ΚΕΦΑΛΑΙΟΝ 36
ΚΑΙ ἔλαβεν ὁ λαὸς τῆς γῆς τὸν ᾿Ιωάχαζ υἱὸν ᾿Ιωσίου καὶ ἔχρισαν αὐτόν, καὶ κατέστησαν αὐτὸν ἀντὶ τοῦ πατρὸς αὐτοῦ εἰς βασιλέα ἐπὶ ᾿Ιερουσαλήμ. 2 υἱὸς εἴκοσι καὶ τριῶν ἐτῶν ᾿Ιωάχαζ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ τρίμηνον ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, 2α καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ ᾿Αμιτὰλ θυγάτηρ ῾Ιερεμίου ἐκ Λοβενά. 2β καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου κατὰ πάντα, ἃ ἐποίησαν οἱ πατέρες αὐτοῦ. 2γ καὶ ἔδησεν αὐτὸν φαραὼ Νεχαὼ ἐν Δεβλαθὰ ἐν γῇ Αἰμάθ, τοῦ μὴ βασιλεύειν αὐτὸν ἐν ῾Ιερουσαλήμ, 3 καὶ μετήγαγεν αὐτὸν ὁ βασιλεὺς εἰς Αἴγυπτον, καὶ ἐπέβαλε φόρον ἐπὶ τὴν γῆν ἑκατὸν τάλαντα ἀργυρίου καὶ τάλαντον χρυσίου. 4 καὶ κατέστησε φαραὼ Νεχαὼ τὸν ᾿Ελιακὶμ υἱὸν ᾿Ιωσίου βασιλέα ἐπὶ ᾿Ιούδα ἀντὶ ᾿Ιωσίου τοῦ πατρὸς αὐτοῦ καὶ μετέστρεψε τὸ ὄνομα αὐτοῦ ᾿Ιωακίμ· καὶ τὸν ᾿Ιωάχαζ ἀδελφὸν αὐτοῦ ἔλαβε φαραὼ Νεχαώ, καὶ εἰσήγαγεν αὐτὸν εἰς Αἴγυπτον, καὶ ἀπέθανεν ἐκεῖ. 4α καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον ἔδωκε τῷ φαραῷ· τότε ἤρξατο ἡ γῆ φορολογεῖσθαι τοῦ δοῦναι τὸ ἀργύριον ἐπὶ στόμα φαραώ, καὶ ἕκαστος κατὰ δύναμιν ἀπῄτει τὸ ἀργύριον καὶ τὸ χρυσίον παρὰ τοῦ λαοῦ τῆς γῆς δοῦναι φαραῷ Νεχαῷ. 5 ῍Ων εἴκοσι καὶ πέντε ἐτῶν ᾿Ιωακὶμ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ζεχωρὰ θυγάτηρ Νηρίου ἐκ Ραμά. καὶ ἐποίησε τὸ πονηρὸν ἐναντίον Κυρίου κατὰ πάντα ὅσα ἐποίησαν οἱ πατέρες αὐτοῦ. 5α ἐν ταῖς ἡμέραις αὐτοῦ ἦλθε Ναβουχοδονόσορ ὁ βασιλεὺς Βαβυλῶνος εἰς τὴν γῆν, καὶ ἦν αὐτῷ δουλεύων τρία ἔτη καὶ ἀπέστη ἀπ αὐτοῦ. 5β καὶ ἀπέστειλε Κύριος ἐπ αὐτοὺς τοὺς Χαλδαίους καὶ λῃστήρια Σύρων καὶ λῃστήρια Μωαβιτῶν καὶ υἱῶν ᾿Αμμὼν καὶ τῆς Σαμαρείας, καὶ ἀπέστησαν μετὰ τὸν λόγον τοῦτον κατὰ τὸν λόγον Κυρίου ἐν χειρὶ τῶν παίδων αὐτοῦ τῶν προφητῶν. 5γ πλὴν θυμὸς Κυρίου ἦν ἐπὶ ᾿Ιούδαν τοῦ ἀποστῆναι αὐτὸν ἀπὸ προσώπου αὐτοῦ διὰ τὰς ἁμαρτίας Μανασσῆ ἐν πᾶσιν, οἷς ἐποίησε, 5δ καὶ ἐν αἵματι ἀθῴῳ, ᾧ ἐξέχεεν ᾿Ιωακὶμ καὶ ἔπλησε τὴν ῾Ιερουσαλὴμ αἵματος ἀθῴου, καὶ οὐκ ἠθέλησε Κύριος ἐξολοθρεῦσαι αὐτούς. 6 καὶ ἀνέβη ἐπ αὐτὸν Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος καὶ ἔδησεν αὐτὸν ἐν χαλκαῖς πέδαις καὶ ἀπήγαγεν αὐτὸν εἰς Βαβυλῶνα. 7 καὶ μέρος τῶν σκευῶν οἴκου Κυρίου ἀπήνεγκεν εἰς Βαβυλῶνα καὶ ἔθηκεν αὐτὰ ἐν τῷ ναῷ αὐτοῦ ἐν Βαβυλῶνι. 8 καὶ τὰ λοιπὰ τῶν λόγων ᾿Ιωακὶμ καὶ πάντα, ἃ ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ιούδα; καὶ ἐκοιμήθη ᾿Ιωακὶμ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν Γανοζὰ μετά τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσεν ᾿Ιεχονίας υἱὸς αὐτοῦ ἀντ αὐτοῦ. 9 ᾿Οκτὼ ἐτῶν ᾿Ιεχονίας ἐν τῷ βασιλεύειν αὐτὸν καὶ τρίμηνον καὶ δέκα ἡμέρας ἐβασίλευσεν ἐν ῾Ιερουσαλὴμ καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου. 10 καὶ ἐπιστρέφοντος τοῦ ἐνιαυτοῦ ἀπέστειλεν ὁ βασιλεὺς Ναβουχοδονόσορ καὶ εἰσήνεγκεν αὐτὸν εἰς Βαβυλῶνα μετὰ τῶν σκευῶν τῶν ἐπιθυμητῶν οἴκου Κυρίου καὶ ἐβασίλευσε Σεδεκίαν ἀδελφὸν τοῦ πατρὸς αὐτοῦ ἐπὶ ᾿Ιούδαν καὶ ῾Ιερουσαλήμ. 11 ᾿Ετῶν εἴκοσιν υἱὸς καὶ ἑνὸς ἔτους Σεδεκίας ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ. 12 καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου Θεοῦ αὐτοῦ, οὐκ ἐνετράπη ἀπὸ προσώπου ῾Ιερεμίου τοῦ προφήτου καὶ ἐκ στόματος Κυρίου 13 ἐν τῷ τὰ πρὸς τὸν βασιλέα Ναβουχοδονόσορ ἀθετῆσαι, ἃ ὥρκισεν αὐτὸν κατὰ τοῦ Θεοῦ καὶ ἐσκλήρυνε τὸν τράχηλον αὐτοῦ καὶ τὴν καρδίαν αὐτοῦ κατίσχυσε τοῦ μὴ ἐπιστρέψαι πρὸς Κύριον Θεὸν ᾿Ισραήλ. 14 καὶ πάντες οἱ ἔνδοξοι ᾿Ιούδα καὶ οἱ ἱερεῖς καὶ ὁ λαὸς τῆς γῆς ἐπλήθυναν τοῦ ἀθετῆσαι ἀθετήματα βδελυγμάτων ἐθνῶν καὶ ἐμίαναν τὸν οἶκον Κυρίου τὸν ἐν ῾Ιερουσαλήμ. 15 καὶ ἐξαπέστειλε Κύριος ὁ Θεὸς τῶν πατέρων αὐτῶν ἐν χειρὶ τῶν προφητῶν αὐτοῦ ὀρθρίζων καὶ ἀποστέλλων τοὺς ἀγγέλους αὐτοῦ, ὅτι ἦν φειδόμενος τοῦ λαοῦ αὐτοῦ καὶ τοῦ ἁγιάσματος αὐτοῦ· 16 καὶ ἦσαν μυκτηρίζοντες τοὺς ἀγγέλους αὐτοῦ καὶ ἐξουθενοῦντες τοὺς λόγους αὐτοῦ καὶ ἐμπαίζοντες ἐν τοῖς προφήταις αὐτοῦ, ἕως ἀνέβη ὁ θυμὸς Κυρίου ἐν τῷ λαῷ αὐτοῦ, ἕως οὐκ ἦν ἴαμα. 17 καὶ ἤγαγεν ἐπ αὐτοὺς βασιλέα Χαλδαίων, καὶ ἀπέκτεινε τοὺς νεανίσκους αὐτῶν ἐν ρομφαίᾳ ἐν οἴκῳ ἁγιάσματος αὐτοῦ καὶ οὐκ ἐφείσατο τοῦ Σεδεκίου καὶ τὰς παρθένους αὐτῶν οὐκ ἠλέησε καὶ τοὺς πρεσβυτέρους αὐτῶν ἀπήγαγον· τὰ πάντα παρέδωκεν ἐν χερσίν αὐτῶν. 18 καὶ πάντα τὰ σκεύη οἴκου τοῦ Θεοῦ τά μεγάλα καὶ τὰ μικρὰ καὶ τοὺς θησαυροὺς οἴκου Κυρίου καὶ πάντας τοὺς θησαυροὺς τοῦ βασιλέως καὶ τῶν μεγιστάνων, πάντα εἰσήνεγκεν εἰς Βαβυλῶνα. 19 καὶ ἐνέπρησε τὸν οἶκον Κυρίου καὶ κατέσκαψε τὸ τεῖχος ῾Ιερουσαλὴμ καὶ τὰς βάρεις αὐτῆς ἐνέπρησεν ἐν πυρὶ καὶ πᾶν σκεῦος ὡραῖον εἰς ἀφανισμόν. 20 καὶ ἀπῴκισε τοὺς καταλοίπους εἰς Βαβυλῶνα, καὶ ἦσαν αὐτῷ καὶ τοῖς υἱοῖς αὐτοῦ εἰς δούλους ἕως βασιλείας Μήδων 21 τοῦ πληρωθῆναι λόγον Κυρίου διὰ στόματος ῾Ιερεμίου ἕως τοῦ προσδέξασθαι τὴν γῆν τὰ σάββατα αὐτῆς σαββατίσαι· πάσας τὰς ἡμέρας ἐρημώσεως αὐτῆς ἐσαββάτισεν εἰς συμπλήρωσιν ἐτῶν ἑβδομήκοντα. 22 ῎Ετους πρώτου Κύρου βασιλέως Περσῶν, μετὰ τὸ πληρωθῆναι ρῆμα Κυρίου διὰ στόματος ῾Ιερεμίου, ἐξήγειρε Κύριος τὸ πνεῦμα Κύρου βασιλέως Περσῶν καὶ παρήγγειλε κηρύξαι ἐν πάσῃ τῇ βασιλείᾳ αὐτοῦ ἐν γραπτῷ λέγων· 23 τάδε λέγει Κῦρος βασιλεὺς Περσῶν πάσαις ταῖς βασιλείαις τῆς γῆς· ἔδωκέ μοι Κύριος ὁ Θεὸς τοῦ οὐρανοῦ, καὶ αὐτὸς ἐνετείλατό μοι οἰκοδομῆσαι οἶκον αὐτῷ ἐν ῾Ιερουσαλὴμ ἐν τῇ ᾿Ιουδαίᾳ. τίς ἐξ ὑμῶν ἐκ παντὸς τοῦ λαοῦ αὐτοῦ; ἔσται Θεὸς αὐτοῦ μετ αὐτοῦ, καὶ ἀναβήτω.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.