ΚΕΦΑΛΑΙΟΝ 11
ΚΑΙ ἐκάθισαν οἱ ἄρχοντες τοῦ λαοῦ ἐν ῾Ιερουσαλήμ, καὶ οἱ κατάλοιποι τοῦ λαοῦ ἐβάλοσαν κλήρους ἐνέγκαι ἕνα ἀπὸ τῶν δέκα καθίσαι ἐν ῾Ιερουσαλὴμ πόλει τῇ ἁγίᾳ καὶ ἐννέα μέρη ἐν ταῖς πόλεσι. 2 καὶ εὐλόγησεν ὁ λαὸς τοὺς πάντας ἄνδρας τοὺς ἑκουσιαζομένους καθίσαι ἐν ῾Ιερουσαλήμ· 3 καὶ οὗτοι οἱ ἄρχοντες τῆς χώρας, οἳ ἐκάθισαν ἐν ῾Ιερουσαλὴμ καὶ ἐν πόλεσιν ᾿Ιούδα· ἐκάθισαν ἀνὴρ ἐν κατασχέσει αὐτοῦ, ἐν πόλεσιν αὐτῶν ᾿Ισραήλ, οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ ναθιναῖοι καὶ οἱ υἱοὶ δούλων Σαλωμών· 4 καὶ ἐν ῾Ιερουσαλὴμ ἐκάθισαν ἀπὸ υἱῶν ᾿Ιούδα καὶ ἀπὸ υἱῶν Βενιαμίν. ἀπὸ υἱῶν ᾿Ιούδα· ᾿Αθαΐα υἱὸς ᾿Αζία, υἱὸς Ζαχαρία, υἱὸς Σαμαρία, υἱὸς Σαφατία, υἱὸς Μαλελεὴλ καὶ ἀπὸ τῶν υἱῶν Φαρές, 5 καὶ Μαασία υἱὸς Βαρούχ, υἱὸς Χαλαζά, υἱὸς ᾿Οζία, υἱὸς ᾿Αδαΐα, υἱὸς ᾿Ιωαρίβ, υἱὸς Ζαχαρίου, υἱὸς τοῦ Σηλωνί· 6 πάντες υἱοὶ Φαρὲς οἱ καθήμενοι ἐν ῾Ιερουσαλὴμ τετρακόσιοι ἑξηκονταοκτὼ ἄνδρες δυνάμεως. 7 καὶ οὗτοι υἱοὶ Βενιαμίν· Σηλὼ υἱὸς Μεσουλάμ, υἱὸς ᾿Ιωάδ, υἱὸς Φαδαΐα, υἱὸς Κωλεΐα, υἱὸς Μαασίου, υἱὸς ᾿Εθιήλ, υἱὸς ᾿Ιεσία, 8 καὶ ὀπίσω αὐτοῦ Γηβέ, Σηλί, ἐννακόσιοι εἰκοσιοκτώ. 9 καὶ ᾿Ιωὴλ υἱὸς Ζεχρὶ ἐπίσκοπος ἐπ αὐτούς, καὶ ᾿Ιούδα υἱὸς ᾿Ασανὰ ἀπὸ τῆς πόλεως δεύτερος· 10 ἀπὸ τῶν ἱερέων· καὶ ᾿Ιαδία υἱὸς ᾿Ιωρίβ, ᾿Ιαχίν, 11 Σαραία υἱὸς ᾿Ελχία, υἱὸς Μεσουλάμ, υἱὸς Σαδδούκ, υἱὸς Μαριώθ, υἱὸς Αἰτὼθ ἀπέναντι οἴκου τοῦ Θεοῦ. 12 καὶ ἀδελφοὶ αὐτῶν ποιοῦντες τὸ ἔργον τοῦ οἴκου ὀκτακόσιοι εἰκοσιδύο. καὶ ᾿Αδαΐα υἱὸς ῾Ιεροάμ, υἱοῦ Φαλαλία, υἱοῦ ᾿Αμασί, υἱὸς Ζαχαρία, υἱὸς Φασσούρ, υἱὸς Μελχία, 13 καὶ ἀδελφοὶ αὐτοῦ, ἄρχοντες πατριῶν διακόσιοι τεσσαρακονταδύο. καὶ ᾿Αμασία υἱὸς ᾿Εσδριήλ, υἱοῦ Μεσαριμίθ, υἱοῦ ᾿Εμμήρ, 14 καὶ ἀδελφοὶ αὐτοῦ δυνατοὶ παρατάξεως ἑκατὸν εἰκοσιοκτώ· καὶ ἐπίσκοπος Βαδιὴλ υἱὸς τῶν μεγάλων. 15 καὶ ἀπὸ τῶν Λευιτῶν Σαμαΐα υἱὸς ᾿Εσρικάμ, 17 Ματθανίας υἰὸς Μιχὰ καὶ ᾿Ιωβὴβ υἱὸς Σαμουΐ, 18 διακόσιοι ὀγδοηκοντατέσσαρες. 19 καὶ οἱ πυλωροὶ ᾿Ακούβ, Τελαμίν, καὶ οἱ ἀδελφοὶ αὐτῶν, ἑκατὸν ἑβδομηκονταδύο. 22 καὶ ἐπίσκοπος Λευιτῶν υἱὸς Βανί, υἱὸς ᾿Οζί, υἱὸς ᾿Ασαβία, υἱὸς Μιχά. ἀπὸ υἱῶν ᾿Ασὰφ τῶν ἆδόντων ἀπέναντι ἔργου οἴκου τοῦ Θεοῦ· 23 ὅτι ἐντολὴ τοῦ βασιλέως εἰς αὐτούς. 24 καὶ Φαθαΐα υἱὸς Βασηζὰ πρὸς χεῖρα τοῦ βασιλέως εἰς πᾶν χρῆμα τῷ λαῷ. 25 καὶ πρὸς τὰς ἐπαύλεις ἐν ἀγρῷ αὐτῶν. καὶ ἀπὸ υἱῶν ᾿Ιούδα ἐκάθισαν ἐν Καριαθαρβὸκ 26 καὶ ἐν ᾿Ιησοῦ 27 καὶ ἐν Βηρσαβεέ, καὶ ἐπαύλεις αὐτῶν, 30 Λαχὶς καὶ ἀγροὶ αὐτῆς· καὶ παρενεβάλοσαν ἐν Βηρσαβεέ. 31 καὶ οἱ υἱοὶ Βενιαμὶν ἀπὸ Γαβαὰ Μαχμάς. 36 καὶ ἀπὸ τῶν Λευιτῶν μερίδες ᾿Ιούδα τῷ Βενιαμίν.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.