Παρασκευή 27 Ιουλίου 2018

ΝΕΕΜΙΑΣ

ΚΕΦΑΛΑΙΟΝ 3 


ΚΑΙ ἀνέστη ᾿Ελιασοὺβ ὁ ἱερεὺς ὁ μέγας καὶ οἱ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς καὶ ᾠκοδόμησαν τὴν πύλην τὴν προβατικήν. αὐτοὶ ἡγίασαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτῆς καὶ ἕως πύργου τῶν ἑκατὸν ἡγίασαν ἕως πύργου ᾿Αναμεὴλ 2 καὶ ἐπὶ χεῖρας ἀνδρῶν υἱῶν ῾Ιεριχὼ καὶ ἐπὶ χεῖρας υἱῶν Ζακχούρ, υἱοῦ ᾿Αμαρί. 3 καὶ τὴν πύλην τὴν ἰχθυηρὰν ᾠκοδόμησαν υἱοὶ ᾿Ασανά· αὐτοὶ ἐστέγασαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς. 4 καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχεν ἀπὸ Ραμὼθ υἱὸς Οὐρία, υἱοῦ ᾿Ακκώς. καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχε Μοσολλὰμ υἱὸς Βαραχίου υἱοῦ Μαζεβήλ, καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχε Σαδὼκ υἱὸς Βαανά. 5 καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχοσαν οἱ Θεκωΐμ, καὶ ἀδωρηὲμ οὐκ εἰσήνεγκαν τράχηλον αὐτῶν εἰς δουλείαν αὐτῶν. 6 καὶ τὴν πύλην ᾿Ιασαναΐ ἐκράτησαν ᾿Ιωϊδὰ υἱὸς Φασὲκ καὶ Μεσουλὰμ υἱὸς Βασωδία· αὐτοὶ ἐστέγασαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς. 7 καὶ ἐπὶ χεῖρα αὐτῶν ἐκράτησαν Μαλτίας ὁ Γαβαωνίτης καὶ Εὐάρων ὁ Μηρωνωθίτης, ἄνδρες τῆς Γαβαὼν καὶ τῆς Μασφὰ ἕως θρόνου τοῦ ἄρχοντος τοῦ πέραν τοῦ ποταμοῦ, 8 καὶ παρ’ αὐτὸν παρησφαλίσατο ᾿Οζιὴλ υἱὸς ᾿Αραχίου πυρωτῶν. καὶ ἐπὶ χεῖρα αὐτῶν ἐκράτησεν ᾿Ανανίας υἱὸς τοῦ Ρωκεΐμ, καὶ κατέλιπον ῾Ιερουσαλὴμ ἕως τοῦ τείχους τοῦ πλατέος. 9 καὶ ἐπὶ χεῖρα αὐτῶν ἐκράτησε Ραφαΐα υἱὸς Σούρ, ἄρχων ἡμίσους περιχώρου ῾Ιερουσαλήμ. 10 καὶ ἐπὶ χεῖρα αὐτῶν ἐκράτησεν ᾿Ιεδαΐα υἱὸς ᾿Ερωμὰφ καὶ κατέναντι οἰκίας αὐτοῦ. καὶ ἐπὶ χεῖρα αὐτοῦ ἐκράτησεν ᾿Αττοὺθ υἱὸς ᾿Ασαβανία. 11 καὶ δεύτερος ἐκράτησε Μελχίας υἱὸς ᾿Ηρὰμ καὶ ᾿Ασοὺβ υἱὸς Φαὰτ Μωὰβ καὶ ἕως πύργου τῶν θαννουρίμ. 12 καὶ ἐπὶ χεῖρα αὐτοῦ ἐκράτησε Σαλλοὺμ υἱὸς ᾿Αλλωῆς ἄρχων ἡμίσους περιχώρου ῾Ιερουσαλήμ, αὐτὸς καὶ αἱ θυγατέρες αὐτοῦ. 13 τὴν πύλην τῆς φάραγγος ἐκράτησαν ᾿Ανοὺν καὶ οἱ κατοικοῦντες Ζανώ· αὐτοὶ ᾠκοδόμησαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς καὶ χιλίους πήχεις ἐν τῷ τείχει ἕως τῆς πύλης τῆς κοπρίας. 14 καὶ τὴν πύλην τῆς κοπρίας ἐκράτησε Μελχία υἱὸς Ρηχὰβ ἄρχων περιχώρου Βηθακχαρίμ, αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ ἐσκέπασαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς. 15 τὴν δὲ πύλην τῆς πηγῆς ἠσφαλίσατο Σαλωμὼν υἱὸς Χολεζὲ ἄρχων μέρους τῆς Μασφά· αὐτὸς ἐξῳκοδόμησεν αὐτὴν καὶ ἐστέγασεν αὐτὴν καὶ ἔστησε τὰς θύρας αὐτῆς καὶ μοχλοὺς αὐτῆς καὶ τὸ τεῖχος κολυμβήθρας τῶν κωδίων τῇ κουρᾷ τοῦ βασιλέως καὶ ἕως τῶν κλιμάκων τῶν καταβαινουσῶν ἀπὸ πόλεως Δαυίδ. 16 ὀπίσω αὐτοῦ ἐκράτησε Νεεμίας υἱὸς ᾿Αζαβοὺχ ἄρχων ἡμίσους περιχώρου Βηθσοὺρ ἕως κήπου τάφου Δαυὶδ καὶ ἕως τῆς κολυμβήθρας τῆς γεγονυίας καὶ ἕως Βηθαγγαρίμ. 17 ὀπίσω αὐτοῦ ἐκράτησαν οἱ Λευῖται, Ραοὺμ υἱὸς Βανί. ἐπὶ χεῖρα αὐτοῦ ἐκράτησεν ᾿Ασαβία ἄρχων ἡμίσους περιχώρου Κεϊλὰ τῷ περιχώρῳ αὐτοῦ. 18 καὶ μετ’ αὐτὸν ἐκράτησαν ἀδελφοὶ αὐτῶν Βενεΐ υἱὸς ᾿Ηναδὰδ ἄρχων ἡμίσους περιχώρου Κεϊλά. 19 καὶ ἐκράτησαν ἐπὶ χεῖρα αὐτοῦ ᾿Αζοὺρ υἱὸς ᾿Ιησοῦ, ἄρχων τοῦ Μασφαί, μέτρον δεύτερον πύργου ἀναβάσεως τῆς συναπτούσης τῆς γωνίας. 20 μετ’ αὐτὸν ἐκράτησε Βαροὺχ υἱὸς Ζαβοῦ μέτρον δεύτερον ἀπὸ τῆς γωνίας ἕως θύρας Βηθελιασοὺβ τοῦ ἱερέως τοῦ μεγάλου. 21 μετ’ αὐτὸν ἐκράτησε Μεραμὼθ υἱὸς Οὐρία, υἱοῦ ᾿Ακκώς, μέτρον δεύτερον ἀπὸ θύρας Βηθελιασοὺβ ἕως ἐκλείψεως Βηθελιασούβ. 22 καὶ μετ’ αὐτὸν ἐκράτησαν οἱ ἱερεῖς ἄνδρες ᾿Εκχεχάρ. 23 καὶ μετ’ αὐτὸν ἐκράτησε Βενιαμὶν καὶ ᾿Ασοὺβ κατέναντι οἴκου αὐτῶν. καὶ μετ’ αὐτὸν ἐκράτησεν ᾿Αζαρίας υἱὸς Μαασίου, υἱοῦ ᾿Ανανία ἐχόμενα οἴκου αὐτοῦ. 24 καὶ μετ’ αὐτὸν ἐκράτησε Βανὶ υἱὸς ᾿Αδὰδ μέτρον δεύτερον ἀπὸ Βηθαζαρία ἕως τῆς γωνίας καὶ ἕως τῆς καμπῆς 25 Φαλὰχ υἱοῦ Εὐζαΐ ἐξεναντίας τῆς γωνίας, καὶ ὁ πύργος ὁ ἐξέχων ἐκ τοῦ οἴκου τοῦ βασιλέως ὁ ἀνώτερος ὁ τῆς αὐλῆς τῆς φυλακῆς. καὶ μετ’ αὐτὸν Φαδαΐα υἱὸς Φόρος. 26 καὶ οἱ ναθινὶμ ἦσαν οἰκοῦντες ἐν τῷ ᾿Ωφὰλ ἕως κήπου πύλης τοῦ ὕδατος εἰς ἀνατολάς, καὶ ὁ πύργος ὁ ἐξέχων. 27 καὶ μετ’ αὐτὸν ἐκράτησαν οἱ Θεκωΐμ μέτρον δεύτερον ἐξεναντίας τοῦ πύργου τοῦ μεγάλου τοῦ ἐξέχοντος καὶ ἕως τοῦ τείχους τοῦ ᾿Οφλά. 28 ἀνώτερον πύλης τῶν ἵππων ἐκράτησαν οἱ ἱερεῖς, ἀνὴρ ἐξεναντίας οἴκου ἑαυτοῦ. 29 καὶ μετ’ αὐτὸν ἐκράτησε Σαδδοὺκ υἱὸς ᾿Εμμὴρ ἐξεναντίας οἴκου ἑαυτοῦ. καὶ μετ’ αὐτὸν ἐκράτησε Σαμαΐα υἱὸς Σεχενία φύλαξ τῆς πύλης τῆς ἀνατολῆς. 30 μετ’ αὐτὸν ἐκράτησεν ᾿Ανανία υἱὸς Σελεμία καὶ ᾿Ανὼμ υἱὸς Σελέφ, ὁ ἕκτος, μέτρον δεύτερον. μετ’ αὐτὸν ἐκράτησε Μεσουλὰμ υἱὸς Βαραχία ἐξεναντίας γαζοφυλακίου αὐτοῦ. 31 μετ’ αὐτὸν ἐκράτησε Μελχία υἱὸς τοῦ Σαρεφὶ ἕως Βηθαναθινὶμ καὶ οἱ ροπωπῶλαι ἀπέναντι πύλης τοῦ Μαφεκὰδ καὶ ἕως ἀναβάσεως τῆς καμπῆς. 32 καὶ ἀνὰ μέσον τῆς πύλης τῆς προβατικῆς ἐκράτησαν οἱ χαλκεῖς καὶ οἱ ροπωπῶλαι. 33 Καὶ ἐγένετο ἡνίκα ἤκουσε Σαναβαλλὰτ ὅτι ἡμεῖς οἰκοδομοῦμεν τὸ τεῖχος, καὶ πονηρὸν αὐτῷ ἐφάνη, καὶ ὠργίσθη ἐπὶ πολὺ καὶ ἐξεγέλα ἐπὶ τοῖς ᾿Ιουδαίοις. 34 καὶ εἶπεν ἐνώπιον τῶν ἀδελφῶν αὐτοῦ· αὕτη ἡ δύναμις Σομόρων, ὅτι οἱ ᾿Ιουδαῖοι οὗτοι οἰκοδομοῦσι τὴν ἑαυτῶν πόλιν; ἆρα θυσιάζουσιν; ἆρα δυνήσονται; καὶ σήμερον ἰάσονται τοὺς λίθους μετὰ τὸ χῶμα γενέσθαι γῆς καυθέντας; 35 καὶ Τωβίας ὁ ᾿Αμμανίτης ἐχόμενα αὐτοῦ ἦλθε καὶ εἶπε πρὸς αὐτούς· μὴ θυσιάζουσιν ἢ φάγονται ἐπὶ τοῦ τόπου αὐτῶν; οὐχὶ ἀναβήσεται ἀλώπηξ καὶ καθελεῖ τὸ τεῖχος λίθων αὐτῶν; 36 ἄκουσον, ὀ Θεὸς ἡμῶν, ὅτι ἐγενήθημεν εἰς μυκτηρισμόν, 37 καὶ ἐπίστρεψον ὀνειδισμὸν αὐτῶν εἰς κεφαλὴν αὐτῶν καὶ δὸς αὐτοὺς εἰς μυκτηρισμὸν ἐν γῇ αἰχμαλωσίας καὶ μὴ καλύψῃς ἐπὶ ἀνομίαν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.