Παρασκευή 25 Ιανουαρίου 2019

ΜΑΚΚΑΒΑΙΩΝ Α'

ΚΕΦΑΛΑΙΟΝ 5 


ΚΑΙ ἐγένετο ὅτε ἤκουσαν τὰ ἔθνη κυκλόθεν ὅτι ᾠκοδομήθη τὸ θυσιαστήριον καὶ ἐνεκαινίσθη τὸ ἁγίασμα ὡς τὸ πρότερον, καὶ ὠργίσθησαν σφόδρα 2 καὶ ἐβουλεύσαντο τοῦ ἆραι τὸ γένος ᾿Ιακώβ τοὺς ὄντας ἐν μέσῳ αὐτῶν καὶ ἤρξαντο τοῦ θανατοῦν ἐν τῷ λαῷ καὶ ἐξαίρειν. 3 καὶ ἐπολέμει ᾿Ιούδας πρὸς τοὺς υἱοὺς ῾Ησαῦ ἐν τῇ ᾿Ιδουμαίᾳ, τὴν ᾿Ακραβαττήνην, ὅτι περιεκάθηντο τὸν ᾿Ισραήλ, καὶ ἐπάταξεν αὐτοὺς πληγὴν μεγάλην καὶ συνέστειλεν αὐτοὺς καὶ ἔλαβε τὰ σκῦλα αὐτῶν. 4 καὶ ἐμνήσθη τῆς κακίας υἱῶν Βαιάν, οἳ ἦσαν τῷ λαῷ εἰς παγίδα καὶ εἰς σκάνδαλον ἐν τῷ ἐνεδρεύειν αὐτοὺς ἐν ταῖς ὁδοῖς· 5 καὶ συνεκλείσθησαν ὑπ᾿ αὐτοῦ ἐν τοῖς πύργοις, καὶ παρενέβαλεν ἐπ᾿ αὐτοὺς καὶ ἀνεθεμάτισεν αὐτοὺς καὶ ἐνεπύρισε τοὺς πύργους αὐτῆς ἐν πυρὶ σὺν πᾶσι τοῖς ἐνοῦσι. 6 καὶ διεπέρασεν ἐπὶ τοὺς υἱοὺς ᾿Αμμὼν καὶ εὗρε χεῖρα κραταιὰν καὶ λαὸν πολὺν καὶ Τιμόθεον ἡγούμενον αὐτῶν· 7 καὶ συνῆψε πρὸς αὐτοὺς πολέμους πολλούς, καὶ συνετρίβησαν πρὸ προσώπου αὐτοῦ, καὶ ἐπάταξεν αὐτούς. 8 καὶ προκατελάβετο τὴν ᾿Ιαζὴρ καὶ τὰς θυγατέρας αὐτῆς καὶ ἀνέστρεψεν εἰς τὴν ᾿Ιουδαίαν. 9 Καὶ ἐπισυνήχθησαν τὰ ἔθνη τὰ ἐν τῇ Γαδαὰδ ἐπὶ τὸν ᾿Ισραὴλ τοὺς ὄντας ἐπὶ τοῖς ὁρίοις αὐτῶν τοῦ ἐξᾶραι αὐτούς, καὶ ἔφυγον εἰς Δάθεμα τὸ ὀχύρωμα. 10 καὶ ἀπέστειλαν γράμματα πρὸς ᾿Ιούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ λέγοντες· ἐπισυνηγμένα ἐστὶν ἐφ᾿ ἡμᾶς τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν τοῦ ἐξᾶραι ἡμᾶς 11 καὶ ἑτοιμάζονται ἐλθεῖν καὶ προκαταλαβέσθαι τὸ ὀχύρωμα, εἰς ὃ κατεφύγομεν, καὶ Τιμόθεος ἡγεῖται τῆς δυνάμεως αὐτῶν· 12 νῦν οὖν ἐλθὼν ἐξελοῦ ἡμᾶς ἐκ χειρὸς αὐτῶν, ὅτι πέπτωκεν ἐξ ἡμῶν πλῆθος, 13 καὶ πάντες οἱ ἀδελφοὶ ἡμῶν οἱ ὄντες ἐν τοῖς Τωβίου τεθανάτωνται, καὶ ᾐχμαλωτίκασι τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα καὶ τὴν ἀποσκευήν, καὶ ἀπώλεσαν ἐκεῖ ὡσεὶ μίαν χιλιαρχίαν ἀνδρῶν. 14 ἔτι αἱ ἐπιστολαὶ ἀνεγινώσκοντο, καὶ ἰδοὺ ἄγγελοι ἕτεροι παρεγένοντο ἐκ τῆς Γαλιλαίας διερρηχότες τὰ ἱμάτια ἀπαγγέλλοντες κατὰ τὰ ρήματα ταῦτα λέγοντες 15 ἐπισυνῆχθαι ἐπ᾿ αὐτοὺς ἐκ Πτολεμαΐδος καὶ Τύρου καὶ Σιδῶνος καὶ πάσης Γαλιλαίας ἀλλοφύλων τοῦ ἐξαναλῶσαι ἡμᾶς. 16 ὡς δὲ ἤκουσεν ᾿Ιούδας καὶ ὁ λαὸς τοὺς λόγους τούτους, ἐπισυνήχθη ἐκκλησία μεγάλη βουλεύσασθαι τί ποιήσωσι τοῖς ἀδελφοῖς αὐτῶν, τοῖς οὖσιν ἐν θλίψει καὶ πολεμουμένοις ὑπ᾿ αὐτῶν. 17 καὶ εἶπεν ᾿Ιούδας Σίμωνι τῷ ἀδελφῷ αὐτοῦ· ἐπίλεξον σεαυτῷ ἄνδρας καὶ πορεύου καὶ ρῦσαι τοὺς ἀδελφούς σου τοὺς ἐν τῇ Γαλιλαίᾳ· ἐγὼ δὲ καὶ ᾿Ιωνάθαν ὁ ἀδελφός μου πορευσόμεθα εἰς τὴν Γαλααδῖτιν. 18 καὶ κατέλιπεν ᾿Ιώσηφον τὸν τοῦ Ζαχαρίου καὶ ᾿Αζαρίαν ἡγουμένους τοῦ λαοῦ μετὰ τῶν ἐπιλοίπων τῆς δυνάμεως ἐν τῇ ᾿Ιουδαίᾳ εἰς τήρησιν 19 καὶ ἐνετείλατο αὐτοῖς λέγων· πρόστητε τοῦ λαοῦ τούτου καὶ μὴ συνάψητε πόλεμον πρὸς τὰ ἔθνη ἕως τοῦ ἐπιστρέψαι ἡμᾶς. 20 καὶ ἐμερίσθησαν Σίμωνι ἄνδρες τρισχίλιοι τοῦ πορευθῆναι εἰς τὴν Γαλιλαίαν, ᾿Ιούδᾳ δὲ ἄνδρες ὀκτακισχίλιοι εἰς τὴν Γαλααδῖτιν. 21 καὶ ἐπορεύθη Σίμων εἰς τὴν Γαλιλαίαν καὶ συνῆψε πολέμους πολλοὺς πρὸς τὰ ἔθνη, καὶ συνετρίβη τὰ ἔθνη ἀπὸ προσώπου αὐτοῦ, 22 καὶ ἐδίωξεν αὐτοὺς ἕως τῆς πύλης Πτολεμαΐδος. καὶ ἔπεσον ἐκ τῶν ἐθνῶν εἰς τρισχιλίους ἄνδρας, καὶ ἔλαβε τὰ σκῦλα αὐτῶν. 23 καὶ παρέλαβε τοὺς ἐν τῇ Γαλιλαίᾳ καὶ ἐν ᾿Αρβάττοις σὺν ταῖς γυναιξὶ καὶ τοῖς τέκνοις καὶ πάντα, ὅσα ἦν αὐτοῖς, καὶ ἤγαγεν εἰς τὴν ᾿Ιουδαίαν μετ᾿ εὐφροσύνης μεγάλης. 24 καὶ ᾿Ιούδας ὁ Μακκαβαῖος καὶ ᾿Ιωνάθαν ὁ ἀδελφὸς αὐτοῦ διέβησαν τὸν ᾿Ιορδάνην καὶ ἐπορεύθησαν ὁδὸν τριῶν ἡμερῶν ἐν τῇ ἐρήμῳ. 25 καὶ συνήντησαν τοῖς Ναβαταίοις, καὶ ἀπήντησαν αὐτοῖς εἰρηνικῶς καὶ διηγήσαντο αὐτοῖς ἅπαντα τὰ συμβάντα τοῖς ἀδελφοῖς αὐτῶν ἐν τῇ Γαλααδίτιδι. 26 καὶ ὅτι πολλοὶ ἐξ αὐτῶν συνειλημμένοι εἰσὶν εἰς Βόσορρα καὶ Βοσόρ, ἐν ᾿Αλέμοις, Χασφώρ, Μακὲδ καὶ Καρναΐν, πᾶσαι αἱ πόλεις αὗται ὀχυραὶ καὶ μεγάλαι· 27 καὶ ἐν ταῖς λοιπαῖς πόλεσι τῆς Γαλααδίτιδός εἰσι συνειλημμένοι καὶ εἰς αὔριον τάσσονται παρεμβάλλειν ἐπὶ τὰ ὀχυρώματα καὶ καταλαβέσθαι καὶ ἐξᾶραι πάντας τούτους ἐν ἡμέρᾳ μιᾷ. 28 καὶ ἀπέστρεψεν ᾿Ιούδας καὶ ἡ παρεμβολὴ αὐτοῦ ὁδὸν εἰς τὴν ἔρημον Βόσορρα ἄφνω· καὶ κατελάβετο τὴν πόλιν καὶ ἀπέκτεινε πᾶν ἀρσενικὸν ἐν στόματι ρομφαίας καὶ ἔλαβε πάντα τὰ σκῦλα αὐτῶν καὶ ἐνέπρησεν αὐτὴν πυρί. 29 καὶ ἀπῇρεν ἐκεῖθεν νυκτός, καὶ ἐπορεύετο ἕως ἐπὶ τὸ ὀχύρωμα· 30 καὶ ἐγένετο ἑωθινῇ ᾖραν τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ ἰδοὺ λαὸς πολύς, οὗ οὐκ ἦν ἀριθμός, αἴροντες κλίμακας καὶ μηχανὰς καταλαβέσθαι τὸ ὀχύρωμα καὶ ἐπολέμουν αὐτούς. 31 καὶ εἶδεν ᾿Ιούδας ὅτι ἦρκται ὁ πόλεμος καὶ ἡ κραυγὴ τῆς πόλεως ἀνέβη εἰς τὸν οὐρανὸν σάλπιγξι καὶ φωνῇ μεγάλῃ, 32 καὶ εἶπε τοῖς ἀνδράσι τῆς δυνάμεως· πολεμήσατε σήμερον ὑπὲρ τῶν ἀδελφῶν ὑμῶν. 33 καὶ ἐξῆλθεν ἐν τρισὶν ἀρχαῖς ἐξόπισθεν αὐτῶν, καὶ ἐσάλπισαν ταῖς σάλπιγξι καὶ ἐβόησαν ἐν προσευχῇ. 34 καὶ ἐπέγνω ἡ παρεμβολὴ Τιμοθέου ὅτι Μακκαβαῖός ἐστι, καὶ ἔφυγον ἀπὸ προσώπου αὐτοῦ, καὶ ἐπάταξεν αὐτοὺς πληγὴν μεγάλην, καὶ ἔπεσον ἐξ αὐτῶν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ εἰς ὀκτακισχιλίους ἄνδρας. 35 καὶ ἀπέκλινεν εἰς Μααφὰ καὶ ἐπολέμησεν αὐτὴν καὶ προκατελάβετο αὐτὴν καὶ ἀπέκτεινε πᾶν ἀρσενικὸν αὐτῆς καὶ ἔλαβε τὰ σκῦλα αὐτῆς καὶ ἐνέπρησεν αὐτὴν πυρί. 36 ἐκεῖθεν ἀπῇρε καὶ προκατελάβετο τὴν Χασφών, Μακέδ, Βοσὸρ καὶ τὰς λοιπὰς πόλεις τῆς Γαλααδίτιδος. 37 μετὰ δὲ τὰ ρήματα ταῦτα συνήγαγε Τιμόθεος παρεμβολὴν ἄλλην καὶ παρενέβαλε κατὰ πρόσωπον Ραφὼν ἐκ πέραν τοῦ χειμάρρου. 38 καὶ ἀπέστειλεν ᾿Ιούδας κατασκοπεῦσαι τὴν παρεμβολήν, καὶ ἀπήγγειλαν αὐτῷ λέγοντες· ἐπισυνηγμένα εἰσὶ πρὸς αὐτοὺς πάντα τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν, δύναμις πολλὴ σφόδρα· 39 καὶ ῎Αραβας μεμίσθωνται εἰς βοήθειαν αὐτοῖς καὶ παρενέβαλον πέραν τοῦ χειμάρρου ἕτοιμοι τοῦ ἐλθεῖν ἐπὶ σὲ εἰς πόλεμον. καὶ ἐπορεύθη ᾿Ιούδας εἰς συνάντησιν αὐτῶν. 40 καὶ εἶπε Τιμόθεος τοῖς ἄρχουσι τῆς δυνάμεως αὐτοῦ ἐν τῷ ἐγγίζειν ᾿Ιούδαν καὶ τὴν παρεμβολὴν αὐτοῦ ἐπὶ τὸν χειμάρρουν τοῦ ὕδατος· ἐὰν διαβῇ πρὸς ἡμᾶς πρότερος, οὐ δυνησόμεθα ὑποστῆναι αὐτόν, ὅτι δυνάμενος δυνήσεται πρὸς ἡμᾶς· 41 ἐὰν δὲ δειλωθῇ καὶ παρεμβάλῃ πέραν τοῦ ποταμοῦ, διαπεράσομεν πρὸς αὐτὸν καὶ δυνησόμεθα πρὸς αὐτόν. 42 ὡς δὲ ἤγγισεν ᾿Ιούδας ἐπὶ τὸν χειμάρρουν τοῦ ὕδατος, ἔστησε τοὺς γραμματεῖς τοῦ λαοῦ ἐπὶ τοῦ χειμάρρου καὶ ἐνετείλατο αὐτοῖς λέγων· μὴ ἀφῆτε πάντα ἄνθρωπον παρεμβαλεῖν, ἀλλ᾿ ἐρχέσθωσαν πάντες εἰς τὸν πόλεμον. 43 καὶ διεπέρασεν ἐπ᾿ αὐτοὺς πρότερος καὶ πᾶς ὁ λαὸς ὄπισθεν αὐτοῦ, καὶ συνετρίβησαν πρὸ προσώπου αὐτοῦ πάντα τὰ ἔθνη καὶ ἔρριψαν τὰ ὅπλα αὐτῶν καὶ ἔφυγον εἰς τὸ τέμενος ἐν Καρναΐν. 44 καὶ προκατελάβοντο τὴν πόλιν καὶ τὸ τέμενος ἐνεπύρισαν ἐν πυρὶ σὺν πᾶσι τοῖς ἐν αὐτῷ· καὶ ἐτροπώθη ἡ Καρναΐν, καὶ οὐκ ἐδύναντο ἔτι ὑποστῆναι κατὰ πρόσωπον ᾿Ιούδα. 45 καὶ συνήγαγεν ᾿Ιούδας πάντα ᾿Ισραὴλ τοὺς ἐν τῇ Γαλααδίτιδι ἀπὸ μικροῦ ἕως μεγάλου καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ τὴν ἀποσκευήν, παρεμβολὴν μεγάλην σφόδρα, ἐλθεῖν εἰς γῆν ᾿Ιούδα. 46 καὶ ἦλθον ἕως ᾿Εφρών, καὶ αὕτη ἡ πόλις μεγάλη ἐπὶ τῆς εἰσόδου ὀχυρὰ σφόδρα, οὐκ ἦν ἐκκλῖναι ἀπ᾿ αὐτῆς δεξιὰν ἢ ἀριστεράν, ἀλλ᾿ ἢ διὰ μέσου αὐτῆς πορεύεσθαι· 47 καὶ ἀπέκλεισαν αὐτοὺς οἱ ἐκ τῆς πόλεως καὶ ἐνέφραξαν τὰς πύλας λίθοις. 48 καὶ ἀπέστειλε πρὸς αὐτοὺς ᾿Ιούδας λόγοις εἰρηνικοῖς λέγων· διελευσόμεθα διὰ τῆς γῆς σου τοῦ ἀπελθεῖν εἰς τὴν γῆν ἡμῶν, καὶ οὐδεὶς κακοποιήσει ὑμᾶς, πλὴν τοῖς ποσὶ παρελευσόμεθα· καὶ οὐκ ἠβούλοντο ἀνοῖξαι αὐτῷ. 49 καὶ ἐπέταξεν ᾿Ιούδας κηρῦξαι ἐν τῇ παρεμβολῇ τοῦ παρεμβαλεῖν ἕκαστον ἐν ᾧ ἐστι τόπῳ· 50 καὶ παρενέβαλον οἱ ἄνδρες τῆς δυνάμεως, καὶ ἐπολέμησαν τὴν πόλιν ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα, καὶ παρεδόθη ἡ πόλις ἐν χερσὶν αὐτοῦ. 51 καὶ ἀπώλεσε πᾶν ἀρσενικὸν ἐν στόματι ρομφαίας καὶ ἐξερρίζωσεν αὐτὴν καὶ ἔλαβε τὰ σκῦλα αὐτῆς καὶ διῆλθε διὰ τῆς πόλεως ἐπάνω τῶν ἀπεκταμμένων. 52 καὶ διέβησαν τὸν ᾿Ιορδάνην εἰς τὸ πεδίον τὸ μέγα κατὰ πρόσωπον Βαιθσάν. 53 καὶ ἦν ᾿Ιούδας ἐπισυνάγων τοὺς ἐσχατίζοντας καὶ παρακαλῶν τὸν λαὸν κατὰ πᾶσαν τὴν ὁδόν, ἕως οὗ ἦλθον εἰς γῆν ᾿Ιούδα. 54 καὶ ἀνέβησαν εἰς τὸ ὄρος Σιὼν ἐν εὐφροσύνῃ καὶ χαρᾷ καὶ προσήγαγον ὁλοκαυτώματα, ὅτι οὐκ ἔπεσεν ἐξ αὐτῶν οὐθεὶς ἕως τοῦ ἐπιστρέψαι ἐν εἰρήνῃ. 55 Καὶ ἐν ταῖς ἡμέραις, αἷς ἦν ᾿Ιούδας καὶ ᾿Ιωνάθαν ἐν τῇ Γαλαὰδ καὶ Σίμων ὁ ἀδελφὸς αὐτοῦ ἐν τῇ Γαλιλαίᾳ κατὰ πρόσωπον Πτολεμαΐδος, 56 ἤκουσεν ᾿Ιωσὴφ ὁ τοῦ Ζαχαρίου καὶ ᾿Αζαρίας ἄρχοντες τῆς δυνάμεως τῶν ἀνδραγαθιῶν καὶ τοῦ πολέμου, οἷα ἐποίησαν, 57 καὶ εἶπε· ποιήσωμεν καὶ αὐτοὶ ἑαυτοῖς ὄνομα καὶ πορευθῶμεν πολεμῆσαι πρὸς τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν. 58 καὶ παρήγγειλαν τοῖς ἀπὸ τῆς δυνάμεως τῆς μετ᾿ αὐτῶν, καὶ ἐπορεύθησαν ἐπὶ ᾿Ιάμνειαν. 59 καὶ ἐξῆλθε Γοργίας ἐκ τῆς πόλεως καὶ οἱ ἄνδρες αὐτοῦ εἰς συνάντησιν αὐτοῖς εἰς πόλεμον. 60 καὶ ἐτροπώθη ᾿Ιώσηφος καὶ ᾿Αζαρίας, καὶ ἐδιώχθησαν ἕως τῶν ὁρίων τῆς ᾿Ιουδαίας, καὶ ἔπεσον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ τοῦ λαοῦ τοῦ ᾿Ισραὴλ εἰς δισχιλίους ἄνδρας. 61 καὶ ἐγενήθη τροπὴ μεγάλη ἐν τῷ λαῷ ᾿Ισραήλ, ὅτι οὐκ ἤκουσαν ᾿Ιούδα καὶ τῶν ἀδελφῶν αὐτοῦ, οἰόμενοι ἀνδραγαθῆσαι· 62 αὐτοὶ δὲ οὐκ ἦσαν ἐκ τοῦ σπέρματος τῶν ἀνδρῶν ἐκείνων, οἷς ἐδόθη σωτηρία ᾿Ισραὴλ διὰ χειρὸς αὐτῶν. 63 καὶ ὁ ἀνὴρ ᾿Ιούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐδοξάσθησαν σφόδρα ἐναντίον παντὸς ᾿Ισραὴλ καὶ τῶν ἐθνῶν πάντων, οὗ ἠκούετο τὸ ὄνομα αὐτῶν· 64 καὶ ἐπισυνήγοντο πρὸς αὐτοὺς εὐφημοῦντες. 65 καὶ ἐξῆλθεν ᾿Ιούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ ἐπολέμουν τοὺς υἱοὺς ῾Ησαῦ ἐν τῇ γῇ πρὸς νότον καὶ ἐπάταξε τὴν Χεβρὼν καὶ τὰς θυγατέρας αὐτῆς καὶ καθεῖλε τὸ ὀχύρωμα αὐτῆς καὶ τοὺς πύργους αὐτῆς ἐνέπρησε κυκλόθεν. 66 καὶ ἀπῇρε τοῦ πορευθῆναι εἰς γῆν ἀλλοφύλων. καὶ διεπορεύετο τὴν Σαμάρειαν. 67 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔπεσον ἱερεῖς ἐν πολέμῳ βουλόμενοι ἀνδραγαθῆσαι ἐν τῷ αὐτοὺς ἐξελθεῖν εἰς πόλεμον ἀβουλεύτως. 68 καὶ ἐξέκλινεν ᾿Ιούδας εἰς ῎Αζωτον γῆν ἀλλοφύλων, καὶ καθεῖλε τοὺς βωμοὺς αὐτῶν καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατέκαυσε πυρὶ καὶ ἐσκύλευσε τὰ σκῦλα τῶν πόλεων καὶ ἐπέστρεψεν εἰς τὴν γῆν ᾿Ιούδα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.