ΚΕΦΑΛΑΙΟΝ 2
ΚΑΙ μετὰ τοὺς λόγους τούτους ἐκόπασεν ὁ βασιλεὺς τοῦ θυμοῦ καὶ οὐκέτι ἐμνήσθη τῆς ᾿Αστίν, μνημονεύων οἷα ἐλάλησε καὶ ὡς κατέκρινεν αὐτήν. 2 καὶ εἶπαν οἱ διάκονοι τοῦ βασιλέως· ζητηθήτω τῷ βασιλεῖ κοράσια ἄφθορα καλὰ τῷ εἴδει· 3 καὶ καταστήσει ὁ βασιλεὺς κωμάρχας ἐν πάσαις ταῖς χώραις τῆς βασιλείας αὐτοῦ, καὶ ἐπιλεξάτωσαν κοράσια παρθενικὰ καλὰ τῷ εἴδει εἰς Σοῦσαν τὴν πόλιν εἰς τὸν γυναικῶνα· καὶ παραδοθήτωσαν τῷ εὐνούχῳ τοῦ βασιλέως τῷ φύλακι τῶν γυναικῶν, καὶ δοθήτω σμῆγμα καὶ ἡ λοιπὴ ἐπιμέλεια· 4 καὶ ἡ γυνή, ἣ ἂν ἀρέσῃ τῷ βασιλεῖ, βασιλεύσει ἀντὶ ᾿Αστίν. καὶ ἤρεσε τῷ βασιλεῖ τὸ πρᾶγμα, καὶ ἐποίησεν οὕτως. 5 καὶ ἄνθρωπος ἦν ᾿Ιουδαῖος ἐν Σούσοις τῇ πόλει, καὶ ὄνομα αὐτοῦ Μαρδοχαῖος ὁ τοῦ ᾿Ιαΐρου, τοῦ Σεμεΐου, τοῦ Κισσαίου, ἐκ φυλῆς Βενιαμίν, 6 ὃς ἦν αἰχμάλωτος ἐξ ῾Ιερουσαλήμ, ἣν ᾐχμαλώτευσε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος. 7 καὶ ἦν τούτῳ παῖς θρεπτή, θυγάτηρ ᾿Αμιναδὰβ ἀδελφοῦ πατρὸς αὐτοῦ, καὶ ὄνομα αὐτῇ ᾿Εσθήρ· ἐν δὲ τῷ μεταλλάξαι αὐτῆς τοὺς γονεῖς ἐπαίδευσεν αὐτὴν ἑαυτῷ εἰς γυναῖκα· καὶ ἦν τὸ κοράσιον καλὸν τῷ εἴδει. 8 καὶ ὅτε ἠκούσθη τὸ τοῦ βασιλέως πρόσταγμα, συνήχθησαν πολλὰ κοράσια εἰς Σοῦσαν τὴν πόλιν ὑπὸ χεῖρα Γαΐ, καὶ ἤχθη ᾿Εσθὴρ πρὸς Γαΐ τὸν φύλακα τῶν γυναικῶν. 9 καὶ ἤρεσεν αὐτῷ τὸ κοράσιον καὶ εὗρε χάριν ἐνώπιον αὐτοῦ· καὶ ἔσπευσε δοῦναι αὐτῇ τὸ σμῆγμα καὶ τὴν μερίδα καὶ τὰ ἑπτὰ κοράσια τὰ ὑποδεδειγμένα αὐτῇ ἐκ βασιλικοῦ καὶ ἐχρήσατο αὐτῇ καλῶς καὶ ταῖς ἅβραις αὐτῆς ἐν τῷ γυναικῶνι. 10 καὶ οὐχ ὑπέδειξε ᾿Εσθὴρ τὸ γένος αὐτῆς οὐδὲ τὴν πατρίδα· ὁ γὰρ Μαρδοχαῖος ἐνετείλατο αὐτῇ μὴ ἀπαγγεῖλαι· 11 καθ ἑκάστην δὲ ἡμέραν περιεπάτει ὁ Μαρδοχαῖος κατὰ τὴν αὐλὴν τὴν γυναικείαν ἐπισκοπῶν τί ᾿Εσθὴρ συμβήσεται. 12 οὗτος δὲ ἦν καιρὸς κορασίου εἰσελθεῖν πρὸς τὸν βασιλέα, ὅταν ἀναπληρώσῃ μῆνας δεκαδύο· οὕτως γὰρ αναπληροῦνται αἱ ἡμέραι τῆς θεραπείας, μῆνας ἓξ ἀλειφόμεναι ἐν σμυρνίνῳ ἐλαίῳ καὶ μῆνας ἓξ ἐν τοῖς ἀρώμασι καὶ ἐν τοῖς σμήγμασι τῶν γυναικῶν, 13 καὶ τότε εἰσπορεύεται πρὸς τὸν βασιλέα. καὶ ᾧ ἐὰν εἴπῃ, παραδώσει αὐτὴν συνεισέρχεσθαι αὐτῷ ἀπὸ τοῦ γυναικῶνος ἕως τῶν βασιλείων. 14 δείλης εἰσπορεύεται καὶ πρὸς ἡμέραν ἀποτρέχει εἰς τὸν γυναικῶνα τὸν δεύτερον, οὗ Γαΐ ὁ εὐνοῦχος τοῦ βασιλέως ὁ φύλαξ τῶν γυναικῶν, καὶ οὐκέτι εἰσπορεύεται πρὸς τὸν βασιλέα, ἐὰν μὴ κληθῇ ὀνόματι. 15 ἐν δὲ τῷ ἀναπληροῦσθαι τὸν χρόνον ᾿Εσθὴρ τῆς θυγατρὸς ᾿Αμιναδὰβ ἀδελφοῦ πατρὸς Μαρδοχαίου εἰσελθεῖν πρὸς τὸν βασιλέα οὐδὲν ἠθέτησεν, ὧν ἐνετείλατο ὁ εὐνοῦχος ὁ φύλαξ τῶν γυναικῶν· ἦν γὰρ ᾿Εσθὴρ εὑρίσκουσα χάριν παρὰ πάντων τῶν βλεπόντων αὐτήν. 16 καὶ εἰσῆλθεν ᾿Εσθὴρ πρὸς ᾿Αρταξέρξην τὸν βασιλέα τῷ δωδεκάτῳ μηνί, ὅς ἐστιν ᾿Αδάρ, τῷ ἑβδόμῳ ἔτει τῆς βασιλείας αὐτοῦ. 17 καὶ ἠράσθη ὁ βασιλεὺς ᾿Εσθήρ, καὶ εὗρε χάριν παρὰ πάσας τὰς παρθένους, καὶ ἐπέθηκεν αὐτῇ τὸ διάδημα τὸ γυναικεῖον. 18 καὶ ἐποίησεν ὁ βασιλεὺς πότον πᾶσι τοῖς φίλοις αὐτοῦ καὶ ταῖς δυνάμεσιν ἐπὶ ἡμέρας ἑπτὰ καὶ ὕψωσε τοὺς γάμους ᾿Εσθὴρ καὶ ἄφεσιν ἐποίησε τοῖς ὑπὸ τὴν βασιλείαν αὐτοῦ. 19 ὁ δὲ Μαρδοχαῖος ἐθεράπευεν ἐν τῇ αὐλῇ. 20 ἡ δὲ ᾿Εσθὴρ οὐχ ὑπέδειξε τὴν πατρίδα αὐτῆς· οὕτως γὰρ ἐνετείλατο αὐτῇ Μαρδοχαῖος, φοβεῖσθαι τὸν Θεὸν καὶ ποιεῖν τὰ προστάγματα αὐτοῦ, καθὼς ἦν μετ᾿ αὐτοῦ καὶ ᾿Εσθὴρ οὐ μετήλλαξε τὴν ἀγωγὴν αὐτῆς. 21 Καὶ ἐλυπήθησαν οἱ δύο εὐνοῦχοι τοῦ βασιλέως, οἱ ἀρχισωματοφύλακες, ὅτι προήχθη Μαρδοχαῖος, καὶ ἐζήτουν ἀποκτεῖναι ᾿Αρταξέρξην τὸν βασιλέα. 22 καὶ ἐδηλώθη Μαρδοχαίῳ ὁ λόγος, καὶ ἐσήμανεν ᾿Εσθήρ, καὶ αὐτὴ ἐνεφάνισε τῷ βασιλεῖ τὰ τῆς ἐπιβουλῆς 23 ὁ δὲ βασιλεὺς ἤτασε τοὺς δύο εὐνούχους καὶ ἐκρέμασεν αὐτούς· καὶ προσέταξεν ὁ βασιλεὺς καταχωρίσαι εἰς μνημόσυνον ἐν τῇ βασιλικῇ βιβλιοθήκῃ ὑπὲρ τῆς εὐνοίας Μαρδοχαίου ἐν ἐγκωμίῳ.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.