρ ἀνεδείχθη, ἦν ἐτῶν ὀκτώ. 42 βασιλεύει δὲ μῆνας τρεῖς καὶ ἡμέρας δέκα ἐν ῾Ιερουσαλὴμ καὶ ἐποίησε τὸ πονηρὸν ἔναντι Κυρίου. 43 Καὶ μετ᾿ ἐνιαυτὸν ἀποστείλας Ναβουχοδονόσορ μετήγαγεν αὐτὸν εἰς Βαβυλῶνα ἅμα τοῖς ἱεροῖς σκεύεσι τοῦ Κυρίου 44 καὶ ἀνέδειξε Σεδεκίαν βασιλέα τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλὴμ ὄντα ἐτῶν εἴκοσιν ἑνός, βασιλεύει δὲ ἔτη ἕνδεκα, 45 καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου καὶ οὐκ ἐνετράπη ἀπὸ τῶν ρηθέντων λόγων ὑπὸ ῾Ιερεμίου τοῦ προφήτου ἐκ στόματος τοῦ Κυρίου. 46 καὶ ὁρκισθεὶς ἀπὸ τοῦ βασιλέως Ναβουχοδονόσορ τῷ ὀνόματι Κυρίου, ἐπιορκήσας ἀπέστη· καὶ σκληρύνας αὐτοῦ τὸν τράχηλον καὶ τὴν καρδίαν αὐτοῦ παρέβη τὰ νόμιμα Κυρίου Θεοῦ ᾿Ισραήλ. 47 καὶ οἱ ἡγούμενοι δὲ τοῦ λαοῦ καὶ τῶν ἱερέων πολλὰ ἠσέβησαν καὶ ὑπὲρ πάσας τὰς ἀκαθαρσίας πάντων τῶν ἐθνῶν καὶ ἐμίαναν τὸ ἱερὸν τοῦ Κυρίου τὸ ἁγιαζόμενον ἐν ῾Ιερουσαλήμ. 48 καὶ ἀπέστειλεν ὁ Θεὸς τῶν πατέρων αὐτῶν διὰ τοῦ ἀγγέλου αὐτοῦ μετακαλέσαι αὐτούς, καθότι ἐφείδετο αὐτῶν καὶ τοῦ σκηνώματος αὐτοῦ. 49 αὐτοὶ δὲ ἐμυκτήρισαν ἐν τοῖς ἀγγέλοις αὐτοῦ καὶ ᾗ ἡμέρᾳ ἐλάλησε Κύριος ἦσαν ἐκπαίζοντες τοὺς προφήτας αὐτοῦ, ἕως οὗ θυμωθέντα αὐτὸν ἐπὶ τῷ ἔθνει αὐτοῦ διὰ τὰ δυσσεβήματα προστάξαι ἀναβιβάσαι ἐπ᾿ αὐτοὺς τοὺς βασιλεῖς τῶν Χαλδαίων. 50 οὗτοι ἀπέκτειναν τοὺς νεανίσκους αὐτῶν ἐν ρομφαίᾳ περικύκλῳ τοῦ ἁγίου αὐτῶν ἱεροῦ καὶ οὐκ ἐφείσαντο νεανίσκου καὶ παρθένου καὶ πρεσβύτου καὶ νεωτέρου, ἀλλὰ πάντας παρέδωκαν εἰς τὰς χεῖρας αὐτῶν. 51 καὶ πάντα τὰ ἱερὰ σκεύη τοῦ Κυρίου τὰ μεγάλα καὶ τὰ μικρὰ καὶ τὰς κιβωτοὺς τοῦ Κυρίου καὶ τὰς βασιλικὰς ἀποθήκας ἀναλαβόντες ἀπήνεγκαν εἰς Βαβυλῶνα. 52 καὶ ἐνεπύρισαν τὸν οἶκον τοῦ Κυρίου καί ἔλυσαν τὰ τείχη ῾Ιερουσαλὴμ καὶ τοὺς πύργους αὐτῆς ἐνεπύρισαν ἐν πυρὶ 53 καὶ συνετέλεσαν πάντα τὰ ἔνδοξα αὐτῆς ἀχρειῶσαι, καὶ τοὺς ἐπιλοίπους ἀπήγαγε μετὰ ρομφαίας εἰς Βαβυλῶνα. 54 καὶ ἦσαν παῖδες αὐτῷ καὶ τοῖς υἱοῖς αὐτοῦ μέχρι τοῦ βασιλεῦσαι Πέρσας εἰς ἀναπλήρωσιν ρήματος τοῦ Κυρίου ἐν στόματι ῾Ιερεμίου· 55 ἕως τοῦ εὐδοκῆσαι τὴν γῆν τὰ σάββατα αὐτῆς, πάντα τὸν χρόνον τῆς ἐρημώσεως αὐτῆς, σαββατιεῖ εἰς συμπλήρωσιν ἐτῶν ἑβδομήκοντα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.