ΙΕΖΕΚΙΗΛ
ΚΕΦΑΛΑΙΟΝ 6
ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων· 2 υἱὲ ἀνθρώπου, στήριξον τὸ πρόσωπόν σου ἐπὶ τὰ ὄρη ᾿Ισραὴλ καὶ προφήτευσον ἐπ᾿ αὐτὰ 3 καὶ ἐρεῖς· τὰ ὄρη ᾿Ισραὴλ ἀκούσατε λόγον Κυρίου· τάδε λέγει Κύριος τοῖς ὄρεσι καὶ τοῖς βουνοῖς καὶ ταῖς φάραγξι καὶ ταῖς νάπαις· ἰδοὺ ἐγὼ ἐπάγων ἐφ᾿ ὑμᾶς ρομφαίαν καὶ ἐξολοθρευθήσεται τὰ ὑψηλὰ ὑμῶν, 4 καὶ συντριβήσονται τὰ θυσιαστήρια ὑμῶν καὶ τὰ τεμένη ὑμῶν, καὶ καταβαλῶ τραυματίας ὑμῶν ἐνώπιον τῶν εἰδώλων ὑμῶν 5 καὶ διασκορπιῶ τὰ ὀστᾶ ὑμῶν κύκλῳ τῶν θυσιαστηρίων ὑμῶν. 6 καὶ ἐν πάσῃ τῇ κατοικίᾳ ὑμῶν αἱ πόλεις ἐξερημωθήσονται καὶ τὰ ὑψηλὰ ἀφανισθήσεται, ὅπως ἐξολοθρευθῇ τὰ θυσιαστήρια ὑμῶν, καὶ συντριβήσονται τὰ εἴδωλα ὑμῶν, καὶ ἐξαρθήσεται τὰ τεμένη ὑμῶν, 7 καὶ πεσοῦνται τραυματίαι ἐν μέσῳ ὑμῶν, καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος. 8 ἐν τῷ γενέσθαι ἐξ ὑμῶν ἀνασῳζομένους ἐκ ρομφαίας ἐν τοῖς ἔθνεσι καὶ ἐν τῷ διασκορπισμῷ ὑμῶν ἐν ταῖς χώραις 9 καὶ μνησθήσονταί μου οἱ ἀνασῳζόμενοι ἐξ ὑμῶν ἐν τοῖς ἔθνεσιν, οὗ ᾐχμαλωτεύθησαν ἐκεῖ· ὀμώμοκα τῇ καρδίᾳ αὐτῶν τῇ ἐκπορνευούσῃ ἀπ᾿ ἐμοῦ καὶ τοῖς ὀφθαλμοῖς αὐτῶν τοῖς ἐκπορνεύουσιν ὀπίσω τῶν ἐπιτηδευμάτων αὐτῶν, καὶ κόψονται πρόσωπα αὐτῶν ἐν πᾶσι τοῖς βδελύγμασιν αὐτῶν· 10 καὶ ἐπιγνώσονται διότι ἐγὼ Κύριος λελάληκα. 11 τάδε λέγει Κύριος· κρότησον τῇ χειρὶ καὶ ψόφησον τῷ πόδι καὶ εἰπόν· εὖγε εὖγε ἐπὶ πᾶσι τοῖς βδελύγμασιν οἴκου ᾿Ισραήλ· ἐν ρομφαίᾳ καὶ ἐν θανάτῳ καὶ ἐν λιμῷ πεσοῦνται. 12 ὁ ἐγγὺς ἐν ρομφαίᾳ πεσεῖται, ὁ δὲ μακρὰν ἐν θανάτῳ τελευτήσει, καὶ ὁ περιεχόμενος ἐν λιμῷ συντελεσθήσεται, καὶ συντελέσω τὴν ὀργήν μου ἐπ᾿ αὐτούς. 13 καὶ γνώσεσθε διότι ἐγὼ Κύριος ἐν τῷ εἶναι τοὺς τραυματίας ὑμῶν ἐν μέσῳ τῶν εἰδώλων ὑμῶν κύκλῳ τῶν θυσιαστηρίων ὑμῶν, ἐπὶ πάντα βουνὸν ὑψηλὸν καὶ ὑποκάτω δένδρου συσκίου, οὗ ἔδωκαν ἐκεῖ ὀσμὴν εὐωδίας πᾶσι τοῖς εἰδώλοις αὐτῶν. 14 καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπ᾿ αὐτοὺς καὶ θήσομαι τὴν γῆν εἰς ἀφανισμὸν καὶ εἰς ὄλεθρον ἀπὸ τῆς ἐρήμου Δεβλαθὰ ἐκ πάσης τῆς κατοικίας· καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.