ΚΕΦΑΛΑΙΟΝ 10
ΚΑΙ ἐπὶ τῶν σφραγιζόντων Νεεμίας ᾿Αρτασασθὰ υἱὸς ᾿Αχαλία καὶ Σεδεκίας 2 υἱὸς ᾿Αραία καὶ ᾿Αζαρία καὶ ῾Ιερμία, 3 Φασούρ, ᾿Αμαρία, Μελχία, 4 ᾿Αττούς, Σεβανί, Μαλούχ, 5 ᾿Ιράμ, Μεραμώθ, ᾿Αβδία, 6 Δανιήλ, Γανναθών, Βαρούχ, 7 Μεσουλάμ, ᾿Αβία, Μιαμίν, 8 Μααζία, Βελγαΐ, Σαμαΐα, οὗτοι ἱερεῖς· 9 καὶ οἱ Λευῖται ᾿Ιησοῦς υἱὸς ᾿Αζανία, Βαναίου ἀπὸ υἱῶν ᾿Ηναδάδ, Καδμιὴλ 10 καὶ οἱ ἀδελφοὶ αὐτοῦ, Σαβανία, ᾿Ωδουΐα, Καλιτάν, Φελία, ᾿Ανάν, 11 Μιχά, Ροώβ, ᾿Ασεβίας, 12 Ζακχώρ, Σαραβία, Σεβανία, 13 ᾿Ωδούμ, υἱοὶ Βανουναΐ· 14 ἄρχοντες τοῦ λαοῦ Φόρος, Φαάθ, Μωάβ, ᾿Ηλάμ, Ζαθουΐα, υἱοὶ Βανί, 15 ᾿Ασγάδ, Βηβαΐ, 16 ᾿Αδανία, Βαγοΐ, ᾿Ηδίν, 17 ᾿Ατήρ, ᾿Εζεκία, ᾿Αζούρ, 18 ᾿Ωδουΐα, ᾿Ησάμ, Βησί, 19 ᾿Αρίφ, ᾿Αναθώθ, Νωβαΐ, 20 Μεγαφής, Μεσουλάμ, ᾿Ηζίρ, 21 Μεσωζεβήλ, Σαδούκ, ᾿Ιεδδούα, 22 Φαλτία, ᾿Ανάν, ᾿Αναΐα, 23 ᾿Ωσηέ, ᾿Ανανία, ᾿Ασούβ, 24 ᾿Αλωής, Φαλαΐ, Σωβήκ, 25 Ρεούμ, ᾿Εσσαβανά, Μαασία, 26 καὶ ᾿Αΐα, Αἰνάν, ᾿Ηνάμ, 27 Μαλούχ, ᾿Ηράμ, Βαανά. 28 καὶ οἱ κατάλοιποι τοῦ λαοῦ, οἱ ἱερεῖς, οἱ Λευῖται, οἱ πυλωροί, οἱ ᾄδοντες, οἱ ναθινὶμ καὶ πᾶς ὁ προσπορευόμενος ἀπὸ λαῶν τῆς γῆς πρὸς νόμον τοῦ Θεοῦ, γυναῖκες αὐτῶν, υἱοὶ αὐτῶν, θυγατέρες αὐτῶν, πᾶς ὁ εἰδὼς καὶ συνίων, 29 ἐνίσχυον ἐπὶ τοὺς ἀδελφοὺς αὐτῶν καὶ κατηράσαντο αὐτοὺς καὶ εἰσήλθοσαν ἐν ἀρᾷ καὶ ἐν ὅρκῳ τοῦ πορεύεσθαι ἐν νόμῳ τοῦ Θεοῦ, ὃς ἐδόθη ἐν χειρὶ Μωυσῆ δούλου τοῦ Θεοῦ, φυλάσσεσθαι καὶ ποιεῖν πάσας τὰς ἐντολὰς Κυρίου καὶ τὰ κρίματα αὐτοῦ καὶ τὰ προστάγματα αὐτοῦ 30 καὶ τοῦ μὴ δοῦναι θυγατέρας ἡμῶν τοῖς λαοῖς τῆς γῆς, καὶ τὰς θυγατέρας αὐτῶν οὐ ληψόμεθα τοῖς υἱοῖς ἡμῶν. 31 καὶ λαοὶ τῆς γῆς οἱ φέροντες τοὺς ἀγορασμοὺς καὶ πᾶσαν πρᾶσιν ἐν ἡμέρᾳ τοῦ σαββάτου ἀποδόσθαι, οὐκ ἀγορῶμεν παρ αὐτῶν ἐν σαββάτῳ καὶ ἐν ἡμέρᾳ ἁγίᾳ. καὶ ἀνήσομεν τὸ ἔτος τὸ ἕβδομον καὶ ἀπαίτησιν πάσης χειρός. 32 καὶ στήσομεν ἐφ ἡμᾶς ἐντολὰς δοῦναι ἐφ ἡμᾶς τρίτον τοῦ διδράχμου κατ ἐνιαυτὸν εἰς δουλείαν οἴκου τοῦ Θεοῦ ἡμῶν 33 εἰς ἄρτους τοῦ προσώπου καὶ θυσίαν τοῦ ἐνδελεχισμοῦ καὶ εἰς ὁλοκαύτωμα τοῦ ἐνδελεχισμοῦ τῶν σαββάτων, τῶν νουμηνιῶν, εἰς τὰς ἑορτὰς καὶ εἰς τὰ ἅγια, καὶ τὰ περὶ ἁμαρτίας ἐξιλάσασθαι περὶ ᾿Ισραήλ, καὶ εἰς ἔργα οἴκου τοῦ Θεοῦ ἡμῶν. 34 καὶ κλήρους ἐβάλομεν περὶ κλήρου ξυλοφορίας, οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ ὁ λαός, ἐνέγκαι εἰς οἶκον Θεοῦ ἡμῶν, εἰς οἶκον πατριῶν ἡμῶν, εἰς καιροὺς ἀπὸ χρόνων, ἐνιαυτὸν κατ ἐνιαυτόν, ἐκκαῦσαι ἐπὶ τὸ θυσιαστήριον Κυρίου Θεοῦ ἡμῶν, ὡς γέγραπται ἐν τῷ νόμῳ, 35 καὶ ἐνέγκαι τὰ πρωτογεννήματα τῆς γῆς ἡμῶν καὶ πρωτογεννήματα καρποῦ παντὸς ξύλου ἐνιαυτὸν κατ ἐνιαυτὸν εἰς οἶκον Κυρίου 36 καὶ τὰ πρωτότοκα υἱῶν ἡμῶν καὶ κτηνῶν ἡμῶν, ὡς γέγραπται ἐν τῷ νόμῳ, καὶ τὰ πρωτότοκα τῶν βοῶν ἡμῶν καὶ ποιμνίων ἡμῶν ἐνέγκαι εἰς οἶκον Θεοῦ ἡμῶν τοῖς ἱερεῦσι τοῖς λειτουργοῦσιν ἐν οἴκῳ Θεοῦ ἡμῶν. 37 καὶ τὴν ἀπαρχὴν σίτων ἡμῶν καὶ τὸν καρπὸν παντὸς ξύλου, οἴνου καὶ ἐλαίου οἴσομεν τοῖς ἱερεῦσιν εἰς τὸ γαζοφυλάκιον οἴκου τοῦ Θεοῦ· καὶ δεκάτην γῆς ἡμῶν τοῖς Λευίταις. καὶ αὐτοὶ οἱ Λευῖται δεκατοῦντες ἐν πάσαις πόλεσι δουλείας ἡμῶν· 38 καὶ ἔσται ὁ ἱερεὺς υἱὸς ᾿Ααρὼν μετὰ τοῦ Λευίτου ἐν τῇ δεκάτῃ τοῦ Λευίτου, καὶ οἱ Λευῖται ἀνοίσουσι τὴν δεκάτην τῆς δεκάτης εἰς οἶκον Θεοῦ ἡμῶν εἰς τὰ γαζοφυλάκια εἰς οἶκον Θεοῦ· 39 ὅτι εἰς τοὺς θησαυροὺς εἰσοίσουσιν οἱ υἱοὶ ᾿Ισραὴλ καὶ οἱ υἱοὶ τοῦ Λευὶ τὰς ἀπαρχὰς τοῦ σίτου καὶ τοῦ οἴνου καὶ τοῦ ἐλαίου, καὶ ἐκεῖ σκεύη τὰ ἅγια, καὶ οἱ ἱερεῖς καὶ οἱ λειτουργοὶ καὶ οἱ πυλωροὶ καὶ οἱ ᾄδοντες, καὶ οὐκ ἐγκαταλείψομεν τὸν οἶκον τοῦ Θεοῦ ἡμῶν.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.