Τετάρτη 19 Ιανουαρίου 2022

ΗΣΑΪΑΣ

 ΚΕΦΑΛΑΙΟΝ 49 


ΑΚΟΥΣΑΤΕ μου, νῆσοι, καὶ προσέχετε, ἔθνη· διὰ χρόνου πολλοῦ στήσεται, λέγει Κύριος. ἐκ κοιλίας μητρός μου ἐκάλεσε τὸ ὄνομά μου 2 καὶ ἔθηκε τὸ στόμα μου ὡσεὶ μάχαιραν ὀξεῖαν καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέ με, ἔθηκέ με ὡς βέλος ἐκλεκτὸν καὶ ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἔκρυψέ με. 3 καὶ εἶπέ μοι· δοῦλός μου εἶ σύ, ᾿Ισραήλ, καὶ ἐν σοὶ δοξασθήσομαι. 4 καὶ ἐγὼ εἶπα· κενῶς ἐκοπίασα, εἰς μάταιον καὶ εἰς οὐδὲν ἔδωκα τὴν ἰσχύν μου· διὰ τοῦτο ἡ κρίσις μου παρὰ Κυρίῳ, καὶ ὁ πόνος μου ἐναντίον τοῦ Θεοῦ μου. 5 καὶ νῦν οὕτως λέγει Κύριος ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ τοῦ συναγαγεῖν τὸν ᾿Ιακὼβ πρὸς αὐτὸν καὶ ᾿Ισραὴλ — συναχθήσομαι καὶ δοξασθήσομαι ἐναντίον Κυρίου, καὶ ὁ Θεός μου ἔσται μοι ἰσχὺς — 6 καὶ εἶπέ μοι· μέγα σοί ἐστι τοῦ κληθῆναί σε παῖδά μου τοῦ στῆσαι τὰς φυλὰς ᾿Ιακὼβ καὶ τὴν διασπορὰν τοῦ ᾿Ισραὴλ ἐπιστρέψαι· ἰδοὺ δέδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. — 7 Οὕτως λέγει Κύριος ὁ ρυσάμενός σε, ὁ Θεὸς ᾿Ισραήλ· ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ, τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν τῶν δούλων τῶν ἀρχόντων· βασιλεῖς ὄψονται αὐτὸν καὶ ἀναστήσονται, ἄρχοντες καὶ προσκυνήσουσιν αὐτῷ ἕνεκεν Κυρίου· ὅτι πιστός ἐστιν ὁ ἅγιος ᾿Ισραήλ, καὶ ἐξελεξάμην σε. 8 οὕτως λέγει Κύριος· καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι καὶ ἔπλασά σε καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν τοῦ καταστῆσαι τὴν γῆν καὶ κληρονομῆσαι κληρονομίας ἐρήμους, 9 λέγοντα τοῖς ἐν δεσμοῖς· ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει· ἀνακαλυφθῆναι. ἐν πάσαις ταῖς ὁδοῖς βοσκηθήσονται, καὶ ἐν πάσαις ταῖς τρίβοις ἡ νομὴ αὐτῶν· 10 οὐ πεινάσουσιν οὐδὲ διψήσουσιν, οὐδὲ πατάξει αὐτοὺς καύσων, οὐδὲ ὁ ἥλιος, ἀλλ᾿ ὁ ἐλεῶν αὐτοὺς παρακαλέσει καὶ διὰ πηγῶν ὑδάτων ἄξει αὐτούς· 11 καὶ θήσω πᾶν ὄρος εἰς ὁδὸν καὶ πᾶσαν τρίβον εἰς βόσκημα αὐτοῖς. 12 ἰδοὺ οὗτοι πόρρωθεν ἔρχονται, οὗτοι ἀπὸ βορρᾶ καὶ οὗτοι ἀπὸ θαλάσσης, ἄλλοι δὲ ἐκ γῆς Περσῶν. 13 εὐφραίνεσθαι, οὐρανοί, καὶ ἀγαλλιάσθω, ἡ γῆ, ρηξάτωσαν τὰ ὄρη εὐφροσύνην, ὅτι ἠλέησεν ὁ Θεὸς τὸν λαὸν αὐτοῦ καὶ τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ παρεκάλεσεν. — 14 Εἶπε δὲ Σιών· ἐγκατέλιπέ με Κύριος, καὶ ὁ Κύριος ἐπελάθετό μου. 15 μὴ ἐπιλήσεται γυνὴ τοῦ παιδίου αὐτῆς τοῦ μὴ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς; εἰ δὲ καὶ ταῦτα ἐπιλάθοιτο γυνή, ἀλλ᾿ ἐγὼ οὐκ ἐπιλήσομαί σου, εἶπε Κύριος. 16 ἰδοὺ ἐπὶ τῶν χειρῶν μου ἐζωγράφηκά σου τὰ τείχη, καὶ ἐνώπιόν μου εἶ διαπαντός· 17 καὶ ταχὺ οἰκοδομηθήσῃ ὑφ᾿ ὧν καθῃρέθης, καὶ οἱ ἐρημώσαντές σε ἐξελεύσονται ἐκ σοῦ. 18 ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ ἰδὲ πάντας, ἰδοὺ συνήχθησαν καὶ ἤλθοσαν πρός σε· ζῶ ἐγώ, λέγει Κύριος, ὅτι πάντας αὐτοὺς ὡς κόσμον ἐνδύσῃ καὶ περιθήσῃ αὐτοὺς ὡς κόσμον νύμφης. 19 ὅτι τὰ ἔρημά σου καὶ τὰ διεφθαρμένα καὶ τὰ πεπτωκότα νῦν στενοχωρήσει ἀπὸ τῶν κατοικούντων, καὶ μακρυνθήσονται ἀπὸ σοῦ οἱ καταπίνοντές σε. 20 ἐροῦσι γὰρ εἰς τὰ ὦτά σου οἱ υἱοί σου, οὓς ἀπολώλεκας· στενός μοι ὁ τόπος, ποίησόν μοι τόπον, ἵνα κατοικήσω. 21 καὶ ἐρεῖς ἐν τῇ καρδίᾳ σου· τίς ἐγέννησέ μοι τούτους; ἐγὼ δὲ ἄτεκνος καὶ χήρα, τούτους δὲ τίς ἐξέθρεψέ μοι; ἐγὼ δὲ κατελείφθην μόνη, οὗτοι δέ μοι ποῦ ἦσαν; 22 Οὕτως λέγει Κύριος Κύριος· ἰδοὺ αἴρω εἰς τὰ ἔθνη τὴν χεῖρά μου καὶ εἰς τὰς νήσους ἀρῶ σύσσημόν μου, καὶ ἄξουσι τοὺς υἱούς σου ἐν κόλπῳ, τὰς δὲ θυγατέρας σου ἐπ᾿ ὤμων ἀροῦσι, 23 καὶ ἔσονται βασιλεῖς τιθηνοί σου, αἱ δὲ ἄρχουσαι τροφοί σου· ἐπὶ πρόσωπον τῆς γῆς προσκυνήσουσί σε καὶ τὸν χοῦν τῶν ποδῶν σου λείξουσι· καὶ γνώσῃ ὅτι ἐγὼ Κύριος, καὶ οὐκ αἰσχυνθήσονται οἱ ὑπομένοντές με. 24 μὴ λήψεταί τις παρὰ γίγαντος σκῦλα; καὶ ἐὰν αἰχμαλωτεύσῃ τις ἀδίκως, σωθήσεται; 25 οὕτως λέγει Κύριος· ἐάν τις αἰχμαλωτεύσῃ γίγαντα, λήψεται σκύλα· λαμβάνων δὲ παρὰ ἰσχύοντος σωθήσεται· ἐγὼ δὲ τὴν κρίσιν σου κρινῶ, καὶ ἐγὼ τοὺς υἱούς σου ρύσομαι· 26 καὶ φάγονται οἱ θλίψαντές σε τὰς σάρκας αὐτῶν καὶ πίονται ὡς οἶνον νέον τὸ αἷμα αὐτῶν καὶ μεθυσθήσονται, καὶ αἰσθανθήσεται πᾶσα σάρξ ὅτι ἐγὼ Κύριος ὁ ρυσάμενός σε καὶ ἀντιλαμβανόμενος ἰσχύος ᾿Ιακώβ.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.