Παρασκευή 26 Απριλίου 2024

ΙΕΖΕΚΙΗΛ

 ΚΕΦΑΛΑΙΟΝ 38 



ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων· 2 υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Γὼγ καὶ τὴν γῆν τοῦ Μαγώγ, ἄρχοντα Ρώς, Μοσὸχ καὶ Θοβέλ, καὶ προφήτευσον ἐπ' αὐτὸν 3 καὶ εἰπὸν αὐτῷ τάδε λέγει Κύριος Κύριος· ἰδοὺ ἐγὼ ἐπὶ σὲ Γὼγ ἄρχοντα Ρώς, Μοσὸχ καὶ Θοβὲλ 4 καὶ συνάξω σε καὶ πᾶσαν τὴν δύναμίν σου, ἵππους καὶ ἱππεῖς ἐνδεδυμένους θώρακας πάντας, συναγωγῇ πολλῇ, πέλται καὶ περικεφαλαῖαι καὶ μάχαιραι, 5 Πέρσαι καὶ Αἰθίοπες καὶ Λίβυες, πάντες περικεφαλαίαις καὶ πέλταις, 6 Γομὲρ καὶ πάντες οἱ περὶ αὐτόν, οἶκος τοῦ Θεργαμὰ ἀπ' ἐσχάτου βορρᾶ καὶ πάντες οἱ περὶ αὐτόν, καὶ ἔθνη πολλὰ μετὰ σοῦ· 7 ἑτοιμάσθητι, ἑτοίμασον σεαυτὸν σύ, καὶ πᾶσα ἡ συναγωγή σου ἡ συνηγμένη μετὰ σοῦ καὶ ἔσῃ μοι εἰς προφυλακήν. 8 ἀφ' ἡμερῶν πλειόνων ἑτοιμασθήσεται καὶ ἐπ' ἐσχάτου ἐτῶν ἐλεύσεται καὶ ἥξει εἰς τὴν γῆν τὴν ἀπεστραμμένην ἀπὸ μαχαίρας, συνηγμένων ἀπὸ ἐθνῶν πολλῶν, ἐπὶ γῆν ᾿Ισραήλ, ἣ ἐγενήθη ἔρημος δι' ὅλου· καὶ οὗτος ἐξ ἐθνῶν ἐξελήλυθε καὶ κατοικήσουσιν ἐπ' εἰρήνης ἅπαντες. 9 καὶ ἀναβήσῃ ὡς ὑετὸς καὶ ἥξεις ὡς νεφέλη κατακαλύψαι γῆν καὶ ἔσῃ σὺ καὶ πάντες οἱ περὶ σὲ καὶ ἔθνη πολλὰ μετὰ σοῦ. 10 τάδε λέγει Κύριος Κύριος· καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀναβήσεται ρήματα ἐπὶ τὴν καρδίαν σου, καὶ λογιῇ λογισμοὺς πονηροὺς 11 καὶ ἐρεῖς· ἀναβήσομαι ἐπὶ γῆν ἀπερριμμένην, ἥξω ἐπὶ ἡσυχάζοντας ἐν ἡσυχίᾳ καὶ οἰκοῦντας ἐπ' εἰρήνης, πάντας κατοικοῦντας γῆν, ἐν ᾗ οὐχ ὑπάρχει τεῖχος οὐδὲ μοχλοί, καὶ θύραι οὐκ εἰσὶν αὐτοῖς. 12 προνομεῦσαι προνομὴν καὶ σκῦλα σκυλεῦσαι αὐτῶν, τοῦ ἐπιστρέψαι χεῖράς μου εἰς τὴν ἠρημωμένην, ἣ κατῳκίσθη, καὶ ἐπ' ἔθνος συνηγμένον ἀπὸ ἐθνῶν πολλῶν, πεποιηκότας κτήσεις, κατοικοῦντας ἐπὶ τὸν ὀμφαλὸν τῆς γῆς. 13 Σαββὰ καὶ Δαιδὰν καὶ ἔμποροι Καρχηδόνιοι καὶ πᾶσαι αἱ κῶμαι αὐτῶν ἐροῦσί σοι· εἰς προνομὴν τοῦ προνομεῦσαι σὺ ἔρχῃ καὶ σκυλεῦσαι σκῦλα; συνήγαγες συναγωγήν σου λαβεῖν ἀργύριον καὶ χρυσίον, ἀπενέγκασθαι κτῆσιν τοῦ σκυλεῦσαι σκῦλα. 14 διὰ τοῦτο προφήτευσον, υἱὲ ἀνθρώπου, καὶ εἰπὸν τῷ Γώγ· τάδε λέγει Κύριος· οὐκ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν τῷ κατοικισθῆναι τόν λαόν μου ᾿Ισραὴλ ἐπ' εἰρήνης ἐγερθήσῃ; 15 καὶ ἥξεις ἐκ τοῦ τόπου σου ἀπ' ἐσχάτου βορρᾶ καὶ ἔθνη πολλὰ μετὰ σοῦ, ἀναβάται ἵππων πάντες, συναγωγὴ μεγάλη καὶ δύναμις πολλή, 16 καὶ ἀναβήσῃ ἐπὶ τὸν λαόν μου ᾿Ισραὴλ ὡς νεφέλη καλύψαι γῆν· ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἔσται, καὶ ἀνάξω σε ἐπὶ τὴν γῆν μου, ἵνα γνῶσι πάντα τὰ ἔθνη ἐμὲ ἐν τῷ ἁγιασθῆναί με ἐν σοὶ ἐνώπιον αὐτῶν. 17 τάδε λέγει Κύριος Κύριος τῷ Γώγ· σὺ εἶ περὶ οὗ ἐλάλησα πρὸ ἡμερῶν τῶν ἔμπροσθεν διά χειρὸς τῶν δούλων μου τῶν προφητῶν τοῦ ᾿Ισραήλ, ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἔτεσι, τοῦ ἀναγαγεῖν σε ἐπ' αὐτούς. 18 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐν ἡμέρᾳ, ᾗ ἂν ἔλθῃ Γὼγ ἐπὶ τὴν γῆν τοῦ ᾿Ισραήλ, λέγει Κύριος Κύριος, ἀναβήσεται ὁ θυμός μου 19 καὶ ὁ ζῆλός μου. ἐν πυρὶ τῆς ὀργῆς μου ἐλάλησα, εἰ μὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται σεισμὸς μέγας ἐπὶ γῆς ᾿Ισραήλ. 20 καὶ σεισθήσονται ἀπὸ προσώπου Κυρίου οἱ ἰχθύες τῆς θαλάσσης καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τὰ θηρία τοῦ πεδίου καὶ πάντα τὰ ἑρπετὰ τὰ ἕρποντα ἐπὶ τῆς γῆς, καὶ πάντες οἱ ἄνθρωποι οἱ ἐπὶ προσώπου τῆς γῆς, καὶ ραγήσεται τά ὄρη καὶ πεσοῦνται αἱ φάραγγες, καὶ πᾶν τεῖχος ἐπὶ τὴν γῆν πεσεῖται. 21 καὶ καλέσω ἐπ' αὐτὸν πᾶν φόβον, λέγει Κύριος· μάχαιρα ἀνθρώπου ἐπὶ τὸν ἀδελφὸν αὐτοῦ ἔσται. 22 καὶ κρινῶ αὐτὸν θανάτῳ καὶ αἵματι καὶ ὑετῷ κατακλύζοντι καὶ λίθοις χαλάζης, καὶ πῦρ καὶ θεῖον βρέξω ἐπ' αὐτὸν καὶ ἐπὶ πάντας τοὺς μετ' αὐτοῦ καὶ ἐπ' ἔθνη πολλὰ μετ' αὐτοῦ. 23 καὶ μεγαλυνθήσομαι καὶ ἁγιασθήσομαι καὶ ἐνδοξασθήσομαι καὶ γνωσθήσομαι ἐναντίον ἐθνῶν πολλῶν. καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος.

Τρίτη 23 Απριλίου 2024

ΙΕΖΕΚΙΗΛ

 ΚΕΦΑΛΑΙΟΝ 37 



ΚΑΙ ἐγένετο ἐπ' ἐμὲ χεὶρ Κυρίου, καὶ ἐξήγαγέ με ἐν πνεύματι Κύριος καὶ ἔθηκέ με ἐν μέσῳ τοῦ πεδίου, καὶ τοῦτο ἦν μεστὸν ὀστέων ἀνθρωπίνων· 2 καὶ περιήγαγέ με ἐπ' αὐτὰ κυκλόθεν κύκλῳ, καὶ ἰδοὺ πολλὰ σφόδρα ἐπὶ προσώπου τοῦ πεδίου, ξηρὰ σφόδρα. 3 καὶ εἶπε πρός με· υἱὲ ἀνθρώπου, εἰ ζήσεται τὰ ὀστέα ταῦτα; καὶ εἶπα· Κύριε Κύριε, σὺ ἐπίστῃ ταῦτα. 4 καὶ εἶπε πρός με· προφήτευσον ἐπὶ τὰ ὀστᾶ ταῦτα καὶ ἐρεῖς αὐτοῖς· τὰ ὀστᾶ τὰ ξηρά, ἀκούσατε λόγον Κυρίου. 5 τάδε λέγει Κύριος τοῖς ὀστέοις τούτοις· ἰδοὺ ἐγὼ φέρω ἐφ' ὑμᾶς πνεῦμα ζωῆς 6 καὶ δώσω ἐφ' ὑμᾶς νεῦρα καὶ ἀνάξω ἐφ' ὑμᾶς σάρκας, καὶ ἐκτενῶ ἐφ' ὑμᾶς δέρμα καὶ δώσω πνεῦμά μου εἰς ὑμᾶς, καὶ ζήσεσθε· καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι Κύριος. 7 καὶ ἐπροφήτευσα καθὼς ἐνετείλατό μοι. καὶ ἐγένετο ἐν τῷ ἐμὲ προφητεῦσαι καὶ ἰδοὺ σεισμός, καὶ προσήγαγε τὰ ὀστᾶ ἑκάτερον πρὸς τὴν ἁρμονίαν αὐτοῦ. 8 καὶ εἶδον καὶ ἰδοὺ ἐπ' αὐτὰ νεῦρα καὶ σάρκες ἐφύοντο, καὶ ἀνέβαινεν ἐπ' αὐτὰ δέρμα ἐπάνω, καὶ πνεῦμα οὐκ ἦν ἐπ' αὐτοῖς. 9 καὶ εἶπε πρός με· προφήτευσον ἐπὶ τὸ πνεῦμα, προφήτευσον, υἱὲ ἀνθρώπου, καὶ εἰπὸν τῷ πνεύματι· τάδε λέγει Κύριος· ἐκ τῶν τεσσάρων πνευμάτων ἐλθὲ καὶ ἐμφύσησον εἰς τοὺς νεκροὺς τούτους, καὶ ζησάτωσαν. 10 καὶ ἐπροφήτευσα καθότι ἐνετείλατό μοι· καὶ εἰσῆλθεν εἰς αὐτοὺς τὸ πνεῦμα, καὶ ἔζησαν καὶ ἔστησαν ἐπὶ τῶν ποδῶν αὐτῶν, συναγωγὴ πολλὴ σφόδρα. 11 καὶ ἐλάλησε Κύριος πρός με λέγων· υἱὲ ἀνθρώπου, τὰ ὀστᾶ ταῦτα πᾶς οἶκος ᾿Ισραήλ ἐστι, καὶ αὐτοὶ λέγουσι· ξηρὰ γέγονε τὰ ὀστᾶ ἡμῶν, ἀπόλωλεν ἡ ἐλπὶς ἡμῶν, διαπεφωνήκαμεν. 12 διὰ τοῦτο προφήτευσον καὶ εἰπὸν πρὸς αὐτούς· τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἀνοίγω τὰ μνήματα ὑμῶν καὶ ἀνάξω ὑμᾶς ἐκ τῶν μνημάτων ὑμῶν καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν τοῦ ᾿Ισραήλ, 13 καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι Κύριος ἐν τῷ ἀνοῖξαί με τοὺς τάφους ὑμῶν τοῦ ἀναγαγεῖν με ἐκ τῶν τάφων τὸν λαόν μου. 14 καὶ δώσω πνεῦμά μου εἰς ὑμᾶς, καὶ ζήσεσθε, καὶ θήσομαι ὑμᾶς ἐπὶ τὴν γῆν ὑμῶν, καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος· λελάληκα καὶ ποιήσω, λέγει Κύριος. 15 Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· 16 υἱὲ ἀνθρώπου, λαβὲ σεαυτῷ ράβδον καὶ γράψον ἐπ' αὐτὴν τὸν ᾿Ιούδαν καὶ τοὺς υἱοὺς ᾿Ισραὴλ τοὺς προσκειμένους ἐπ' αὐτόν· καὶ ράβδον δευτέραν λήψῃ σεαυτῷ καὶ γράψεις αὐτὴν τῷ ᾿Ιωσήφ, ράβδον ᾿Εφραὶμ καὶ πάντας τοὺς υἰοὺς ᾿Ισραὴλ τοὺς προστεθέντας πρὸς αὐτόν. 17 καὶ συνάψεις αὐτὰς πρὸς ἀλλήλας σαυτῷ εἰς ράβδον μίαν τοῦ δῆσαι αὐτάς, καὶ ἔσονται ἐν τῇ χειρί σου. 18 καὶ ἔσται ὅταν λέγωσι πρὸς σὲ οἱ υἱοὶ τοῦ λαοῦ σου· οὐκ ἀναγγέλλεις ἡμῖν τί ἐστι ταῦτά σοι; 19 καὶ ἐρεῖς πρὸς αὐτούς· τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ λήψομαι τὴν φυλὴν ᾿Ιωσήφ, τὴν διὰ χειρὸς ᾿Εφραίμ, καὶ τὰς φυλὰς ᾿Ισραὴλ τὰς προσκειμένας πρὸς αὐτὸν καὶ δώσω αὐτοὺς ἐπὶ τὴν φυλὴν ᾿Ιούδα, καὶ ἔσονται εἰς ράβδον μίαν τῇ χειρὶ ᾿Ιούδα. 20 καὶ ἔσονται αἱ ράβδοι, ἐφ' αἷς σὺ ἔγραψας ἐπ' αὐταῖς, ἐν τῇ χειρί σου ἐνώπιον αὐτῶν, 21 καὶ ἐρεῖς αὐτοῖς· τάδε λέγει Κύριος Κύριος· ἰδοὺ ἐγὼ λαμβάνω πάντα οἶκον ᾿Ισραὴλ ἐκ μέσου τῶν ἐθνῶν, οὗ εἰσήλθοσαν ἐκεῖ, καὶ συνάξω αὐτοὺς ἀπὸ πάντων τῶν περικύκλῳ αὐτῶν καὶ εἰσάξω αὐτοὺς εἰς τὴν γῆν τοῦ ᾿Ισραήλ· 22 καὶ δώσω αὐτοὺς εἰς ἔθνος ἓν ἐν τῇ γῇ μου καὶ ἐν τοῖς ὄρεσιν ᾿Ισραήλ, καὶ ἄρχων εἷς ἔσται αὐτῶν, καὶ οὐκ ἔσονται ἔτι εἰς δύο ἔθνη, οὐδὲ μὴ διαιρεθῶσιν οὐκέτι εἰς δύο βασιλείας, 23 ἵνα μὴ μιαίνωνται ἔτι ἐν τοῖς εἰδώλοις αὐτῶν. καὶ ρύσομαι αὐτοὺς ἀπὸ πασῶν τῶν ἀνομιῶν αὐτῶν, ὧν ἡμάρτοσαν ἐν αὐταῖς, καὶ καθαριῶ αὐτούς, καὶ ἔσονταί μοι εἰς λαόν, καὶ ἐγὼ Κύριος ἔσομαι αὐτοῖς εἰς Θεόν. 24 καὶ ὁ δοῦλός μου Δαυὶδ ἄρχων ἐν μέσῳ αὐτῶν ἔσται ποιμὴν εἷς πάντων· ὅτι ἐν τοῖς προστάγμασί μου πορεύσονται καὶ τὰ κρίματά μου φυλάξονται καὶ ποιήσουσιν αὐτά. 25 καὶ κατοικήσουσιν ἐπὶ τῆς γῆς αὐτῶν, ἣν ἐγὼ δέδωκα τῷ δούλῳ μου ᾿Ιακώβ, οὗ κατῴκησαν ἐκεῖ οἱ πατέρες αὐτῶν· καὶ κατοικήσουσιν ἐπ' αὐτῆς αὐτοί, καὶ Δαυὶδ ὁ δοῦλός μου ἄρχων αὐτῶν ἔσται εἰς τὸν αἰῶνα. 26 καὶ διαθήσομαι αὐτοῖς διαθήκην εἰρήνης, διαθήκη αἰωνία ἔσται μετ' αὐτῶν· καὶ θήσω τὰ ἅγιά μου ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα. 27 καὶ ἔσται ἡ κατασκήνωσίς μου ἐν αὐτοῖς, καὶ ἔσομαι αὐτοῖς Θεός, καὶ αὐτοί μου ἔσονται λαός. 28 καὶ γνώσονται τὰ ἔθνη ὅτι ἐγώ εἰμι Κύριος ὁ ἁγιάζων αὐτοὺς ἐν τῷ εἶναι τὰ ἅγιά μου ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα.

Κυριακή 21 Απριλίου 2024

Εις τον Κύριον ημών Ιησούν Χριστόν



Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Κύριε, Στρατηγέ ἡμῶν Ὑπέρμαχε, τοῦ ᾅδου νικητά, ὃν κατεπάτησας, ὡς λυτρωθέντες τοῦ αἰωνίου θανάτου, ἀναγράφομεν τὰ κτίσματα καὶ οἱ δοῦλοί σου, νικητήρια εὐγνωμόνως χαριστήρια καὶ κραυγάζομεν·
Ἰησοῦ Υἱὲ Θεοῦ ἡμᾶς ἐλέησον.

Ἀγγέλων Ποιητὰ καὶ Κύριε τῶν Δυνάμεων, ἄνοιξον τὸν ἄπορον νοῦν καὶ τὴν γλῶτταν μου, εἰς αἴνεσιν τοῦ παναχράντου ὀνόματός σου
(ἐκ γ΄), καθάπερ ἤνοιξας πάλαι τὴν γλῶτταν τοῦ κωφοῦ τε καὶ μογγιλάλου, κραυγάζειν πρὸς σὲ τοιαῦτα·

Ἰησοῦ πανθαύμαστε, τῶν Ἀγγέλων ἡ ἔκπληξις·
Ἰησοῦ παντοδύναμε, τῶν Προπατόρων ἡ λύτρωσις.
Ἰησοῦ γλυκύτατε, Πατριαρχῶν τὸ καύχημα·
Ἰησοῦ πανένδοξε, Βασιλέων ὀχύρωμα.
Ἰησοῦ ὑπερπόθητε, Προφητῶν ἡ ἐκπλήρωσις·
Ἰησοῦ ἐκπληκτικώτατε, Ἀθλητῶν ἡ κραταίωσις.
Ἰησοῦ ἱλαρώτατε, μοναζόντων τερπνότης·
Ἰησοῦ παντελεῆμον, πρεσβυτέρων γλυκύτης.
Ἰησοῦ ὑπερήδιστε, χαρμοσύνη δικαίων·
Ἰησοῦ ὑπερεύσπλαγχνε, ἐγκράτεια νηστευόντων.
Ἰησοῦ μου πάντιμε, σωφροσύνη παρθένων·
Ἰησοῦ προαιώνιε, σωτηρία πταιόντων.

Ἰησοῦ Υἱὲ Θεοῦ ἐλέησόν με.

Βλέπων, Κύριε, τὴν χήραν θρηνοῦσαν σφόδρα, συνεπάθησας τὸν υἱὸν αὐτῆς ἐπὶ τὸν τάφον φερώνυμον ἀναστήσας· σπλαγχνίσθητι κᾀμὲ, Φιλάνθρωπε, καὶ τὴν ταῖς ἁμαρτίαις θανοῦσάν μου ψυχὴν ἀνάστησον κράζουσαν·

Ἀλληλούια.

Γνῶσιν ἄγνωστον γνῶναι ζητῶν ὁ Φίλιππος, δεῖξον ἡμῖν Κύριε ἔλεγε τὸν Πατέρα, σὺ δὲ πρὸς αὐτὸν, ὅτι ὁ Πατὴρ ἐν ἐμοὶ, κᾀγὼ ἐν τῷ Πατρί· διὸ, Ἀνεξιχνίαστε, κἀγὼ φόβῳ κραυγάζω σοι·

Ἰησοῦ Θεὲ προαιώνιε·
Ἰησοῦ Βασιλεῦ παντοδύναμε.
Ἰησοῦ Δέσποτα μακρόθυμε·
Ἰησοῦ Σωτὴρ πολυέλεε.
Ἰησοῦ φύλαξ μου ὑπεράγαθε·
Ἰησοῦ τὰς ἁμαρτίας μου πάριδε.
Ἰησοῦ ἄμελε τὰς ἐμὰς ἀνομίας·
Ἰησοῦ ἄφες τὰς ἐμὰς ἀδικίας.
Ἰησοῦ ἡ ἐμὴ ἐλπὶς μὴ ἐάσης με·
Ἰησοῦ βοηθὲ μὴ ἀποῤῤίψῃς με.
Ἰησοῦ Ποιητὰ μὴ ἀπώσῃ με·
Ἰησοῦ ποιμὴν μὴ ἀπωλέσῃς με.

Ἰησοῦ Υἱὲ Θεοῦ ἐλέησόν με.


Δύναμιν ἐξ ὕψους τοὺς Ἀποστόλους, ἐν Ἱερουσαλὴμ καθημένους περιβαλλόμενος Κύριε, κἀμὲ τὸν πάσης ἀγαθοποιΐας γεγυμνωμένον, περιβαλοῦ τῆ ζέσει τοῦ Ἁγίου σου Πνεύματος καὶ δός μοι μετὰ πόθου ψάλλειν σοι·

Ἀλληλούια.

Ἔχων πλοῦτον εὐσπλαγχνίας, τελῶνας καὶ ἁμαρτωλούς καὶ ἀπίστους ἐκάλεσας Ἰησοῦ· μὴ παρίδῃς κᾀμὲ τὸν ὁμοιωθέντα αὐτοῖς, ἀλλ’ ὡς πολύτιμον μύρον πρόσδεξαι τὸν ὕμνον τοῦτον·

Ἰησοῦ δύναμις ἄμαχος·
Ἰησοῦ ἔλεος ἀτελεύτητος.
Ἰησοῦ ὡραιότης ὑπέρλαμπρος·
Ἰησοῦ ἔφεσις ἄφραστος.
Ἰησοῦ Υἱὲ Θεοῦ ζῶντος·
Ἰησοῦ ἁμαρτωλῶν σωτηρία ὄντως.
Ἰησοῦ ἐπάκουσόν μου, τὸν συλληφθέντα ἐν ἀνομίαις·
Ἰησοῦ καθάρισόν με, τὸν τεχθέντα ἐν ἁμαρτίαις.
Ἰησοῦ τὸν ἀχρεῖόν με δίδαξον·
Ἰησοῦ τὸν ἐν σκότει με φώτισον.
Ἰησοῦ τὸν ῥυπαρόν με καθάρισον·
Ἰησοῦ τὸν ἄσωτόν με μετάστρεψον.

Ἰησοῦ Υἱὲ Θεοῦ ἐλέησόν με.

Ζάλην ἔνδοθεν ἔχων λογισμῶν ἀμφιβόλων, ὁ Πέτρος κατεκλύζετο· ἰδὼν δέ σε Ἰησοῦ ἐν σαρκὶ πεφυκότα, ᾄμα τοῖς ὕδασι πορευόμενον, ἐπέγνω σε Θεὸν ἀληθῇ καὶ τῆς σωτηρίου σου λαβόμενος δεξιᾶς ἔλεγεν·

Ἀλληλούια.

Ἤκουσεν ὁ τυφλὸς δι’ ὁδοῦ σε βαδίζοντα, Κύριε, καὶ ἐβόησε, Ἰησοῦ Υἱὲ Δαυῒδ ἐλέησόν με· καθάπερ ἐκεῖνον τοτ’ ἐπεκαλεσάμενον ᾤκτειρας, διανοίξας αὐτοῦ τὰ ὄμματα, οὕτω φώτισον κἀμοῦ τοὺς νοεροὺς ὀφθαλμοὺς τῷ ἐλέει σου, ὅπως κἀγὼ παῤῥησίᾳ σοι κράζω·

Ἰησοῦ τῶν ἄνω ὁ ποιητής·
Ἰησοῦ τῶν κάτω ἐξαγοραστής.
Ἰησοῦ τῶν καταχθονίων ὁ παντολέτωρ·
Ἰησοῦ πάσης κτίσεως ὁ κοσμήτωρ.
Ἰησοῦ τῆς ἐμῆς ψυχῆς ἡ παραμυθία·
Ἰησοῦ τοῦ νοός μου ἡ φωταυγία.
Ἰησοῦ τῆς καρδίας μου ἀγαλλίασις·
Ἰησοῦ τοῦ σώματός μου ὑγίανσις.
Ἰησοῦ Σωτήρ με διάσωσον·
Ἰησοῦ λαμπρότης μὲ φώτισον.
Ἰησοῦ τυραννίδος παντοίας ἀπάλλαξον·
Ἰησοῦ τὸν ἀνάξιον φύλαξον.

Ἰησοῦ Υἱὲ Θεοῦ ἐλέησόν με.

Θεοῤῥύτῳ αἵματι, καθάπερ πάλαι Ἰησοῦ ἐξηγόρασας κατάρας τῆς νομικῆς, οὕτως ἐξελοῦ καὶ τῆς παγίδος τοῦ ὄφεως, μεθ’ ᾗς πάθεσι σαρκὸς καὶ κέντρῳ ἀσωτίας ἐπτέρνισεν ἡμᾶς, πεδήσας τῇ φαύλῃ ῥαθυμίᾳ, ἵνα κράζωμέν σοι·

Ἀλληλούια.

Ἴδον παῖδες Ἑβραίων ἐν μορφῇ ἀνθρωπίνῃ, τὸν πλάσαντα χειρὶ τὸν ἄνθρωπον καὶ Δεσπότην νοοῦντά σε, ἔσπευσαν τοῖς κλάδοις θεραπεῦσαι, τὸ ὡσαννὰ βοῶντες· ἡμεῖς δὲ τὸν ὕμνον προσφέρομέν σοι λέγοντες·

Ἰησοῦ Θεέ μου ἀληθινέ·
Ἰησοῦ τοῦ Δαυῒδ κατὰ τὴν σάρκα υἱέ.
Ἰησοῦ Βασιλεῦ ὑπερένδοξε·
Ἰησοῦ ἀμνὲ πανακήρατε.
Ἰησοῦ τροφὲ τῆς νεότητός μου·
Ἰησοῦ βακτηρία τοῦ γήρατός μου.
Ἰησοῦ ἐν θανάτῳ ἀπαντοχή·
Ἰησοῦ μετὰ τὸν θάνατον ἡ ζωή.
Ἰησοῦ ὅταν ἔλθῃς ἐν δόξῃ τοῦ κρίναι με·
Ἰησοῦ τηνικαῦτα μὴ καταισχύνῃς με.

Ἰησοῦ Υἱὲ Θεοῦ ἐλέησόν με.

Κηρύκων θεοφθόγγων τὰς ῥήσεις ἐκπληρῶν Ἰησοῦ, ἐπὶ τῆς γῆς ὤφθης καὶ τοῖς ἀνθρώποις ὁ Ἀχώρητος συνανεστράφης καὶ τὰς ἡμῶν ἐβάστασας ἀσθενείας· διὸ καὶ τοὺς μόλωπας ὑπὸ σοῦ ἰαθέντες, ἐδιδάχθημεν ψάλλειν·

Ἀλληλούια.

Λάμψας τῇ οἰκουμένῃ φωτισμὸν ἀληθείας, τὴν πλάνην ἀπήλασας τῶν δαιμόνων· τὰ γὰρ εἴδωλα, Σωτὴρ, μὴ ἐνέγκαντά σου τὴν ἰσχὺν πέπτωκε, ἡμεῖς δὲ σωτηρίας τυχόντες βοῶμέν σοι·

Ἰησοῦ αὐτοαλήθεια, τὴν ἀπάτην καθελών·
Ἰησοῦ φῶς ὑπὲρτατον, πάντα φῶτα νικῶν.
Ἰησοῦ ὁ ἄρτος τῆς ζωῆς, θρέψον με τὸν πεινῶντα·
Ἰησοῦ ἡ πηγὴ τῆς γνώσεως, πότισόν με τὸν διψῶντα.
Ἰησοῦ τὸν φθαρέντα με, εὐφροσύνης ἱμάτιον ἔνδυσον·
Ἰησοῦ ἡ τῆς χαρᾶς ὀροφή, σκέπασόν με τὸν ἀνάξιον.
Ἰησοῦ παράσχου, ταῖς ἁμαρτίαις μου συντριβήν·
Ἰησοῦ δώρησαι, ταῖς ἐμαῖς ἀνομίαις ἐπιστροφήν.
Ἰησοῦ πᾶσάς μου πονηρίας ἐξάλειψον·
Ἰησοῦ ἀπολυμένην τὴν ψυχήν μου διάσωσον.

Ἰησοῦ Υἱὲ Θεοῦ ἐλέησόν με.

Μέλλων ἀποκαλύψαι κεκρυμμένον ἀπὸ τοῦ αἰώνος μυστήριον, ὡς ἀμνὸς ἤχθης ἐπὶ σφαγὴν Ἰησοῦ· καὶ ὡς ἀρνίον ἐναντίον τοῦ κείροντος ἄφωνος· ἠγέρθης δὲ Θεὸς ὧν ἐκ τῶν νεκρῶν καὶ μετὰ δόξης ἀνῆλθες εἰς οὐρανοὺς καὶ ἡμᾶς ἀνήγαγες, κράζοντάς σοι·

Ἀλληλούια.

Νέαν ἔδειξεν κτίστιν, ἐμφανισθεὶς ἡμῖν ὁ Κτίστης, ἀσπόρως τ’ ἐκ Παρθένου τεχθείς, ἀδιαφθόρως δ’ ἠγέρθης ἐκ τοῦ μνήματος καὶ τῶν θυρῶν κεκλεισμένων ἐπέστης τοῖς σοῖς μαθηταῖς· διὸ καὶ ἡμεῖς θαυμάζοντες βοῶμέν σοι·

Ἰησοῦ Λόγε ἄῤῥητε·
Ἰησοῦ Λόγε ἀόρατε.
Ἰησοῦ δύναμις ἄπειρος·
Ἰησοῦ σοφία ἀμέτρητος.
Ἰησοῦ θεότης ἀπερίγραπτος·
Ἰησοῦ κυριότης ἀπέραντος.
Ἰησοῦ βασιλεία ἀκαταμάχητος·
Ἰησοῦ δεσποτεία ἀτελεύτητος.
Ἰησοῦ ἰσχὺς ὑπερκόσμιος·
Ἰησοῦ ἐξουσία αἰώνιος.
Ἰησοῦ Ποιητά με οἰκτείρησον·
Ἰησοῦ Σωτήρ μου διάσωσον.

Ἰησοῦ Υἱὲ Θεοῦ ἐλέησόν με.

Ξένως ὁρώντες Θεὸν ἐνανθρωπήσαντα, ξενωθῶμεν τοῦ ματαίου κόσμου, τὸν νοῦν εἰς τὰ θεῖα μεταθέντες· διὰ τοῦτο γὰρ ὁ Θεὸς ἐπὶ γῆς κατῆλθεν, ἵνα ἡμᾶς ἀνάξῃ εἰς οὐρανοὺς κράζοντας·

Ἀλληλούια.

Ὅλος ἦν ἐν τοῖς κάτω καὶ τῶν ἄνω οὐδόλως ἀπῆν ὁ Ἀκατάληπτος· ἔπαθεν ἐπὶ γῆς ἑκουσίᾳ βολῇ, θανάτῳ θάνατον ἐνέκρωσε καὶ τῇ Ἀναστάσει ζωὴν ἐδωρήσατο ἡμῖν τοῖς μελωδοῦσι ταῦτα·

Ἰησοῦ τῆς καρδίας γλυκύτης·
Ἰησοῦ τοῦ νοὸς ἡ ταχύτης.
Ἰησοῦ τοῦ σώματος ἡ ἱσχύς·
Ἰησοῦ ῥωμαλαιότης ψυχῆς.
Ἰησοῦ χαρὰ συνειδήσεως·
Ἰησοῦ εὐπορία τῆς γνώσεως.
Ἰησοῦ σοφία ἡ προαιώνιος·
Ἰησοῦ αἴνεσις ὑπερουράνιος.
Ἰησοῦ δόξα ὕψιστος·
Ἰησοῦ ἔφεσις ἀκόρεστος.
Ἰησοῦ Ποιμὴν ἀναζήτησόν με·
Ἰησοῦ Σωτήρ διάσωσόν με.

Ἰησοῦ Υἱὲ Θεοῦ ἐλέησόν με.


Πᾶσα φύσις Ἀγγέλων, ἀπαύστως δοξάζει τὸ Πανάγιόν σου ὄνομα Ἰησοῦ, τὸν Τρισάγιον ὕμνον ἐν οὐρανοῖς ἀναβοῶσα σοι· ἡμεῖς δὲ οἱ ἁμαρτωλοὶ, χοϊκοῖς χείλεσιν ἐπὶ γῆς, ψάλλομεν τῷ Θεῷ σοι·

Ἀλληλούια.

Ῥήτορας πολυφθόγγους, ὡς ἰχθύας ἀφώνους, ὁρῶμεν ἐπὶ σοὶ Σωτὴρ ἡμῶν· ἀποροῦσι γὰρ λέγειν τὸ πῶς Θεὸς ἀναλλοίωτος καὶ ἄνθρωπος τέλειος μένεις· ἡμεῖς δὲ τὸ φρικτὸν μυστήριον θαυμάζοντες, πιστῶς βοῶμεν·

Ἰησοῦ Θεὸς ὁ πρὸ τῶν αἰώνων·
Ἰησοῦ Βασιλεῦ τῶν βασιλευόντων.
Ἰησοῦ Δεσπότης τῶν δεσποζόντων·
Ἰησοῦ Κριτὰ τῶν νεκρῶν καὶ ζώντων.
Ἰησοῦ ἐλπὶς τῶν ἀπηλπισμένων·
Ἰησοῦ παρακλήτωρ τῶν θλιβομένων.
Ἰησοῦ τῶν πενήτων ἡ προμήθεια·
Ἰησοῦ τῶν κρινομένων ἡ βοήθεια.
Ἰησοῦ πᾶσαν ἀκηδίαν μου διασκόρπισον·
Ἰησοῦ πάσης με πλημμελείας καθάρισον.
Ἰησοῦ τὴν ἐμὴν διάνοιαν λάμπρυνον·
Ἰησοῦ μνήμην θανάτου μοι πάρεξον.

Ἰησοῦ Υἱὲ Θεοῦ ἐλέησόν με.

Σῶσαι θέλων τὸν κόσμον, ἀνατολὴ ἀνατολῶν εἰς δύσιν ζοφώδη, τὴν φύσιν ἡμῶν προσείληφας, μέχρι θανάτου σεαυτὸν ταπεινώσας· διὸ τὸ ὄνομά σου ὑπὲρ πᾶν ὄνομα ὑπερύψωται καὶ ἐκ πασῶν γενεῶν, οὐρανίων καὶ ἐπιγείων ἀκούεις·

Ἀλληλούια.

Τεῖχος εἶ τῶν γηγενῶν, Βασιλεῦ προαιώνιε, ἀπόστειλον ἡμῖν τὸν Παράκλητον καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλίδος, ὡς πάλαι τοὺς δέκα λεπροὺς ἐκαθάρισας καὶ ἴασαι ἡμᾶς, καθάπερ ἰάσω τὴν τοῦ τελώνου Ζακχαίου φιλόχρυσον ψυχήν, ὅπως ἐν κατανύξει βοῶμέν σοι·

Ἰησοῦ θησαυρὸς ἀνέκλειπτος·
Ἰησοῦ πλοῦτος ἀδαπάνητος.
Ἰησοῦ τροφὴ ζωοπάροχε·
Ἰησοῦ πόσις ἀνεξάντλητε.
Ἰησοῦ γυμνῶν ἡ ἀμφίασις·
Ἰησοῦ χηρῶν τε καὶ ὀρφανῶν ἡ ἀντίληψις.
Ἰησοῦ τῶν ἀπορουμένων ἡ ὑπεράσπισις·
Ἰησοῦ τῶν κοπιόντων ἡ ἀνάπαυσις.
Ἰησοῦ τῶν ὁδοιπόρων ὁ συνοδίτης·
Ἰησοῦ τῶν πλεόντων ὁ κυβερνήτης.
Ἰησοῦ ἡ γαλήνη τῶν ἐν ζάλῃ καὶ τρικυμίᾳ·
Ἰησοῦ τῶν πιπτόντων χειραγωγία.

Ἰησοῦ Υἱὲ Θεοῦ ἐλέησόν με.

Ὕμνον ἐν κατανύξει προσφέρω σοι ὁ ἀνάξιος καὶ βοῶ σοι ὥσπερ ἡ Χαναναία, Ἰησοῦ ἐλέησόν με· οὗ θυγατέρα, ἀλλά σάρκα κέκτημαι δαιμονῶσαν δεινῶς καὶ τῷ θυμῷ φλεγομένην, ἀλλὰ παράσχου μοι τὴν ἴασιν βοῶντί σοι·

Ἀλληλούια.

Φωτοπάροχον φῶς καὶ ἀληθινόν, τοῖς ἐν σκότει τῆς ἀγνωσίας, ὥσπερ πάλαι τοῦ διώκοντός σε Παύλου, διὰ τῆς οὐρανόθεν φωνῆς διανοίξας τὰς ἀκοὰς τῆς ψυχῆς καὶ τὴν τοῦ νοὸς κατηύγασας ὀξύτητα, οὕτω κἀμοῦ τὰ ζοφώδη βλέφαρα φώτισον τῆς καρδίας, βοῶντάς σοι·

Ἰησοῦ Βασιλεῦ πανθενέστατε·
Ἰησοῦ Θεὲ παντοδύναμε.
Ἰησοῦ Παντοκράτορ ἀθάνατε·
Ἰησοῦ Κτίστα μου ὑπερδόξαστε.
Ἰησοῦ ὁδηγὸς τῶν ἐσκοτισμένων·
Ἰησοῦ ἀνάπαυσις τῶν πεφορτισμένων.
Ἰησοῦ Δέσποτα ἐλεῆμον·
Ἰησοῦ Σῶτέρ μου πανοικτίρμον.
Ἰησοῦ φώτισόν μου τὰς αἰσθήσεις, σκοτισθείσας τοῖς πάθεσιν·
Ἰησοῦ ἴασόν με ὅλον, λεπρωθέντα τοῖς πλημμελήμασι.
Ἰησοῦ καθάρισόν μου τὸν νοῦν, ἀπὸ αἰσχρῶν λογισμῶν·
Ἰησοῦ διατήρησον τὴν καρδίαν μου, ἀπὸ ὀρέξεων πονηρῶν.

Ἰησοῦ Υἱὲ Θεοῦ ἐλέησόν με.

Χάριν μοι παράσχου πάντων ὀφλημάτων ὁ χρεολύτης καὶ δέξαι με μετανοοῦντά σοι, ὡς ἐδέξω ἀρνησάμενόν σε τὸν Πέτρον καὶ ἀνακάλεσαι ῥαθυμοῦντά με, ὡς ποτὲ τὸν Παῦλον προσκαλέσω διώκοντά σε καὶ ἐπάκουσόν μου ἀναβοῶντός σοι·

Ἀλληλούια.

Ψάλλοντές σου τὴν ἐνανθρώπησιν, ἀνυμνοῦμέν σε πάντες καὶ πιστεύοντες σὺν τῷ Θωμᾷ σοι βοῶμεν· ὁ Κύριος καὶ Θεὸς ἡμῶν, ὁ ἐν δεξιᾷ καθεζόμενος τοῦ Πατρός καὶ μέλλων κρῖναι ζῶντάς τε καὶ νεκρούς· καὶ ἡμᾶς ἀξίωσον τότε τῆς ἐκ δεξιῶν σου μερίδος, ἀναβοῶντάς σοι·

Ἰησοῦ Βασιλεῦ τῶν αἰώνων ἐλέησόν με·
Ἰησοῦ ἄνθος εὔοσμον μύρισόν με.
Ἰησοῦ τῇ ζέσει ἀγάπης τῆς σῆς με περίθαλψον·
Ἰησοῦ τῇ σῇ χάριτι τὴν ἐμὴν γύμνωσιν κάλυψον.
Ἰησοῦ χιτῶνα φωτεινὸν ἔνδυσόν με·
Ἰησοῦ τῷ σῷ φωτὶ λάμπρυνόν με.
Ἰησοῦ τὸ ὄντως φῶς φώτισόν με·
Ἰησοῦ, Ἥλιε τῆς δικαιοσύνης, αὔγασόν με.
Ἰησοῦ φωτουργὲ φαιδρόν με ἀνάδειξον·
Ἰησοῦ νόσων ψυχῆς καὶ σώματός με ἀπάλλαξον.
Ἰησοῦ χειρὸς ἐναντίων με ἐξάρπασον·
Ἰησοῦ πυρὸς ἀσβέστου καὶ πάσης βασάνου με λύτρωσον.

Ἰησοῦ Υἱὲ Θεοῦ ἐλέησόν με.

Ὦ Γλυκύτατε καὶ Πανοικτίρμον Ἰησοῦ, πρόσδεξαι ταύτην ἡμῶν τὴν ἱκέσιον δέησιν
(ἐκ γ΄), ὡς ἐδέξω τὰ τῆς χήρας δύο λεπτὰ καὶ συντήρησον τὴν κληρονομίαν σου, ἀπὸ ἐχθρῶν ὁρατῶν τε καὶ ἀοράτων, ἐπιδρομῆς ἀλλοφύλων, ἐκ νόσου λιμοῦ, παντείας ἀνάγκης καὶ θανατηφόρου πληγῆς καὶ λύτρωσαι κολάσεως τοὺς βοῶντάς σοι·

Ἀλληλούια.

Καὶ αὖθυς τὸ Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Κύριε, Στρατηγέ ἡμῶν Ὑπέρμαχε, τοῦ ᾅδου νικητά, ὃν κατεπάτησας, ὡς λυτρωθέντες τοῦ αἰωνίου θανάτου, ἀναγράφομεν τὰ κτίσματα καὶ οἱ δοῦλοί σου, νικητήρια εὐγνωμόνως χαριστήρια καὶ κραυγάζομεν· Ἰησοῦ Υἱέ Θεοῦ ἡμᾶς ἐλέησον.

 

Πέμπτη 18 Απριλίου 2024

ΙΕΖΕΚΙΗΛ

 ΚΕΦΑΛΑΙΟΝ 36 



ΚΑΙ σὺ υἱὲ ἀνθρώπου, προφήτευσον ἐπὶ τὰ ὄρη ᾿Ισραὴλ καὶ εἰπὸν τοῖς ὄρεσι τοῦ ᾿Ισραήλ· ἀκούσατε λόγον Κυρίου· 2 τάδε λέγει Κύριος Κύριος· ἀνθ' ὧν εἶπεν ἐφ' ὑμᾶς ὁ ἐχθρός· εὖγε ἔρημα αἰώνια εἰς κατάσχεσιν ἡμῖν ἐγενήθη, 3 διὰ τοῦτο προφήτευσον καὶ εἰπόν· τάδε λέγει Κύριος Κύριος· ἀντὶ τοῦ ἀτιμασθῆναι ὑμᾶς καὶ μισηθῆναι ὑμᾶς ὑπὸ τῶν κύκλῳ ὑμῶν τοῦ εἶναι ὑμᾶς εἰς κατάσχεσιν τοῖς καταλοίποις ἔθνεσι καὶ ἀνέβητε λάλημα γλώσσῃ καὶ εἰς ὀνείδισμα ἔθνεσι, 4 διὰ τοῦτο ὄρη ᾿Ισραήλ, ἀκούσατε λόγον Κυρίου· τάδε λέγει Κύριος τοῖς ὄρεσι καὶ τοῖς βουνοῖς καὶ τοῖς χειμάρροις καὶ ταῖς φάραγξι καὶ τοῖς ἐξηρημωμένοις καὶ ἠφανισμένοις καὶ ταῖς πόλεσι ταῖς ἐγκαταλελειμμέναις, αἳ ἐγένοντο εἰς προνομὴν καὶ εἰς καταπάτημα τοῖς καταλειφθεῖσιν ἔθνεσι περικύκλῳ· 5 διὰ τοῦτο τάδε λέγει Κύριος Κύριος· εἰ μὴν ἐν πυρὶ θυμοῦ μου ἐλάλησα ἐπὶ τὰ λοιπὰ ἔθνη καὶ ἐπὶ τὴν ᾿Ιδουμαίαν πᾶσαν, ὅτι ἔδωκαν τὴν γῆν μου ἑαυτοῖς εἰς κατάσχεσιν μετ' εὐφροσύνης ἀτιμάσαντες ψυχὰς τοῦ ἀφανίσαι ἐν προνομῇ. 6 διὰ τοῦτο προφήτευσον ἐπὶ τὴν γῆν τοῦ ᾿Ισραὴλ καὶ εἰπὸν τοῖς ὄρεσι καί τοῖς βουνοῖς καὶ ταῖς φάραγξι καὶ ταῖς νάπαις· τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐν τῷ ζήλῳ μου καὶ ἐν τῷ θυμῷ μου ἐλάλησα, ἀντὶ τοῦ ὀνειδισμοὺς ἐθνῶν ἐνέγκαι ὑμᾶς. 7 διὰ τοῦτο ἐγὼ ἀρῶ τὴν χεῖρά μου ἐπὶ τὰ ἔθνη τὰ περικύκλῳ ὑμῶν, οὗτοι τὴν ἀτιμίαν αὐτῶν λήψονται· 8 ὑμῶν δέ, ὄρη ᾿Ισραήλ, τὴν σταφυλὴν καὶ τὸν καρπὸν ὑμῶν καταφάγεται ὁ λαός μου, ὅτι ἐλπίζουσι τοῦ ἐλθεῖν. 9 ὅτι ἰδοὺ ἐγὼ ἐφ' ὑμᾶς καὶ ἐπιβλέψω ἐφ' ὑμᾶς, καὶ κατεργασθήσεσθε καὶ σπαρήσεσθε. 10 καὶ πληθυνῶ ἐφ' ὑμᾶς ἀνθρώπους, πᾶν οἶκον ᾿Ισραὴλ εἰς τέλος· καὶ κατοικηθήσονται αἱ πόλεις καὶ ἡ ἠρημωμένη οἰκοδομηθήσεται. 11 καὶ πληθυνῶ ἐφ' ὑμᾶς ἀνθρώπους καὶ κτήνη καὶ κατοικιῶ ὑμᾶς ὡς τὸ ἐν ἀρχῇ ὑμῶν καὶ εὖ ποιήσω ὑμᾶς ὥσπερ τὰ ἔμπροσθεν ὑμῶν· καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι Κύριος. 12 καὶ γεννήσω ἐφ' ὑμᾶς ἀνθρώπους, τὸν λαόν μου ᾿Ισραήλ, καὶ κληρονομήσουσιν ὑμᾶς, καὶ ἔσεσθε αὐτοῖς εἰς κατάσχεσιν· καὶ οὐ μὴ προστεθῆτε ἔτι ἀτεκνωθῆναι ἀπ' αὐτῶν. 13 τάδε λέγει Κύριος Κύριος· ἀνθ' ὧν εἶπάν σοι· κατέσθουσα ἀνθρώπους εἶ καὶ ἠτεκνωμένη ὑπὸ τοῦ ἔθνους σου ἐγένου, 14 διὰ τοῦτο ἀνθρώπους οὐκέτι φάγεσαι καὶ τὸ ἔθνος σου οὐκ ἀτεκνώσεις ἔτι, λέγει Κύριος Κύριος. 15 καὶ οὐκ ἀκουσθήσεται οὐκέτι ἐφ' ὑμᾶς ἀτιμία ἐθνῶν, καὶ ὀνειδισμοὺς λαῶν οὐ μὴ ἀνενέγκητε ἔτι, λέγει Κύριος Κύριος. 16 Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· 17 υἱὲ ἀνθρώπου, οἶκος ᾿Ισραὴλ κατῴκησεν ἐπὶ τῆς γῆς αὐτῶν καὶ ἐμίαναν αὐτὴν ἐν τῇ ὁδῷ αὐτῶν καὶ ἐν τοῖς εἰδώλοις αὐτῶν καὶ ἐν ταῖς ἀκαθαρσίαις αὐτῶν· κατὰ τὴν ἀκαθαρσίαν τῆς ἀποκαθημένης ἐγενήθη ἡ ὁδὸς αὐτῶν πρὸ προσώπου μου. 18 καὶ ἐξέχεα τὸν θυμόν μου ἐπ' αὐτοὺς 19 καὶ διέσπειρα αὐτοὺς εἰς τὰ ἔθνη καὶ ἐλίκμησα αὐτοὺς εἰς τὰς χώρας· κατὰ τὴν ὁδὸν αὐτῶν καὶ κατὰ τὴν ἁμαρτίαν αὐτῶν ἔκρινα αὐτούς. 20 καὶ εἰσήλθοσαν εἰς τὰ ἔθνη, οὗ εἰσήλθοσαν ἐκεῖ, καὶ ἐβεβήλωσαν τὸ ὄνομά μου τὸ ἅγιον ἐν τῷ λέγεσθαι αὐτούς· λαὸς Κυρίου οὗτοι καὶ ἐκ τῆς γῆς αὐτοῦ ἐξεληλύθασι. 21 καὶ ἐφεισάμην αὐτῶν διὰ τὸ ὄνομά μου τὸ ἅγιον, ὃ ἐβεβήλωσαν οἶκος ᾿Ισραὴλ ἐν τοῖς ἔθνεσιν, οὗ εἰσήλθοσαν ἐκεῖ. 22 διὰ τοῦτο εἰπὸν τῷ οἴκῳ ᾿Ισραήλ· τάδε λέγει Κύριος· οὐχ ὑμῖν ἐγὼ ποιῶ, οἶκος ᾿Ισραήλ, ἀλλ' ἢ διὰ τὸ ὄνομά μου τὸ ἅγιον, ὃ ἐβεβηλώσατε ἐν τοῖς ἔθνεσιν, οὗ εἰσήλθετε ἐκεῖ. 23 καὶ ἁγιάσω τὸ ὄνομά μου τὸ μέγα τὸ βεβηλωθὲν ἐν τοῖς ἔθνεσιν, ὃ ἐβεβηλώσατε ἐν μέσῳ αὐτῶν, καὶ γνώσονται τὰ ἔθνη ὅτι ἐγώ εἰμι Κύριος ἐν τῷ ἁγιασθῆναί με ἐν ὑμῖν κατ' ὀφθαλμοὺς αὐτῶν. 24 καὶ λήψομαι ὑμᾶς ἐκ τῶν ἐθνῶν καὶ ἀθροίσω ὑμᾶς ἐκ πασῶν τῶν γαιῶν καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν ὑμῶν. 25 καὶ ρανῶ ἐφ' ὑμᾶς καθαρὸν ὕδωρ, καὶ καθαρισθήσεσθε ἀπὸ πασῶν τῶν ἀκαθαρσιῶν ὑμῶν καὶ ἀπὸ πάντων τῶν εἰδώλων ὑμῶν, καὶ καθαριῶ ὑμᾶς. 26 καὶ δώσω ὑμῖν καρδίαν καινὴν καὶ πνεῦμα καινὸν δώσω ἐν ὑμῖν καὶ ἀφελῶ τὴν καρδίαν τὴν λιθίνην ἐκ τῆς σαρκὸς ὑμῶν καὶ δώσω ὑμῖν καρδίαν σαρκίνην. 27 καὶ τὸ πνεῦμά μου δώσω ἐν ὑμῖν καὶ ποιήσω ἵνα ἐν τοῖς δικαιώμασί μου πορεύησθε, καὶ τὰ κρίματά μου φυλάξησθε καὶ ποιήσητε. 28 καὶ κατοικήσετε ἐπὶ τῆς γῆς, ἧς ἔδωκα τοῖς πατράσιν ὑμῶν, καὶ ἔσεσθέ μοι εἰς λαόν, καὶ ἐγὼ ἔσομαι ὑμῖν εἰς Θεόν. 29 καὶ σώσω ὑμᾶς ἐκ πασῶν τῶν ἀκαθαρσιῶν ὑμῶν καὶ καλέσω τὸν σῖτον 30 καὶ πληθυνῶ αὐτὸν καὶ οὐ δώσω ἐφ' ὑμᾶς λιμόν· καὶ πληθυνῶ τὸν καρπὸν τοῦ ξύλου καὶ τὰ γεννήματα τοῦ ἀγροῦ, ὅπως ἂν μὴ λάβητε ὀνειδισμὸν λιμοῦ ἐν τοῖς ἔθνεσι. 31 καὶ μνησθήσεσθε τὰς ὁδοὺς ὑμῶν τὰς πονηρὰς καὶ τὰ ἐπιτηδεύματα ὑμῶν τὰ μὴ ἀγαθὰ καὶ προσοχθιεῖτε κατὰ πρόσωπον αὐτῶν ἐν ταῖς ἀνομίαις ὑμῶν καὶ ἐπὶ τοῖς βδελύγμασιν αὐτῶν. 32 οὐ δι' ὑμᾶς ἐγὼ ποιῶ, λέγει Κύριος Κύριος, γνωστὸν ἔσται ὑμῖν· αἰσχύνθητε καὶ ἐντράπητε ἐκ τῶν ὁδῶν ὑμῶν, οἶκος ᾿Ισραήλ. 33 τάδε λέγει ᾿Αδωναΐ Κύριος· ἐν ἡμέρᾳ, ᾗ καθαριῶ ὑμᾶς ἐκ πασῶν ἀνομιῶν ὑμῶν, καὶ κατοικιῶ τὰς πόλεις, καὶ οἰκοδομηθήσονται ἔρημοι. 34 καὶ ἡ γῆ ἡ ἠφανισμένη ἐργασθήσεται, ἀνθ' ὧν ὅτι ἠφανισμένη ἐγενήθη κατ' ὀφθαλμοὺς παντὸς παροδεύοντος. 35 καὶ ἐροῦσιν· ἡ γῆ ἐκείνη ἡ ἠφανισμένη ἐγενήθη ὡς κῆπος τρυφῆς, καὶ αἱ πόλεις αἱ ἔρημοι καὶ ἠφανισμέναι καὶ κατεσκαμμέναι ὀχυραὶ ἐκάθισαν. 36 καὶ γνώσονται τὰ ἔθνη, ὅσα ἂν καταλειφθῶσι κύκλῳ ὑμῶν, ὅτι ἐγὼ Κύριος ᾠκοδόμησα τὰς καθῃρημένας καὶ κατεφύτευσα τὰς ἠφανισμένας. ἐγὼ Κύριος ἐλάλησα καὶ ποιήσω. 37 τάδε λέγει ᾿Αδωναΐ Κύριος· ἔτι τοῦτο ζητηθήσομαι τῷ οἴκῳ ᾿Ισραὴλ τοῦ ποιῆσαι αὐτοῖς· πληθυνῶ αὐτοὺς ὡς πρόβατα ἀνθρώπους, 38 ὡς πρόβατα ἅγια, ὡς πρόβατα ῾Ιερουσαλὴμ ἐν ταῖς ἑορταῖς αὐτῆς, οὕτως ἔσονται αἱ πόλεις αἱ ἔρημοι πλήρεις προβάτων ἀνθρώπων, καὶ γνώσονται ὅτι ἐγὼ Κύριος.

Τρίτη 16 Απριλίου 2024

ΙΕΖΕΚΙΗΛ

 ΚΕΦΑΛΑΙΟΝ 35 



ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων· 2 υἱὲ ἀνθρώπου, ἐπίστρεψον τὸ πρόσωπόν σου ἐπ' ὄρος Σηεὶρ καὶ προφήτευσον εἰς αὐτὸ 3 καὶ εἰπόν· τάδε λέγει Κύριος Κύριος· ἰδοὺ ἐγὼ ἐπὶ σέ, ὄρος Σηείρ, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σέ καὶ δώσω σε εἰς ἔρημον καὶ ἐρημωθήσῃ, 4 καὶ ταῖς πόλεσί σου ἐρημίαν ποιήσω, καὶ σὺ ἔρημος ἔσῃ· καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος, 5 ἀντὶ τοῦ γενέσθαι σε ἐχθρὰν αἰωνίαν καὶ ἐνεκάθισας τῷ οἴκῳ ᾿Ισραὴλ δόλῳ, ἐν χειρὶ ἐχθρῶν μαχαίρᾳ ἐν καιρῷ ἀδικίας ἐπ' ἐσχάτῳ, 6 διὰ τοῦτο, ζῶ ἐγώ, λέγει Κύριος Κύριος, εἰ μήν, εἰς αἷμα ἥμαρτες, καὶ αἷμα διώξεταί σε. 7 καὶ δώσω τὸ ὄρος Σηεὶρ εἰς ἔρημον καὶ ἠρημωμένον καὶ ἀπολῶ ἀπ' αὐτοῦ ἀνθρώπους καὶ κτήνη 8 καὶ ἐμπλήσω τῶν τραυματιῶν τοὺς βουνούς σου καὶ τὰς φάραγγάς σου, καὶ ἐν πᾶσι τοῖς πεδίοις σου τετραυματισμένοι μαχαίρᾳ πεσοῦνται ἐν σοί. 9 ἐρημίαν αἰώνιον θήσομαί σε, καὶ αἱ πόλεις σου οὐ μὴ κατοικηθῶσιν ἔτι· καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος. 10 διὰ τὸ εἶπεῖν σε· τὰ δύο ἔθνη καὶ αἱ δύο χῶραι ἐμαὶ ἔσονται καὶ κληρονομήσω αὐτάς, καὶ Κύριος ἐκεῖ ἐστι, 11 διὰ τοῦτο, ζῶ ἐγώ, λέγει Κύριος, καὶ ποιήσω σοι κατὰ τὴν ἔχθραν σου καὶ γνωσθήσομαί σοι, ἡνίκα ἂν κρινῶ σε, 12 καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος. ἤκουσα τῆς φωνῆς τῶν βλασφημιῶν σου, ὅτι εἶπας· τὰ ὄρη ᾿Ισραὴλ ἔρημα, ἡμῖν δέδοται εἰς κατάβρωμα· 13 καὶ ἐμεγαλορρημόνησας ἐπ' ἐμὲ τῷ στόματί σου· ἐγὼ ἤκουσα. 14 τάδε λέγει Κύριος· ἐν τῇ εὐφροσύνῃ πάσης τῆς γῆς ἔρημον ποιήσω σε, 15 ἔρημον ἔσῃ, ὄρος Σηείρ, καὶ πᾶσα ἡ ᾿Ιδουμαία ἐξαναλωθήσεται· καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν.

Δευτέρα 15 Απριλίου 2024

ΙΕΖΕΚΙΗΛ

 ΚΕΦΑΛΑΙΟΝ 34 


ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων· 2 υἱὲ ἀνθρώπου, προφήτευσον ἐπὶ τοὺς ποιμένας τοῦ ᾿Ισραήλ, προφήτευσον καὶ εἰπὸν τοῖς ποιμέσι· τάδε λέγει Κύριος Κύριος· ὦ ποιμένες ᾿Ισραήλ, μὴ βόσκουσι ποιμένες ἑαυτούς; οὐ τὰ πρόβατα βόσκουσιν οἱ ποιμένες; 3 ἰδοὺ τὸ γάλα κατέσθετε καὶ τὰ ἔρια περιβάλλεσθε καὶ τὸ παχὺ σφάζετε καὶ τὰ πρόβατά μου οὐ βόσκετε. 4 τὸ ἠσθενηκὸς οὐκ ἐνισχύσατε καὶ τὸ κακῶς ἔχον οὐκ ἐσωματοποιήσατε καὶ τὸ συντετριμμένον οὐ κατεδήσατε καὶ τὸ πλανώμενον οὐκ ἐπεστρέψατε καὶ τὸ ἀπολωλὸς οὐκ ἐζητήσατε καὶ τὸ ἰσχυρὸν κατηργάσασθε μόχθῳ. 5 καὶ διεσπάρη τά πρόβατά μου διὰ τὸ μὴ εἶναι ποιμένας καὶ ἐγενήθη εἰς κατάβρωμα πᾶσι τοῖς θηρίοις τοῦ ἀγροῦ. 6 καὶ διεσπάρη τά πρόβατά μου ἐν παντὶ ὄρει καὶ ἐπὶ πᾶν βουνὸν ὑψηλὸν καὶ ἐπὶ προσώπου πάσης τῆς γῆς διεσπάρη, καὶ οὐκ ἦν ὁ ἐκζητῶν οὐδὲ ὁ ἀποστρέφων. 7 διὰ τοῦτο, ποιμένες, ἀκούσατε λόγον Κυρίου· 8 ζῶ ἐγώ, λέγει Κύριος Κύριος, εἰ μὴν ἀντὶ τοῦ γενέσθαι τὰ πρόβατά μου εἰς προνομὴν καὶ γενέσθαι τὰ πρόβατά μου εἰς κατάβρωμα πᾶσι τοῖς θηρίοις τοῦ πεδίου, παρὰ τὸ μὴ εἶναι ποιμένας, καὶ οὐκ ἐξεζήτησαν οἱ ποιμένες τὰ πρόβατά μου, καὶ ἐβόσκησαν οἱ ποιμένες ἑαυτούς, τὰ δὲ πρόβατά μου οὐκ ἐβόσκησαν, 9 ἀντὶ τούτου, ποιμένες, 10 τάδε λέγει Κύριος Κύριος· ἰδοὺ ἐγὼ ἐπὶ τοὺς ποιμένας καὶ ἐκζητήσω τὰ πρόβατά μου ἐκ τῶν χειρῶν αὐτῶν καὶ ἀποστρέψω αὐτοὺς τοῦ μὴ ποιμαίνειν τὰ πρόβατά μου, καὶ οὐ βοσκήσουσιν ἔτι οἱ ποιμένες αὐτά· καὶ ἐξελοῦμαι τὰ πρόβατά μου ἐκ τοῦ στόματος αὐτῶν. καὶ οὐκ ἔσονται αὐτοῖς ἔτι εἰς κατάβρωμα. 11 διότι τάδε λέγει Κύριος Κύριος· ἰδοὺ ἐγὼ ἐκζητήσω τὰ πρόβατά μου καὶ ἐπισκέψομαι αὐτά. 12 ὥσπερ ζητεῖ ὁ ποιμὴν τὸ ποίμνιον αὐτοῦ ἐν ἡμέρᾳ, ὅταν ᾖ γνόφος καὶ νεφέλη ἐν μέσῳ προβάτων διακεχωρισμένων, οὕτως ἐκζητήσω τά πρόβατά μου καὶ ἀπελάσω αὐτὰ ἀπὸ παντὸς τόπου, οὗ διεσπάρησαν ἐκεῖ ἐν ἡμέρᾳ νεφέλης καὶ γνόφου. 13 καὶ ἐξάξω αὐτοὺς ἐκ τῶν ἐθνῶν καὶ συνάξω αὐτοὺς ἀπὸ τῶν χωρῶν καὶ εἰσάξω αὐτοὺς εἰς τὴν γῆν αὐτῶν καὶ βοσκήσω αὐτοὺς ἐπὶ τὰ ὄρη ᾿Ισραὴλ καὶ ἐν ταῖς φάραγξι καὶ ἐν πάσῃ κατοικίᾳ τῆς γῆς· 14 ἐν νομῇ ἀγαθῇ βοσκήσω αὐτοὺς καὶ ἐν τῷ ὄρει τῷ ὑψηλῷ ᾿Ισραὴλ ἔσονται αἱ μάνδραι αὐτῶν· ἐκεῖ κοιμηθήσονται καὶ ἐκεῖ ἀναπαύσονται ἐν τρυφῇ ἀγαθῇ, καὶ ἐν νομῇ πίονι βοσκηθήσονται ἐπὶ τῶν ὀρέων ᾿Ισραήλ. 15 ἐγὼ βοσκήσω τὰ πρόβατά μου καὶ ἐγὼ ἀναπαύσω αὐτά, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος. τάδε λέγει Κύριος Κύριος· 16 τὸ ἀπολωλὸς ζητήσω καὶ τὸ πλανώμενον ἐπιστρέψω καὶ τὸ συντετριμμένον καταδήσω καὶ τὸ ἐκλεῖπον ἐνισχύσω καὶ τὸ ἰσχυρὸν φυλάξω καὶ βοσκήσω αὐτὰ μετὰ κρίματος. 17 καὶ ὑμεῖς, πρόβατα, τάδε λέγει Κύριος Κύριος· ἰδοὺ ἐγὼ διακρινῶ ἀναμέσον προβάτου καὶ προβάτου, κριῶν καὶ τράγων. 18 καὶ οὐχ ἱκανὸν ὑμῖν ὅτι τὴν καλὴν νομὴν ἐνέμεσθε, καὶ τὰ κατάλοιπα τῆς νομῆς ὑμῶν κατεπατεῖτε τοῖς ποσὶν ὑμῶν; καὶ τὸ καθεστηκὸς ὕδωρ ἐπίνετε, καὶ τὸ λοιπὸν τοῖς ποσὶν ὑμῶν ἐταράσσετε; 19 καὶ τὰ πρόβατά μου τὰ πατήματα τῶν ποδῶν ὑμῶν ἐνέμοντο καὶ τὸ τεταραγμένον ὕδωρ ὑπὸ τῶν ποδῶν ὑμῶν ἔπινον; 20 διὰ τοῦτο τάδε λέγει Κύριος Κύριος· ἰδοὺ ἐγὼ διακρινῶ ἀναμέσον προβάτου ἰσχυροῦ καὶ ἀναμέσον προβάτου ἀσθενοῦς. 21 ἐπὶ ταῖς πλευραῖς καὶ τοῖς ὤμοις ὑμῶν διωθεῖσθε καὶ τοῖς κέρασιν ὑμῶν ἐκερατίζετε καὶ πᾶν τὸ ἐκλεῖπον ἐξεθλίβετε. 22 καὶ σώσω τὰ πρόβατά μου, καὶ οὐ μὴ ὦσιν ἔτι εἰς προνομήν, καὶ κρινῶ ἀναμέσον κριοῦ πρὸς κριόν. 23 καὶ ἀναστήσω ἐπ' αὐτοὺς ποιμένα ἕνα καὶ ποιμανεῖ αὐτούς, τὸν δοῦλόν μου Δαυίδ, καὶ ἔσται αὐτῶν ποιμήν· 24 καὶ ἐγὼ Κύριος ἔσομαι αὐτοῖς εἰς Θεόν, καὶ Δαυὶδ ἄρχων ἐν μέσῳ αὐτῶν· ἐγὼ Κύριος ἐλάλησα. 25 καὶ διαθήσομαι τῷ Δαυὶδ διαθήκην εἰρήνης καὶ ἀφανιῶ θηρία πονηρὰ ἀπὸ τῆς γῆς, καὶ κατοικήσουσιν ἐν τῇ ἐρήμῳ καὶ ὑπνώσουσιν ἐν τοῖς δρυμοῖς. 26 καὶ δώσω αὐτοὺς περικύκλῳ τοῦ ὄρους μου· καὶ δώσω τὸν ὑετὸν ὑμῖν, ὑετὸν εὐλογίας. 27 καὶ τὰ ξύλα τὰ ἐν τῷ πεδίῳ δώσει τὸν καρπὸν αὐτῶν, καὶ ἡ γῆ δώσει τὴν ἰσχὺν αὐτῆς, καὶ κατοικήσουσιν ἐπὶ τῆς γῆς αὐτῶν ἐν ἐλπίδι εἰρήνης, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος ἐν τῷ συντρίψαι με τὸν ζυγὸν αὐτῶν· καὶ ἐξελοῦμαι αὐτοὺς ἐκ χειρὸς τῶν καταδουλωσαμένων αὐτούς. 28 καὶ οὐκ ἔσονται ἔτι ἐν προνομῇ τοῖς ἔθνεσι, καὶ τὰ θηρία τῆς γῆς οὐκέτι μὴ φάγωσιν αὐτούς· καὶ κατοικήσουσιν ἐν ἐλπίδι, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν αὐτούς. 29 καὶ ἀναστήσω αὐτοῖς φυτὸν εἰρήνης, καὶ οὐκέτι ἔσονται ἀπολλύμενοι λιμῷ ἐπὶ τῆς γῆς καὶ ὀνειδισμὸν ἐθνῶν οὐ μὴ ἐνέγκωσιν ἔτι. 30 καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν, καὶ αὐτοὶ λαός μου, οἶκος ᾿Ισραήλ, λέγει Κύριος Κύριος. 31 πρόβατά μου καὶ πρόβατα ποιμνίου μού ἐστε, καὶ ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, λέγει Κύριος Κύριος.


Πέμπτη 11 Απριλίου 2024

ΙΕΖΕΚΙΗΛ

 ΚΕΦΑΛΑΙΟΝ 33 



ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων· 2 Υἱὲ ἀνθρώπου, λάλησον τοῖς υἱοῖς τοῦ λαοῦ σου καὶ ἐρεῖς πρὸς αὐτούς· γῆ, ἐφ' ἣν ἂν ἐπάγω ρομφαίαν, καὶ λάβῃ ὁ λαὸς τῆς γῆς ἄνθρωπον ἕνα ἐξ αὐτῶν καὶ δῶσιν αὐτὸν ἑαυτοῖς εἰς σκοπόν, 3 καὶ ἴδῃ τὴν ρομφαίαν ἐρχομένην ἐπὶ τὴν γῆν καὶ σαλπίσῃ τῇ σάλπιγγι καὶ σημάνῃ τῷ λαῷ, 4 καὶ ἀκούσῃ ὁ ἀκούσας τὴν φωνὴν τῆς σάλπιγγος καὶ μὴ φυλάξηται, καὶ ἐπέλθῃ ἡ ρομφαία καὶ καταλάβῃ αὐτόν, τὸ αἷμα αὐτοῦ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ἔσται· 5 ὅτι τὴν φωνὴν τῆς σάλπιγγος ἀκούσας οὐκ ἐφυλάξατο, τὸ αἷμα αὐτοῦ ἐπ' αὐτοῦ ἔσται, καὶ οὗτος ὅτι ἐφυλάξατο, τὴν ψυχὴν αὐτοῦ ἐξείλατο. 6 καὶ ὁ σκοπός, ἐὰν ἴδῃ τὴν ρομφαίαν ἐρχομένην καὶ μὴ σημάνῃ τῇ σάλπιγγι, καὶ ὁ λαὸς μὴ φυλάξηται, καὶ ἐλθοῦσα ἡ ρομφαία λάβῃ ἐξ αὐτῶν ψυχήν, αὕτη διὰ τὴν αὐτῆς ἀνομίαν ἐλήφθη, καὶ τὸ αἷμα ἐκ χειρὸς τοῦ σκοποῦ ἐκζητήσω. 7 καὶ σύ, υἱὲ ἀνθρώπου, σκοπὸν δέδωκά σε τῷ οἴκῳ ᾿Ισραήλ, καὶ ἀκούσῃ ἐκ στόματός μου λόγον. 8 ἐν τῷ εἰπεῖν με τῷ ἁμαρτωλῷ· θανάτῳ θανατωθήσῃ, καὶ μὴ λαλήσῃς τοῦ φυλάξασθαι τὸν ἀσεβῆ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ, αὐτὸς ὁ ἄνομος τῇ ἀνομίᾳ αὐτοῦ ἀποθανεῖται, τὸ δὲ αἷμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκζητήσω. 9 σὺ δὲ ἐὰν προαπαγγείλῃς τῷ ἀσεβεῖ τὴν ὁδὸν αὐτοῦ τοῦ ἀποστρέψαι ἀπ' αὐτῆς, καὶ μὴ ἀποστρέψῃ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ, οὗτος τῇ ἀσεβείᾳ αὐτοῦ ἀποθανεῖται, καὶ σὺ τὴν ψυχὴν σεαυτοῦ ἐξήρησαι. - 10 Καὶ σύ, υἱὲ ἀνθρώπου, εἰπὸν τῷ οἴκῳ ᾿Ισραήλ· οὕτως ἐλαλήσατε λέγοντες· αἱ πλάναι ἡμῶν καὶ αἱ ἀνομίαι ἡμῶν ἐφ' ἡμῖν εἰσι καὶ ἐν αὐταῖς ἡμεῖς τηκόμεθα· καὶ πῶς ζηζόμεθα; 11 εἰπὸν αὐτοῖς· ζῶ ἐγώ, τάδε λέγει Κύριος, οὐ βούλομαι τὸν θάνατον τοῦ ἀσεβοῦς ὡς τὸ ἀποστρέψαι τὸν ἀσεβῆ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ καὶ ζῆν αὐτόν. ἀποστροφῇ ἀποστρέψατε ἀπὸ τῆς ὁδοῦ ὑμῶν· καί ἱνατί ἀποθνήσκετε, οἶκος ᾿Ισραήλ; 12 εἰπὸν πρὸς τοὺς υἱοὺς τοῦ λαοῦ σου· δικαιοσύνη δικαίου οὐ μὴ ἐξελεῖται αὐτὸν ἐν ᾗ ἂν ἡμέρᾳ πλανηθῇ, καὶ ἀνομία ἀσεβοῦς οὐ μὴ κακώσῃ αὐτὸν ἐν ᾗ ἂν ἡμέρᾳ ἀποστρέψῃ ἀπὸ τῆς ἀνομίας αὐτοῦ· καὶ δίκαιος οὐ μὴ δύνηται σωθῆναι. 13 ἐν τῷ εἰπεῖν με τῷ δικαίῳ· οὗτος πέποιθεν ἐπὶ τῇ δικαιοσύνῃ αὐτοῦ, καὶ ποιήσει ἀνομίαν, πᾶσαι αἱ δικαιοσύναι αὐτοῦ οὐ μὴ ἀναμνησθῶσιν· ἐν τῇ ἀδικίᾳ αὐτοῦ, ᾗ ἐποίησεν, ἐν αὐτῇ ἀποθανεῖται. 14 καὶ ἐν τῷ εἰπεῖν με τῷ ἀσεβεῖ· θανάτῳ θανατωθήσῃ, καὶ ἀποστρέψει ἀπὸ τῆς ἁμαρτίας αὐτοῦ καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην 15 καὶ ἐνεχύρασμα ἀποδῷ καὶ ἅρπαγμα ἀποτίσει, ἐν προστάγμασι ζωῆς διαπορεύηται τοῦ μὴ ποιῆσαι ἄδικον, ζωῇ ζήσεται καὶ οὐ μὴ ἀποθάνῃ. 16 πᾶσαι αἱ ἁμαρτίαι αὐτοῦ, ἃς ἥμαρτεν, οὐ μὴ ἀναμνησθῶσιν, ὅτι κρίμα καὶ δικαιοσύνην ἐποίησεν, ἐν αὐτοῖς ζήσεται. 17 καὶ ἐροῦσιν οἱ υἱοὶ τοῦ λαοῦ σου· οὐκ εὐθεῖα ἡ ὁδὸς τοῦ Κυρίου· καὶ αὕτη ἡ ὁδὸς αὐτῶν οὐκ εὐθεῖα. 18 ἐν τῷ ἀποστρέψαι δίκαιον ἀπὸ τῆς δικαιοσύνης αὐτοῦ καὶ ποιήσει ἀνομίας, καὶ ἀποθανεῖται ἐν αὐταῖς· 19 καὶ ἐν τῷ ἀποστρέψαι τὸν ἁμαρτωλὸν ἀπὸ τῆς ἀνομίας αὐτοῦ καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην, ἐν αὐτοῖς αὐτὸς ζήσεται. 20 καὶ τοῦτό ἐστιν, ὃ εἴπατε· οὐκ εὐθεῖα ἡ ὁδὸς Κυρίου· ἕκαστον ἐν ταῖς ὁδοῖς αὐτοῦ κρινῶ ὑμᾶς, οἶκος ᾿Ισραήλ. 21 Καὶ ἐγενήθη ἐν τῷ δωδεκάτῳ ἔτει, ἐν τῷ δωδεκάτῳ μηνί, πέμπτῃ τοῦ μηνὸς τῆς αἰχμαλωσίας ἡμῶν, ἦλθε πρός με ὁ ἀνασωθεὶς ἀπὸ ῾Ιερουσαλὴμ λέγων· ἑάλω ἡ πόλις. 22 καὶ χεὶρ Κυρίου ἐγενήθη ἐπ' ἐμὲ ἑσπέρας πρὶν ἐλθεῖν αὐτὸν καὶ ἤνοιξέ μου τὸ στόμα, ἕως ἦλθε πρός με τὸ πρωΐ, καὶ ἀνοιχθὲν τὸ στόμα μου οὐ συνεσχέθη ἔτι. 23 καὶ ἐγενήθη λόγος Κυρίου πρός με λέγων· 24 υἱὲ ἀνθρώπου, οἱ κατοικοῦντες τὰς ἠρημωμένας ἐπὶ τῆς γῆς τοῦ ᾿Ισραὴλ λέγουσιν· εἷς ἦν ῾Αβραὰμ καὶ κατέσχε τὴν γῆν, καὶ ἡμεῖς πλείους ἐσμέν, ἡμῖν δέδοται ἡ γῆ εἰς κατάσχεσιν. 25 διὰ τοῦτο εἰπὸν αὐτοῖς· 27 τάδε λέγει Κύριος Κύριος· ζῶ ἐγώ, εἰ μὴν οἱ ἐν ταῖς ἠρημωμέναις μαχαίρᾳ πεσοῦνται, καὶ οἱ ἐπὶ προσώπου τοῦ πεδίου τοῖς θηρίοις τοῦ ἀγροῦ δοθήσονται εἰς κατάβρωμα, καὶ τοὺς ἐν ταῖς τετειχισμέναις καὶ τοὺς ἐν τοῖς σπηλαίοις θανάτῳ ἀποκτενῶ. 28 καὶ δώσω τὴν γῆν ἔρημον, καὶ ἀπολεῖται ἡ ὕβρις τῆς ἰσχύος αὐτῆς, καὶ ἐρημωθήσεται τὰ ὄρη τοῦ ᾿Ισραὴλ διὰ τὸ μὴ εἶναι διαπορευόμενον. 29 καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος· καὶ ποιήσω τὴν γῆν αὐτῶν ἔρημον, καὶ ἐρημωθήσεται διὰ πάντα τὰ βδελύγματα αὐτῶν, ἃ ἐποίησαν. 30 καὶ σύ, υἱὲ ἀνθρώπου, οἱ υἱοὶ τοῦ λαοῦ σου οἱ λαλοῦντες περὶ σοῦ παρὰ τὰ τείχη καὶ ἐν τοῖς πυλῶσι τῶν οἰκιῶν καὶ λαλοῦσιν ἄνθρωπος τῷ ἀδελφῷ αὐτοῦ λέγοντες· συνέλθωμεν καὶ ἀκούσωμεν τὰ ἐκπορευόμενα παρὰ Κυρίου, 31 ἔρχονται πρός σε, ὡς συμπορεύεται λαός, καὶ κάθηνται ἐναντίον σου καὶ ἀκούουσι τὰ ρήματά σου, καὶ αὐτὰ οὐ μὴ ποιήσουσιν, ὅτι ψεῦδος ἐν τῷ στόματι αὐτῶν, καὶ ὀπίσω τῶν μιασμάτων ἡ καρδία αὐτῶν. 32 καὶ γίνῃ αὐτοῖς ὡς φωνὴ ψαλτηρίου ἡδυφώνου, εὐαρμόστου, καὶ ἀκούσονταί σου τὰ ρήματα καὶ οὐ μὴ ποιήσουσιν αὐτά. 33 καὶ ἡνίκα ἐὰν ἔλθῃ, ἐροῦσιν· ἰδοὺ ἥκει· καὶ γνώσονται ὅτι προφήτης ἦν ἐν μέσῳ αὐτῶν.

Τετάρτη 10 Απριλίου 2024

ΙΕΖΕΚΙΗΛ

 ΚΕΦΑΛΑΙΟΝ 32 



ΚΑΙ ἐγένετο ἐν τῷ ἑνδεκάτῳ ἔτει, ἐν τῷ δωδεκάτῳ μηνί, μιᾷ τοῦ μηνός, ἐγένετο λόγος Κυρίου πρός με λέγων· 2 υἱὲ ἀνθρώπου λαβὲ θρῆνον ἐπὶ Φαραὼ βασιλέα Αἰγύπτου καὶ ἐρεῖς αὐτῷ· λέοντι ἐθνῶν ὡμοιώθης καὶ σὺ ὡς δράκων ὁ ἐν τῇ θαλάσσῃ καὶ ἐκεράτιζες τοῖς ποταμοῖς σου καὶ ἐτάρασσες ὕδωρ τοῖς ποσί σου καὶ κατεπάτεις τοὺς ποταμούς σου. 3 τάδε λέγει Κύριος· καὶ περιβαλῶ ἐπὶ σὲ δίκτυα λαῶν πολλῶν καὶ ἀνάξω σε ἐν τῷ ἀγκίστρῳ μου 4 καὶ ἐκτενῶ σε ἐπὶ τὴν γῆν· πεδία πλησθήσεταί σου, καὶ ἐπικαθιῶ ἐπὶ σέ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ ἐμπλήσω ἐκ σοῦ πάντα τὰ θηρία πάσης τῆς γῆς, 5 καὶ δώσω τὰς σάρκας σου ἐπὶ τὰ ὄρη καὶ ἐμπλήσω ἀπὸ τοῦ αἵματός σου, 6 καὶ ποτισθήσεται ἡ γῆ ἀπὸ τῶν προχωρημάτων σου ἀπὸ τοῦ πλήθους σου ἐπὶ τῶν ὀρέων, φάραγγας ἐμπλήσω ἀπὸ σοῦ. 7 καὶ κατακαλύψω ἐν τῷ σβεσθῆναί σε οὐρανὸν καὶ συσκοτάσω τὰ ἄστρα αὐτοῦ, ἥλιον ἐν νεφέλῃ καλύψω, καὶ σελήνη οὐ μὴ φάνῃ τὸ φῶς αὐτῆς· 8 πάντα τὰ φαίνοντα φῶς ἐν τῷ οὐρανῷ συσκοτάσουσιν ἐπὶ σέ, καὶ δώσω σκότος ἐπὶ τὴν γῆν σου, λέγει Κύριος Κύριος. 9 καὶ παροργιῶ καρδίαν λαῶν πολλῶν, ἡνίκα ἂν ἄγω αἰχμαλωσίαν σου εἰς τὰ ἔθνη, εἰς γῆν, ἣν οὐκ ἔγνως. 10 καὶ στυγνάσουσιν ἐπὶ σὲ ἔθνη πολλά, καὶ οἱ βασιλεῖς αὐτῶν ἐκστάσει ἐκστήσονται ἐν τῷ πέτασθαι τὴν ρομφαίαν μου ἐπὶ πρόσωπα αὐτῶν, προσδεχόμενοι τὴν πτῶσιν αὐτῶν ἀφ' ἡμέρας πτώσεώς σου. 11 ὅτι τάδε λέγει Κύριος Κύριος· ρομφαία βασιλέως Βαβυλῶνος ἥξει σοι, 12 ἐν μαχαίραις γιγάντων, καὶ καταβαλῶ τὴν ἰσχύν σου· λοιμοὶ ἀπὸ ἐθνῶν πάντες, καὶ ἀπολοῦσι τὴν ὕβριν Αἰγύπτου, καὶ συντριβήσεται πᾶσα ἡ ἰσχὺς αὐτῆς. 13 καὶ ἀπολῶ πάντα τὰ κτήνη αὐτῆς ἀφ' ὕδατος πολλοῦ, καὶ οὐ μὴ ταράξῃ αὐτὸ ποὺς ἀνθρώπου ἔτι, καὶ ἴχνος κτηνῶν οὐ μὴ καταπατήσῃ αὐτό. 14 οὕτως τότε ἡσυχάσει τὰ ὕδατα αὐτῶν, καὶ οἱ ποταμοὶ αὐτῶν ὡς ἔλαιον πορεύσονται, λέγει Κύριος. 15 ὅταν δῶ Αἴγυπτον εἰς ἀπώλειαν καὶ ἐρημωθῇ ἡ γῆ σὺν τῇ πληρώσει αὐτῆς, ὅταν διασπείρω πάντας τοὺς κατοικοῦντας ἐν αὐτῇ, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος. 16 θρῆνός ἐστι καὶ θρηνήσεις αὐτόν, καὶ αἱ θυγατέρες τῶν ἐθνῶν θρηνήσουσιν αὐτόν· ἐπ' Αἴγυπτον καὶ ἐπὶ πᾶσαν τὴν ἰσχὺν αὐτῆς θρηνήσουσιν αὐτήν, λέγει Κύριος Κύριος. 17 καὶ ἐγενήθη ἐν τῷ δωδεκάτῳ ἔτει τοῦ πρώτου μηνός, πεντεκαιδεκάτῃ τοῦ μηνός, ἐγένετο λόγος Κυρίου πρός με λέγων· 18 υἱὲ ἀνθρώπου, θρήνησον ἐπὶ τὴν ἰσχὺν Αἰγύπτου, καὶ καταβιβάσουσιν αὐτῆς τὰς θυγατέρας τὰ ἔθνη νεκρὰς εἰς τὸ βάθος τῆς γῆς, πρὸς τοὺς καταβαίνοντας εἰς βόθρον. 19 ἐν μέσῳ μαχαίρας τραυματιῶν πεσοῦνται μετ' αὐτοῦ, 20 καὶ κοιμηθήσεται πᾶσα ἡ ἰσχὺς αὐτοῦ. 21 καὶ ἐροῦσί σοι οἱ γίγαντες· ἐν βάθει βόθρου γίνου, τίνος κρείττων εἶ; κατάβηθι καὶ κοιμήθητι μετὰ ἀπεριτμήτων ἐν μέσῳ τραυματιῶν μαχαίρας. 22 ἐκεῖ ᾿Ασσοὺρ καὶ πᾶσα ἡ συναγωγὴ αὐτοῦ, πάντες τραυματίαι ἐκεῖ ἐδόθησαν, καὶ ἡ ταφὴ αὐτῶν ἐν βάθει βόθρου, καὶ ἐγενήθη ἡ συναγωγὴ αὐτοῦ περικύκλῳ τοῦ μνήματος αὐτοῦ, πάντες οἱ τραυματίαι οἱ πεπτωκότες μαχαίρᾳ, 23 οἱ δόντες τὸν φόβον αὐτῶν ἐπὶ γῆς ζωῆς. 24 ἐκεῖ Αἰλὰμ καὶ πᾶσα ἡ δύναμις αὐτοῦ περικύκλῳ τοῦ μνήματος αὐτοῦ, πάντες οἱ τραυματίαι οἱ πεπτωκότες μαχαίρᾳ καὶ καταβαίνοντες ἀπερίτμητοι εἰς γῆς βάθος, οἱ δεδωκότες αὐτῶν φόβον ἐπὶ γῆς ζωῆς καὶ ἐλάβοσαν τὴν βάσανον αὐτῶν μετὰ τῶν καταβαινόντων εἰς βόθρον 25 ἐν μέσῳ τραυματιῶν. 26 ἐκεῖ ἐδόθησαν Μοσὸχ καὶ Θοβὲλ καὶ πᾶσα ἡ ἰσχὺς αὐτῶν περικύκλῳ τοῦ μνήματος αὐτοῦ, πάντες τραυματίαι αὐτοῦ, πάντες ἀπερίτμητοι τραυματίαι ἀπὸ μαχαίρας, οἱ δεδωκότες τὸν φόβον αὐτῶν ἐπὶ γῆς ζωῆς. 27 καὶ ἐκοιμήθησαν μετὰ τῶν γιγάντων τῶν πεπτωκότων ἀπ' αἰῶνος, οἳ κατέβησαν εἰς ᾅδου ἐν ὅπλοις πολεμικοῖς καὶ ἔθηκαν τὰς μαχαίρας αὐτῶν ὑπὸ τὰς κεφαλὰς αὐτῶν· καὶ ἐγενήθησαν αἱ ἀνομίαι αὐτῶν ἐπὶ τῶν ὀστέων αὐτῶν, ὅτι ἐξεφόβησαν γίγαντας ἐν γῇ ζωῆς. 28 καὶ σὺ ἐν μέσῳ ἀπεριτμήτων κοιμηθήσῃ μετὰ τετραυματισμένων μαχαίρᾳ. 29 ἐκεῖ ἐδόθησαν οἱ ἄρχοντες ᾿Ασσοὺρ οἱ δόντες τὴν ἰσχὺν αὐτοῦ εἰς τραῦμα μαχαίρας· οὗτοι μετὰ τραυματιῶν ἐκοιμήθησαν, μετὰ καταβαινόντων εἰς βόθρον. 30 ἐκεῖ οἱ ἄρχοντες τοῦ βορρᾶ πάντες στρατηγοὶ ᾿Ασσούρ, οἱ καταβαίνοντες τραυματίαι, σὺν τῷ φόβῳ αὐτῶν καὶ τῇ ἰσχύϊ αὐτῶν ἐκοιμήθησαν ἀπερίτμητοι μετὰ τραυματιῶν μαχαίρας καὶ ἀπήνεγκαν τὴν βάσανον αὐτῶν μετὰ τῶν καταβαινόντων εἰς βόθρον. 31 ἐκείνους ὄψεται βασιλεὺς Φαραὼ καὶ παρακληθήσεται ἐπὶ πᾶσαν τὴν ἰσχὺν αὐτῶν, λέγει Κύριος Κύριος. 32 ὅτι δέδωκα τὸν φόβον αὐτοῦ ἐπὶ γῆς ζωῆς, καὶ κοιμηθήσεται ἐν μέσῳ ἀπεριτμήτων μετὰ τραυματιῶν μαχαίρας, Φαραὼ καὶ πᾶν τὸ πλῆθος αὐτοῦ, λέγει Κύριος Κύριος.

Τρίτη 9 Απριλίου 2024

ΙΕΖΕΚΙΗΛ

 ΚΕΦΑΛΑΙΟΝ 31 



ΚΑΙ ἐγένετο ἐν τῷ ἑνδεκάτῳ ἔτει, ἐν τῷ τρίτῳ μηνί, μιᾷ τοῦ μηνός, ἐγένετο λόγος Κυρίου πρός με λέγων· 2 υἱὲ ἀνθρώπου, εἰπὸν πρὸς Φαραὼ βασιλέα Αἰγύπτου καὶ τῷ πλήθει αὐτοῦ· τίνι ὡμοίωσας σεαυτὸν ἐν τῷ ὕψει σου; 3 ἰδοὺ ᾿Ασσοὺρ κυπάρισσος ἐν τῷ Λιβάνῳ καὶ καλὸς ταῖς παραφυάσι καὶ ὑψηλὸς τῷ μεγέθει, εἰς μέσον νεφελῶν ἐγένετο ἡ ἀρχὴ αὐτοῦ. 4 ὕδωρ ἐξέθρεψεν αὐτόν, ἡ ἄβυσσος ὕψωσεν αὐτόν, τοὺς ποταμοὺς αὐτῆς ἤγαγε κύκλῳ τῶν φυτῶν αὐτοῦ καὶ τὰ συστέματα αὐτῆς ἐξαπέστειλεν εἰς πάντα τὰ ξύλα τοῦ πεδίου. 5 ἕνεκεν τούτου ὑψώθη τὸ μέγεθος αὐτοῦ παρὰ πάντα τὰ ξύλα τοῦ πεδίου, καὶ ἐπλατύνθησαν οἱ κλάδοι αὐτοῦ ἀφ' ὕδατος πολλοῦ. 6 ἐν ταῖς παραφυάσιν αὐτοῦ ἐνόσσευσαν πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ὑποκάτω τῶν κλάδων αὐτοῦ ἐγεννῶσαν πάντα τὰ θηρία τοῦ πεδίου, ἐν τῇ σκιᾷ αὐτοῦ κατῴκησε πᾶν πλῆθος ἐθνῶν. 7 καὶ ἐγένετο καλὸς ἐν τῷ ὕψει αὐτοῦ διὰ τὸ πλῆθος τῶν κλάδων αὐτοῦ, ὅτι ἐγενήθησαν αἱ ρίζαι αὐτοῦ εἰς ὕδωρ πολύ. 8 κυπάρισσοι τοιαῦται οὐκ ἐγενήθησαν ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ, καὶ πίτυες οὐχ ὅμοιαι ταῖς παραφυάσιν αὐτοῦ, καὶ ἐλάται οὐκ ἐγένοντο ὅμοιαι τοῖς κλάδοις αὐτοῦ· πᾶν ξύλον ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ οὐχ ὡμοιώθη αὐτῷ ἐν τῷ κάλλει αὐτοῦ 9 διὰ τὸ πλῆθος τῶν κλάδων αὐτοῦ, καὶ ἐζήλωσαν αὐτὸν τὰ ξύλα τοῦ παραδείσου τῆς τρυφῆς τοῦ Θεοῦ. 10 διὰ τοῦτο τάδε λέγει Κύριος· ἀνθ' ὧν ἐγένου μέγας τῷ μεγέθει καὶ ἔδωκας τὴν ἀρχήν σου εἰς μέσον νεφελῶν, καὶ εἶδον ἐν τῷ ὑψωθῆναι αὐτόν, 11 καὶ παρέδωκα αὐτὸν εἰς χεῖρας ἄρχοντος ἐθνῶν, καὶ ἐποίησε τὴν ἀπώλειαν αὐτοῦ. 12 καὶ ἐξωλόθρευσαν αὐτὸν ἀλλότριοι λοιμοὶ ἀπὸ ἐθνῶν καὶ κατέβαλον αὐτὸν ἐπὶ τῶν ὀρέων, ἐν πάσαις ταῖς φάραγξιν ἔπεσαν οἱ κλάδοι αὐτοῦ, καὶ συνετρίβη τὰ στελέχη αὐτοῦ ἐν παντὶ πεδίῳ τῆς γῆς, καὶ κατέβησαν ἀπὸ τῆς σκέπης αὐτῶν πάντες οἱ λαοὶ τῶν ἐθνῶν καὶ ἠδάφισαν αὐτόν. 13 ἐπὶ τὴν πτῶσιν αὐτοῦ ἀνεπαύσαντο πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ἐπὶ τὰ στελέχη αὐτοῦ ἐγένοντο πάντα τὰ θηρία τοῦ ἀγροῦ, 14 ὅπως μὴ ὑψωθῶσιν ἐν τῷ μεγέθει αὐτῶν πάντα τὰ ξύλα τὰ ἐν τῷ ὕδατι· καὶ ἔδωκαν τὴν ἀρχὴν αὐτῶν εἰς μέσον νεφελῶν καὶ οὐκ ἔστησαν ἐν τῷ ὕψει αὐτῶν πρὸς αὐτὰ πάντες οἱ πίνοντες ὕδωρ. πάντες ἐδόθησαν εἰς θάνατον, εἰς γῆς βάθος, ἐν μέσῳ υἱῶν ἀνθρώπων πρὸς καταβαίνοντας εἰς βόθρον. - 15 Τάδε λέγει Κύριος Κύριος· ἐν ᾗ ἡμέρᾳ κατέβη εἰς ᾅδου, ἐπένθησεν αὐτὸν ἡ ἄβυσσος, καὶ ἐπέστησα τοὺς ποταμοὺς αὐτῆς καὶ ἐκώλυσα πλῆθος ὕδατος, καὶ ἐσκότασεν ἐπ' αὐτὸν ὁ Λίβανος, πάντα τὰ ξύλα τοῦ πεδίου ἐπ' αὐτῷ ἐξελύθησαν. 16 ἀπὸ τῆς φωνῆς τῆς πτώσεως αὐτοῦ ἐσείσθησαν τὰ ἔθνη, ὅτε κατεβίβαζον αὐτὸν εἰς ᾅδου μετὰ τῶν καταβαινόντων εἰς λάκκον, καὶ παρεκάλουν αὐτὸν ἐν γῇ πάντα τὰ ξύλα τῆς τρυφῆς καὶ τὰ ἐκλεκτὰ τοῦ Λιβάνου, πάντα τὰ πίνοντα ὕδωρ. 17 καὶ γὰρ αὐτοὶ κατέβησαν μετ' αὐτοῦ εἰς ᾅδου ἐν τοῖς τραυματίαις ἀπὸ μαχαίρας, καὶ τὸ σπέρμα αὐτοῦ, οἱ κατοικοῦντες ὑπὸ τὴν σκέπην αὐτοῦ, ἐν μέσῳ τῆς ζωῆς αὐτῶν ἀπώλοντο. 18 τίνι ὡμοιώθης; κατάβηθι καὶ καταβιβάσθητι μετὰ τῶν ξύλων τῆς τρυφῆς εἰς γῆς βάθος· ἐν μέσῳ ἀπεριτμήτων κοιμηθήσῃ μετὰ τραυματιῶν μαχαίρας. οὕτως Φαραὼ καὶ τὸ πλῆθος τῆς ἰσχύος αὐτοῦ, λέγει Κύριος Κύριος.

Δευτέρα 8 Απριλίου 2024

ΙΕΖΕΚΙΗΛ

 ΚΕΦΑΛΑΙΟΝ 30 


ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων· 2 υἱὲ ἀνθρώπου, προφήτευσον καὶ εἰπόν· τάδε λέγει Κύριος· ὦ ὦ ἡ ἡμέρα, 3 ὅτι ἐγγὺς ἡμέρα τοῦ Κυρίου, ἡμέρα νεφέλης, πέρας ἐθνῶν ἔσται. 4 καὶ ἥξει μάχαιρα ἐπ' Αἰγυπτίους, καὶ ἔσται ταραχὴ ἐν τῇ Αἰθιοπίᾳ, καὶ πεσοῦνται τετραυματισμένοι ἐν Αἰγύπτῳ, καὶ συμπεσεῖται τὰ θεμέλια αὐτῆς. 5 Πέρσαι καὶ Κρῆτες καὶ Λυδοὶ καὶ Λίβυες καὶ πάντες οἱ ἐπίμεικτοι καὶ τῶν υἱῶν τῆς διαθήκης μου μαχαίρᾳ πεσοῦνται ἐν αὐτῇ. 6 καὶ πεσοῦνται τά ἀντιστηρίγματα Αἰγύπτου, καὶ καταβήσεται ἡ ὕβρις τῆς ἰσχύος αὐτῆς ἀπὸ Μαγδώλου ἕως Συήνης· μαχαίρᾳ πεσοῦνται ἐν αὐτῇ, λέγει Κύριος. 7 καὶ ἐρημωθήσεται ἐν μέσῳ χωρῶν ἠρημωμένων, καὶ αἱ πόλεις αὐτῶν ἐν μέσῳ πόλεων ἠρημωμένων ἔσονται· 8 καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος, ὅταν δῶ πῦρ ἐπ' Αἴγυπτον καὶ συντριβῶσι πάντες οἱ βοηθοῦντες αὐτῇ. 9 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσονται ἄγγελοι σπεύδοντες ἀφανίσαι τὴν Αἰθιοπίαν, καὶ ἔσται ταραχὴ ἐν αὐτοῖς ἐν τῇ ἡμέρᾳ Αἰγύπτου, ὅτι ἰδοὺ ἥκει. - 10 Τάδε λέγει Κύριος Κύριος· καὶ ἀπολῶ πλῆθος Αἰγυπτίων διὰ χειρὸς Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος, 11 αὐτοῦ καὶ τοῦ λαοῦ αὐτοῦ· λοιμοὶ ἀπὸ ἐθνῶν ἀπεσταλμένοι ἀπολέσαι τὴν γῆν καὶ ἐκκενώσουσι πάντες τὰς μαχαίρας αὐτῶν ἐπ' Αἴγυπτον, καὶ πλησθήσεται ἡ γῆ τραυματιῶν. 12 καὶ δώσω τοὺς ποταμοὺς αὐτῶν ἐρήμους καὶ ἀπολῶ τὴν γῆν καὶ τὸ πλήρωμα αὐτῆς ἐν χερσὶν ἀλλοτρίων· ἐγὼ Κύριος λελάληκα. - 13 ῞Οτι τάδε λέγει Κύριος Κύριος· καὶ ἀπολῶ μεγιστᾶνας ἀπὸ Μέμφεως καὶ ἄρχοντας ἐκ γῆς Αἰγύπτου, καὶ οὐκ ἔσονται ἔτι. 14 καὶ ἀπολῶ γῆν Φαθωρῆς καὶ δώσω πῦρ ἐπὶ Τάνιν καὶ ποιήσω ἐκδίκησιν ἐν Διοσπόλει 15 καὶ ἐκχεῶ τὸν θυμόν μου ἐπὶ Σαὶν τὴν ἰσχὺν Αἰγύπτου καὶ ἀπολῶ τὸ πλῆθος Μέμφεως. 16 καὶ δώσω πῦρ ἐπ' Αἴγυπτον, καὶ ταραχῇ ταραχθήσεται ἡ Συήνη, καὶ ἐν Διοσπόλει ἔσται ἔκρηγμα καὶ διαχυθήσεται ὕδατα. 17 νεανίσκοι ῾Ηλιουπόλεως καὶ Βουβάστου ἐν μαχαίρᾳ πεσοῦνται, καὶ αἱ γυναῖκες ἐν αἰχμαλωσίᾳ πορεύσονται. 18 καὶ ἐν Τάφναις συσκοτάσει ἡ ἡμέρα ἐν τῷ συντρίψαι με ἐκεῖ τὰ σκῆπτρα Αἰγύπτου, καὶ ἀπολεῖται ἐκεῖ ἡ ὕβρις ἰσχύος αὐτῆς, καὶ ταύτην νεφέλη καλύψει, καὶ αἱ θυγατέρες αὐτῆς αἰχμάλωτοι ἀχθήσονται. 19 καὶ ποιήσω κρίμα ἐν Αἰγύπτῳ, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος. 20 Καὶ ἐγένετο ἐν τῷ ἑνδεκάτῳ ἔτει, ἐν τῷ πρώτω μηνί, ἑβδόμῃ τοῦ μηνός, ἐγένετο λόγος Κυρίου πρός με λέγων· 21 υἱὲ ἀνθρώπου, τοὺς βραχίονας Φαραὼ βασιλέως Αἰγύπτου συνέτριψα, καὶ ἰδοὺ οὐ κατεδέθη τοῦ δοθῆναι ἴασιν, τοῦ δοθῆναι ἐπ' αὐτὸν μάλαγμα, τοῦ δοθῆναι ἰσχὺν ἐπιλαβέσθαι μαχαίρας. 22 διὰ τοῦτο τάδε λέγει Κύριος Κύριος· ἰδοὺ ἐγὼ ἐπὶ Φαραὼ βασιλέα Αἰγύπτου καὶ συντρίψω τοὺς βραχίονας αὐτοῦ τοὺς ἰσχυροὺς καὶ τοὺς τεταμένους καὶ καταβαλῶ τὴν μάχαιραν αὐτοῦ ἐκ τῆς χειρὸς αὐτοῦ 23 καὶ διασπερῶ Αἴγυπτον εἰς τά ἔθνη καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας· 24 καὶ κατισχύσω τοὺς βραχίονας βασιλέως Βαβυλῶνος καὶ δώσω τὴν ρομφαίαν μου εἰς τὴν χεῖρα αὐτοῦ, καὶ ἐπάξει αὐτὴν ἐπ' Αἴγυπτον καὶ προνομεύσει τὴν προνομὴν αὐτῆς καὶ σκυλεύσει τά σκῦλα αὐτῆς. 25 καὶ ἐνισχύσω τοὺς βραχίονας βασιλέως Βαβυλῶνος, οἱ δέ βραχίονες Φαραὼ πεσοῦνται· καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος, ἐν τῷ δοῦναι τὴν ρομφαίαν μου εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ ἐκτενεῖ αὐτὴν ἐπὶ γῆν Αἰγύπτου. 26 καὶ διασπερῶ Αἴγυπτον εἰς τὰ ἔθνη καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας· καὶ γνώσονται πάντες ὅτι ἐγώ εἰμι Κύριος.

Παρασκευή 5 Απριλίου 2024

ΙΕΖΕΚΙΗΛ

 ΚΕΦΑΛΑΙΟΝ 29 


ΕΝ τῷ ἔτει τῷ δωδεκάτῳ, ἐν τῷ δεκάτῳ μηνί, μιᾷ τοῦ μηνός, ἐγένετο λόγος Κυρίου πρός με λέγων· 2 υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Φαραὼ βασιλέα Αἰγύπτου καὶ προφήτευσον ἐπ' αὐτὸν καὶ ἐπ' Αἴγυπτον ὅλην 3 καὶ εἰπόν· τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐπὶ Φαραώ, τὸν δράκοντα τὸν μέγαν τὸν ἐγκαθήμενον ἐν μέσῳ ποταμῶν αὐτοῦ, τὸν λέγοντα· ἐμοί εἰσιν οἱ ποταμοί, καὶ ἐγὼ ἐποίησα αὐτούς. 4 καὶ ἐγὼ δώσω παγίδας εἰς τὰς σιαγόνας σου καὶ προσκολλήσω τοὺς ἰχθύας τοῦ ποταμοῦ σου πρὸς τὰς πτέρυγάς σου καὶ ἀνάξω σε ἐκ μέσου τοῦ ποταμοῦ σου· 5 καὶ καταβαλῶ σε ἐν τάχει καὶ πάντας τοὺς ἰχθύας τοῦ ποταμοῦ σου· ἐπὶ πρόσωπον τοῦ πεδίου πεσῇ, καὶ οὐ μὴ συναχθῇς καὶ οὐ μὴ περισταλῇς, τοῖς θηρίοις τῆς γῆς καὶ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ δέδωκά σε εἰς κατάβρωμα· 6 καὶ γνώσονται πάντες οἱ κατοικοῦντες Αἴγυπτον ὅτι ἐγώ εἰμι Κύριος, ἀνθ' ὧν ἐγενήθης ράβδος καλαμίνη τῷ οἴκῳ ᾿Ισραήλ. 7 ὅτε ἐπελάβοντό σου τῇ χειρὶ αὐτῶν, ἐθλάσθης, καὶ ὅτε ἐπεκρότησεν ἐπ' αὐτοὺς πᾶσα χεὶρ καὶ ὅτε ἐπανεπαύσαντο ἐπὶ σέ, συνετρίβης καὶ συνέκλασας αὐτῶν πᾶσαν ὀσφύν. 8 διὰ τοῦτο τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ ρομφαίαν καὶ ἀπολῶ ἀπὸ σοῦ ἀνθρώπους καὶ κτήνη· 9 καὶ ἔσται ἡ γῆ Αἰγύπτου ἀπώλεια καὶ ἔρημος, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος, ἀντὶ τοῦ λέγειν σε· οἱ ποταμοὶ ἐμοί εἰσι, καὶ ἐγὼ ἐποίησα αὐτούς. 10 διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐπὶ σὲ καὶ ἐπὶ πάντας τοὺς ποταμούς σου καὶ δώσω γῆν Αἰγύπτου εἰς ἔρημον καὶ ρομφαίαν καὶ ἀπώλειαν ἀπὸ Μαγδώλου καὶ Συήνης καὶ ἕως ὁρίων Αἰθιόπων. 11 οὐ μὴ διέλθῃ ἐν αὐτῇ ποὺς ἀνθρώπου, καὶ ποὺς κτήνους οὐ μὴ διέλθῃ αὐτήν, καὶ οὐ κατοικηθήσεται τεσσαράκοντα ἔτη. 12 καὶ δώσω τὴν γῆν αὐτῆς ἀπώλειαν ἐν μέσῳ γῆς ἠρημωμένης, καὶ αἱ πόλεις αὐτῆς ἐν μέσῳ πόλεων ἠρημωμένων ἔσονται τεσσαράκοντα ἔτη· καὶ διασπερῶ Αἴγυπτον ἐν τοῖς ἔθνεσι καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας. 13 τάδε λέγει Κύριος· μετὰ τεσσαράκοντα ἔτη συνάξω Αἰγυπτίους ἀπὸ τῶν ἐθνῶν, οὗ διεσκορπίσθησαν ἐκεῖ, 14 καὶ ἀποστρέψω τὴν αἰχμαλωσίαν τῶν Αἰγυπτίων καὶ κατοικίσω αὐτοὺς ἐν γῇ Φαθωρῆς, ἐν τῇ γῇ, ὅθεν ἐλήφθησαν· καὶ ἔσται ἀρχὴ ταπεινὴ 15 παρὰ πάσας τὰς ἀρχάς, οὐ μὴ ὑψωθῇ ἔτι ἐπὶ τὰ ἔθνη, καὶ ὀλιγοστοὺς αὐτοὺς ποιήσω τοῦ μὴ εἶναι αὐτοὺς πλείονας ἐν τοῖς ἔθνεσι. 16 καὶ οὐκέτι ἔσονται τῷ οἴκῳ ᾿Ισραὴλ εἰς ἐλπίδα ἀναμιμνήσκουσαν ἀνομίαν ἐν τῷ ἀκολουθῆσαι αὐτοὺς ὀπίσω αὐτῶν· καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος. 17 καὶ ἐγένετο ἐν τῷ ἑβδόμῳ καὶ εἰκοστῷ ἔτει, μιᾷ τοῦ μηνὸς τοῦ πρώτου, ἐγένετο λόγος Κυρίου πρός με λέγων· 18 υἱὲ ἀνθρώπου, Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος κατεδουλώσατο τὴν δύναμιν αὐτοῦ δουλείᾳ μεγάλῃ ἐπὶ Τύρου, πᾶσα κεφαλὴ φαλακρὰ καὶ πᾶς ὦμος μαδῶν, καὶ μισθὸς οὐκ ἐγενήθη αὐτῷ καὶ τῇ δυνάμει αὐτοῦ ἐπὶ Τύρου καὶ τῆς δουλείας, ἧς ἐδούλευσαν ἐπ' αὐτήν. 19 τάδε λέγει Κύριος Κύριος· ἰδοὺ ἐγὼ δίδωμι τῷ Ναβουχοδονόσορ βασιλεῖ Βαβυλῶνος γῆν Αἰγύπτου, καὶ προνομεύσει τὴν προνομὴν αὐτῆς καὶ σκυλεύσει τὰ σκῦλα αὐτῆς, καὶ ἔσται μισθὸς τῇ δυνάμει αὐτοῦ· 20 ἀντὶ τῆς λειτουργίας αὐτοῦ, ἧς ἐδούλευσεν ἐπὶ Τύρον, δέδωκα αὐτῷ γῆν Αἰγύπτου. τάδε λέγει Κύριος Κύριος· 21 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνατελεῖ κέρας παντὶ τῷ οἴκῳ ᾿Ισραήλ, καὶ σοὶ δώσω στόμα ἀνεῳγμένον ἐν μέσῳ αὐτῶν, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος.

Πέμπτη 4 Απριλίου 2024

ΙΕΖΕΚΙΗΛ

 ΚΕΦΑΛΑΙΟΝ 28


ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων· 2 καὶ σὺ υἱὲ ἀνθρώπου, εἰπὸν τῷ ἄρχοντι Τύρου· τάδε λέγει Κύριος· ἀνθ' ὧν ὑψώθη σου ἡ καρδία, καὶ εἶπας· θεός εἰμι ἐγώ, κατοικίαν θεοῦ κατῴκησα ἐν καρδίᾳ θαλάσσης, σὺ δὲ εἶ ἄνθρωπος καὶ οὐ Θεός, καὶ ἔδωκας τὴν καρδίαν σου ὡς καρδίαν Θεοῦ. 3 μὴ σοφώτερος εἶ σὺ τοῦ Δανιήλ; ἢ σοφοὶ οὐκ ἐπαίδευσάν σε τῇ ἐπιστήμη αὐτῶν; 4 μὴ ἐν τῇ ἐπιστήμῃ σου ἢ τῇ φρονήσει σου ἐποίησας σεαυτῷ δύναμιν καὶ χρυσίον καὶ ἀργύριον ἐν τοῖς θησαυροῖς σου; 5 ἐν τῇ πολλῇ ἐπιστήμῃ σου καὶ ἐμπορίᾳ σου ἐπλήθυνας δύναμίν σου, ὑψώθη ἡ καρδία σου ἐν τῇ δυνάμει σου. 6 διὰ τοῦτο τάδε λέγει Κύριος· ἐπειδὴ δέδωκας τὴν καρδίαν σου ὡς καρδίαν Θεοῦ, 7 ἀντὶ τούτου ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ ἀλλοτρίους λοιμοὺς ἀπὸ ἐθνῶν, καὶ ἐκκενώσουσι τὰς μαχαίρας αὐτῶν ἐπὶ σὲ καὶ ἐπὶ τὸ κάλλος τῆς ἐπιστήμης σου καὶ στρώσουσι τὸ κάλλος σου εἰς ἀπώλειαν· 8 καὶ καταβιβάσουσί σε, καὶ ἀποθανῇ θανάτῳ τραυματιῶν ἐν καρδίᾳ θαλάσσης. 9 μὴ λέγων ἐρεῖς· Θεός εἰμι ἐγώ, ἐνώπιον τῶν ἀναιρούντων σε; σὺ δὲ εἶ ἄνθρωπος καὶ οὐ Θεός. 10 ἐν πλήθει ἀπεριτμήτων ἀπολῇ ἐν χερσὶν ἀλλοτρίων, ὅτι ἐγὼ ἐλάλησα, λέγει Κύριος. - 11 Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· 12 υἱὲ ἀνθρώπου, λαβὲ θρῆνον ἐπὶ τὸν ἄρχοντα Τύρου καὶ εἰπὸν αὐτῷ· τάδε λέγει Κύριος Κύριος· σὺ ἀποσφράγισμα ὁμοιώσεως καὶ στέφανος κάλλους 13 ἐν τῇ τρυφῇ τοῦ παραδείσου τοῦ Θεοῦ ἐγενήθης· πάντα λίθον χρηστὸν ἐνδέδεσαι, σάρδιον καὶ τοπάζιον καὶ σμάραγδον καὶ ἄνθρακα καὶ σάπφειρον καὶ ἴασπιν καὶ ἀργύριον καὶ χρυσίον καὶ λιγύριον καί ἀχάτην καὶ ἀμέθυστον καὶ χρυσόλιθον καὶ βηρύλλιον καὶ ὀνύχιον, καὶ χρυσίου ἐνέπλησας τοὺς θησαυρούς σου καὶ τὰς ἀποθήκας σου ἐν σοὶ 14 ἀφ' ἧς ἡμέρας ἐκτίσθης σύ. μετὰ τοῦ Χεροὺβ ἔθηκά σε ἐν ὄρει ἁγίῳ Θεοῦ, ἐγενήθης ἐν μέσῳ λίθων πυρίνων. 15 ἐγενήθης σὺ ἄμωμος ἐν ταῖς ἡμέραις σου, ἀφ' ἧς ἡμέρας σὺ ἐκτίσθης ἕως εὑρέθη τὰ ἀδικήματα ἐν σοί. 16 ἀπὸ πλήθους τῆς ἐμπορίας σου ἔπλησας τὰ ταμιεῖά σου ἀνομίας καὶ ἥμαρτες καὶ ἐτραυματίσθης ἀπὸ ὄρους τοῦ Θεοῦ, καὶ ἤγαγέ σε τὸ Χεροὺβ ἐκ μέσου λίθων πυρίνων. 17 ὑψώθη ἡ καρδία σου ἐπὶ τῷ κάλλει σου, διεφθάρη ἡ ἐπιστήμη σου μετὰ τοῦ κάλλους σου· διὰ πλῆθος ἁμαρτιῶν σου ἐπὶ τὴν γῆν ἔρριψά σε, ἐναντίον βασιλέων ἔδωκά σε παραδειγματισθῆναι. 18 διὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν σου καὶ τῶν ἀδικιῶν τῆς ἐμπορίας σου ἐβεβήλωσα τά ἱερά σου, καὶ ἐξάξω πῦρ ἐκ μέσου σου, τοῦτο καταφάγεταί σε· καὶ δώσω σε εἰς σποδὸν ἐπὶ τῆς γῆς σου ἐναντίον πάντων τῶν ὁρώντων σε. 19 καὶ πάντες οἱ ἐπιστάμενοί σε ἐν τοῖς ἔθνεσι στυγνάσουσιν ἐπὶ σέ· ἀπώλεια ἐγένου καὶ οὐχ ὑπάρξεις ἔτι εἰς τὸν αἰῶνα. 20 Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· 21 υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Σιδῶνα καὶ προφήτευσον ἐπ' αὐτὴν 22 καὶ εἰπόν· τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐπὶ σέ, Σιδών, καὶ ἐνδοξασθήσομαι ἐν σοί, καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος ἐν τῷ ποιῆσαί με ἐν σοὶ κρίματα, καὶ ἁγιασθήσομαι ἐν σοί. 23 αἷμα καὶ θάνατος ἐν ταῖς πλατείαις σου, καὶ πεσοῦνται τετραυματισμένοι ἐν μαχαίραις ἐν σοὶ περικύκλῳ σου· καὶ γνώσονται διότι ἐγώ εἰμι Κύριος. - 24 Καὶ οὐκ ἔσονται οὐκέτι ἐν τῷ οἴκῳ τοῦ ᾿Ισραὴλ σκόλοψ πικρίας καὶ ἄκανθα ὀδύνης ἀπὸ πάντων τῶν περικύκλῳ αὐτῶν τῶν ἀτιμασάντων αὐτούς· καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος. 25 τάδε λέγει Κύριος Κύριος· καὶ συνάξω τὸν ᾿Ισραὴλ ἐκ τῶν ἐθνῶν, οὗ διεσκορπίσθησαν ἐκεῖ, καὶ ἁγιασθήσομαι ἐν αὐτοῖς ἐνώπιον τῶν λαῶν καὶ τῶν ἐθνῶν· 26 καὶ κατοικήσουσιν ἐπὶ τῆς γῆς αὐτῶν, ἣν δέδωκα τῷ δούλῳ μου ᾿Ιακώβ, καὶ κατοικήσουσιν ἐπ' αὐτῆς ἐν ἐλπίδι καὶ οἰκοδομήσουσιν οἰκίας καὶ φυτεύσουσιν ἀμπελῶνας καὶ κατοικήσουσιν ἐν ἐλπίδι, ὅταν ποιήσω κρίμα ἐν πᾶσι τοῖς ἀτιμάσασιν αὐτοὺς ἐν τοῖς κύκλῳ αὐτῶν· καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν καὶ ὁ Θεὸς τῶν πατέρων αὐτῶν.

Δευτέρα 1 Απριλίου 2024

ΙΕΖΕΚΙΗΛ

 ΚΕΦΑΛΑΙΟΝ 27 


ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων· 2 καὶ σὺ υἱὲ ἀνθρώπου, λαβὲ ἐπὶ Σὸρ θρῆνον 3 καὶ ἐρεῖς τῇ Σὸρ τῇ κατοικούσῃ ἐπὶ τῆς εἰσόδου τῆς θαλάσσης, τῷ ἐμπορίῳ τῶν λαῶν ἀπὸ νήσων πολλῶν· τάδε λέγει Κύριος τῇ Σόρ· σὺ εἶπας· ἐγὼ περιέθηκα ἐμαυτῇ κάλλος μου. 4 ἐν καρδίᾳ θαλάσσης τῷ Βεελεὶμ υἱοί σου περιέθηκάν σοι κάλλος. 5 κέδρος ἐκ Σανεὶρ ᾠκοδομήθη σοι, ταινίαι σανίδων κυπαρίσσου ἐκ τοῦ Λιβάνου ἐλήφθησαν τοῦ ποιῆσαί σοι ἱστοὺς ἐλατίνους· 6 ἐκ τῆς Βασανίτιδος ἐποίησαν τὰς κώπας σου, τὰ ἱερά σου ἐποίησαν ἐξ ἐλέφαντος, οἴκους ἀλσώδεις ἀπὸ νήσων τῶν Χετιείμ. 7 βύσσος μετὰ ποικιλίας ἐξ Αἰγύπτου ἐγένετό σοι στρωμνὴ τοῦ περιθεῖναί σοι δόξαν καὶ περιβαλεῖν σε ὑάκινθον καὶ πορφύραν ἐκ τῶν νήσων ᾿Ελεισαὶ καὶ ἐγένετο περιβόλαιά σου. 8 καὶ οἱ ἄρχοντές σου οἱ κατοικοῦντες Σιδῶνα καὶ ᾿Αράδιοι ἐγένοντο κωπηλάται σου· οἱ σοφοί σου, Σόρ, οἳ ἦσαν ἐν σοί, οὗτοι κυβερνῆταί σου. 9 οἱ πρεσβύτεροι βιβλίων καὶ οἱ σοφοὶ αὐτῶν ἦσαν ἐν σοί, οὗτοι ἐνίσχυον τὴν βουλήν σου· καὶ πάντα τὰ πλοῖα τῆς θαλάσσης καὶ οἱ κωπηλάται αὐτῶν ἐγένοντό σοι ἐπὶ δυσμὰς δυσμῶν. 10 Πέρσαι καὶ Λυδοὶ καὶ Λίβυες ἦσαν ἐν τῇ δυνάμει σου, ἄνδρες πολεμισταί σου πέλτας καὶ περικεφαλαίας ἐκρέμασαν ἐν σοί, οὗτοι ἔδωκαν τὴν δόξαν σου. 11 υἱοὶ ᾿Αραδίων καὶ ἡ δύναμίς σου ἐπὶ τῶν τειχέων σου φύλακες ἐν τοῖς πύργοις σου ἦσαν, τὰς φαρέτρας αὐτῶν ἐκρέμασαν ἐπὶ τῶν ὅρμων σου κύκλῳ· οὗτοι ἐτελείωσάν σου τὸ κάλλος. 12 Καρχηδόνιοι ἔμποροί σου ἀπὸ πλήθους πάσης ἰσχύος σου, ἀργύριον καὶ χρυσίον καὶ σίδηρον καὶ κασσίτερον καὶ μόλιβον ἔδωκαν τὴν ἀγοράν σου. 13 ἡ ῾Ελλὰς καὶ ἡ σύμπασα καὶ τὰ παρατείνοντα, οὗτοι ἐνεπορεύοντό σοι ἐν ψυχαῖς ἀνθρώπων καὶ σκεύη χαλκᾶ ἔδωκαν τὴν ἐμπορίαν σου. 14 ἐξ οἴκου Θεργαμὰ ἵππους καὶ ἱππεῖς ἔδωκαν τὴν ἀγοράν σου. 15 υἱοὶ Ροδίων ἔμποροί σου ἀπὸ νήσων ἐπλήθυναν τὴν ἐμπορίαν σου ὀδόντας ἐλεφαντίνους, καὶ τοῖς εἰσαγομένοις ἀντεδίδους τοὺς μισθούς σου, 16 ἀνθρώπους ἐμπορίαν σου ἀπὸ πλήθους τοῦ συμμείκτου σου, στακτὴν καὶ ποικίλματα ἐκ Θαρσίς, καὶ Ραμὸθ καὶ Χορχὸρ ἔδωκαν τὴν ἀγοράν σου. 17 ᾿Ιούδας καὶ οἱ υἱοὶ τοῦ ᾿Ισραήλ, οὗτοι ἔμποροί σου ἐν πράσει σίτου καὶ μύρων καὶ κασίας, καὶ πρῶτον μέλι καὶ ἔλαιον καὶ ρητίνην ἔδωκαν εἰς τὸν σύμμεικτόν σου. 18 Δαμασκὸς ἔμπορός σου ἐκ πλήθους πάσης δυνάμεώς σου· οἶνος ἐκ Χελβὼν καὶ ἔρια ἐκ Μιλήτου, καὶ οἶνον εἰς τὴν ἀγοράν σου ἔδωκαν. 19 ἐξ ᾿Ασὴλ σίδηρος εἰργασμένος καὶ τροχὸς ἐν τῷ συμμείκτῳ σού ἐστι. 20 Δαιδὰν ἔμποροί σου μετὰ κτηνῶν ἐκλεκτῶν εἰς ἅρματα. 21 ἠ ᾿Αραβία καὶ πάντες οἱ ἄρχοντες Κηδάρ, οὗτοι ἔμποροί σου διά χειρός σου, καμήλους καὶ ἀμνοὺς καὶ κριοὺς ἐν οἷς ἐμπορεύονταί σε. 22 ἔμποροι Σαββὰ καὶ Ραγμά, οὗτοι ἔμποροί σου μετὰ πρώτων ἡδυσμάτων καὶ λίθων χρηστῶν καὶ χρυσὸν ἔδωκαν τὴν ἀγοράν σου. 23 Χαρρὰν καὶ Χαννά, οὗτοι ἔμποροί σου· ᾿Ασσοὺρ καὶ Χαρμὰν ἔμποροί σου 24 φέροντες ἐμπορίαν ὑάκινθον καὶ θησαυροὺς ἐκλεκτοὺς δεδεμένους σχοινίοις καὶ κυπαρύσσινα. 25 πλοῖα, ἐν αὐτοῖς Καρχηδόνιοι ἔμποροί σου ἐν τῷ πλήθει, ἐν τῷ συμμείκτῳ σου, καὶ ἐνεπλήσθης καὶ ἐβαρύνθης σφόδρα ἐν καρδίᾳ θαλάσσης. 26 ἐν ὕδατι πολλῷ ἦγόν σε οἱ κωπηλάται σου· τὸ πνεῦμα τοῦ νότου συνέτριψέ σε ἐν καρδίᾳ θαλάσσης. 27 ἦσαν δυνάμεις σου καὶ ὁ μισθός σου καὶ τῶν συμμείκτων σου καὶ οἱ κωπηλάται σου καὶ οἱ κυβερνῆταί σου καὶ οἱ σύμβουλοί σου καὶ οἱ σύμμεικτοί σου ἐκ τῶν συμμείκτων σου καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταί σου οἱ ἐν σοὶ καὶ πᾶσα συναγωγή σου ἐν μέσῳ σου, πεσοῦνται ἐν καρδίᾳ θαλάσσης ἐν τῇ ἡμέρᾳ τῆς πτώσεώς σου. 28 πρὸς τὴν κραυγὴν τῆς φωνῆς σου οἱ κυβερνῆταί σου φόβῳ φοβηθήσονται, 29 καὶ καταβήσονται ἀπὸ τῶν πλοίων πάντες οἱ κωπηλάται καὶ οἱ ἐπιβάται καὶ οἱ πρωρεῖς τῆς θαλάσσης ἐπὶ τὴν γῆν στήσονται 30 καὶ ἀλαλάξουσιν ἐπὶ σὲ τῇ φωνῇ αὐτῶν καὶ κεκράξονται πικρὸν καὶ ἐπιθήσουσι γῆν ἐπὶ τὴν κεφαλὴν αὐτῶν καὶ σποδὸν ὑποστρώσονται. 32 καὶ λήψονται οἱ υἱοὶ αὐτῶν ἐπὶ σὲ θρῆνον καὶ θρήνημά σοι· 33 πόσον τινὰ εὗρες μισθὸν ἀπὸ τῆς θαλάσσης; ἐνέπλησας ἔθνη ἀπὸ τοῦ πλήθους σου καὶ ἀπὸ τοῦ συμμείκτου σου ἐπλούτησας πάντας βασιλεῖς τῆς γῆς. 34 νῦν συνετρίβης ἐν θαλάσσῃ, ἐν βάθει ὕδατος· ὁ σύμμεικτός σου καὶ πᾶσα ἡ συναγωγή σου ἐν μέσῳ σου 35 ἔπεσον, πάντες οἱ κωπηλάται σου. πάντες οἱ κατοικοῦντες τὰς νήσους ἐστύγνασαν ἐπὶ σέ, καὶ οἱ βασιλεῖς αὐτῶν ἐκστάσει ἐξέστησαν, καὶ ἐδάκρυσε τὸ πρόσωπον αὐτῶν. 36 ἔμποροι ἀπὸ ἐθνῶν ἐσύρισάν σε, ἀπώλεια ἐγένου, καὶ οὐκέτι ἔσῃ εἰς τὸν αἰῶνα.

Σάββατο 30 Μαρτίου 2024

ΙΕΖΕΚΙΗΛ

ΚΕΦΑΛΑΙΟΝ 26 

 

ΚΑΙ ἐγενήθη ἐν τῷ ἑνδεκάτῳ ἔτει, μιᾷ τοῦ μηνός, ἐγένετο λόγος Κυρίου πρός με λέγων· 2 υἱὲ ἀνθρώπου, ἀνθ' ὧν εἶπε Σὸρ ἐπὶ ῾Ιερουσαλήμ· εὖγε, συνετρίβη, ἀπόλωλε τὰ ἔθνη, ἐπεστράφη πρός με, ἡ πλήρης ἠρήμωται, 3 διὰ τοῦτο τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐπὶ σέ, Σόρ, καὶ ἀνάξω ἐπὶ σὲ ἔθνη πολλά, ὡς ἀναβαίνει ἡ θάλασσα τοῖς κύμασιν αὐτῆς. 4 καὶ καταβαλοῦσι τὰ τείχη Σὸρ καὶ καταβαλοῦσι τοὺς πύργους σου, καὶ λικμήσω τὸν χοῦν αὐτῆς ἀπ' αὐτῆς καὶ δώσω αὐτὴν εἰς λεωπετρίαν. 5 ψυγμὸς σαγηνῶν ἔσται ἐν μέσῳ θαλάσσης, ὅτι ἐγὼ λελάληκα, λέγει Κύριος· καὶ ἔσται εἰς προνομὴν τοῖς ἔθνεσι. 6 καὶ αἱ θυγατέρες αὐτῆς αἱ ἐν τῷ πεδίῳ μαχαίρᾳ ἀναιρεθήσονται, καὶ γνώσονται ὅτι ἐγὼ Κύριος. 7 ὅτι τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σέ, Σόρ, τὸν Ναβουχοδονόσορ βασιλέα Βαβυλῶνος ἀπὸ τοῦ βορρᾶ (βασιλεὺς βασιλέων ἐστί) μεθ' ἵππων καὶ ἁρμάτων καὶ ἱππέων καὶ συναγωγῆς ἐθνῶν πολλῶν σφόδρα. 8 οὗτος τὰς θυγατέρας σου τὰς ἐν τῷ πεδίῳ μαχαίρᾳ ἀνελεῖ καὶ δώσει ἐπὶ σὲ προφυλακὴν καὶ περιοικοδομήσει καὶ ποιήσει ἐπὶ σὲ κύκλῳ χάρακα καὶ περίστασιν ὅπλων καὶ τὰς λόγχας αὐτοῦ ἀπέναντί σου δώσει· 9 τὰ τείχη σου καὶ τοὺς πύργους σου καταβαλεῖ ἐν ταῖς μαχαίραις αὐτοῦ. 10 ἀπὸ τοῦ πλήθους τῶν ἵππων αὐτοῦ κατακαλύψει σε ὁ κονιορτὸς αὐτῶν, καὶ ἀπὸ τῆς φωνῆς τῶν ἱππέων αὐτοῦ καὶ τῶν τροχῶν τῶν ἁρμάτων αὐτοῦ σεισθήσεται τὰ τείχη σου εἰσπορευομένου αὐτοῦ τὰς πύλας σου, ὡς εἰσπορευόμενος εἰς πόλιν ἐκ πεδίου. 11 ἐν ταῖς ὁπλαῖς τῶν ἵππων αὐτοῦ καταπατήσουσί σου πάσας τὰς πλατείας· τὸν λαόν σου μαχαίρᾳ ἀνελεῖ καὶ τὴν ὑπόστασιν τῆς ἰσχύος σου ἐπὶ τὴν γῆν κατάξει. 12 καὶ προνομεύσει τὴν δύναμίν σου καὶ σκυλεύσει τὰ ὑπάρχοντά σου καὶ καταβαλεῖ τὰ τείχη σου καὶ τοὺς οἴκους σου τοὺς ἐπιθυμητοὺς καθελεῖ, καὶ τοὺς λίθους σου καὶ τὰ ξύλα σου καὶ τὸν χοῦν σου εἰς μέσον τῆς θαλάσσης σου ἐμβαλεῖ. 13 καὶ καταλύσει τὸ πλῆθος τῶν μουσικῶν σου, καὶ ἡ φωνὴ τῶν ψαλτηρίων σου οὐ μὴ ἀκουσθῇ ἔτι. 14 καὶ δώσω σε εἰς λεωπετρίαν, ψυγμὸς σαγηνῶν ἔσῃ, οὐ μὴ οἰκοδομηθῇς ἔτι, ὅτι ἐγὼ Κύριος ἐλάλησα, λέγει Κύριος. 15 διότι τάδε λέγει Κύριος Κύριος τῇ Σόρ· οὐκ ἀπὸ φωνῆς τῆς πτώσεώς σου ἐν τῷ στενάξαι τραυματίας, ἐν τῷ σπάσαι μάχαιραν ἐν μέσῳ σου σεισθήσονται αἱ νῆσοι; 16 καὶ καταβήσονται ἀπὸ τῶν θρόνων αὐτῶν πάντες οἱ ἄρχοντες ἐκ τῶν ἐθνῶν τῆς θαλάσσης καὶ ἀφελοῦνται τὰς μίτρας ἀπὸ τῶν κεφαλῶν αὐτῶν καὶ τὸν ἱματισμὸν τὸν ποικίλον αὐτῶν ἐκδύσονται. ἐκστάσει ἐκστήσονται, ἐπὶ γῆν καθεδοῦνται καὶ φοβηθήσονται τὴν ἀπώλειαν αὐτῶν καὶ στενάξουσιν ἐπὶ σέ· 17 καὶ λήψονται ἐπὶ σὲ θρῆνον καὶ ἐροῦσί σοι· πῶς κατελύθης ἐκ θαλάσσης, ἡ πόλις ἡ ἐπαινετή, ἡ δοῦσα τὸν φόβον αὐτῆς πᾶσι τοῖς κατοικοῦσιν αὐτήν; 18 καὶ φοβηθήσονται αἱ νῆσοι ἀπὸ ἡμέρας πτώσεώς σου· 19 ὅτι τάδε λέγει Κύριος Κύριος· ὅταν δῶ σε πόλιν ἠρημωμένην ὡς τὰς πόλεις τὰς μὴ κατοικισθησομένας, ἐν τῷ ἀναγαγεῖν με ἐπὶ σὲ τὴν ἄβυσσον καὶ κατακαλύψει σε ὕδωρ πολύ, 20 καὶ καταβιβάσω σε πρὸς τοὺς καταβαίνοντας εἰς βόθρον πρὸς λαὸν αἰῶνος καὶ κατοικιῶ σε εἰς βάθη τῆς γῆς ὡς ἔρημον αἰώνιον μετὰ καταβαινόντων εἰς βόθρον, ὅπως μὴ κατοικηθῇς μηδὲ ἀναστῇς ἐπὶ γῆς ζωῆς. 21 ἀπώλειάν σε δώσω, καὶ οὐχ ὑπάρξεις ἔτι εἰς τὸν αἰῶνα, λέγει Κύριος Κύριος.

Τετάρτη 27 Μαρτίου 2024

ΙΕΖΕΚΙΗΛ

 ΚΕΦΑΛΑΙΟΝ 25


ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων· 2 υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ τοὺς υἱοὺς ᾿Αμμὼν καὶ προφήτευσον ἐπ' αὐτοὺς 3 καὶ ἐρεῖς τοῖς υἱοῖς ᾿Αμμών· ἀκούσατε λόγον Κυρίου· τάδε λέγει Κύριος· ἀνθ' ὧν ἐπεχάρητε ἐπὶ τὰ ἅγιά μου, ὅτι ἐβεβηλώθη, καὶ ἐπὶ τὴν γῆν τοῦ ᾿Ισραήλ, ὅτι ἠφανίσθη, καὶ ἐπὶ τὸν οἶκον τοῦ ᾿Ιούδα, ὅτι ἐπορεύθησαν ἐν αἰχμαλωσίᾳ, 4 διὰ τοῦτο ἰδοὺ ἐγὼ παραδίδωμι ὑμᾶς τοῖς υἱοῖς Κεδὲμ εἰς κληρονομίαν, καὶ κατασκηνώσουσιν ἐν τῇ ἀπαρτίᾳ αὐτῶν ἐν σοὶ καὶ δώσουσιν ἐν σοὶ τὰ σκηνώματα αὐτῶν· αὐτοὶ φάγονται τοὺς καρπούς σου, καὶ αὐτοὶ πίονται τὴν πιότητά σου. 5 καὶ δώσω τὴν πόλιν τοῦ ᾿Αμμὼν εἰς νομὰς καμήλων καὶ τοὺς υἱοὺς ᾿Αμμὼν εἰς νομὴν προβάτων· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος. 6 διότι τάδε λέγει Κύριος· ἀνθ' ὧν ἐκρότησας τὴν χεῖρά σου καὶ ἐψόφησας τῷ ποδί σου καὶ ἐπέχαρας ἐκ ψυχῆς σου ἐπὶ τὴν γῆν τοῦ ᾿Ισραήλ, 7 διὰ τοῦτο ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ καὶ δώσω σε εἰς διαρπαγὴν ἐν τοῖς ἔθνεσι καὶ ἐξολοθρεύσω σε ἐκ τῶν λαῶν καὶ ἀπολῶ σε ἐκ τῶν χωρῶν ἀπωλείᾳ· καὶ ἐπιγνώσῃ διότι ἐγὼ Κύριος. - 8 Τάδε λέγει Κύριος· ἀνθ' ὧν εἶπε Μωάβ· ἰδοὺ ὃν τρόπον πάντα τὰ ἔθνη οἶκος ᾿Ισραὴλ καὶ ᾿Ιούδα, 9 διὰ τοῦτο ἰδοὺ ἐγὼ παραλύω τὸν ὦμον Μωὰβ ἀπὸ πόλεων ἀκρωτηρίων αὐτοῦ, ἐκλεκτὴν γῆν, οἶκον ᾿Ασιμοὺθ ἐπάνω πηγῆς πόλεως παραθαλασσίας. 10 τοῖς υἱοῖς Κεδὲμ ἐπὶ τοὺς υἱοὺς ᾿Αμμὼν δέδωκα αὐτοὺς εἰς κληρονομίαν, ὅπως μὴ μνεία γένηται τῶν υἱῶν ᾿Αμμών· 11 καὶ εἰς Μωὰβ ποιήσω ἐκδίκησιν, καὶ ἐπιγνώσονται διότι ἐγὼ Κύριος. - 12 Τάδε λέγει Κύριος· ἀνθ' ὧν ἐποίησεν ἡ ᾿Ιδουμαία ἐν τῷ ἐκδικῆσαι αὐτοὺς ἐκδίκησιν εἰς τὸν οἶκον ᾿Ιούδα καὶ ἐμνησικάκησαν καὶ ἐξεδίκησαν δίκην, 13 διὰ τοῦτο τάδε λέγει Κύριος· καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τὴν ᾿Ιδουμαίαν καὶ ἐξολοθρεύσω ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος καὶ θήσομαι αὐτὴν ἔρημον, καὶ ἐκ Θαιμὰν διωκόμενοι ἐν ρομφαίᾳ πεσοῦνται. 14 καὶ δώσω ἐκδίκησίν μου ἐπὶ τὴν ᾿Ιδουμαίαν ἐν χειρὶ λαοῦ μου ᾿Ισραήλ, καὶ ποιήσουσιν ἐν τῇ ᾿Ιδουμαίᾳ κατὰ τὴν ὀργήν μου καὶ κατὰ τὸν θυμόν μου· καὶ ἐπιγνώσονται τὴν ἐκδίκησίν μου, λέγει Κύριος. - 15 Διὰ τοῦτο τάδε λέγει Κύριος· ἀνθ' ὧν ἐποίησαν οἱ ἀλλόφυλοι ἐν ἐκδικήσει καὶ ἐξανέστησαν ἐκδίκησιν ἐπιχαίροντες ἐκ ψυχῆς τοῦ ἐξαλεῖψαι ἕως ἑνός, 16 διὰ τοῦτο τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐκτείνω τὴν χεῖρά μου ἐπὶ τοὺς ἀλλοφύλους καὶ ἐξολοθρεύσω Κρῆτας καὶ ἀπολῶ τοὺς καταλοίπους τοὺς κατοικοῦντας τὴν παραλίαν· 17 καὶ ποιήσω ἐν αὐτοῖς ἐκδικήσεις μεγάλας, καὶ ἐπιγνώσονται διότι ἐγὼ Κύριος ἐν τῷ δοῦναι τὴν ἐκδίκησίν μου ἐπ' αὐτούς.

Δευτέρα 25 Μαρτίου 2024

ΙΕΖΕΚΙΗΛ

 ΚΕΦΑΛΑΙΟΝ 24 


ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με ἐν τῷ ἔτει τῷ ἐνάτῳ, ἐν τῷ μηνὶ τῷ δεκάτῳ, δεκάτῃ τοῦ μηνός, λέγων· 2 υἱὲ ἀνθρώπου, γράψον σεαυτῷ εἰς ἡμέραν ἀπὸ τῆς ἡμέρας ταύτης, ἀφ' ἧς ἀπηρείσατο βασιλεὺς Βαβυλῶνος ἐπὶ ῾Ιερουσαλήμ, ἀπὸ τῆς ἡμέρας τῆς σήμερον, 3 καὶ εἰπὸν ἐπὶ τὸν οἶκον τὸν παραπικραίνοντα παραβολὴν καὶ ἐρεῖς πρὸς αὐτούς· τάδε λέγει Κύριος· ἐπίστησον τὸν λέβητα καὶ ἔγχεον εἰς αὐτὸν ὕδωρ 4 καὶ ἔμβαλε εἰς αὐτὸν τὰ διχοτομήματα, πᾶν διχοτόμημα καλόν, σκέλος καὶ ὦμον ἐκσεσαρκισμένα ἀπὸ τῶν ὀστῶν 5 ἐξ ἐπιλέκτων κτηνῶν εἰλημμένων καὶ ὑπόκαιε τὰ ὀστᾶ ὑποκάτω αὐτῶν· ἔζεσεν ἔζεσε, καὶ ἥψηται τὰ ὀστᾶ αὐτῆς ἐν μέσῳ αὐτῆς. 6 διὰ τοῦτο τάδε λέγει Κύριος· ὦ πόλις αἱμάτων, λέβης ἐν ᾧ ἐστιν ἰὸς ἐν αὐτῷ, καὶ ὁ ἰὸς οὐκ ἐξῆλθεν ἐξ αὐτῆς· κατὰ μέλος αὐτῆς ἐξήνεγκεν, οὐκ ἔπεσεν ἐπ' αὐτὴν κλῆρος. 7 ὅτι αἷμα αὐτῆς ἐν μέσῳ αὐτῆς ἐστιν, ἐπὶ λεωπετρίαν τέταχα αὐτό. οὐκ ἐκκέχυκα αὐτὸ ἐπὶ τὴν γῆν τοῦ καλύψαι ἐπ' αὐτὸ γῆν· 8 τοῦ ἀναβῆναι θυμὸν εἰς ἐκδίκησιν ἐκδικηθῆναι δέδωκα τὸ αἷμα αὐτῆς ἐπὶ λεωπετρίαν τοῦ μὴ καλύψαι αὐτό. 9 διὰ τοῦτο τάδε λέγει Κύριος· κἀγὼ μεγαλυνῶ τὸν δαλὸν 10 καὶ πληθυνῶ τὰ ξύλα καὶ ἀνακαύσω τὸ πῦρ, ὅπως τακῇ τὰ κρέα καὶ ἐλαττωθῇ ὁ ζωμὸς 11 καὶ στῇ ἐπὶ τοὺς ἄνθρακας, ὅπως προσκαυθῇ καὶ θερμανθῇ ὁ χαλκὸς αὐτῆς καὶ τακῇ ἐν μέσῳ ἀκαθαρσίας αὐτῆς, καὶ ἐκλίπῃ ὁ ἰὸς αὐτῆς, 12 καὶ οὐ μὴ ἐξέλθῃ ἐξ αὐτῆς πολὺς ὁ ἰὸς αὐτῆς, καταισχυνθήσεται ὁ ἰὸς αὐτῆς, 13 ἀνθ' ὧν ἐμιαίνου σύ. καὶ τί ἐὰν μὴ καθαρισθῇς ἔτι, ἕως οὗ ἐμπλήσω τὸν θυμόν μου; 14 ἐγὼ Κύριος λελάληκα, καὶ ἥξει, καὶ ποιήσω, οὐ διαστελῶ οὐδὲ μὴ ἐλεήσω· κατὰ τὰς ὁδούς σου, καὶ κατὰ τὰ ἐνθυμήματά σου κρινῶ σε, λέγει Κύριος. διὰ τοῦτο ἐγὼ κρινῶ σε κατὰ τὰ αἵματά σου καὶ κατὰ τὰ ἐνθυμήματά σου κρινῶ σε, ἡ ἀκάθαρτος, ἡ ὀνομαστὴ καὶ πολλὴ τοῦ παραπικραίνειν. 15 Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· 16 υἱὲ ἀνθρώπου, ἰδοὺ ἐγὼ λαμβάνω ἐκ σοῦ τὰ ἐπιθυμήματα τῶν ὀφθαλμῶν σου ἐν παρατάξει· οὐ μὴ κοπῇς οὐδ' οὐ μὴ κλαυσθῇς. 17 στεναγμὸς αἵματος, ὀσφύος, πένθους ἐστίν· οὐκ ἔσται τὸ τρίχωμά σου συμπεπλεγμένον ἐπὶ σὲ καὶ τὰ ὑποδήματά σου ἐν τοῖς ποσί σου, οὐ μὴ παρακληθῇς ἐν χείλεσιν αὐτῶν καὶ ἄρτον ἀνδρῶν οὐ μὴ φάγῃς. 18 καὶ ἐλάλησα πρὸς τὸν λαὸν τὸ πρωΐ, ὃν τρόπον ἐνετείλατό μοι, καὶ ἀπέθανεν ἡ γυνή μου ἑσπέρας, καὶ ἐποίησα τὸ πρωΐ ὃν τρόπον ἐπετάγη μοι. 19 καὶ εἶπε πρός με ὁ λαός· οὐκ ἀναγγελεῖς ἡμῖν τί ἐστι ταῦτα, ἃ σὺ ποιεῖς; 20 καὶ εἶπα πρὸς αὐτούς· λόγος Κυρίου ἐγένετο πρός με λέγων· 21 εἰπὸν πρὸς τὸν οἶκον τοῦ ᾿Ισραήλ· τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ βεβηλῶ τὰ ἅγιά μου, φρύαγμα ἰσχύος ὑμῶν, ἐπιθυμήματα ὀφθαλμῶν ὑμῶν, καὶ ὑπὲρ ὧν φείδονται αἱ ψυχαὶ ὑμῶν· καὶ οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, οὓς ἐγκατελίπετε, ἐν ρομφαίᾳ πεσοῦνται. 22 καὶ ποιήσετε ὃν τρόπον πεποίηκα· ἀπὸ στόματος αὐτῶν οὐ παρακληθήσεσθε καὶ ἄρτον ἀνδρῶν οὐ φάγεσθε, 23 καὶ αἱ κόμαι ὑμῶν ἐπὶ τῆς κεφαλῆς ὑμῶν, καὶ τὰ ὑποδήματα ὑμῶν ἐν τοῖς ποσὶν ὑμῶν· οὔτε μὴ κόψησθε οὔτε μὴ κλαύσητε, καὶ ἐντακήσεσθε ἐν ταῖς ἀδικίαις ὑμῶν καὶ παρακαλέσετε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ. 24 καὶ ἔσται ᾿Ιεζεκιὴλ ὑμῖν εἰς τέρας· κατὰ πάντα, ὅσα ἐποίησα, ποιήσετε, ὅταν ἔλθῃ ταῦτα· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος. - 25 Καὶ σὺ υἱὲ ἀνθρώπου, οὐχὶ ἐν τῇ ἡμέρᾳ, ὅταν λαμβάνων τὴν ἰσχὺν παρ' αὐτῶν, τὴν ἔπαρσιν τῆς καυχήσεως αὐτῶν, τὰ ἐπιθυμήματα ὀφθαλμῶν αὐτῶν καὶ τὴν ἔπαρσιν ψυχῆς αὐτῶν, υἱοὺς αὐτῶν καὶ θυγατέρας αὐτῶν, 26 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἥξει ὁ ἀνασῳζόμενος πρὸς σὲ τοῦ ἀναγγεῖλαί σοι εἰς τὰ ὦτα; 27 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ διανοιχθήσεται τὸ στόμα σου πρὸς τὸν ἀνασῳζόμενον καὶ λαλήσεις καὶ οὐ μὴ ἀποκωφωθῇς οὐκέτι· καὶ ἔσῃ αὐτοῖς εἰς τέρας, καὶ ἐπιγνώσονται διότι ἐγὼ Κύριος.

Σάββατο 23 Μαρτίου 2024

ΙΕΖΕΚΙΗΛ

 ΚΕΦΑΛΑΙΟΝ 23 



ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων· 2 υἱὲ ἀνθρώπου, δύο γυναῖκες ἦσαν θυγατέρες μητρὸς μιᾶς 3 καὶ ἐξεπόρνευσαν ἐν Αἰγύπτῳ ἐν τῇ νεότητι αὐτῶν· ἐκεῖ ἔπεσον οἱ μαστοὶ αὐτῶν, ἐκεῖ διεπαρθενεύθησαν. 4 καὶ τὰ ὀνόματα αὐτῶν ἦν ᾿Οολὰ ἡ πρεσβυτέρα καὶ ᾿Οολιβὰ ἡ ἀδελφὴ αὐτῆς. καὶ ἐγένοντό μοι καὶ ἔτεκον υἱοὺς καὶ θυγατέρας, καὶ τὰ ὀνόματα αὐτῶν· Σαμάρεια ἦν ᾿Οολὰ καὶ ῾Ιερουσαλὴμ ἦν ᾿Οολιβά. 5 καὶ ἐξεπόρνευσεν ἡ ᾿Οολὰ ἀπ' ἐμοῦ καὶ ἐπέθετο ἐπὶ τοὺς ἐραστὰς αὐτῆς, ἐπὶ τοὺς ᾿Ασσυρίους τοὺς ἐγγίζοντας αὐτῇ, 6 ἐνδεδυκότας ὑακίνθινα, ἡγουμένους καὶ στρατηγούς· νεανίσκοι καὶ ἐπίλεκτοι πάντες, ἱππεῖς ἱππαζόμενοι ἐφ' ἵππων. 7 καὶ ἔδωκε τὴν πορνείαν αὐτῆς ἐπ' αὐτούς· ἐπίλεκτοι υἱοὶ ᾿Ασσυρίων πάντες, καὶ ἐπὶ πάντας, οὓς ἐπέθετο, ἐν πᾶσι τοῖς ἐνθυμήμασιν αὐτοῖς ἐμιαίνετο. 8 καὶ τὴν πορνείαν αὐτῆς ἐξ Αἰγύπτου οὐκ ἐγκατέλιπεν, ὅτι μετ' αὐτῆς ἐκοιμῶντο ἐν νεότητι αὐτῆς, καὶ αὐτοὶ διεπαρθένευσαν αὐτὴν καὶ ἐξέχεαν τὴν πορνείαν αὐτῶν ἐπ' αὐτήν. 9 διὰ τοῦτο παρέδωκα αὐτὴν εἰς χεῖρας τῶν ἐραστῶν αὐτῆς, εἰς χεῖρας υἱῶν ᾿Ασσυρίων, ἐφ' οὓς ἐπετίθετο. 10 αὐτοὶ ἀπεκάλυψαν τὴν αἰσχύνην αὐτῆς, υἱοὺς καὶ θυγατέρας αὐτῆς ἔλαβον καὶ αὐτὴν ἐν ρομφαίᾳ ἀπέκτειναν. καὶ ἐγένετο λάλημα εἰς γυναῖκας, καὶ ἐποίησαν ἐκδικήσεις ἐν αὐτῇ εἰς τὰς θυγατέρας. - 11 Καὶ εἶδεν ἡ ἀδελφὴ αὐτῆς ᾿Οολιβὰ καὶ διέφθειρε τὴν ἐπίθεσιν αὐτῆς ὑπὲρ αὐτὴν καὶ τὴν πορνείαν αὐτῆς ὑπὲρ τὴν πορνείαν τῆς ἀδελφῆς αὐτῆς. 12 ἐπὶ τοὺς υἱοὺς τῶν ᾿Ασσυρίων ἐπέθετο, ἡγουμένους καὶ στρατηγοὺς τοὺς ἐγγὺς αὐτῆς ἐνδεδυκότας εὐπάρυφα, ἱππεῖς ἱππαζομένους ἐφ' ἵππων· νεανίσκοι ἐπίλεκτοι πάντες. 13 καὶ εἶδον ὅτι μεμίανται· ὁδὸς μία τῶν δύο. 14 καὶ προσέθετο πρὸς τὴν πορνείαν αὐτῆς καὶ εἶδεν ἄνδρας ἐζωγραφημένους ἐπὶ τοῦ τοίχου, εἰκόνας Χαλδαίων, ἐζωγραφημένους ἐν γραφίδι, 15 ἐζωσμένους ποικίλματα ἐπὶ τὰς ὀσφύας αὐτῶν, καὶ τιάραι βαπταὶ ἐπὶ τῶν κεφαλῶν αὐτῶν, ὄψις τρισσὴ πάντων, ὁμοίωμα υἱῶν Χαλδαίων, γῆς πατρίδος αὐτῶν, 16 καὶ ἐπέθετο ἐπ' αὐτοὺς τῇ ὁράσει ὀφθαλμῶν αὐτῆς καὶ ἐξαπέστειλεν ἀγγέλους πρὸς αὐτοὺς εἰς γῆν Χαλδαίων. 17 καὶ ἤλθοσαν πρὸς αὐτὴν υἱοὶ Βαβυλῶνος εἰς κοίτην καταλυόντων καὶ ἐμίαινον αὐτὴν ἐν τῇ πορνείᾳ αὐτῆς, καὶ ἐμιάνθη ἐν αὐτοῖς· καὶ ἀπέστη ἡ ψυχὴ αὐτῆς ἀπ' αὐτῶν. 18 καί ἀπεκάλυψε τὴν πορνείαν αὐτῆς καὶ ἀπεκάλυψεν αἰσχύνην αὐτῆς, καὶ ἀπέστη ἡ ψυχή μου ἀπ' αὐτῆς, ὃν τρόπον ἀπέστη ἡ ψυχή μου ἀπὸ τῆς ἀδελφῆς αὐτῆς. 19 καὶ ἐπλήθυνας τὴν πορνείαν σου τοῦ ἀναμνῆσαι ἡμέραν νεότητός σου, ἐν αἷς ἐπόρνευσας ἐν Αἰγύπτῳ, 20 καὶ ἐπέθου ἐπὶ τοὺς Χαλδαίους, ὧν ὡς ὄνων αἱ σάρκες αὐτῶν καὶ αἰδοῖα ἵππων τὰ αἰδοῖα αὐτῶν. 21 καὶ ἐπεσκέψω τὴν ἀνομίαν νεότητός σου, ἃ ἐποίεις ἐν Αἰγύπτῳ ἐν τῷ καταλύματί σου, οὗ οἱ μαστοὶ νεότητός σου. - 22 Διὰ τοῦτο ᾿Οολιβά, τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐξεγείρω τοὺς ἐραστάς σου ἐπὶ σέ, ἀφ' ὧν ἀπέστη ἡ ψυχή σου ἀπ' αὐτῶν, καὶ ἐπάξω αὐτοὺς ἐπὶ σὲ κυκλόθεν, 23 υἱοὺς Βαβυλῶνος καὶ πάντας τοὺς Χαλδαίους, Φακοὺδ καὶ Σουὲ καὶ Κουὲ καὶ πάντας υἱοὺς ᾿Ασσυρίων μετ' αὐτῶν, νεανίσκους ἐπιλέκτους, ἡγεμόνας καὶ στρατηγοὺς πάντας, τρισσοὺς καὶ ὀνομαστοὺς ἱππεύοντας ἐφ' ἵππων· 24 καὶ πάντες ἥξουσιν ἐπὶ σὲ ἀπὸ βορρᾶ, ἅρματα καὶ τροχοὶ μετ' ὄχλου λαῶν, θυρεοὶ καὶ πέλται, καὶ βαλοῦσι φυλακὴν ἐπὶ σὲ κύκλῳ. 25 καὶ δώσω πρὸ προσώπου αὐτῶν κρίμα, καὶ ἐκδικήσουσί σε ἐν τοῖς κρίμασιν αὐτῶν. καὶ δώσω τὸν ζῆλόν μου ἐν σοί, καὶ ποιήσουσι μετὰ σοῦ ἐν ὀργῇ θυμοῦ· μυκτῆρά σου καὶ ὦτά σου ἀφελοῦσι καὶ τοὺς καταλοίπους σου ἐν ρομφαίᾳ καταβαλοῦσιν. αὐτοὶ υἱούς σου καὶ θυγατέρας σου λήψονται, καὶ τοὺς καταλοίπους σου πῦρ καταφάγεται. 26 καὶ ἐκδύσουσί σε τὸν ἱματισμόν σου καὶ λήψονται τὰ σκεύη τῆς καυχήσεώς σου. 27 καὶ ἀποστρέψω τὰς ἀσεβείας σου ἐκ σοῦ καὶ τὴν πορνείαν σου ἐκ γῆς Αἰγύπτου, καὶ οὐ μὴ ἄρῃς τοὺς ὀφθαλμούς σου ἐπ' αὐτούς, καὶ Αἰγύπτου οὐ μὴ μνησθῇς οὐκέτι. 28 διότι τάδε λέγει Κύριος Κύριος· ἰδοὺ ἐγὼ παραδίδωμί σε εἰς χεῖρας ὧν μισεῖς, ἀφ' ὧν ἀπέστη ἡ ψυχή σου ἀπ' αὐτῶν. 29 καί ποιήσουσιν ἐν σοὶ ἐν μίσει καὶ λήψονται πάντας τοὺς πόνους σου καὶ τοὺς μόχθους σου, καὶ ἔσῃ γυμνὴ καὶ αἰσχύνουσα, καὶ ἀποκαλυφθήσεται αἰσχύνη πορνείας σου καὶ ἀσέβειά σου. καὶ ἡ πορνεία σου 30 ἐποίησε ταῦτά σοι ἐν τῷ ἐκπορνεῦσαί σε ὀπίσω ἐθνῶν καὶ ἐμιαίνου ἐν τοῖς ἐνθυμήμασιν αὐτῶν. 31 ἐν τῇ ὁδῷ τῆς ἀδελφῆς σου ἐπορεύθης, καὶ δώσω τὸ ποτήριον αὐτῆς εἰς χεῖράς σου. 32 τάδε λέγει Κύριος· τὸ ποτήριον τῆς ἀδελφῆς σου πίεσαι, τὸ βαθὺ καὶ τὸ πλατύ, τὸ πλεονάζον τοῦ συντελέσαι μέθην, 33 καὶ ἐκλύσεως πλησθήσῃ· καὶ τὸ ποτήριον ἀφανισμοῦ, ποτήριον ἀδελφῆς σου Σαμαρείας, 34 καὶ πίεσαι αὐτό· καὶ τὰς ἑορτὰς καὶ τὰς νουμηνίας αὐτῆς ἀποστρέψω· διότι ἐγὼ λελάληκα, λέγει Κύριος. 35 διὰ τοῦτο τάδε λέγει Κύριος· ἀνθ' ὧν ἐπελάθου μου καὶ ἀπέρριψάς με ὀπίσω τοῦ σώματός σου, καὶ σὺ λαβὲ τὴν ἀσέβειάν σου καὶ τὴν πορνείαν σου. - 36 Καὶ εἶπε Κύριος πρός με· υἱὲ ἀνθρώπου, οὐ κρινεῖς τὴν ᾿Οολὰν καὶ τὴν ᾿Οολιβάν, καὶ ἀναγγελεῖς αὐταῖς τὰς ἀνομίας αὐτῶν; 37 ὅτι ἐμοιχῶντο, καὶ αἷμα ἐν χερσὶν αὐτῶν· τὰ ἐνθυμήματα αὐτῶν ἐμοιχῶντο, καὶ τὰ τέκνα αὐτῶν, ἃ ἐγέννησάν μοι, διήγαγον αὐτοῖς δι' ἐμπύρων. 38 ἕως καὶ ταῦτα ἐποίησάν μοι· τὰ ἅγιά μου ἐμίαινον καὶ τὰ σάββατά μου ἐβεβήλουν· 39 καὶ ἐν τῷ σφάζειν αὐτοὺς τὰ τέκνα αὐτῶν τοῖς εἰδώλοις αὐτῶν καὶ εἰσεπορεύοντο εἰς τὰ ἅγιά μου τοῦ βεβηλοῦν αὐτά· καὶ ὅτι οὕτως ἐποίουν ἐν μέσῳ τοῦ οἴκου μου. 40 καὶ ὅτι τοῖς ἀνδράσι τοῖς ἐρχομένοις μακρόθεν, οἷς ἀγγέλους ἐξαπέστειλαν πρὸς αὐτούς, καὶ ἅμα τῷ ἔρχεσθαι αὐτοὺς εὐθὺς ἐλούου καὶ ἐστιβίζου τοὺς ὀφθαλμούς σου καὶ ἐκόσμου κόσμῳ 41 καὶ ἐκάθου ἐπὶ κλίνης ἐστρωμένης, καὶ τράπεζα κεκοσμημένη πρὸ προσώπου αὐτῆς, καὶ τὸ θυμίαμα καὶ τὸ ἔλαιόν μου εὐφραίνοντο ἐν αὐτοῖς. 42 καὶ φωνὴν ἁρμονίας ἀνεκρούοντο, καὶ πρὸς ἄνδρας ἐκ πλήθους ἀνθρώπων ἥκοντας ἐκ τῆς ἐρήμου, καὶ ἐδίδοσαν ψέλλια ἐπὶ τὰς χεῖρας αὐτῶν καὶ στέφανον καυχήσεως ἐπὶ τὰς κεφαλὰς αὐτῶν. 43 καὶ εἶπα· οὐκ ἐν τούτοις μοιχεύουσι; καὶ ἔργα πόρνης καὶ αὐτὴ ἐξεπόρνευσε. 44 καὶ εἰσεπορεύοντο πρὸς αὐτήν, ὃν τρόπον εἰσπορεύονται πρὸς γυναῖκα πόρνην, οὕτως εἰσεπορεύοντο πρὸς ᾿Οολὰν καὶ πρὸς ᾿Οολιβὰν τοῦ ποιῆσαι ἀνομίαν. 45 καὶ ἄνδρες δίκαιοι αὐτοὶ καὶ ἐκδικήσουσιν αὐτὰς ἐκδικήσει μοιχαλίδος καὶ ἐκδικήσει αἵματος, ὅτι μοιχαλίδες εἰσί, καὶ αἷμα ἐν χερσὶν αὐτῶν. 46 τάδε λέγει Κύριος Κύριος· ἀνάγαγε ἐπ' αὐτὰς ὄχλον καὶ δὸς ἐν αὐταῖς ταραχὴν καὶ διαρπαγὴν 47 καὶ λιθοβόλησον ἐπ' αὐτὰς λίθοις ὄχλων καὶ κατακέντει αὐτὰς ἐν τοῖς ξίφεσιν αὐτῶν· υἱοὺς αὐτῶν καὶ θυγατέρας αὐτῶν ἀποκτενοῦσι καὶ τοὺς οἴκους αὐτῶν ἐμπρήσουσι. 48 καὶ ἀποστρέψω ἀσέβειαν ἐκ τῆς γῆς, καὶ παιδευθήσονται πᾶσαι αἱ γυναῖκες καὶ οὐ μὴ ποιήσουσι κατὰ τὰς ἀσεβείας αὐτῶν. 49 καὶ δοθήσεται ἡ ἀσέβεια ὑμῶν ἐφ' ὑμᾶς, καὶ τὰς ἁμαρτίας τῶν ἐνθυμημάτων ὑμῶν λήψεσθε· καὶ γνώσεσθε διότι ἐγὼ Κύριος.

Τρίτη 19 Μαρτίου 2024

ΙΕΖΕΚΙΗΛ

 ΚΕΦΑΛΑΙΟΝ  22 


ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων· 2 καὶ σὺ υἱὲ ἀνθρώπου, εἰ κρινεῖς τὴν πόλιν τῶν αἱμάτων; καὶ παράδειξον αὐτῇ πάσας τὰς ἀνομίας αὐτῆς 3 καὶ ἐρεῖς· τάδε λέγει Κύριος Κύριος· ὦ πόλις ἐκχέουσα αἵματα ἐν μέσῳ αὐτῆς τοῦ ἐλθεῖν καιρὸν αὐτῆς καὶ ποιοῦσα ἐνθυμήματα καθ' ἑαυτῆς, τοῦ μιαίνειν αὐτήν, 4 ἐν τοῖς αἵμασιν αὐτῶν, οἷς ἐξέχεας, παραπέπτωκας καὶ ἐν τοῖς ἐνθυμήμασί σου, οἷς ἐποίεις, ἐμιαίνου, καὶ ἤγγισας τὰς ἡμέρας σου καὶ ἤγαγες καιρὸν ἐτῶν σου. διὰ τοῦτο δέδωκά σε εἰς ὀνειδισμὸν τοῖς ἔθνεσι, καὶ εἰς ἐμπαιγμὸν πάσαις ταῖς χώραις 5 ταῖς ἐγγιζούσαις πρὸς σὲ καὶ ταῖς μακρὰν ἀπεχούσαις ἀπὸ σοῦ, καὶ ἐμπαίξονται ἐν σοί· ἀκάθαρτος ἡ ὀνομαστὴ καὶ πολλὴ ἐν ταῖς ἀνομίαις. 6 ἰδοὺ οἱ ἀφηγούμενοι οἴκου ᾿Ισραήλ, ἕκαστος πρὸς τοὺς συγγενεῖς αὐτοῦ συνανεφύροντο ἐν σοί, ὅπως ἐκχέωσιν αἷμα· 7 πατέρα καὶ μητέρα ἐκακολόγουν ἐν σοί, καὶ πρὸς τὸν προσήλυτον ἀνεστρέφοντο ἐν ἀδικίαις ἐν σοί, ὀρφανὸν καὶ χήραν κατεδυνάστευον ἐν σοί· 8 καὶ τὰ ἅγιά μου ἐξουθένουν καὶ τὰ σάββατά μου ἐβεβήλουν ἐν σοί. 9 ἄνδρες λῃσταὶ ἦσαν ἐν σοί, ὅπως ἐκχέωσιν ἐν σοὶ αἷμα, καὶ ἐπὶ τῶν ὀρέων ἤσθιον ἐν σοί, ἀνόσια ἐποίουν ἐν μέσῳ σου. 10 αἰσχύνην πατρὸς ἀπεκάλυψαν ἐν σοὶ καὶ ἐν ἀκαθαρσίαις ἀποκαθημένην ἐταπείνουν ἐν σοί· 11 ἕκαστος τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἠνομοῦσαν, καὶ ἕκαστος τὴν νύμφην αὐτοῦ ἐμίαινεν ἐν ἀσεβείᾳ, καὶ ἕκαστος τὴν ἀδελφὴν αὐτοῦ θυγατέρα τοῦ πατρὸς αὐτοῦ ἐταπείνουν ἐν σοί. 12 δῶρα ἐλαμβάνοσαν ἐν σοί, ὅπως ἐκχέωσιν αἷμα, τόκον καὶ πλεονασμὸν ἐλαμβάνοσαν ἐν σοί· καὶ συνετελέσω συντέλειαν κακίας σου τὴν ἐν καταδυναστείᾳ, ἐμοῦ δὲ ἐπελάθου, λέγει Κύριος. 13 ἐὰν δὲ πατάξω χεῖρά μου πρὸς χεῖρά μου ἐφ' οἷς συντετέλεσαι, οἷς ἐποίησας, καὶ ἐπὶ τοῖς αἵμασί σου τοῖς γεγενημένοις ἐν μέσῳ σου, 14 εἰ ὑποστήσεται ἡ καρδία σου; εἰ κρατήσουσιν αἱ χεῖρές σου ἐν ταῖς ἡμέραις, αἷς ἐγὼ ποιῶ ἐν σοί; ἐγὼ Κύριος λελάληκα καὶ ποιήσω. 15 καὶ διασκορπιῶ σε ἐν τοῖς ἔθνεσι καὶ διασπερῶ σε ἐν ταῖς χώραις, καὶ ἐκλείψει ἡ ἀκαθαρσία σου ἐκ σοῦ, 16 καὶ κατακληρονομήσω ἐν σοὶ κατ' ὀφθαλμοὺς τῶν ἐθνῶν· καὶ γνώσεσθε διότι ἐγὼ Κύριος. - 17 Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· 18 υἱὲ ἀνθρώπου, ἰδοὺ γεγόνασί μοι ὁ οἶκος ᾿Ισραὴλ ἀναμεμειγμένοι πάντες χαλκῷ καὶ σιδήρῳ καὶ κασσιτέρῳ καὶ μολίβῳ, ἐν μέσῳ ἀργυρίου ἀναμεμειγμένος ἐστί. 19 διὰ τοῦτο εἰπόν· τάδε λέγει Κύριος Κύριος· ἀνθ' ὧν ἐγένεσθε εἰς σύγκρασιν μίαν, διὰ τοῦτο ἐγὼ εἰσδέχομαι ὑμᾶς εἰς μέσον ῾Ιερουσαλήμ. 20 καθὼς εἰσδέχεται ἄργυρος καὶ χαλκὸς καὶ σίδηρος καὶ κασσίτερος καὶ μόλιβος εἰς μέσον καμίνου τοῦ ἐκφυσῆσαι εἰς αὐτὸ πῦρ τοῦ χωνευθῆναι, οὕτως εἰσδέξομαι ἐν ὀργῇ μου καὶ συνάξω καὶ χωνεύσω ὑμᾶς 21 καὶ ἐκφυσήσω ἐφ' ὑμᾶς ἐν πυρὶ ὀργῆς μου, καὶ χωνευθήσεσθε ἐν μέσῳ αὐτῆς. 22 ὃν τρόπον χωνεύεται ἀργύριον ἐν μέσῳ καμίνου, οὕτως χωνευθύσεσθε ἐν μέσῳ αὐτῆς· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος ἐξέχεα τὸν θυμόν μου ἐφ' ὑμᾶς. - 23 Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· 24 υἱὲ ἀνθρώπου, εἰπὸν αὐτῇ· σὺ εἶ γῆ ἡ οὐ βρεχομένη, οὐδὲ ὑετὸς ἐγένετο ἐπὶ σὲ ἐν ἡμέρᾳ ὀργῆς· 25 ἧς οἱ ἀφηγούμενοι ἐν μέσῳ αὐτῆς ὡς λέοντες ὠρυόμενοι ἁρπάζοντες ἁρπάγματα, ψυχὰς κατεσθίοντες ἐν δυναστείᾳ, καὶ τιμὰς λαμβάνοντες ἐν ἀδικίᾳ, καὶ αἱ χῆραί σου ἐπληθύνθησαν ἐν μέσῳ σου. 26 καὶ οἱ ἱερεῖς αὐτῆς ἠθέτησαν νόμον μου καὶ ἐβεβήλουν τὰ ἅγιά μου· ἀναμέσον ἁγίου καὶ βεβήλου οὐ διέστελλον καὶ ἀναμέσον ἀκαθάρτου καὶ τοῦ καθαροῦ οὐ διέστελλον καὶ ἀπὸ τῶν σαββάτων μου παρεκάλυπτον τοὺς ὀφθαλμοὺς αὐτῶν, καὶ ἐβεβηλούμην ἐν μέσῳ αὐτῶν. 27 οἱ ἄρχοντες αὐτῆς ἐν μέσῳ αὐτῆς ὡς λύκοι ἁρπάζοντες ἁρπάγματα τοῦ ἐκχέαι αἷμα, ὅπως πλεονεξίᾳ πλεονεκτῶσι. 28 καὶ οἱ προφῆται αὐτῆς ἀλείφοντες αὐτοὺς πεσοῦνται, ὁρῶντες μάταια, μαντευόμενοι ψευδῆ, λέγοντες· τάδε λέγει Κύριος, καὶ Κύριος οὐκ ἐλάλησε. 29 λαὸν τῆς γῆς ἐκπιεζοῦντες ἀδικίᾳ καὶ διαρπάζοντες ἁρπάγματα, πτωχὸν καὶ πένητα καταδυναστεύοντες καὶ πρὸς τὸν προσήλυτον οὐκ ἀναστρεφόμενοι μετὰ κρίματος. 30 καὶ ἐζήτουν ἐξ αὐτῶν ἄνδρα ἀναστρεφόμενον ὀρθῶς καὶ ἑστῶτα πρὸ προσώπου μου ὁλοσχερῶς ἐν τῷ καιρῷ τῆς γῆς τοῦ μὴ εἰς τέλος ἐξαλεῖψαι αὐτήν, καὶ οὐχ εὗρον. 31 καὶ ἐξέχεα ἐπ' αὐτὴν θυμόν μου ἐν πυρὶ ὀργῆς μου τοῦ συντελέσαι· τὰς ὁδοὺς αὐτῶν εἰς κεφαλὰς αὐτῶν δέδωκα, λέγει Κύριος Κύριος.

Πέμπτη 14 Μαρτίου 2024

ΙΕΖΕΚΙΗΛ

 ΚΕΦΑΛΑΙΟΝ 21 


ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων· 2 διὰ τοῦτο προφήτευσον, υἱὲ ἀνθρώπου, καὶ στήρισον τὸ πρόσωπόν σου ἐπὶ ῾Ιερουσαλὴμ καὶ ἐπίβλεψον ἐπὶ τὰ ἅγια αὐτῶν καὶ προφητεύσεις ἐπὶ τὴν γῆν τοῦ ᾿Ισραὴλ 3 καὶ ἐρεῖς πρὸς τὴν γῆν τοῦ ᾿Ισραήλ· τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ πρὸς σὲ καὶ ἐκσπάσω τὸ ἐγχειρίδιόν μου ἐκ τοῦ κολεοῦ αὐτοῦ καὶ ἐξολοθρεύσω ἐκ σοῦ ἄνομον καὶ ἄδικον· 4 ἀνθ' ὧν ἐξολοθρεύσω ἐκ σοῦ ἄδικον καὶ ἄνομον, οὕτως ἐξελεύσεται τὸ ἐγχειρίδιόν μου ἐκ τοῦ κολεοῦ αὐτοῦ ἐπὶ πᾶσαν σάρκα ἀπὸ ἀπηλιώτου ἕως βορρᾶ· 5 καὶ ἐπιγνώσεται πᾶσα σὰρξ διότι ἐγὼ Κύριος ἐξέσπασα τὸ ἐγχειρίδιόν μου ἐκ τοῦ κολεοῦ αὐτοῦ καὶ οὐκ ἀποστρέψει οὐκέτι. 6 καὶ σὺ υἱὲ ἀνθρώπου, καταστέναξον ἐν συντριβῇ ὀσφύος σου καὶ ἐν ὀδύναις στενάξεις κατ' ὀφθαλμοὺς αὐτῶν. 7 καὶ ἔσται ἐὰν εἴπωσι πρὸς σέ· ἕνεκα τίνος σὺ στενάζεις; καὶ ἐρεῖς· ἐπὶ τῇ ἀγγελίᾳ, διότι ἔρχεται, καὶ θραυσθήσεται πᾶσα καρδία, καὶ πᾶσαι χεῖρες παραλυθήσονται, καὶ ἐκψύξει πᾶσα σὰρξ καὶ πᾶν πνεῦμα, καὶ πάντες μηροὶ μολυνθήσονται ὑγρασίᾳ· ἰδοὺ ἔρχεται καὶ ἔσται λέγει Κύριος. 8 καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων· 9 υἱὲ ἀνθρώπου, προφήτευσον καὶ ἐρεῖς· τάδε λέγει Κύριος· εἰπόν· ρομφαία ρομφαία, ὀξύνου καὶ θυμώθητι, 10 ὅπως σφάξῃς σφάγια, ὀξύνου ὅπως γένῃ εἰς στίλβωσιν, ἑτοίμη εἰς παράλυσιν, σφάζε, ἐξουδένει, ἀπωθοῦ πᾶν ξύλον. 11 καὶ ἔδωκεν αὐτὴν ἑτοίμην τοῦ κρατεῖν χεῖρα αὐτοῦ· ἐξηκονήθη ἡ ρομφαία, ἐστὶν ἑτοίμη τοῦ δοῦναι αὐτὴν εἰς χεῖρα ἀποκεντοῦντος. 12 ἀνάκραγε καὶ ὀλόλυξον, υἱὲ ἀνθρώπου, ὅτι αὐτὴ ἐγένετο ἐν τῷ λαῷ μου, αὐτὴ ἐν πᾶσι τοῖς ἀφηγουμένοις τοῦ ᾿Ισραήλ· παροικήσουσιν ἐπὶ ρομφαίᾳ, ἐγένετο ἐν τῷ λαῷ μου. διὰ τοῦτο κρότησον ἐπὶ τὴν χεῖρά σου, 13 ὅτι δεδικαίωται· καὶ τί εἰ καὶ φυλὴ ἀπώσθη; οὐκ ἔσται, λέγει Κύριος Κύριος. 14 καὶ σύ, υἱὲ ἀνθρώπου, προφήτευσον καὶ κρότησον χεῖρα ἐπὶ χεῖρα καὶ διπλασίασον ρομφαίαν· ἡ τρίτη ρομφαία τραυματιῶν ἐστι, ρομφαία τραυματιῶν ἡ μεγάλη καὶ ἐκστήσει αὐτούς, 15 ὅπως θραυσθῇ ἡ καρδία καὶ πληθυνθῶσιν οἱ ἀσθενοῦντες ἐπὶ πᾶσαν πύλην αὐτῶν· παραδέδονται εἰς σφάγια ρομφαίας, εὖ γέγονεν εἰς σφαγήν, εὖ γέγονεν εἰς στίλβωσιν. 16 καὶ διαπορεύου, ὀξύνου, ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων, οὗ ἂν τὸ πρόσωπόν σου ἐξεγείρηται. 17 καὶ ἐγὼ δὲ κροτήσω χεῖρά μου πρὸς χεῖρά μου καὶ ἀναφήσω τόν θυμόν μου· ἐγὼ Κύριος λελάληκα. 18 Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· 19 καὶ σὺ υἱὲ ἀνθρώπου, διάταξον σεαυτῷ δύο ὁδοὺς 20 τοῦ εἰσελθεῖν ρομφαίαν βασιλέως Βαβυλῶνος· ἐκ χώρας μιᾶς ἐξελεύσονται αἱ δύο, καὶ χεὶρ ἐν ἀρχῇ ὁδοῦ πόλεως, ἐπ' ἀρχῆς ὁδοῦ διατάξεις τοῦ εἰσελθεῖν ρομφαίαν ἐπὶ Ραββὰθ υἱῶν ᾿Αμμὼν καὶ ἐπὶ τὴν ᾿Ιουδαίαν καὶ ἐπὶ ῾Ιερουσαλὴμ ἐν μέσῳ αὐτῆς. 21 διότι στήσεται βασιλεὺς Βαβυλῶνος ἐπὶ τὴν ἀρχαίαν ὁδόν, ἐπ' ἀρχῆς τῶν δύο ὁδῶν, τοῦ μαντεύσασθαι μαντείαν, τοῦ ἀναβράσαι ράβδον καὶ ἐπερωτῆσαι ἐν τοῖς γλυπτοῖς καὶ κατασκοπήσασθαι ἐκ δεξιῶν αὐτοῦ. 22 ἐγένετο τὸ μαντεῖον ἐπὶ ῾Ιερουσαλὴμ τοῦ βαλεῖν χάρακα, τοῦ διανοῖξαι στόμα ἐν βοῇ, ὑψῶσαι φωνὴν μετὰ κραυγῆς, τοῦ βαλεῖν χάρακα ἐπὶ τὰς πύλας αὐτῆς καὶ βαλεῖν χῶμα καὶ οἰκοδομῆσαι βελοστάσεις. 23 καὶ αὐτὸς αὐτοῖς ὡς μαντευόμενος μαντείαν ἐνώπιον αὐτῶν καὶ αὐτὸς ἀναμιμνήσκων ἀδικίας αὐτοῦ μνησθῆναι. 24 διὰ τοῦτο τάδε λέγει Κύριος· ἀνθ' ὧν ἀνεμνήσατε τὰς ἀδικίας ὑμῶν, ἐν τῷ ἀποκαλυφθῆναι τὰς ἀσεβείας ὑμῶν, τοῦ ὁραθῆναι ἁμαρτίας ὑμῶν ἐν πάσαις ταῖς ἀσεβείαις ὑμῶν καὶ ἐν τοῖς ἐπιτηδεύμασιν ὑμῶν, ἀνθ' ἀνεμνήσατε, ἐν τούτοις ἁλώσεσθε. 25 καὶ σύ, βέβηλε, ἄνομε, ἀφηγούμενε τοῦ ᾿Ισραήλ, οὗ ἥκει ἡ ἡμέρα, ἐν καιρῷ ἀδικίας πέρας, 26 τάδε λέγει Κύριος· ἀφείλου τὴν κίδαριν καὶ ἐπέθου τὸν στέφανον· αὕτη οὐ τοιαύτη ἔσται· ἐταπείνωσας τὸ ὑψηλὸν καὶ ὕψωσας τὸ ταπεινόν. 27 ἀδικίαν ἀδικίαν θήσομαι αὐτήν, οὐδ' αὕτη τοιαύτη ἔσται, ἕως οὗ ἔλθῃ ᾧ καθήκει, καὶ παραδώσω αὐτῷ. - 28 Καὶ σὺ υἱὲ ἀνθρώπου, προφήτευσον, καὶ ἐρεῖς· τάδε λέγει Κύριος πρὸς τοὺς υἱοὺς ᾿Αμμὼν καὶ πρὸς τὸν ὀνειδισμὸν αὐτῶν καὶ ἐρεῖς· ρομφαία ρομφαία ἐσπασμένη εἰς σφάγια καὶ ἐσπασμένη εἰς συντέλειαν, ἐγείρου ὅπως στίλβῃς 29 ἐν τῇ ὁράσει σου τῇ ματαίᾳ καὶ ἐν τῷ μαντεύεσθαί σε ψευδῆ, τοῦ παραδοῦναί σε ἐπὶ τραχήλους τραυματιῶν ἀνόμων, ὧν ἥκει ἡ ἡμέρα, ἐν καιρῷ ἀδικίας πέρας. 30 ἀπόστρεφε, μὴ καταλύσῃς ἐν τῷ τόπῳ τούτῳ, ᾧ γεγέννησαι· ἐν τῇ γῇ τῇ ἰδίᾳ σου κρινῶ σε 31 καὶ ἐκχεῶ ἐπὶ σέ ὀργήν μου, ἐν πυρὶ ὀργῆς μου ἐμφυσήσω ἐπὶ σέ καὶ παραδώσω σε εἰς χεῖρας ἀνδρῶν βαρβάρων τεκταινόντων διαφθοράν. 32 ἐν πυρὶ ἔσῃ κατάβρωμα, τὸ αἷμά σου ἔσται ἐν μέσῳ τῆς γῆς σου· οὐ μὴ γένηταί σου μνεία, διότι ἐγὼ Κύριος λελάληκα.

Τρίτη 12 Μαρτίου 2024

ΙΕΖΕΚΙΗΛ

 ΚΕΦΑΛΑΙΟΝ 20 


ΚΑΙ ἐγένετο ἐν τῷ ἔτει τῷ ἑβδόμῳ, ἐν τῷ πέμπτῳ μηνί, δεκάτῃ τοῦ μηνός, ἦλθον ἄνδρες ἐκ τῶν πρεσβυτέρων οἴκου ᾿Ισραὴλ ἐπερωτῆσαι τὸν Κύριον καὶ ἐκάθισαν πρὸ προσώπου μου. 2 καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· 3 υἱὲ ἀνθρώπου, λάλησον πρὸς τοὺς πρεσβυτέρους τοῦ οἴκου ᾿Ισραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς· τάδε λέγει Κύριος· εἰ ἐπερωτῆσαί με ὑμεῖς ἔρχεσθε; ζῶ ἐγὼ εἰ ἀποκριθήσομαι ὑμῖν, λέγει Κύριος· 4 εἰ ἐκδικήσω αὐτοὺς ἐκδικήσει, υἱὲ ἀνθρώπου, τὰς ἀνομίας τῶν πατέρων αὐτῶν διαμάρτυραι αὐτοῖς 5 καὶ ἐρεῖς πρὸς αὐτούς· τάδε λέγει Κύριος· ἀφ' ἧς ἡμέρας ᾑρέτισα τὸν οἶκον ᾿Ισραὴλ καὶ ἐγνωρίσθην τῷ σπέρματι οἴκου ᾿Ιακὼβ καὶ ἐγνώσθην αὐτοῖς ἐν γῇ Αἰγύπτου καὶ ἀντελαβόμην τῇ χειρί μου αὐτῶν λέγων· ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, 6 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀντελαβόμην τῇ χειρί μου αὐτῶν τοῦ ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου εἰς τὴν γῆν, ἣν ἡτοίμασα αὐτοῖς, γῆν ρέουσαν γάλα καὶ μέλι, κηρίον ἐστὶ παρὰ πᾶσαν τὴν γῆν. 7 καὶ εἶπα πρὸς αὐτούς· ἕκαστος βδελύγματα τῶν ὀφθαλμῶν αὐτοῦ ἀπορριψάτω, καὶ ἐν τοῖς ἐπιτηδεύμασιν Αἰγύπτου μὴ μιαίνεσθε, ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν. 8 καὶ ἀπέστησαν ἀπ' ἐμοῦ καὶ οὐκ ἠθέλησαν εἰσακοῦσαί μου, τὰ βδελύγματα τῶν ὀφθαλμῶν αὐτῶν οὐκ ἀπέρριψαν καὶ τὰ ἐπιτηδεύματα Αἰγύπτου οὐκ ἐγκατέλιπον. καὶ εἶπα τοῦ ἐκχέαι τὸν θυμόν μου ἐπ' αὐτοὺς τοῦ συντελέσαι τὴν ὀργήν μου ἐν αὐτοῖς ἐν μέσῳ γῆς Αἰγύπτου. 9 καὶ ἐποίησα ὅπως τὸ ὄνομά μου τὸ παράπαν μὴ βεβηλωθῇ ἐνώπιον τῶν ἐθνῶν, ὧν αὐτοί εἰσιν ἐν μέσῳ αὐτῶν, ἐν οἷς ἐγνώσθην πρὸς αὐτοὺς ἐνώπιον αὐτῶν τοῦ ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου. 10 καὶ ἤγαγον αὐτοὺς εἰς τὴν ἔρημον 11 καὶ ἔδωκα αὐτοῖς τὰ προστάγματά μου καὶ τὰ δικαιώματά μου ἐγνώρισα αὐτοῖς, ὅσα ποιήσει αὐτὰ ἄνθρωπος καὶ ζήσεται ἐν αὐτοῖς. 12 καὶ τὰ σάββατά μου ἔδωκα αὐτοῖς τοῦ εἶναι εἰς σημεῖον ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον αὐτῶν τοῦ γνῶναι αὐτοὺς διότι ἐγὼ Κύριος ὁ ἁγιάζων αὐτούς. 13 καὶ εἶπα πρὸς τὸν οἶκον τοῦ ᾿Ισραὴλ ἐν τῇ ἐρήμῳ· ἐν τοῖς προστάγμασί μου πορεύεσθε· καὶ οὐκ ἐπορεύθησαν καὶ τὰ δικαιώματά μου ἀπώσαντο, ἃ ποιήσει αὐτὰ ἄνθρωπος καὶ ζήσεται ἐν αὐτοῖς, καὶ τὰ σάββατά μου ἐβεβήλωσαν σφόδρα. καὶ εἶπα τοῦ ἐκχέαι τὸν θυμόν μου ἐπ' αὐτοὺς ἐν τῇ ἐρήμῳ τοῦ ἐξαναλῶσαι αὐτούς. 14 καὶ ἐποίησα ὅπως τὸ ὄνομά μου τὸ παράπαν μὴ βεβηλωθῇ ἐνώπιον τῶν ἐθνῶν, ὧν ἐξήγαγον αὐτοὺς κατ' ὀφθαλμοὺς αὐτῶν. 15 καὶ ἐγὼ ἐξῇρα τὴν χεῖρά μου ἐπ' αὐτοὺς ἐν τῇ ἐρήμῳ τὸ παράπαν τοῦ μὴ εἰσαγαγεῖν αὐτοὺς εἰς τὴν γῆν, ἣν ἔδωκα αὐτοῖς, γῆν ρέουσαν γάλα καὶ μέλι, κηρίον ἐστὶ παρὰ πᾶσαν τὴν γῆν, 16 ἀνθ' ὧν τὰ δικαιώματά μου ἀπώσαντο καὶ ἐν τοῖς προστάγμασί μου οὐκ ἐπορεύθησαν ἐν αὐτοῖς καὶ τὰ σάββατά μου ἐβεβήλουν καὶ ὀπίσω τῶν ἐνθυμημάτων καρδίας αὐτῶν ἐπορεύοντο. 17 καὶ ἐφείσατο ὁ ὀφθαλμός μου ἐπ' αὐτοὺς τοῦ ἐξαλεῖψαι αὐτοὺς καὶ οὐκ ἐποίησα αὐτοὺς εἰς συντέλειαν ἐν τῇ ἐρήμῳ. 18 καὶ εἶπα πρὸς τὰ τέκνα αὐτῶν ἐν τῇ ἐρήμῳ· ἐν τοῖς νομίμοις τῶν πατέρων ὑμῶν μὴ πορεύεσθε καὶ τὰ δικαιώματα αὐτῶν μὴ φυλάσσεσθε καὶ ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν μὴ συναναμίσγεσθε καὶ μὴ μιαίνεσθε. 19 ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, ἐν τοῖς προστάγμασί μου πορεύεσθε καὶ τὰ δικαιώματά μου φυλάσσεσθε, καὶ ποιεῖτε αὐτά· 20 καὶ τὰ σάββατά μου ἁγιάζετε, καὶ ἔστω εἰς σημεῖον ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν τοῦ γινώσκειν διότι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν. 21 καὶ παρεπίκρανάν με καὶ τὰ τέκνα αὐτῶν, ἐν τοῖς προστάγμασί μου οὐκ ἐπορεύθησαν, καὶ τὰ δικαιώματά μου οὐκ ἐφυλάξαντο τοῦ ποιεῖν αὐτά, ἃ ποιήσει ἄνθρωπος καὶ ζήσεται ἐν αὐτοῖς, καὶ τὰ σάββατά μου ἐβεβήλουν. καὶ εἶπα τοῦ ἐκχέαι τὸν θυμόν μου ἐπ' αὐτοὺς ἐν τῇ ἐρήμῳ τοῦ συντελέσαι τὴν ὀργήν μου ἐπ' αὐτούς· 22 καὶ ἐποίησα ὅπως τὸ ὄνομά μου τὸ παράπαν μὴ βεβηλωθῇ ἐνώπιον τῶν ἐθνῶν, ὧν ἐξήγαγον αὐτοὺς κατ' ὀφθαλμοὺς αὐτῶν. 23 καὶ ἐξῇρα τὴν χεῖρά μου ἐπ' αὐτοὺς ἐν τῇ ἐρήμῳ τοῦ διασκορπίσαι αὐτοὺς ἐν τοῖς ἔθνεσι καὶ διασπεῖραι αὐτοὺς ἐν ταῖς χώραις, 24 ἀνθ' ὧν τὰ δικαιώματά μου οὐκ ἐποίησαν καὶ τὰ προστάγματά μου ἀπώσαντο καὶ τὰ σάββατά μου ἐβεβήλουν, καὶ ὀπίσω τῶν ἐνθυμημάτων τῶν πατέρων αὐτῶν ἦσαν οἱ ὀφθαλμοὶ αὐτῶν. 25 καὶ ἐγὼ ἔδωκα αὐτοῖς προστάγματα οὐ καλὰ καὶ δικαιώματα, ἐν οἷς οὐ ζήσονται ἐν αὐτοῖς. 26 καὶ μιανῶ αὐτοὺς ἐν τοῖς δόμασιν αὐτῶν ἐν τῷ διαπορεύεσθαί με πᾶν διανοῖγον μήτραν, ὅπως ἀφανίσω αὐτούς. 27 Διὰ τοῦτο λάλησον πρὸς τὸν οἶκον τοῦ ᾿Ισραήλ, υἱὲ ἀνθρώπου, καὶ ἐρεῖς πρὸς αὐτούς· τάδε λέγει Κύριος· ἕως τούτου παρώργισάν με οἱ πατέρες ὑμῶν ἐν τοῖς παραπτώμασιν αὐτῶν, ἐν οἷς παρέπεσον εἰς ἐμέ. 28 καὶ εἰσήγαγον αὐτοὺς εἰς τὴν γῆν, ἣν ᾖρα τὴν χεῖρά μου τοῦ δοῦναι αὐτὴν αὐτοῖς, καὶ εἶδον πάντα βουνὸν ὑψηλὸν καὶ πᾶν ξύλον κατάσκιον καὶ ἔθυσαν ἐκεῖ τοῖς θεοῖς αὐτῶν καὶ ἔταξαν ἐκεῖ ὀσμὴν εὐωδίας καὶ ἔσπεισαν ἐκεῖ τὰς σπονδὰς αὐτῶν. 29 καὶ εἶπον πρὸς αὐτούς· τί ἐστιν ᾿Αβαμά, ὅτι ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ; καὶ ἐπεκάλεσαν τὸ ὄνομα αὐτοῦ ᾿Αβαμὰ ἕως τῆς σήμερον ἡμέρας. 30 διὰ τοῦτο εἰπὸν πρὸς τὸν οἶκον τοῦ ᾿Ισραήλ· τάδε λέγει Κύριος· εἰ ἐν ταῖς ἀνομίαις τῶν πατέρων ὑμῶν ὑμεῖς μιαίνεσθε καὶ ὀπίσω τῶν βδελυγμάτων αὐτῶν ὑμεῖς ἐκπορνεύετε, 31 καὶ ἐν ταῖς ἀπαρχαῖς τῶν δομάτων ὑμῶν, ἐν τοῖς ἀφορισμοῖς, οἷς ὑμεῖς μιαίνεσθε ἐν πᾶσι τοῖς ἐνθυμήμασιν ὑμῶν ἕως τῆς σήμερον ἡμέρας, καὶ ἐγὼ ἀποκριθῶ ὑμῖν, οἶκος τοῦ ᾿Ισραήλ; ζῶ ἐγώ, λέγει Κύριος, εἰ ἀποκριθήσομαι ὑμῖν, καὶ εἰ ἀναβήσεται ἐπὶ τὸ πνεῦμα ὑμῶν τοῦτο. 32 καὶ οὐκ ἔσται ὃν τρόπον ὑμεῖς λέγετε· ἐσόμεθα ὡς τὰ ἔθνη καὶ ὡς αἱ φυλαὶ τῆς γῆς τοῦ λατρεύειν ξύλοις καὶ λίθοις. 33 διὰ τοῦτο, ζῶ ἐγώ, λέγει Κύριος, ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ καὶ ἐν θυμῷ κεχυμένῳ βασιλεύσω ἐφ' ὑμᾶς· 34 καὶ ἐξάξω ὑμᾶς ἐκ τῶν λαῶν καὶ εἰσδέξομαι ὑμᾶς ἐκ τῶν χωρῶν, οὗ διεσκορπίσθητε ἐν αὐταῖς, ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ καὶ ἐν θυμῷ κεχυμένῳ. 35 καὶ ἄξω ὑμᾶς εἰς τὴν ἔρημον τῶν λαῶν, καὶ διακριθήσομαι πρὸς ὑμᾶς ἐκεῖ πρόσωπον κατὰ πρόσωπον. 36 ὃν τρόπον διεκρίθην πρὸς τοὺς πατέρας ὑμῶν ἐν τῇ ἐρήμῳ τῆς Αἰγύπτου, οὕτως κρινῶ ὑμᾶς, λέγει Κύριος· 37 καὶ διάξω ὑμᾶς ὑπὸ τὴν ράβδον μου καὶ εἰσάξω ὑμᾶς ἐν ἀριθμῷ 38 καὶ ἐκλέξω ἐξ ὑμῶν τοὺς ἀσεβεῖς καὶ τοὺς ἀφεστηκότας, διότι ἐκ τῆς παροικεσίας αὐτῶν ἐξάξω αὐτούς, καὶ εἰς τὴν γῆν τοῦ ᾿Ισραὴλ οὐκ εἰσελεύσονται· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος Κύριος. 39 καὶ ὑμεῖς οἶκος ᾿Ισραήλ, τάδε λέγει Κύριος Κύριος· ἕκαστος τὰ ἐπιτηδεύματα αὐτοῦ ἐξάρατε· καὶ μετὰ ταῦτα εἰ ὑμεῖς εἰσακούετέ μου καὶ τὸ ὄνομά μου τὸ ἅγιον οὐ βεβηλώσετε οὐκέτι ἐν τοῖς δώροις ὑμῶν καὶ ἐν τοῖς ἐπιτηδεύμασιν ὑμῶν· 40 διότι ἐπὶ τοῦ ὄρους τοῦ ἁγίου μου, ἐπ' ὄρους ὑψηλοῦ, λέγει Κύριος Κύριος, ἐκεῖ δουλεύσουσί μοι πᾶς οἶκος ᾿Ισραὴλ εἰς τέλος, καὶ ἐκεῖ προσδέξομαι καὶ ἐκεῖ ἐπισκέψομαι τὰς ἀπαρχὰς ὑμῶν καὶ τὰς ἀπαρχὰς τῶν ἀφορισμῶν ὑμῶν ἐν πᾶσι τοῖς ἁγιάσμασιν ὑμῶν· 41 ἐν ὀσμῇ εὐωδίας προσδέξομαι ὑμᾶς ἐν τῷ ἐξαγαγεῖν με ὑμᾶς ἐκ τῶν λαῶν καὶ εἰσδέχεσθαι ὑμᾶς ἐκ τῶν χωρῶν, ἐν αἷς διεσκορπίσθητε ἐν αὐταῖς, καὶ ἁγιασθήσομαι ἐν ὑμῖν κατ' ὀφθαλμοὺς τῶν λαῶν. 42 καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος ἐν τῷ εἰσαγαγεῖν με ὑμᾶς εἰς τὴν γῆν τοῦ ᾿Ισραήλ, εἰς τὴν γῆν, εἰς ἣν ᾖρα τὴν χεῖρά μου τοῦ δοῦναι αὐτὴν τοῖς πατράσιν ὑμῶν. 43 καὶ μνησθήσεσθε ἐκεῖ τὰς ὁδοὺς ὑμῶν καὶ τὰ ἐπιτηδεύματα ὑμῶν, ἐν οἷς ἐμιαίνεσθε ἐν αὐτοῖς, καὶ κόψεσθε τὰ πρόσωπα ὑμῶν ἐν πάσαις ταῖς κακίαις ὑμῶν. 44 καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος ἐν τῷ ποιῆσαί με οὕτως ὑμῖν, ὅπως τὸ ὄνομά μου μὴ βεβηλωθῇ κατὰ τὰς ὁδοὺς ὑμῶν τὰς κακὰς καὶ κατὰ τὰ ἐπιτηδεύματα ὑμῶν τὰ διεφθαρμένα, λέγει Κύριος. (Μασ. ΚΑ´ 1). 45 καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· 46 υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Θαιμὰν καὶ ἐπίβλεψον ἐπὶ Δαρὸμ καὶ προφήτευσον ἐπὶ δρυμὸν ἡγούμενον Ναγὲβ 47 καὶ ἐρεῖς τῷ δρυμῷ Ναγέβ· ἄκουε λόγον Κυρίου· τάδε λέγει Κύριος Κύριος· ἰδοὺ ἐγὼ ἀνάπτω ἐν σοὶ πῦρ, καὶ καταφάγεται ἐν σοὶ πᾶν ξύλον χλωρὸν καὶ πᾶν ξύλον ξηρόν, οὐ σβεσθήσεται ἡ φλὸξ ἡ ἐξαφθεῖσα, καὶ κατακαυθήσεται ἐν αὐτῇ πᾶν πρόσωπον ἀπὸ ἀπηλιώτου ἕως βορρᾶ· 48 καὶ ἐπιγνώσεται πᾶσα σὰρξ ὅτι ἐγὼ Κύριος ἐξέκαυσα αὐτὸ καὶ οὐ σβεσθήσεται. 49 καὶ εἶπα· μηδαμῶς Κύριε Κύριε· αὐτοὶ λέγουσι πρός με· οὐχὶ παραβολή ἐστι λεγομένη αὕτη;

Δευτέρα 11 Μαρτίου 2024

ΙΕΖΕΚΙΗΛ

 ΚΕΦΑΛΑΙΟΝ 19 


ΚΑΙ σὺ λαβὲ θρῆνον ἐπὶ τὸν ἄρχοντα τοῦ ᾿Ισραὴλ 2 καὶ ἐρεῖς· τί ἡ μήτηρ σου; σκύμνος· ἐν μέσῳ λεόντων ἐγενήθη, ἐν μέσῳ λεόντων ἐπλήθυνε σκύμνους αὐτῆς. 3 καὶ ἀπεπήδησεν εἷς τῶν σκύμνων αὐτῆς, λέων ἐγένετο καὶ ἔμαθε τοῦ ἁρπάζειν ἁρπάγματα, ἀνθρώπους ἔφαγε. 4 καὶ ἤκουσαν κατ' αὐτοῦ ἔθνη, ἐν τῇ διαφθορᾷ αὐτῶν συνελήφθη, καὶ ἤγαγον αὐτὸν ἐν κημῷ εἰς γῆν Αἰγύπτου. 5 καὶ εἶδεν ὅτι ἀπῶσται ἀπ' αὐτῆς, ἀπώλετο ἡ ὑπόστασις αὐτῆς, καὶ ἔλαβεν ἄλλον ἐκ τῶν σκύμνων αὐτῆς, λέοντα ἔταξεν αὐτόν, 6 καὶ ἀνεστρέφετο ἐν μέσῳ λεόντων, λέων ἐγένετο καὶ ἔμαθεν ἁρπάζειν ἁρπάγματα, ἀνθρώπους ἔφαγε· 7 καὶ ἐνέμετο τῷ θράσει αὐτοῦ καὶ τὰς πόλεις αὐτῶν ἐξηρήμωσε καὶ ἠφάνισε γῆν καὶ τὸ πλήρωμα αὐτῆς ἀπὸ φωνῆς ὠρυώματος αὐτοῦ. 8 καὶ ἔδωκαν ἐπ' αὐτὸν ἔθνη ἐκ χωρῶν κυκλόθεν καὶ ἐξεπέτασαν ἐπ' αὐτὸν δίκτυα αὐτῶν, ἐν διαφθορᾷ αὐτῶν συνελήφθη· 9 καὶ ἔθεντο αὐτὸν ἐν κημῷ καὶ ἐν γαλεάγρᾳ, ἦλθε πρὸς βασιλέα Βαβυλῶνος, καὶ εἰσήγαγεν αὐτὸν εἰς φυλακήν, ὅπως μὴ ἀκουσθῇ ἡ φωνὴ αὐτοῦ ἐπὶ τὰ ὄρη τοῦ ᾿Ισραήλ. 10 ἡ μήτηρ σου ὡς ἄμπελος καὶ ὡς ἄνθος ἐν ρόᾳ ἐν ὕδατι πεφυτευμένη, ὁ καρπὸς αὐτῆς καὶ ὁ βλαστὸς αὐτῆς ἐγένετο ἐξ ὕδατος πολλοῦ. 11 καὶ ἐγένετο αὐτῇ ράβδος ἐπὶ φυλὴν ἡγουμένων, καὶ ὑψώθη τῷ μεγέθει αὐτῆς ἐν μέσῳ στελεχῶν καὶ εἶδε τὸ μέγεθος αὐτῆς ἐν πλήθει κλημάτων αὐτῆς. 12 καὶ κατεκλάσθη ἐν θυμῷ, ἐπὶ γῆν ἐρρίφη, καὶ ἄνεμος ὁ καύσων ἐξήρανε τὰ ἐκλεκτὰ αὐτῆς· ἐξεδικήθη καὶ ἐξηράνθη ἡ ράβδος ἰσχύος αὐτῆς, πῦρ ἀνήλωσεν αὐτήν. 13 καὶ νῦν πεφύτευκαν αὐτὴν ἐν τῇ ἐρήμῳ, ἐν γῇ ἀνύδρῳ· 14 καὶ ἐξῆλθε πῦρ ἐκ ράβδου ἐκλεκτῶν αὐτῆς καὶ κατέφαγεν αὐτήν, καὶ οὐκ ἦν ἐν αὐτῇ ράβδος ἰσχύος. φυλὴ εἰς παραβολὴν θρήνου ἐστὶ καὶ ἔσται εἰς θρῆνον.

Παρασκευή 8 Μαρτίου 2024

ΙΕΖΕΚΙΗΛ

 ΚΕΦΑΛΑΙΟΝ 18 


ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων· 2 υἱὲ ἀνθρώπου, τί ὑμῖν ἡ παραβολὴ αὕτη ἐν τοῖς υἱοῖς ᾿Ισραὴλ λέγοντες· οἱ πατέρες ἔφαγον ὄμφακα καὶ οἱ ὀδόντες τῶν τέκνων ἐγομφίασαν; 3 ζῶ ἐγώ, λέγει Κύριος, ἐὰν γένηται ἔτι λεγομένη ἡ παραβολὴ αὕτη ἐν τῷ ᾿Ισραήλ· 4 ὅτι πᾶσαι αἱ ψυχαὶ ἐμαί εἰσιν, ὃν τρόπον ἡ ψυχὴ τοῦ πατρός, οὕτως καὶ ἡ ψυχὴ τοῦ υἱοῦ, ἐμαί εἰσιν· ἡ ψυχὴ ἡ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται. - 5 ῾Ο δὲ ἄνθρωπος ὃς ἔσται δίκαιος, ὁ ποιῶν κρίμα καὶ δικαιοσύνην, 6 ἐπὶ τῶν ὀρέων οὐ φάγεται καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ οὐ μὴ ἐπάρῃ πρὸς τὰ ἐνθυμήματα οἴκου ᾿Ισραὴλ καὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ οὐ μὴ μιάνῃ καὶ πρὸς γυναῖκα ἐν ἀφέδρῳ οὖσαν οὐ προσεγγιεῖ 7 καὶ ἄνθρωπον οὐ μὴ καταδυναστεύσῃ, ἐνεχυρασμὸν ὀφείλοντος ἀποδώσει καὶ ἅρπαγμα οὐχ ἁρπᾶται, τὸν ἄρτον αὐτοῦ τῷ πεινῶντι δώσει καὶ γυμνὸν περιβαλεῖ 8 καὶ τὸ ἀργύριον αὐτοῦ ἐπὶ τόκῳ οὐ δώσει καὶ πλεονασμὸν οὐ λήψεται καὶ ἐξ ἀδικίας ἀποστρέψει τὴν χεῖρα αὐτοῦ, κρίμα δίκαιον ποιήσει ἀνὰ μέσον ἀνδρὸς καὶ ἀνὰ μέσον τοῦ πλησίον αὐτοῦ 9 καὶ τοῖς προστάγμασί μου πεπόρευται καὶ τὰ δικαιώματά μου πεφύλακται τοῦ ποιῆσαι αὐτά· δίκαιος οὗτός ἐστι, ζωῇ ζήσεται, λέγει Κύριος. - 10 Καὶ ἐὰν γεννήσῃ υἱὸν λοιμὸν ἐκχέοντα αἷμα καὶ ποιοῦντα ἁμαρτήματα, 11 ἐν τῇ ὁδῷ τοῦ πατρὸς αὐτοῦ τοῦ δικαίου οὐκ ἐπορεύθη, ἀλλὰ καὶ ἐπὶ τῶν ὀρέων ἔφαγε καὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἐμίανε 12 καὶ πτωχὸν καὶ πένητα κατεδυνάστευσε καὶ ἅρπαγμα ἥρπασε καὶ ἐνεχυρασμὸν οὐκ ἀπέδωκε καὶ εἰς τὰ εἴδωλα ἔθετο τοὺς ὀφθαλμοὺς αὐτοῦ, ἀνομίαν πεποίηκε, 13 μετὰ τόκου ἔδωκε καὶ πλεονασμὸν ἔλαβεν, οὗτος ζωῇ οὐ ζήσεται, πάσας τὰς ἀνομίας ταύτας ἐποίησε, θανάτῳ θανατωθήσεται, τὸ αἷμα αὐτοῦ ἐπ᾿ αὐτὸν ἔσται. - 14 ᾿Εὰν δὲ γεννήσῃ υἱόν, καὶ ἴδῃ πάσας τὰς ἁμαρτίας τοῦ πατρὸς αὐτοῦ, ἃς ἐποίησε, καὶ φοβηθῇ καὶ μὴ ποιήσῃ κατ᾿ αὐτάς, 15 ἐπὶ τῶν ὀρέων οὐ βέβρωκε καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ οὐκ ἔθετο εἰς τὰ ἐνθυμήματα οἴκου ᾿Ισραὴλ καὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ οὐκ ἐμίανε 16 καὶ ἄνθρωπον οὐ κατεδυνάστευσε καὶ ἐνεχυρασμὸν οὐκ ἐνεχύρασε καὶ ἅρπαγμα οὐχ ἥρπασε, τὸν ἄρτον αὐτοῦ τῷ πεινῶντι ἔδωκε καὶ γυμνὸν περιέβαλε, 17 καὶ ἀπὸ ἀδικίας ἀπέστρεψε τὴν χεῖρα αὐτοῦ, τόκον οὐδὲ πλεονασμὸν οὐκ ἔλαβε, δικαιοσύνην ἐποίησε καὶ ἐν τοῖς προστάγμασί μου ἐπορεύθη, οὐ τελευτήσει ἐν ἀδικίαις πατρὸς αὐτοῦ, ζωῇ ζήσεται. 18 ὁ δὲ πατὴρ αὐτοῦ ἐὰν θλίψει θλίψῃ καὶ ἁρπάσῃ ἅρπαγμα, ἐναντία ἐποίησεν ἐν μέσῳ τοῦ λαοῦ μου καὶ ἀποθανεῖται ἐν τῇ ἀδικίᾳ αὐτοῦ. - 19 Καὶ ἐρεῖτε· τί ὅτι οὐκ ἔλαβε τὴν ἀδικίαν ὁ υἱὸς τοῦ πατρός; ὅτι ὁ υἱὸς δικαιοσύνην καὶ ἔλεος πεποίηκε, πάντα τὰ νόμιμά μου συνετήρησε καὶ ἐποίησεν αὐτά· ζωῇ ζήσεται. 20 ἡ δὲ ψυχὴ ἡ ἁμαρτάνουσα ἀποθανεῖται· ὁ δὲ υἱὸς οὐ λήψεται τὴν ἀδικίαν τοῦ πατρός, οὐδὲ ὁ πατὴρ λήψεται τὴν ἀδικίαν τοῦ υἱοῦ· δικαιοσύνη δικαίου ἐπ᾿ αὐτὸν ἔσται, καὶ ἀνομία ἀνόμου ἐπ᾿ αὐτὸν ἔσται. 21 καὶ ὁ ἄνομος ἐὰν ἀποστρέψῃ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ, ὧν ἐποίησε, καὶ φυλάξηται πάσας τὰς ἐντολάς μου καὶ ποιήσῃ δικαιοσύνην καὶ ἔλεος, ζωῇ ζήσεται καὶ οὐ μὴ ἀποθάνῃ. 22 πάντα τὰ παραπτώματα αὐτοῦ, ὅσα ἐποίησεν, οὐ μνησθήσεται, ἐν τῇ δικαιοσύνῃ αὐτοῦ, ᾗ ἐποίησε, ζήσεται. 23 μὴ θελήσει θελήσω τὸν θάνατον τοῦ ἀνόμου, λέγει Κύριος, ὡς τὸ ἀποστρέψαι αὐτὸν ἐκ τῆς ὁδοῦ τῆς πονηρᾶς καὶ ζῆν αὐτόν; 24 ἐν δὲ τῷ ἀποστρέψαι δίκαιον ἐκ τῆς δικαιοσύνης αὐτοῦ καὶ ποιῆσαι ἀδικίαν κατὰ πάσας τὰς ἀνομίας, ἃς ἐποίησεν ὁ ἄνομος, πᾶσαι αἱ δικαιοσύναι αὐτοῦ, ἃς ἐποίησεν, οὐ μὴ μνησθῶσιν· ἐν τῷ παραπτώματι αὐτοῦ, ᾧ παρέπεσε, καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ, αἷς ἥμαρτεν, ἐν αὐταῖς ἀποθανεῖται. 25 καὶ εἴπατε· οὐ κατευθύνει ἡ ὁδὸς Κυρίου. ἀκούσατε δὴ πᾶς ὁ οἶκος ᾿Ισραήλ· μὴ ἡ ὁδός μου οὐ κατευθύνει; οὐχὶ ἡ ὁδὸς ὑμῶν οὐ κατευθύνει; 26 ἐν τῷ ἀποστρέψαι τὸν δίκαιον ἐκ τῆς δικαιοσύνης αὐτοῦ καὶ ποιήσει παράπτωμα καὶ ἀποθάνῃ, ἐν τῷ παραπτώματι, ᾧ ἐποίησεν, ἐν αὐτῷ ἀποθανεῖται. 27 καὶ ἐν τῷ ἀποστρέψαι ἄνομον ἀπὸ τῆς ἀνομίας αὐτοῦ, ἧς ἐποίησε, καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην, οὗτος τὴν ψυχὴν αὐτοῦ ἐφύλαξε 28 καὶ ἀπέστρεψεν ἐκ πασῶν τῶν ἀσεβειῶν αὐτοῦ, ὧν ἐποίησε, ζωῇ ζήσεται, οὐ μὴ ἀποθάνῃ. 29 καὶ λέγουσιν ὁ οἶκος τοῦ ᾿Ισραήλ· οὐ κατορθοῖ ἡ ὁδὸς Κυρίου. μὴ ἡ ὁδός μου οὐ κατορθοῖ, οἶκος ᾿Ισραήλ; οὐχὶ ἡ ὁδὸς ὑμῶν οὐ κατορθοῖ; 30 ἕκαστον κατὰ τὴν ὁδὸν αὐτοῦ κρινῶ ὑμᾶς, οἶκος ᾿Ισραήλ, λέγει Κύριος. ἐπιστράφητε καὶ ἀποστρέψατε ἐκ πασῶν τῶν ἀσεβειῶν ὑμῶν, καὶ οὐκ ἔσονται ὑμῖν εἰς κόλασιν ἀδικίας. 31 ἀπορρίψατε ἀφ᾿ ἑαυτῶν πάσας τὰς ἀσεβείας ὑμῶν, ἃς ἠσεβήσατε εἰς ἐμὲ καὶ ποιήσατε ἑαυτοῖς καρδίαν καινὴν καὶ πνεῦμα καινόν· καὶ ἱνατί ἀποθνήσκετε, οἶκος ᾿Ισραήλ; 32 διότι οὐ θέλω τὸν θάνατον τοῦ ἀποθνήσκοντος, λέγει Κύριος.

Πέμπτη 7 Μαρτίου 2024

ΙΕΖΕΚΙΗΛ

 ΚΕΦΑΛΑΙΟΝ 17 


ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων· 2 υἱὲ ἀνθρώπου, διήγησαι διήγημα καὶ εἰπὸν παραβολὴν πρὸς τὸν οἶκον τοῦ ᾿Ισραὴλ 3 καὶ ἐρεῖς· τάδε λέγει Κύριος· ὁ ἀετὸς ὁ μέγας ὁ μεγαλοπτέρυγος, ὁ μακρὸς τῇ ἐκτάσει, πλήρης ὀνύχων, ὃς ἔχει τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβανον καὶ ἔλαβε τὰ ἐπίλεκτα τῆς κέδρου, 4 τὰ ἄκρα τῆς ἁπαλότητος ἀπέκνισε καὶ ἤνεγκεν αὐτὰ εἰς γῆν Χαναάν, εἰς πόλιν τετειχισμένην ἔθετο αὐτά. 5 καὶ ἔλαβεν ἀπὸ τοῦ σπέρματος τῆς γῆς καὶ ἔδωκεν αὐτὸ εἰς τὸ πεδίον φυτὸν ἐφ᾿ ὕδατι πολλῷ, ἐπιβλεπόμενον ἔταξεν αὐτό. 6 καὶ ἀνέτειλε καὶ ἐγένετο εἰς ἄμπελον ἀσθενοῦσαν καὶ μικρὰν τῷ μεγέθει τοῦ ἐπιφαίνεσθαι αὐτήν· τὰ κλήματα αὐτῆς ἐπ᾿ αὐτὴν καὶ ρίζαι αὐτῆς ὑποκάτω αὐτῆς ἦσαν. καὶ ἐγένετο εἰς ἄμπελον καὶ ἐποίησεν ἀπώρυγας καὶ ἐξέτεινε τὴν ἀναδενδράδα αὐτῆς. 7 καὶ ἐγένετο ἀετὸς ἕτερος μέγας, μεγαλοπτέρυγος, πολὺς ὄνυξι, καὶ ἰδοὺ ἡ ἄμπελος αὕτη περιπεπλεγμένη πρὸς αὐτόν, καὶ ρίζαι αὐτῆς πρὸς αὐτόν, καὶ τὰ κλήματα αὐτῆς ἐξαπέστειλεν αὐτῷ τοῦ ποτίσαι αὐτὴν σὺν τῷ βώλῳ τῆς φυτείας αὐτῆς. 8 εἰς πεδίον καλὸν ἐφ᾿ ὕδατι πολλῷ αὕτη πιαίνεται τοῦ ποιεῖν βλαστοὺς καὶ φέρειν καρπόν, τοῦ εἶναι εἰς ἄμπελον μεγάλην. 9 διὰ τοῦτο εἰπόν· τάδε λέγει Κύριος· εἰ κατευθυνεῖ; οὐχὶ αἱ ρίζαι τῆς ἁπαλότητος αὐτῆς καὶ ὁ καρπὸς σαπήσεται, καὶ ξηρανθήσεται πάντα τὰ προανατέλλοντα αὐτῆς; καὶ οὐκ ἐν βραχίονι μεγάλῳ, οὐδὲ ἐν λαῷ πολλῷ τοῦ ἐκσπᾶσαι αὐτὴν ἐκ ριζῶν αὐτῆς· 10 καὶ ἰδοὺ πιαίνεται· μὴ κατευθυνεῖ; οὐχὶ ἅμα τῷ ἅψασθαι αὐτῆς ἀνεμον τὸν καύσωνα ξηρανθήσεται; σὺν τῷ βώλῳ ἀνατολῆς αὐτῆς ξηρανθήσεται. 11 Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· 12 υἱὲ ἀνθρώπου, εἰπὸν δὴ πρὸς τὸν οἶκον τὸν παραπικραίνοντα· οὐκ ἐπίστασθε τί ἦν ταῦτα; εἰπόν· ὅταν ἔλθῃ βασιλεὺς Βαβυλῶνος ἐπὶ ῾Ιερουσαλήμ, καὶ λήψεται τὸν βασιλέα αὐτῆς καὶ τοὺς ἄρχοντας αὐτῆς καὶ ἄξῃ αὐτοὺς πρὸς ἑαυτὸν εἰς Βαβυλῶνα. 13 καὶ λήψεται ἐκ τοῦ σπέρματος τῆς βασιλείας καὶ διαθήσεται πρὸς αὐτὸν διαθήκην καὶ εἰσάξει αὐτὸν ἐν ἀρᾷ, καὶ τοὺς ἡγεμόνας τῆς γῆς λήψεται 14 τοῦ γενέσθαι εἰς βασιλείαν ἀσθενῆ τὸ καθόλου μὴ ἐπαίρεσθαι, τοῦ φυλάσσειν τὴν διαθήκην αὐτοῦ καὶ ἱστάνειν αὐτήν. 15 καὶ ἀποστήσεται ἀπ᾿ αὐτοῦ τοῦ ἐξαποστέλλειν ἀγγέλους ἑαυτοῦ εἰς Αἴγυπτον, τοῦ δοῦναι αὐτῷ ἵππους καὶ λαὸν πολύν. εἰ κατευθυνεῖ; εἰ διασωθήσεται ὁ ποιῶν ἐναντία; καὶ παραβαίνων διαθήκην εἰ διασωθήσεται; 16 ζῶ ἐγώ, λέγει Κύριος, ἐὰν μὴ ἐν ᾧ τόπῳ ὁ βασιλεὺς ὁ βασιλεύσας αὐτόν, ὃς ἠτίμωσε τὴν ἀράν μου καὶ ὃς παρέβη τὴν διαθήκην μου, μετ᾿ αὐτοῦ ἐν μέσῳ Βαβυλῶνος τελευτήσει. 17 καὶ οὐκ ἐν δυνάμει μεγάλῃ οὐδὲ ἐν ὄχλῳ πολλῷ ποιήσει πρὸς αὐτὸν Φαραὼ πόλεμον, ἐν χαρακοβολίᾳ καὶ ἐν οἰκοδομῇ βελοστάσεων τοῦ ἐξᾶραι ψυχάς. 18 καὶ ἠτίμωσεν ὁρκωμοσίαν τοῦ παραβῆναι διαθήκην, καὶ ἰδοὺ δέδωκε τὴν χεῖρα αὐτοῦ καὶ πάντα ταῦτα ἐποίησεν αὐτῷ· μὴ σωθήσεται; 19 διὰ τοῦτο εἰπόν· τάδε λέγει Κύριος· ζῶ ἐγὼ ἐὰν μὴ τὴν ὁρκωμοσίαν μου, ἣν ἠτίμωσε, καὶ τὴν διαθήκην μου, ἣν παρέβη, καὶ δώσω αὐτὰ εἰς κεφαλὴν αὐτοῦ. 20 καὶ ἐκπετάσω ἐπ᾿ αὐτὸν τὸ δίκτυόν μου, καὶ ἁλώσεται ἐν τῇ περιοχῇ αὐτοῦ. 21 ἐν πάσῃ παρατάξει αὐτοῦ ἐν ρομφαίᾳ πεσοῦνται, καὶ τοὺς καταλοίπους εἰς πάντα ἄνεμον διασπερῶ, καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος λελάληκα. - 22 Διότι τάδε λέγει Κύριος· καὶ λήψομαι ἐγὼ ἐκ τῶν ἐκλεκτῶν τῆς κέδρου, ἐκ κορυφῆς καρδίας αὐτῶν ἀποκνιῶ καὶ καταφυτεύσω ἐγὼ ἐπ᾿ ὄρος ὑψηλόν· 23 καὶ κρεμάσω αὐτὸν ἐν ὄρει μετεώρῳ τῷ ᾿Ισραὴλ καὶ καταφυτεύσω, καὶ ἐξοίσει βλαστὸν καὶ ποιήσει καρπὸν καὶ ἔσται εἰς κέδρον μεγάλην, καὶ ἀναπαύσεται ὑποκάτω αὐτοῦ πᾶν θηρίον, καὶ πᾶν πετεινὸν ὑπὸ τὴν σκιὰν αὐτοῦ ἀναπαύσεται, τὰ κλήματα αὐτοῦ ἀποκατασταθήσεται. 24 καὶ γνώσονται πάντα τὰ ξύλα τοῦ πεδίου διότι ἐγὼ Κύριος ὁ ταπεινῶν ξύλον ὑψηλὸν καὶ ὑψῶν ξύλον ταπεινὸν καὶ ξηραίνων ξύλον χλωρὸν καὶ ἀναθάλλων ξύλον ξηρόν· ἐγὼ Κύριος λελάληκα καὶ ποιήσω.