Παρασκευή 9 Νοεμβρίου 2018

ΙΟΥΔΙΘ

ΚΕΦΑΛΑΙΟΝ 4  


ΚΑΙ ἤκουσαν οἱ υἱοὶ ᾿Ισραὴλ οἱ κατοικοῦντες ἐν τῇ ᾿Ιουδαίᾳ πάντα, ὅσα ἐποίησεν ᾿Ολοφέρνης τοῖς ἔθνεσιν, ὁ ἀρχιστράτηγος Ναβουχοδονόσορ βασιλέως ᾿Ασσυρίων, καὶ ὃν τρόπον ἐσκύλευσε πάντα τὰ ἱερὰ αὐτῶν καὶ ἔδωκεν αὐτὰ εἰς ἀφανισμόν, 2 καὶ ἐφοβήθησαν σφόδρα σφόδρα ἀπὸ προσώπου αὐτοῦ καὶ περὶ ῾Ιερουσαλὴμ καὶ τοῦ ναοῦ Κυρίου Θεοῦ αὐτῶν ἐταράχθησαν. 3 ὅτι προσφάτως ἦσαν ἀναβεβηκότες ἐκ τῆς αἰχμαλωσίας, καὶ νεωστὶ πᾶς ὁ λαὸς συνελέλεκτο τῆς ᾿Ιουδαίας, καὶ τὰ σκεύη καὶ τὸ θυσιαστήριον καὶ ὁ οἶκος ἐκ τῆς βεβηλώσεως ἡγιασμένα ἦν. 4 καὶ ἀπέστειλαν εἰς πᾶν ὅριον Σαμαρείας καὶ Κωνὰ καὶ Βαιθωρὼν καὶ Βελμαὶν καὶ ῾Ιεριχὼ καὶ εἰς Χωβὰ καὶ Αἰσωρὰ καὶ τὸν αὐλῶνα Σαλὴμ 5 καὶ προκατελάβοντο πάσας τὰς κορυφὰς τῶν ὀρέων τῶν ὑψηλῶν καὶ ἐτειχίσαντο τὰς ἐν αὐτοῖς κώμας καὶ παρέθεντο εἰς ἐπισιτισμὸν εἰς παρασκευὴν πολέμου, ὅτι προσφάτως ἦν τὰ πεδία αὐτῶν τεθερισμένα. 6 καὶ ἔγραψεν ᾿Ιωακὶμ ὁ ἱερεὺς ὁ μέγας, ὃς ἦν ἐν ταῖς ἡμέραις ἐκείναις ἐν ῾Ιερουσαλήμ, τοῖς κατοικοῦσι Βαιτυλούα καὶ Βαιτομεσθαίμ, ἥ ἐστιν ἀπέναντι ᾿Εσδρηλὼν κατὰ πρόσωπον τοῦ πεδίου τοῦ πλησίον Δωθαΐμ, 7 λέγων διακατασχεῖν τὰς ἀναβάσεις τῆς ὀρεινῆς, ὅτι δι᾿ αὐτῶν ἦν ἡ εἴσοδος εἰς τὴν ᾿Ιουδαίαν, καὶ ἦν εὐχερῶς διακωλῦσαι αὐτοὺς προσβαίνοντας, στενῆς τῆς προσβάσεως οὔσης ἐπ᾿ ἄνδρας τοὺς πάντας δύο. 8 καὶ ἐποίησαν οἱ υἱοὶ ᾿Ισραὴλ καθὰ συνέταξεν αὐτοῖς ᾿Ιωακὶμ ὁ ἱερεὺς ὁ μέγας καὶ ἡ γερουσία παντὸς δήμου ᾿Ισραήλ, οἳ ἐκάθηντο ἐν ῾Ιερουσαλήμ. 9 καὶ ἀνεβόησαν πᾶς ἀνὴρ ᾿Ισραὴλ πρὸς τὸν Θεὸν ἐν ἐκτενίᾳ μεγάλῃ καὶ ἐταπεινοῦσαν τὰς ψυχὰς αὐτῶν ἐν ἐκτενίᾳ μεγάλῃ. 10 αὐτοὶ καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ νήπια αὐτῶν καὶ τὰ κτήνη αὐτῶν καὶ πᾶς πάροικος ἢ μισθωτὸς καὶ ἀργυρώνητος αὐτῶν ἐπέθεντο σάκκους ἐπὶ τὰς ὀσφύας αὐτῶν. 11 καὶ πᾶς ἀνὴρ ᾿Ισραὴλ καὶ γυνὴ καὶ τὰ παιδία καὶ οἱ κατοικοῦντες ἐν ῾Ιερουσαλὴμ ἔπεσον κατὰ πρόσωπον τοῦ ναοῦ καὶ ἐσποδώσαντο τὰς κεφαλὰς αὐτῶν καὶ ἐξέτειναν τοὺς σάκκους αὐτῶν κατὰ πρόσωπον Κυρίου· 12 καὶ τὸ θυσιαστήριον σάκκῳ περιέβαλον καὶ ἐβόησαν πρὸς τὸν Θεὸν ᾿Ισραὴλ ὁμοθυμαδὸν ἐκτενῶς τοῦ μὴ δοῦναι εἰς διαρπαγὴν τὰ νήπια αὐτῶν καὶ τὰς γυναῖκας εἰς προνομὴν καὶ τὰς πόλεις τῆς κληρονομίας αὐτῶν εἰς ἀφανισμὸν καὶ τὰ ἅγια εἰς βεβήλωσιν καὶ ὀνειδισμόν, ἐπίχαρμα τοῖς ἔθνεσι. 13 καὶ εἰσήκουσε Κύριος τῆς φωνῆς αὐτῶν καὶ εἰσεῖδε τὴν θλῖψιν αὐτῶν· καὶ ἦν ὁ λαὸς νηστεύων ἡμέρας πλείους ἐν πάσῃ τῇ ᾿Ιουδαίᾳ καὶ ῾Ιερουσαλὴμ κατὰ πρόσωπον τῶν ἁγίων Κυρίου παντοκράτορος. 14 καὶ ᾿Ιωακὶμ ὁ ἱερεὺς ὁ μέγας καὶ πάντες οἱ παρεστηκότες ἐνώπιον Κυρίου, ἱερεῖς καὶ οἱ λειτουργοῦντες Κυρίῳ, σάκκους περιεζωσμένοι τὰς ὀσφύας αὐτῶν προσέφερον τὴν ὁλοκαύτωσιν τοῦ ἐνδελεχισμοῦ καὶ τὰς εὐχὰς καὶ τὰ ἑκούσια δόματα τοῦ λαοῦ, 15 καὶ ἦν σποδὸς ἐπὶ τὰς κιδάρεις αὐτῶν. καὶ ἐβόων πρὸς Κύριον ἐκ πάσης δυνάμεως εἰς ἀγαθὸν ἐπισκέψασθαι πάντα οἶκον ᾿Ισραήλ.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.