Τετάρτη 12 Δεκεμβρίου 2018

ΙΟΥΔΙΘ

ΚΕΦΑΛΑΙΟΝ 16 


ΚΑΙ εἶπεν ᾿Ιουδίθ· ᾿Εξάρχετε τῷ Θεῷ μου ἐν τυμπάνοις, ᾄσατε τῷ Κυρίῳ μου ἐν κυμβάλοις, ἐναρμόσασθε αὐτῷ ψαλμὸν καινόν, ὑψοῦτε καὶ ἐπικαλέσασθε τὸ ὄνομα αὐτοῦ, 2 ὅτι Θεὸς συντρίβων πολέμους Κύριος, ὅτι εἰς παρεμβολὰς αὐτοῦ μέσῳ λαοῦ ἐξείλατό με ἐκ χειρὸς τῶν καταδιωκόντων με. 3 ἦλθεν ᾿Ασσοὺρ ἐξ ὀρέων ἀπὸ βορρᾶ, ἦλθεν ἐν μυριάσι δυνάμεως αὐτοῦ, ὧν τὸ πλῆθος αὐτῶν ἐνέφραξε χειμάρρους, καὶ ἡ ἵππος αὐτῶν ἐκάλυψε βουνούς. 4 εἶπεν ἐμπρήσειν τὰ ὅριά μου καὶ τοὺς νεανίσκους μου ἀνελεῖν ἐν ρομφαίᾳ καὶ τὰ θηλάζοντά μου θήσειν εἰς ἔδαφος καὶ τὰ νήπιά μου δώσειν εἰς προνομὴν καὶ τὰς παρθένους μου σκυλεῦσαι. 5 Κύριος παντοκράτωρ ἠθέτησεν αὐτοὺς ἐν χειρὶ θηλείας. 6 οὐ γὰρ ὑπέπεσεν ὁ δυνατὸς αὐτῶν ὑπὸ νεανίσκων, οὐδὲ υἱοὶ τιτάνων ἐπάταξαν αὐτόν, οὐδὲ ὑψηλοὶ γίγαντες ἐπέθεντο αὐτῷ, ἀλλὰ ᾿Ιουδὶθ θυγάτηρ Μεραρὶ ἐν κάλλει προσώπου αὐτῆς παρέλυσεν αὐτόν· 7 ἐξεδύσατο γὰρ στολὴν χηρεύσεως αὐτῆς εἰς ὕψος τῶν πονούντων ἐν ᾿Ισραήλ, ἠλείψατο τὸ πρόσωπον αὐτῆς ἐν μυρισμῷ 8 καὶ ἐδήσατο τὰς τρίχας αὐτῆς ἐν μίτρᾳ καὶ ἔλαβε στολὴν λινῆν εἰς ἀπάτην αὐτοῦ· 9 τὸ σανδάλιον αὐτῆς ἥρπασεν ὀφθαλμὸν αὐτοῦ, καὶ τὸ κάλλος αὐτῆς ᾐχμαλώτισε ψυχὴν αὐτοῦ, διῆλθεν ὁ ἀκινάκης τὸν τράχηλον αὐτοῦ. 10 ἔφριξαν Πέρσαι τὴν τόλμαν αὐτῆς, καὶ Μῆδοι τὸ θράσος αὐτῆς ἐρράχθησαν. 11 τότε ἠλάλαξαν οἱ ταπεινοί μου, καὶ ἐφοβήθησαν οἱ ἀσθενοῦντές μου καὶ ἐπτοήθησαν, ὕψωσαν τὴν φωνὴν αὐτῶν καὶ ἀνετράπησαν. 12 υἱοὶ κορασίων κατεκέντησαν αὐτοὺς καὶ ὡς παῖδας αὐτομολούντων ἐτίτρωσκον αὐτούς, ἀπώλοντο ἐκ παρατάξεως Κυρίου μου. 13 ὑμνήσω τῷ Θεῷ μου ὕμνον καινόν· Κύριε, μέγας εἶ καὶ ἔνδοξος, θαυμαστὸς ἐν ἰσχύϊ, ἀνυπέρβλητος. 14 σοὶ δουλευσάτω πᾶσα ἡ κτίσις σου· ὅτι εἶπας, καὶ ἐγενήθησαν, ἀπέστειλας τὸ πνεῦμά σου, καὶ ᾠκοδόμησε· καὶ οὐκ ἔστιν ὃς ἀντιστήσεται τῇ φωνῇ σου. 15 ὄρη γὰρ ἐκ θεμελίων σὺν ὕδασι σαλευθήσεται, πέτραι δὲ ἀπὸ προσώπου σου ὡς κηρὸς τακήσονται, ἔτι δὲ τοῖς φοβουμένοις σε, σὺ εὐιλατεύεις αὐτοῖς. 16 ὅτι μικρὸν πᾶσα θυσία εἰς ὀσμὴν εὐωδίας, καὶ ἐλάχιστον πᾶν στέαρ εἰς ὁλοκαύτωμά σοι· ὁ δὲ φοβούμενος τὸν Κύριον μέγας διαπαντός. 17 οὐαὶ ἔθνεσιν ἐπανισταμένοις τῷ γένει μου· Κύριος παντοκράτωρ ἐκδικήσει αὐτοὺς ἐν ἡμέρᾳ κρίσεως δοῦναι πῦρ καὶ σκώληκας εἰς σάρκας αὐτῶν, καὶ κλαύσονται ἐν αἰσθήσει ἕως αἰῶνος. 18 ῾Ως δὲ ἤλθοσαν εἰς ῾Ιερουσαλήμ, προσεκύνησαν τῷ Θεῷ. καὶ ἡνίκα ἐκαθαρίσθη ὁ λαός, ἀνήνεγκαν τὰ ὁλοκαυτώματα αὐτῶν καὶ τὰ ἑκούσια αὐτῶν καὶ τὰ δόματα. 19 καὶ ἀνέθηκεν ᾿Ιουδὶθ πάντα τὰ σκεύη ᾿Ολοφέρνου, ὅσα ἔδωκεν ὁ λαὸς αὐτῇ, καὶ τὸ κωνωπεῖον, ὃ ἔλαβεν αὕτη ἐκ τοῦ κοιτῶνος αὐτοῦ, ὡς ἀνάθημα τῷ Θεῷ ἔδωκε. 20 καὶ ἦν ὁ λαὸς εὐφραινόμενος ἐν ῾Ιερουσαλὴμ κατὰ πρόσωπον τῶν ἁγίων ἐπὶ μῆνας τρεῖς, καὶ ᾿Ιουδὶθ μετ᾿ αὐτῶν κατέμεινε. 21 Μετὰ δὲ τὰς ἡμέρας ταύτας ἀνέζευξεν ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ, καὶ ᾿Ιουδὶθ ἀπῆλθεν εἰς Βαιτυλούα καὶ κατέμεινεν ἐπὶ τῆς ὑπάρξεως αὐτῆς· καὶ ἐγένετο κατὰ τὸν καιρὸν αὐτῆς ἔνδοξος ἐν πάσῃ τῇ γῇ. 22 καὶ πολλοὶ ἐπεθύμησαν αὐτήν, καὶ οὐκ ἔγνω ἀνὴρ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτῆς, ἀφ᾿ ἧς ἡμέρας ἀπέθανε Μανασσῆς ὁ ἀνὴρ αὐτῆς, καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ. 23 καὶ ἦν προβαίνουσα μεγάλη σφόδρα καὶ ἐγήρασεν ἐν τῷ οἴκῳ τοῦ ἀνδρὸς αὐτῆς ἔτη ἑκατὸν πέντε· καὶ ἀφῆκε τὴν ἅβραν αὐτῆς ἐλευθέραν. καὶ ἀπέθανεν εἰς Βαιτυλούα, καὶ ἔθαψαν αὐτὴν ἐν τῷ σπηλαίῳ τοῦ ἀνδρὸς αὐτῆς Μανασσῆ, 24 καὶ ἐπένθησεν αὐτὴν οἶκος ᾿Ισραὴλ ἡμέρας ἑπτά. καὶ διεῖλε τὰ ὑπάρχοντα αὐτῆς πρὸ τοῦ ἀποθανεῖν αὐτὴν πᾶσι τοῖς ἔγγιστα Μανασσῆ τοῦ ἀνδρὸς αὐτῆς καὶ τοῖς ἔγγιστα τοῦ γένους αὐτῆς. 25 καὶ οὐκ ἦν ἔτι ὁ ἐκφοβῶν τοὺς υἱοὺς ᾿Ισραὴλ ἐν ταῖς ἡμέραις ᾿Ιουδὶθ καὶ μετὰ τὸ ἀποθανεῖν αὐτὴν ἡμέρας πολλάς.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.