ΣΟΦΙΑ ΣΕΙΡΑΧ
ΚΕΦΑΛΑΙΟΝ 46
ΚΡΑΤΑΙΟΣ ἐν πολέμοις ᾿Ιησοῦς Ναυῆ καὶ διάδοχος Μωυσῆ ἐν προφητείαις, ὃς ἐγένετο κατὰ τὸ ὄνομα αὐτοῦ μέγας ἐπὶ σωτηρίᾳ ἐκλεκτῶν αὐτοῦ ἐκδικῆσαι ἐπεγειρομένους ἐχθρούς, ὅπως κατακληρονομήσῃ τὸν ᾿Ισραήλ. 2 ὡς ἐδοξάσθη ἐν τῷ ἐπᾶραι χεῖρας αὐτοῦ καὶ ἐν τῷ ἐκτεῖναι ρομφαίαν ἐπὶ πόλεις. 3 τίς πρότερον αὐτοῦ οὕτως ἔστη; τοὺς γὰρ πολεμίους Κύριος αὐτὸς ἐπήγαγεν. 4 οὐχὶ ἐν χειρὶ αὐτοῦ ἀνεπόδισεν ὁ ἥλιος καὶ μία ἡμέρα ἐγενήθη πρὸς δύο; 5 ἐπεκαλέσατο τὸν ῞Υψιστον δυνάστην ἐν τῷ θλῖψαι αὐτὸν ἐχθροὺς κυκλόθεν, καὶ ἐπήκουσεν αὐτῶν μέγας Κύριος ἐν λίθοις χαλάζης δυνάμεως κραταιᾶς· 6 κατέρραξεν ἐπ᾿ ἔθνος πόλεμον καὶ ἐν καταβάσει ἀπώλεσεν ἀνθεστηκότας, ἵνα γνῶσιν ἔθνη πανοπλίαν αὐτοῦ ὅτι ἐναντίον Κυρίου ὁ πόλεμος αὐτοῦ· καὶ γὰρ ἐπηκολούθησεν ὀπίσω δυνάστου. 7 Καὶ ἐν ἡμέραις Μωυσέως ἐποίησεν ἔλεος, αὐτὸς καὶ Χάλεβ υἱὸς ᾿Ιεφοννῆ, ἀντιστῆναι ἔναντι ἐκκλησίας, κωλῦσαι λαὸν ἀπὸ ἁμαρτίας καὶ κοπάσαι γογγυσμὸν πονηρίας. 8 καὶ αὐτοὶ δύο ὄντες διεσώθησαν ἀπὸ ἑξακοσίων χιλιάδων πεζῶν, εἰσαγαγεῖν αὐτοὺς εἰς κληρονομίαν, εἰς γῆν ρέουσαν γάλα καὶ μέλι. 9 καὶ ἔδωκεν ὁ Κύριος τῷ Χάλεβ ἰσχύν, καὶ ἕως γήρους διέμεινεν αὐτῷ ἐπιβῆναι αὐτὸν ἐπὶ τὸ ὕψος τῆς γῆς, καὶ τὸ σπέρμα αὐτοῦ κατέσχε κληρονομίαν, 10 ὅπως ἴδωσι πάντες οἱ υἱοὶ ᾿Ισραὴλ ὅτι καλὸν τὸ πορεύεσθαι ὀπίσω Κυρίου. 11 Καὶ οἱ κριταί, ἕκαστος τῷ αὐτοῦ ὀνόματι, ὅσων οὐκ ἐξεπόρνευσεν ἡ καρδία καὶ ὅσοι οὐκ ἀπεστράφησαν ἀπὸ Κυρίου, εἴη τὸ μνημόσυνον αὐτῶν ἐν εὐλογίαις· 12 τὰ ὀστᾶ αὐτῶν ἀναθάλοι ἐκ τοῦ τόπου αὐτῶν καὶ τὸ ὄνομα αὐτῶν ἀντικαταλλασσόμενον ἐφ᾿ υἱοῖς δεδοξασμένων αὐτῶν. 13 ᾿Ηγαπημένος ὑπὸ Κυρίου αὐτοῦ Σαμουὴλ προφήτης Κυρίου κατέστησε βασιλείαν καὶ ἔχρισεν ἄρχοντας ἐπὶ τὸν λαὸν αὐτοῦ· 14 ἐν νόμῳ Κυρίου ἔκρινε συναγωγήν, καὶ ἐπεσκέψατο Κύριος τὸν ᾿Ιακώβ· 15 ἐν πίστει αὐτοῦ ἠκριβάσθη προφήτης καὶ ἐγνώσθη ἐν πίστει αὐτοῦ πιστὸς ὁράσεως. 16 καὶ ἐπεκαλέσατο τὸν Κύριον δυνάστην ἐν τῷ θλῖψαι ἐχθροὺς αὐτοῦ κυκλόθεν ἐν προσφορᾷ ἀρνὸς γαλαθηνοῦ· 17 καὶ ἐβρόντησεν ἀπ᾿ οὐρανοῦ Κύριος καὶ ἐν ἤχῳ μεγάλῳ ἀκουστὴν ἐποίησε τὴν φωνὴν αὐτοῦ 18 καὶ ἐξέτριψεν ἡγουμένους Τυρίων καὶ πάντας ἄρχοντας Φυλιστιείμ. 19 καὶ πρὸ καιροῦ κοιμήσεως αἰῶνος ἐπεμαρτύρατο ἔναντι Κυρίου καὶ χριστοῦ αὐτοῦ· χρήματα καὶ ἕως ὑποδημάτων ἀπὸ πάσης σαρκὸς οὐκ εἴληφα· καὶ οὐκ ἐνεκάλεσεν αὐτῷ ἄνθρωπος. 20 καὶ μετὰ τὸ ὑπνῶσαι αὐτὸν ἐπροφήτευσε καὶ ὑπέδειξε βασιλεῖ τὴν τελευτὴν αὐτοῦ καὶ ἀνύψωσεν ἐκ γῆς τὴν φωνὴν αὐτοῦ ἐν προφητείᾳ ἐξαλεῖψαι ἀνομίαν λαοῦ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.