ΚΕΦΑΛΑΙΟΝ 40
(Μασ. ΛΓ´) ΚΑΙ ἐγένετο λόγος Κυρίου πρὸς ῾Ιερεμίαν δεύτερον, καὶ αὐτὸς ἦν ἔτι δεδεμένος ἐν τῇ αὐλῇ τῆς φυλακῆς λέγων· 2 οὕτως εἶπε Κύριος ποιῶν γῆν καὶ πλάσσων αὐτὴν τοῦ ἀνορθῶσαι αὐτήν, Κύριος ὄνομα αὐτῷ· 3 κέκραξον πρός με, καὶ ἀποκριθήσομαί σοι καὶ ἀπαγγελῶ σοι μεγάλα καὶ ἰσχυρά, ἃ οὐκ ἔγνως αὐτά. 4 ὅτι οὕτως εἶπε Κύριος ὁ Θεὸς ᾿Ισραὴλ περὶ οἴκων τῆς πόλεως ταύτης καὶ περὶ οἴκων βασιλέως ᾿Ιούδα τῶν καθῃρημένων εἰς χάρακας καὶ προμαχῶνας 5 τοῦ μάχεσθαι πρὸς τοὺς Χαλδαίους καὶ πληρῶσαι αὐτὴν τῶν νεκρῶν τῶν ἀνθρώπων, οὓς ἐπάταξα ἐν ὀργῇ μου καὶ ἐν θυμῷ μου, καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ αὐτῶν περὶ πασῶν τῶν πονηριῶν αὐτῶν· 6 ἰδοὺ ἐγὼ ἀνάγω αὐτῇ συνούλωσιν καὶ ἴαμα καὶ φανερώσω αὐτοῖς εἰσακούειν καὶ ἰατρεύσω αὐτὴν καὶ ποιήσω αὐτοῖς εἰρήνην καὶ πίστιν. 7 καὶ ἀποστρέψω τὴν ἀποικίαν ᾿Ιούδα καὶ τὴν ἀποικίαν ᾿Ισραὴλ καὶ οἰκοδομήσω αὐτοὺς καθὼς τὸ πρότερον. 8 καὶ καθαριῶ αὐτοὺς ἀπὸ πασῶν τῶν ἀδικιῶν αὐτῶν, ὧν ἡμάρτοσάν μοι, καὶ οὐ μὴ μνησθήσομαι ἁμαρτιῶν αὐτῶν, ὧν ἥμαρτόν μοι καὶ ἀπέστησαν ἀπ ἐμοῦ. 9 καὶ ἔσται εἰς εὐφροσύνην καὶ αἴνεσιν καὶ εἰς μεγαλειότητα παντὶ τῷ λαῷ τῆς γῆς, οἵτινες ἀκούσονται πάντα τὰ ἀγαθά, ἃ ἐγὼ ποιήσω, καὶ φοβηθήσονται καὶ πικρανθήσονται περὶ πάντων τῶν ἀγαθῶν καὶ περὶ πάσης τῆς εἰρήνης, ἧς ἐγὼ ποιήσω αὐτοῖς. 10 Οὕτως εἶπε Κύριος· ἔτι ἀκουσθήσεται ἐν τῷ τόπῳ τούτῳ, ᾧ ὑμεῖς λέγετε· ἔρημός ἐστιν ἀπὸ ἀνθρώπων καὶ κτηνῶν, ἐν πόλεσιν ᾿Ιούδα καὶ ἔξωθεν ῾Ιερουσαλήμ, ταῖς ἠρημωμέναις παρὰ τὸ μὴ εἶναι ἄνθρωπον καὶ κτήνη, 11 φωνὴ εὐφροσύνης καὶ φωνὴ χαρμοσύνης, φωνὴ νυμφίου καὶ φωνὴ νύμφης, φωνὴ λεγόντων· ἐξομολογεῖσθε Κυρίῳ παντοκράτορι, ὅτι χρηστὸς Κύριος, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· καὶ εἰσοίσουσι δῶρα εἰς οἶκον Κυρίου, ὅτι ἀποστρέψω πᾶσαν τὴν ἀποικίαν τῆς γῆς ἐκείνης κατὰ τὸ πρότερον, εἶπε Κύριος· 12 οὕτως εἶπε Κύριος τῶν δυνάμεων· ἔτι ἔσται ἐν τῷ τόπῳ τούτῳ τῷ ἐρήμῳ παρὰ τὸ μὴ εἶναι ἄνθρωπον καὶ κτῆνος καὶ ἐν πάσαις ταῖς πόλεσιν αὐτοῦ καταλύματα ποιμένων κοιταζόντων πρόβατα· 13 ἐν πόλεσι τῆς ὀρεινῆς καὶ ἐν πόλεσι τῆς Σεφηλὰ καὶ ἐν πόλεσι τῆς Ναγὲβ καὶ ἐν γῇ Βενιαμὶν καὶ ἐν ταῖς κύκλῳ ῾Ιερουσαλὴμ καὶ ἐν πόλεσιν ᾿Ιούδα ἔτι παρελεύσεται πρόβατα ἐπὶ χεῖρα ἀριθμοῦντος, εἶπε Κύριος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.