Δευτέρα 22 Απριλίου 2019

ΜΑΚΚΑΒΑΙΩΝ Γ'

ΚΕΦΑΛΑΙΟΝ 5 


ΤΟΤΕ προσκαλεσάμενος ῞Ερμωνα τὸν πρὸς τῇ τῶν ἐλεφάντων ἐπιμελείᾳ, βαρείᾳ μεμεστωμένος ὀργῇ καὶ χόλῳ κατὰ πᾶν ἀμετάθετος 2 ἐκέλευσεν ὑπὸ τὴν ἐπερχομένην ἡμέραν δαψιλέσι δράκεσι λιβανωτοῦ καὶ οἴνῳ πλείονι ἀκράτῳ ἅπαντας τοὺς ἐλέφαντας ποτίσαι, ὄντας τὸν ἀριθμὸν πεντακοσίους, καὶ ἀγριωθέντας τῇ τοῦ πόματος ἀφθόνῳ χορηγίᾳ εἰσαγαγεῖν πρὸς συνάντησιν τοῦ μόρου τῶν ᾿Ιουδαίων. 3 ὁ μὲν τάδε προστάσσων ἐτρέπετο πρὸς τὴν εὐωχίαν, συναγαγὼν τοὺς μάλιστα τῶν φίλων καὶ τῆς στρατιᾶς ἀπεχθῶς ἔχοντας πρὸς τοὺς ᾿Ιουδαίους· 4 ὁ δὲ ἐλεφαντάρχης τὸ προσταγὲν ἀραρότως ῞Ερμων συνετέλει. 5 οἵ τε πρὸς τούτοις λειτουργοὶ κατὰ τὴν ἑσπέραν ἀξιόντες τὰς τῶν ταλαιπώρων ἐδέσμευον χεῖρας τήν τε λοιπὴν ἐμηχανῶντο περὶ αὐτοὺς ἀσφάλειαν, ἔννυχον δόξαντες ὁμοῦ λήψεσθαι τὸ φῦλον πέρας τῆς ὀλεθρίας. 6 οἱ δὲ πάσης σκέπης ἔρημοι δοκοῦντες εἶναι τοῖς ἔθνεσιν ᾿Ιουδαῖοι διὰ τὴν πάντοθεν περιέχουσαν αὐτοὺς μετὰ δεσμῶν ἀνάγκην, 7 τὸν παντοκράτορα Κύριον καὶ πάσης δυνάμεως δυναστεύοντα, ἐλεήμονα Θεὸν αὐτῶν καὶ πατέρα, δυσκαταπαύστῳ βοῇ πάντες μετὰ δακρύων ἐπεκαλέσαντο, δεόμενοι 8 τὴν κατ᾿ αὐτῶν μεταστρέψαι βουλὴν ἀνοσίαν καὶ ρύσασθαι αὐτοὺς μετὰ μεγαλομεροῦς ἐπιφανείας ἐκ τοῦ παρὰ πόδας ἐν ἑτοίμῳ μόρου. 9 τούτων μὲν οὖν ἐκτενῶς ἡ λιτανεία ἀνέβαινεν εἰς οὐρανόν.— 10 ῾Ο δὲ ῞Ερμων τοὺς ἀνηλεεῖς ἐλέφαντας ποτίσας πεπληρωμένους τῆς τοῦ οἴνου πολλῆς χορηγίας καὶ τοῦ λιβάνου μεμεστωμένους, ὄρθροις ἐπὶ τὴν αὐλὴν παρῆν περὶ τούτων προσαγγεῖλαι τῷ βασιλεῖ. 11 τὸ δὲ ἀπ᾿ αἰῶνος χρόνου κτίσμα καλὸν ἐν νυκτὶ καὶ ἡμέρᾳ ἐπιβαλλόμενον ὑπὸ τοῦ χαριζομένου πᾶσιν, οἷς ἂν αὐτὸς θελήσῃ, ὕπνου μέρος ἀπέστειλε πρὸς τὸν βασιλέα, 12 καὶ ἡδίστῳ καὶ βαθεῖ κατεσχέθη τῇ ἐνεργείᾳ τοῦ Δεσπότου, τῆς ἀθέσμου μὲν προθέσεως πολὺ διεσφαλμένος, τοῦ δὲ ἀμεταθέτου λογισμοῦ μεγάλως διεψευσμένος. 13 οἱ δὲ ᾿Ιουδαῖοι τὴν προσημανθεῖσαν ὥραν διαφυγόντες, τὸν ἅγιον ᾔνουν Θεὸν αὐτῶν καὶ πάλιν ἠξίουν τὸν εὐκατάλλακτον δεῖξαι τῆς μεγαλοσθενοῦς αὐτοῦ χειρὸς κράτος ἔθνεσιν ὑπερηφάνοις. 14 μεσούσης δὲ ἤδη τῆς δεκάτης ὥρας σχεδόν, ὁ πρὸς ταῖς κλήσεσι τεταγμένος, ἀθρόους τοὺς κλητοὺς ἰδών, ἔνυξε προσελθὼν τὸν βασιλέα. 15 καὶ μόλις διεγείρας ὑπέδειξε τὸν τῆς συμποσίας καιρὸν ἤδη παρατρέχοντα, τὸν περὶ τούτων λόγον ποιούμενος. 16 ὃν ὁ βασιλεὺς λογισάμενος καὶ τραπεὶς εἰς τὸν πότον, ἐκέλευσε τοὺς παραγεγονότας εἰς τὴν συμποσίαν ἄντικρυς ἀνακλιθῆναι αὐτοῦ. 17 οὗ καὶ γενομένου, παρῄνει εἰς εὐωχίαν δόντας ἑαυτούς, τὸ παρὸν τῆς συμποσίας ἐπιπολὺ γεραιρομένους εἰς εὐφροσύνην καταθέσθαι μέρος. 18 ἐπὶ πλεῖον δὲ προβαινούσης τῆς ὁμιλίας, τὸν ῞Ερμωνα μεταπεμψάμενος ὁ βασιλεύς, μετὰ πικρᾶς ἀπειλῆς ἐπυνθάνετο, τίνος ἕνεκεν αἰτίας εἰάθησαν οἱ ᾿Ιουδαῖοι τὴν παροῦσαν ἡμέραν περιβεβιωκότες; 19 τοῦ δὲ ὑποδείξαντος ἐκ νυκτὸς τὸ προσταγὲν ἐπὶ τέλος ἀγηοχέναι καὶ τῶν φίλων αὐτῷ προσμαρτυρησάντων, 20 τὴν ὠμότητα χείρονα Φαλάριδος ἐσχηκὼς ἔφη τῷ τῆς σήμερον ὕπνῳ χάριν ἔχειν αὐτούς· ἀνυπερθέτως δὲ εἰς τὴν ἐπιτέλλουσαν ἡμέραν κατὰ τὸ ὅμοιον ἑτοίμασον τοὺς ἐλέφαντας ἐπὶ τὸν τῶν ἀθεμίτων ᾿Ιουδαίων ἀφανισμόν. 21 εἰπόντος δὲ τοῦ βασιλέως, ἀσμένως πάντες μετὰ χαρᾶς οἱ παρόντες ὁμοῦ συναινέσαντες, εἰς τὸν ἴδιον οἶκον ἕκαστος ἀνέλυσε. 22 καὶ οὐχ οὕτως εἰς ὕπνον κατεχρήσαντο τὸν χρόνον τῆς νυκτός, ὡς εἰς τὸ παντοίους μηχανᾶσθαι τοῖς ταλαιπώροις δοκοῦσιν ἐμπαιγμούς.— 23 ῎Αρτι δὲ ἀλεκτρυὼν ἐκεκράγει ὄρθριος, καὶ τὰ θηρία καθωπλικὼς ὁ ῞Ερμων ἐν τῷ μεγάλῳ περιστύλῳ διεκίνει. 24 τὰ δὲ κατὰ τὴν πόλιν πλήθη συνήθροιστο πρὸς τὴν οἰκτροτάτην θεωρίαν, προσδοκῶντα τὴν πρωΐαν μετὰ σπουδῆς. 25 οἱ δὲ ᾿Ιουδαῖοι κατὰ τὸν ἀμερῆ ψυχουλκούμενοι χρόνον, πολυδάκρυον ἱκετείαν ἐν μέλεσι γοεροῖς τείνοντες τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐδέοντο τοῦ μεγίστου Θεοῦ πάλιν αὐτοῖς βοηθῆσαι συντόμως. 26 οὔπω δὲ ἡλίου βολαὶ κατεσπείροντο, καὶ τοῦ βασιλέως τοὺς φίλους ἐκδεχομένου, ὁ ῞Ερμων παραστὰς ἐκάλει πρὸς τὴν ἔξοδον, ὑποδεικνύων τὸ πρόθυμον τοῦ βασιλέως ἐν ἑτοίμῳ κεῖσθαι. 27 τοῦ δὲ ἀποδεξαμένου καὶ καταπλαγέντος ἐπὶ τῇ παρανόμῳ ἐξόδῳ, κατὰ πᾶν ἀγνωσίᾳ κεκρατημένος ἐπυνθάνετο, τί τὸ πρᾶγμα, ἀφ᾿ οὗ τοῦτο αὐτῷ μετὰ σπουδῆς τετέλεσται· 28 τοῦτο δὲ ἦν ἡ ἐνέργεια τοῦ πάντα δεσποτεύοντος Θεοῦ, τῶν πρὶν αὐτῷ μεμηχανημένων λήθην κατὰ διάνοιαν ἐντεθεικότος. 29 ὁ δὲ ῞Ερμων ὑπεδείκνυε καὶ πάντες οἱ φίλοι τὰ θηρία καὶ τὰς δυνάμεις ἡτοιμάσθαι, βασιλεῦ, κατὰ τὴν σὴν ἐκτενῆ πρόθεσιν. 30 ὁ δὲ ἐπὶ τοῖς ρηθεῖσι πληρωθεὶς βαθεῖ χόλῳ διὰ τὸ περὶ τούτων προνοίᾳ Θεοῦ διασκεδάσθαι πᾶν αὐτοῦ τὸ νόημα, ἐνατενίσας μετὰ ἀπειλῆς εἶπεν· 31 εἴ σοι γονεῖς παρῆσαν ἢ παίδων γοναί, τήνδε θηρσὶν ἀγρίοις ἐσκεύασα ἂν δαψιλῆ θοῖναν ἀντὶ τῶν ἀνεγκλήτων ἐμοὶ καὶ προγόνοις ἐμοῖς ἀποδεδειγμένων ὁλοσχερῆ βεβαίαν πίστιν ἐξόχως ᾿Ιουδαίων. 32 καίπερ εἰ μὴ διὰ τὴν τῆς συντροφίας στοργὴν καὶ τῆς χρείας, τὸ ζῆν ἀντὶ τούτων ἐστερήθης. 33 οὕτως ὁ ῞Ερμων ἀπροσδόκητον καὶ ἐπικίνδυνον ὑπήνεγκεν ἀπειλὴν καὶ τῇ ὁράσει καὶ τῷ προσώπῳ συνεστάλη. 34 ὁ καθεὶς δὲ τῶν φίλων σκυθρωπῶς ὑπεκρέων, τοὺς συνηθροισμένους ἀπέλυσαν ἕκαστον ἐπὶ τὴν ἰδίαν ἀσχολίαν. 35 οἵ τε ᾿Ιουδαῖοι τὰ παρὰ τοῦ βασιλέως ἀκούσαντες, τὸν ἐπιφανῆ Θεὸν καὶ βασιλέα τῶν βασιλέων ᾔνουν καὶ τῆσδε τῆς βοηθείας αὐτοῦ τετευχότες.— 36 Κατὰ δὲ τοὺς αὐτοὺς νόμους ὁ βασιλεὺς συστησάμενος πάλιν τὸ συμπόσιον εἰς εὐφροσύνην τραπῆναι παρεκάλει. 37 τὸν δὲ ῞Ερμωνα προσκαλεσάμενος μετὰ ἀπειλῆς εἶπε· ποσάκις σοι δεῖ περὶ τούτων αὐτῶν προστάττειν, ἀθλιώτατε; 38 τοὺς ἐλέφαντας ἔτι καὶ νῦν καθόπλισον εἰς τὴν αὔριον ἐπὶ τὸν τῶν ᾿Ιουδαίων ἀφανισμόν. 39 οἱ δὲ συνανακείμενοι συγγενεῖς τὴν ἄστατον διάνοιαν αὐτοῦ θαυμάζοντες, προεφέροντο τάδε· 40 βασιλεῦ, μέχρι τίνος ὡς ἀλόγους ἡμᾶς διαπειράζεις, προστάσσων ἤδη τρίτον αὐτοὺς ἀφανίσαι καὶ πάλιν ἐπὶ τῶν πραγμάτων ἐκ μεταβολῆς ἀναλύων τὰ σοὶ δεδογμένα; 41 ὧν χάριν ἡ πόλις διὰ τὴν προσδοκίαν ὀχλεῖ καὶ πληθύουσα συστροφαῖς, ἤδη καὶ κινδυνεύει πολλάκις διαρπασθῆναι. 42 ὅθεν ὁ κατὰ πάντα Φάλαρις βασιλεὺς ἐμπληθυνθεὶς ἀλογιστίας καὶ τὰς γινομένας πρὸς ἐπισκοπὴν τῶν ᾿Ιουδαίων ἐν αὐτῷ μεταβολὰς τῆς ψυχῆς παρ᾿ οὐδὲν ἡγούμενος, ἀτελέστατον ἐβεβαίωσεν ὅρκον, ὁρισάμενος τούτους μὲν ἀνυπερθέτως πέμψειν εἰς ᾅδην ἐν γόνασι καὶ ποσὶ θηρίων ᾐκισμένους, 43 ἐπιστρατεύσαντα δὲ ἐπὶ τὴν ᾿Ιουδαίαν ἰσόπεδον πυρὶ καὶ δόρατι θήσεσθαι διὰ τάχους καὶ τὸν ἄβατον αὐτῶν ἡμῖν ναὸν πυρὶ πρηνέα ἐν τάχει τῶν συντελούντων ἐκεῖ θυσίας ἔρημον εἰς τὸν ἅπαντα χρόνον καταστήσειν. 44 τότε περιχαρεῖς ἀναλύσαντες οἱ φίλοι καὶ συγγενεῖς μετὰ πίστεως διέτασσον τὰς δυνάμεις ἐπὶ τοὺς εὐκαιροτάτους τόπους τῆς πόλεως πρὸς τήρησιν. 45 ὁ δὲ ἐλεφαντάρχης τὰ θηρία σχεδὸν εἰπεῖν εἰς κατάστημα μανιῶδες ἀγηοχώς, εὐωδεστάτοις πόμασιν οἴνου λελιβανωμένου φοβεραῖς κατεσκευασμένα σκευαῖς, 46 περὶ τὴν ἕω, τῆς πόλεως ἤδη πλήθεσιν ἀναριθμήτοις κατὰ τοῦ ἱπποδρόμου καταμεμεστωμένης, εἰσελθὼν εἰς τὴν αὐλὴν ἐπὶ τὸ προκείμενον ὤτρυνε τὸν βασιλέα. 47 ὁ δὲ ὀργῇ βαρείᾳ γεμίσας δυσσεβῆ φρένα παντὶ τῷ βάρει σὺν τοῖς θηρίοις ἐξώρμησε, βουλόμενος ἀτρώτῳ καρδίᾳ καὶ κόραις ὀφθαλμῶν θεάσασθαι τὴν ἐπίπονον καὶ ταλαίπωρον τῶν προσεσημαμμένων καταστροφήν. 48 ὡς δὲ τῶν ἐλεφάντων ἐξιόντων περὶ πύλην καὶ τῆς συνεπομένης ἐνόπλου δυνάμεως τῆς τε τοῦ πλήθους πορείας κονιορτὸν ἰδόντες, καὶ βαρυηχῆ θόρυβον ἀκούσαντες οἱ ᾿Ιουδαῖοι, 49 ὑστάτην βίου ροπὴν αὐτοῖς ἐκείνην δόξαντες εἶναι τὸ τέλος τῆς ἀθλιωτάτης προσδοκίας, εἰς οἶκτον καὶ γόους τραπέντες κατεφίλουν ἀλλήλους περιπλεκόμενοι τοῖς συγγενέσιν ἐπὶ τοὺς τραχήλους ἐπιπίπτοντες, γονεῖς παισὶ καὶ μητέρες νεάνισιν, ἕτεραι δὲ νεογνὰ πρὸς μαστοὺς ἔχουσαι βρέφη τελευταῖον ἕλκοντα γάλα. 50 οὐ μὴν δὲ ἀλλὰ καὶ τὰς ἔμπροσθεν αὐτῶν γεγενημένας ἀντιλήψεις ἐξ οὐρανοῦ συνιδόντες, πρηνεῖς ὁμοθυμαδὸν ρίψαντες ἑαυτοὺς καὶ τὰ νήπια χωρίσαντες τῶν μαστῶν, 51 ἀνεβόησαν φωνῇ μεγάλῃ σφόδρα, τὸν τῆς ἁπάσης δυνάμεως δυνάστην ἱκετεύοντες, οἰκτεῖραι μετ᾿ ἐπιφανείας αὐτοὺς ἤδη πρὸς πύλαις ᾅδου καθεστῶτας.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.