Εμφάνιση αναρτήσεων με ετικέτα ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΠΟΔΕΙΠΝΟΥ. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΠΟΔΕΙΠΝΟΥ. Εμφάνιση όλων των αναρτήσεων

Σάββατο 19 Μαρτίου 2016

ΜΕΓΑ ΑΠΟΔΕΙΠΝΟΝ

 Ἱερεὺς 
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀναγνώστης
Ἀμήν.
 Ἱερεὺς
Δόξα σοι ὁ Θεός, δόξα σοι. Βασιλεῦ Οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς Ἀληθείας, ὁ Πανταχοῦ Παρὼν καὶ τὰ Πάντα Πληρῶν, ὁ Θησαυρός τῶν Ἀγαθῶν καὶ Ζωῆς Χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον, Ἀγαθὲ τὰς ψυχὰς ἡμῶν. 
Ἀναγνώστης Ἀμήν. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ')Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.  Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. 
Ἱερεὺς Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀναγνώστης Ἀμήν. Κύριε ἐλέησον ιβ' Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν. 
ΨΑΛΜΟΣ Δ' (4) 
Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσάς μου, ὁ Θεὸς τῆς δικαιοσύνης μου, ἐν θλίψει ἐπλάτυνάς με. Οἰκτείρησόν με, καὶ εἰσάκουσον τῆς προσευχῆς μου. Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; ἵνα τὶ ἀγαπᾶτε ματαιότητα, καὶ ζητεῖτε ψεῦδος; Καὶ γνῶτε, ὅτι ἐθαυμάστωσε Κύριος τὸν ὅσιον αὐτοῦ, Κύριος εἰσακούσεταί μου, ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν. Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε, ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε, Θύσατε θυσίαν δικαιοσύνης, καὶ ἐλπίσατε ἐπὶ Κύριον. Πολλοὶ λέγουσι· Τὶς δείξει ἡμῖν τὰ ἀγαθὰ; Ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε, ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου. Ἀπὸ καρποῦ σίτου, οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν. Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι, καὶ ὑπνώσω. Ὅτι σύ, Κύριε, κατὰ μόνας ἐπ' ἐλπίδι κατῴκισάς με. 
ΨΑΛΜΟΣ ς' (6) 
Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι ἴασαί με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου, καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα, καὶ σύ, Κύριε, ἕως πότε; Ἐπίστρεψον, Κύριε, ῥῦσαι τὴν ψυχήν μου, σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου. Ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου, ἐν δὲ τῷ ᾅδῃ τὶς ἐξομολογήσεταί σοι; Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου, λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. Ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου, ἐπαλαιώθην ἐν πᾶσι τοῖς ἐχθροῖς μου. Ἀπόστητε ἀπ' ἐμοῦ πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ὅτι εἰσήκουσε Κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ μου. Ἤκουσε Κύριος τῆς δεήσεώς μου, Κύριος τὴν προσευχήν μου προσεδέξατο. Αἰσχυνθείησαν καὶ ταραχθείησαν πάντες οἱ ἐχθροί μου, ἀποστραφείησαν καὶ καταισχυνθείησαν σφόδρα διὰ τάχους. ΨΑΛΜΟΣ ΙΒ' (12) 
Ἕως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος; ἕως πότε ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ; Ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου, ὀδύνας ἐν καρδίᾳ μου, ἡμέρας καὶ νυκτός; Ἕως πότε ὑψωθήσεται ὁ ἐχθρός μου ἐπ' ἐμέ; Ἐπίβλεψον, εἰσάκουσόν μου, Κύριε, ὁ Θεός μου. Φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον, μήποτε εἴπῃ ὁ ἐχθρός μου· Ἴσχυσα πρὸς αὐτόν. Οἱ θλίβοντές με ἀγαλλιάσονται, ἐὰν σαλευθῶ, ἐγὼ δέ, ἐπὶ τῷ ἐλέει σου ἤλπισα. Ἀγαλλιάσεται ἡ καρδία μου ἐπὶ τῷ σωτηρίῳ σου, ᾄσω τῷ Κυρίῳ τῷ εὐεργετήσαντί με, καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ Ὑψίστου. Καὶ πάλιν Ἐπίβλεψον, εἰσάκουσόν μου, Κύριε, ὁ Θεός μου. Φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον, μήποτε εἴπῃ ὁ ἐχθρός μου· Ἴσχυσα πρὸς αὐτόν. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοι ὁ Θεός, Μετανοίας (γ'), Κύριε, ἐλέησον (γ')Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΨΑΛΜΟΣ ΚΔ' (24) 
Πρὸς σέ, Κύριε, ἦρα τὴν ψυχήν μου, ὁ Θεός μου, ἐπὶ σοὶ πέποιθα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα. Μηδὲ καταγελασάτωσάν με οἱ ἐχθροί μου· καὶ γὰρ πάντες οἱ ὑπομένοντές σε, οὐ μὴ καταισχυνθῶσιν. Αἰσχυνθήτωσαν οἱ ἀνομοῦντες διακενῆς. Τὰς ὁδούς σου, Κύριε, γνώρισόν μοι, καὶ τὰς τρίβους σου δίδαξόν με. Ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειάν σου, καὶ δίδαξόν με, ὅτι σὺ εἶ ὁ Θεὸς ὁ Σωτήρ μου, καὶ σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν. Μνήσθητι τῶν οἰκτιρμῶν σου, Κύριε, καὶ τὰ ἐλέη σου, ὅτι ἀπὸ τοῦ αἰῶνός εἰσιν. Ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς. Κατὰ τὸ ἔλεός σου μνήσθητί μου σύ, ἕνεκεν τῆς χρηστότητός σου, Κύριε, Χρηστὸς καὶ εὐθὺς ὁ Κύριος, διὰ τοῦτο νομοθετήσει ἁμαρτάνοντας ἐν ὁδῷ. Ὁδηγήσει πραεῖς ἐν κρίσει, διδάξει πραεῖς ὁδοὺς αὐτοῦ. Πᾶσαι αἱ ὁδοὶ Κυρίου ἔλεος, καὶ ἀλήθεια τοῖς ἐκζητοῦσι τὴν διαθήκην αὐτοῦ, καὶ τὰ μαρτύρια αὐτοῦ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, καὶ ἱλάσθητι τῇ ἁμαρτίᾳ μου· πολλὴ γὰρ ἐστι. Τὶς ἐστιν ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον; νομοθετήσει αὐτῷ ἐν ὁδῷ ᾖ ᾑρετίσατο. Ἡ ψυχὴ αὐτοῦ ἐν ἀγαθοῖς αὐλισθήσεται, καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει γῆν, Κραταίωμα Κύριος τῶν φοβουμένων αὐτόν, καὶ ἡ διαθήκη αὐτοῦ δηλώσει αὐτοῖς. Οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν Κύριον, ὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου. Ἐπίβλεψον ἐπ' ἐμέ, καὶ ἐλέησόν με, ὅτι μονογενὴς καὶ πτωχός εἰμι ἐγώ. Αἱ θλίψεις τῆς καρδίας μου ἐπληθύνθησαν, ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με. Ἴδε τὴν ταπείνωσίν μου, καὶ τὸν κόπον μου, καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου. Ἴδε τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν, καὶ μῖσος ἄδικον ἐμίσησάν με. Φύλαξον τὴν ψυχήν μου, καὶ ῥῦσαί με, μὴ καταισχυνθείην ὅτι ἤλπισα ἐπὶ σέ. Ἄκακοι καὶ εὐθεῖς ἐκολλῶντό μοι, ὅτι ὑπέμεινά σε, Κύριε. Λύτρωσαι, ὁ Θεός, τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ. 
ΨΑΛΜΟΣ Λ' (30) 
Ἐπὶ σοί, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα, ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με, καὶ ἐξελοῦ με. Κλῖνον πρός με τὸ οὖς σου, τάχυνον τοῦ ἐξελέσθαι με. Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστήν, καὶ εἰς οἶκον καταφυγῆς τοῦ σῶσαί με. Ὅτι κραταίωμά μου, καὶ καταφυγή μου εἶ σύ, καὶ ἕνεκεν τοῦ ὀνόματός σου ὁδηγήσεις με, καὶ διαθρέψεις με. Ἐξάξεις με ἐκ παγίδος ταύτης, ἧς ἔκρυψάν μοι, ὅτι σὺ εἶ ὁ ὑπερασπιστής μου, Κύριε, Εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου, ἐλυτρώσω με, Κύριε, ὁ Θεὸς τῆς ἀληθείας. Ἐμίσησας τοὺς διαφυλάσσοντας ματαιότητας διακενῆς. Ἐγὼ δὲ ἐπὶ τῷ Κυρίῳ ἤλπισα, ἀγαλλιάσομαι καὶ εὐφρανθήσομαι ἐπὶ τῷ ἐλέει σου. Ὅτι ἐπεῖδες ἐπὶ τὴν ταπείνωσίν μου, ἔσωσας ἐκ τῶν ἀναγκῶν τὴν ψυχήν μου. Καὶ οὐ συνέκλεισάς με εἰς χεῖρας ἐχθρῶν, ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου. Ἐλέησόν με, Κύριε, ὅτι θλίβομαι, ἐταράχθη ἐν θυμῷ ὁ ὀφθαλμός μου, ἡ ψυχή μου, καὶ ἡ γαστήρ μου. Ὅτι ἐξέλιπεν ἐν ὀδύνῃ ἡ ζωή μου, καὶ τὰ ἔτη μου ἐν στεναγμοῖς. Ἠσθένησεν ἐν πτωχείᾳ ἡ ἰσχύς μου, καὶ τὰ ὀστᾶ μου ἐταράχθησαν. Παρὰ πάντας τοὺς ἐχθρούς μου ἐγενήθην ὄνειδος, καὶ τοῖς γείτοσί μου σφόδρα, καὶ φόβος τοῖς γνωστοῖς μου. Οἱ θεωροῦντες με ἔξω ἔφυγον ἀπ' ἐμοῦ, ἐπελήσθην ὡσεὶ νεκρὸς ἀπὸ καρδίας. Ἐγενήθην ὡσεὶ σκεῦος ἀπολωλός, ὅτι ἤκουσα ψόγον πολλῶν παροικούντων κυκλόθεν. Ἐν τῷ ἐπισυναχθῆναι αὐτοὺς ἅμα ἐπ' ἐμέ, τοῦ λαβεῖν τὴν ψυχήν μου ἐβουλεύσαντο. Ἐγὼ δὲ ἐπὶ σοί, Κύριε, ἤλπισα, εἶπα· Σὺ εἰ ὁ Θεός μου ἐν ταῖς χερσί σου οἱ κλῆροί μου. Ῥῦσαί με ἐκ χειρὸς ἐχθρῶν μου, καὶ ἐκ τῶν καταδιωκόντων με. Ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸν δοῦλόν σου, σῶσόν με ἐν τῷ ἐλέει σου Κύριε, μὴ καταισχυνθείην, ὅτι ἐπεκαλεσάμην σε. Αἰσχυνθείησαν ἀσεβεῖς, καὶ καταχθείησαν εἰς ᾅδου. Ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια, τὰ λαλοῦντα κατὰ τοῦ δικαίου ἀνομίαν, ἐν ὑπερηφανίᾳ καὶ ἐξουδενώσει. Ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου, Κύριε, ἧς ἔκρυψας τοῖς φοβουμένοις σε. Ἐξειργάσω τοῖς ἐλπίζουσιν ἐπὶ σὲ ἐναντίον τῶν υἱῶν τῶν ἀνθρώπων. Κατακρύψεις αὐτοὺς ἐν ἀποκρύφῳ τοῦ προσώπου σου, ἀπὸ ταραχῆς ἀνθρώπων. Σκεπάσεις αὐτοὺς ἐν σκηνῇ ἀπὸ ἀντιλογίας γλωσσῶν. Εὐλογητὸς Κύριος, ὅτι ἐθαυμάστωσε τὸ ἔλεος αὐτοῦ ἐν πόλει περιοχῆς. Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· Ἀπέρριμμαι ἀπὸ προσώπου τῶν ὀφθαλμῶν σου. Διὰ τοῦτο εἰσήκουσας τῆς φωνῆς τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σέ. Ἀγαπήσατε τὸν Κύριον πάντες οἱ ὅσιοι αὐτοῦ ὅτι ἀληθείας ἐκζητεῖ Κύριος, καὶ ἀνταποδίδωσι τοῖς περισσῶς ποιοῦσιν ὑπερηφανίαν. Ἀνδρίζεσθε, καὶ κραταιούσθω ἡ καρδία ὑμῶν, πάντες οἱ ἐλπίζοντες ἐπὶ Κύριον. 
ΨΑΛΜΟΣ 90 
Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. Ἐρεῖ τῷ Κυρίω· Ἀντιλήπτωρ μου εἶ, καὶ καταφυγή μου, ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ' αὐτόν. Ὅτι αὐτὸς ῥύσεταί σε ἐκ παγίδος θηρευτῶν, καὶ ἀπὸ λόγου ταραχώδους. Ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς, ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ. Οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας. Ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου, ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ. Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιάς, καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ. Πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις, καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει. Ὅτι σύ, Κύριε, ἡ ἐλπίς μου, τὸν Ὕψιστον ἔθου καταφυγήν σου. Οὐ προσελεύσεται πρὸς σὲ κακά, καὶ μάστιξ οὐκ ἐγγιεῖ ἐν τῷ σκηνώματί σου. Ὅτι τοῖς Ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου. Ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. Ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσει, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα. Ὅτι ἐπ' ἐμὲ ἤλπισε, καὶ ῥύσομαι αὐτόν, σκεπάσω αὐτόν, ὅτι ἔγνω τὸ ὄνομά μου. Κεκράξεται πρός με, καὶ εἰσακούσομαι αὐτοῦ, μετ' αὐτοῦ εἰμι ἐν θλίψει, ἐξελοῦμαι αὐτόν, καὶ δοξάσω αὐτόν. Μακρότητα ἡμερῶν ἐμπλήσω αὐτόν, καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός, Κύριε, ἐλέησον (γ') Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εἶτα τοὺς ἐφεξῆς Στίχους, χῦμα καὶ ἄνευ μέλους, εἰ ἔστιν ἐκτὸς τῆς μεγάλης Τεσσαρακοστῆς, ἐν ταύτῃ δὲ ψάλλομεν αὐτοὺς ἐξ ἑκατέρων τῶν Χορῶν, ἀργῶς καὶ μεγάλῃ τῇ φωνῇ. Ἄρχεται δὲ ὁ πρῶτος Χορὸς οὕτω, εἰς ΜΕΘ᾿ ΗΜΩΝ Ο ΘΕΟΣ - Ἦχος πλ. β'  
Μεθ' ἡμῶν ὁ Θεός, γνῶτε ἔθνη καὶ ἡττᾶσθε. Ὅτι μεθ' ἡμῶν ὁ Θεός. Ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς, Ὅτι μεθ' ἡμῶν ὁ Θεός. Ἰσχυκότες ἡττᾶσθε. Ὅτι μεθ' ἡμῶν ὁ Θεός. Ἐὰν γὰρ πάλιν ἰσχύσητε, καὶ πάλιν ἡττηθήσεσθε. Ὅτι μεθ' ἡμῶν ὁ Θεός. Καὶ ἣν ἂν βουλὴν βουλεύσησθε, διασκεδάσει Κύριος. Ὅτι μεθ' ἡμῶν ὁ Θεός, Καὶ λόγον, ὃν ἐὰν λαλήσητε, οὐ μὴ ἐμμείνῃ ἐν ὑμῖν, Ὅτι μεθ' ἡμῶν ὁ Θεός. Τὸν δὲ φόβον ὑμῶν οὐ μὴ φοβηθῶμεν, ουδ' οὐ μὴ ταραχθῶμεν. Ὅτι μεθ' ἡμῶν ὁ Θεός. Κύριον δὲ τὸν Θεὸν ἡμῶν, αὐτὸν ἁγιάσωμεν, καὶ αὐτὸς ἔσται ἡμῖν φόβος. Ὅτι μεθ' ἡμῶν ὁ Θεός. Καὶ ἐὰν ἐπ' αὐτῷ πεποιθὼς ᾧ ἔσται μοι εἰς ἁγιασμόν. Ὅτι μεθ' ἡμῶν ὁ Θεός. Καὶ πεποιθὼς ἔσομαι ἐπ' αὐτῷ, καὶ σωθήσομαι δι' αὐτοῦ. Ὅτι μεθ' ἡμῶν ὁ Θεός. Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἃ μοι ἔδωκεν ὁ Θεός, Ὅτι μεθ' ἡμῶν ὁ Θεός. Ὁ λαὸς ὁ πορευόμενος ἐν σκότει, ἴδε φῶς μέγα. Ὅτι μεθ' ἡμῶν ὁ Θεός. Οἱ κατοικοῦντες ἐν χώρᾳ, καὶ σκιᾷ θανάτου, φῶς λάμψει ἐφ' ἡμᾶς. Ὅτι μεθ΄ ἡμῶν ὁ Θεός. Ὅτι Παιδίον ἐγεννήθη ἡμῖν, Υἱός, καὶ ἐδόθη ἡμῖν, Ὅτι μεθ' ἡμῶν ὁ Θεός. Οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ. Ὅτι μεθ' ἡμῶν ὁ Θεός. Καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον, Ὅτι μεθ' ἡμῶν ὁ Θεός. Καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, Μεγάλης Βουλῆς Ἄγγελος. Ὅτι μεθ' ἡμῶν ὁ Θεός. Θαυμαστὸς σύμβουλος. Ὅτι μεθ' ἡμῶν ὁ Θεός. Θεὸς ἰσχυρός, Ἐξουσιαστής, Ἄρχων εἰρήνης. Ὅτι μεθ' ἡμῶν ὁ Θεός. Πατὴρ τοῦ μέλλοντος αἰῶνος. Ὅτι μεθ' ἡμῶν ὁ Θεός. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Ὅτι μεθ' ἡμῶν ὁ Θεός. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ὅτι μεθ' ἡμῶν ὁ Θεός. Μεθ' ἡμῶν ὁ Θεός , γνῶτε ἔθνη καὶ ἡττᾶσθε, ὅτι μεθ' ἡμῶν ὁ Θεός. 
Καὶ εὐθὺς ὁ Ἀναγνώστης τὰ παρόντα Τροπάρια (χῦμα). 
Τὴν ἡμέραν διελθών, εὐχαριστῶ σοι, Κύριε, τὴν ἑσπέραν, αἰτοῦμαι, σὺν τῇ νυκτὶ ἀναμάρτητον, παράσχου μοι, Σωτήρ, καὶ σῶσόν με. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Τὴν ἡμέραν παρελθών, δοξολογῶ σε, Δέσποτα, τὴν ἑσπέραν αἰτοῦμαι, σὺν τῇ νυκτὶ ἀσκανδάλιστον, παράσχου μοι, Σωτήρ, καὶ σῶσόν με. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Τὴν ἡμέραν διαβάς, ὑμνολογῶ σε, Ἅγιε, τὴν ἑσπέραν, αἰτοῦμαι, σὺν τῇ νυκτἰ ἀνεπίβουλον, παράσχου μοι, Σωτήρ, καὶ σῶσόν με. 
Εἶτα ψάλλουσιν ὁμοῦ οἱ δύο Χοροί, εἰς Ἤχον πλ. β' 
Ἡ ἀσώματος φύσις, τὰ Χερουβείμ, ἀσιγήτοις σε ὕμνοις, δοξολογεῖ. Ἑξαπτέρυγα ζῷα, τὰ Σεραφείμ, ταῖς ἀπαύστοις φωναῖς σε, ὑπερυψοῖ. Τῶν Ἀγγέλων τε πᾶσα ἡ στρατιά, τρισαγίοις σὲ ᾄσμασιν, εὐφημεῖ. Πρὸ γὰρ πάντων ὑπάρχεις, ὁ ὢν Πατήρ, καὶ συνάναρχον ἔχεις, τὸν σὸν Υἱόν. Καὶ ἰσότιμον φέρων, Πνεῦμα ζωῆς, τῆς Τριάδος δεικνύεις, τὸ ἀμερές. Παναγία Παρθένε, Μήτηρ Θεοῦ, οἱ τοῦ Λόγου αὐτόπται, καὶ ὑπουργοί, Προφητῶν καὶ Μαρτύρων, πάντες χοροί, ὡς ἀθάνατον ἔχοντες, τὴν ζωήν. Ὑπὲρ πάντων πρεσβεύσατε, ἐκτενῶς, ὅτι πάντες ὑπάρχομεν, ἐν δεινοῖς. Ἵνα πλάνης ῥυσθέντες, τοῦ πονηροῦ, τῶν Ἀγγέλων βοήσωμεν, τὴν ᾠδήν. 
ὁ Ἀναγνώστης, χῦμα 
Ἅγιε, Ἅγιε, Ἅγιε, Τρισάγιε Κύριε, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.Καὶ εὐθὺς 
Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. Καὶ εἰς ἕναν Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱόν τοῦ Θεοῦ τὸν Μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων. Φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι' οὗ τὰ πάντα ἐγένετο. Τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς Οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ Κύριον, τὸ Ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διά τῶν Προφητῶν. Εἰς Μίαν, Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἕν Βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.
Ἤχον πλ. β' 
Παναγία Δέσποινα Θεοτόκε, πρέσβευε ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν (ἐκ γ'). Πᾶσαι αἱ οὐράνιαι Δυνάμεις τῶν ἁγίων Ἀγγέλων καὶ Ἀρχαγγέλων, πρεσβεύσατε ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν (δίς). Ἅγιε Ἰωάννη, Προφῆτα καὶ Πρόδρομε, καὶ Βαπτιστὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν (δίς). Ἅγιοι ἔνδοξοι Ἀπόστολοι, Προφῆται, καὶ πάντες Ἅγιοι, πρεσβεύσατε ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν. Ὅσιοι, θεοφόροι Πατέρες ἡμῶν, Ποιμένες, καὶ Διδάσκαλοι τῆς οἰκουμένης, πρεσβεύσατε ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν (δίς). Ἡ ἀήττητος, καὶ ἀκατάλυτος, καὶ θεία δύναμις τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, μὴ ἐγκαταλίπῃς ἡμᾶς τοὺς ἁμαρτωλούς (δίς). οἱ Χοροί, ἐναλλὰξ Ὁ Θεός, ἱλάσθητι ἡμῖν τοῖς ἁμαρτωλοῖς (τρίς). ὁ β' Χορὸς Καὶ ἐλέησον ἡμᾶς (ἅπαξ). Εἶτα, Τρισάγιον, Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Παναγία Τριάς, Κύριε, ἐλέησον (γ')Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. 
Ἱερεὺς Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀναγνώστης Ἀμήν.
Ἐὰν μὲν τύχῃ Ἑορτή, λέγομεν τὰ τῆς ἑορτῆς Τροπάρια. Εἰ δὲ μή, ἡμέραν παρ' ἡμέραν, τὰ Τροπάρια ταῦτα. Ἦχος β' 
Φώτισον τοὺς ὀφθαλμούς μου, Χριστὲ ὁ Θεός, μήποτε ὑπνώσω εἰς θάνατον, μήποτε εἴπῃ ὁ ἐχθρός μου· Ἴσχυσα πρὸς αὐτόν. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Ἀντιλήπτωρ τῆς ψυχῆς μου, γενοῦ, ὁ Θεός, ὅτι μέσον διαβαίνω παγίδων πολλῶν, ῥῦσαί με ἐξ αὐτῶν, καὶ σῶσόν με, ἀγαθέ, ὡς φιλάνθρωπος. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον 
Ὅτι οὐκ ἔχομεν παρρησίαν, διὰ τὰ πολλὰ ἡμῶν ἁμαρτήματα, σὺ τὸν ἐκ σοῦ γεννηθέντα δυσώπησον, Θεοτόκε Παρθένε· πολλὰ γὰρ ἰσχύει δέησις Μητρός, πρὸς εὐμένειαν Δεσπότου· μὴ παρίδῃς ἁμαρτωλῶν ἱκεσίας ἡ πάνσεμνος, ὅτι ἐλεήμων ἐστί, καὶ σῴζειν δυνάμενος, ὁ καὶ παθεῖν ὑπὲρ ἡμῶν, σαρκὶ καταδεξάμενος. 
Ἔτερα Τροπάρια, ψαλλόμενα ἡμέραν παρ' ἡμέραν Ἦχος πλ. δ' 
Τῶν ἀοράτων ἐχθρῶν μου, τὸ ἄϋπνον ἐπίστασαι, Κύριε, καὶ τῆς ἀθλίας σαρκός μου, τὸ ἄτονον ἔγνως, ὁ πλάσας με· διὸ εἰς χεῖράς σου, παραθήσομαι τὸ πνεῦμά μου. Σκέπασόν με πτέρυξι τῆς σῆς ἀγαθότητος, ἵνα μὴ ὑπνώσω εἰς θάνατον, καὶ τοὺς νοεροὺς ὀφθαλμούς μου φώτισον, ἐν τῇ τρυφῇ τῶν θείων λόγων σου, καὶ διέγειρόν με ἐν καιρῷ εὐθέτῳ, πρὸς σὴν δοξολογίαν, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος. Στίχ. Ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με, κατὰ τὸ κρῖμα τῶν ἀγαπώντων τὸ ὄνομά σου. Ὡς φοβερὰ ἡ κρίσις σου, Κύριε, τῶν Ἀγγέλων παρισταμένων, τῶν ἀνθρώπων εἰσαγομένων, τῶν βίβλων ἀνεῳγμένων, τῶν ἔργων ἐρευνωμένων, τῶν λογισμῶν ἐξεταζομένων. Ποία κρίσις ἔσται ἐν ἐμοί, τῷ συλληφθέντι ἐν ἁμαρτίαις; τίς μου τὴν φλόγα κατασβέσει; τίς μου τὸ σκότος καταλάμψει; εἰ μή, σύ, Κύριε, ἐλεήσεις με, ὡς φιλάνθρωπος; Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Δάκρυά μοι δός, ὁ Θεός, ὥς ποτε τῇ γυναικὶ τῇ ἁμαρτωλῷ, καὶ ἀξίωσόν με βρέχειν τοὺς πόδας σου, τοὺς ἐμὲ ἐκ τῆς ὁδοῦ, τῆς πλάνης ἐλευθερώσαντας, καὶ μύρον εὐωδίας σοι προσφέρειν, βίον καθαρὸν ἐν μετανοίᾳ μοι κτισθέντα, ἵνα ἀκούσω κἀγὼ τῆς εὐκταίας σου φωνῆς. Ἡ πίστις σου σέσωκέ σε, πορεύου εἰς εἰρήνην. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον 
Τὴν ἀκαταίσχυντον, Θεοτόκε, ἐλπίδα σου ἔχων, σωθήσομαι, τὴν προστασίαν σου κεκτημένος, Πανάχραντε, οὐ φοβηθήσομαι, καταδιώξω τοὺς ἐχθρούς μου, καὶ τροπώσομαι αὐτούς, μόνην ἀμπεχόμενος, ὡς θώρακα, τὴν σκέπην σου, καὶ τὴν παντοδύναμον βοήθειάν σου, καθικετεύων, βοῶ σοι· Δέσποινα, σῶσόν με ταῖς πρεσβείαις σου, καὶ ἀνάστησόν με ἐκ ζοφώδους ὕπνου, πρὸς σὴν δοξολογίαν, δυνάμει τοῦ ἐκ σοῦ σαρκωθέντος, Υἱοῦ τοῦ Θεοῦ. Τὸ Κύριε, ἐλέησον (μ') Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Ἐν ὀνόματι Κυρίου, εὐλόγησον, Πάτερ. 
ὁ Ἱερεὺς 
Δι᾿ εὐχῶν τῶνἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς.

Ἀναγνώστης Ἀμήν.
Εἶτα τὴν ἑπομένην Εὐχὴν τοῦ Μεγάλου Βασιλείου 
Κύριε, Κύριε, ὁ ῥυσάμενος ἡμᾶς ἀπὸ παντὸς βέλους πετομένου ἡμέρας, ῥῦσαι ἡμᾶς καὶ ἀπὸ παντὸς πράγματος ἐν σκότει διαπορευομένου. Πρόσδεξαι θυσίαν ἑσπερινήν, τὰς τῶν χειρῶν ἡμῶν ἐπάρσεις. Καταξίωσον δὲ ἡμᾶς καὶ τὸ νυκτερινὸν στάδιον ἀμέμπτως διελθεῖν, ἀπειράστους κακῶν, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ταραχῆς καὶ δειλίας, τῆς ἐκ τοῦ διαβόλου ἡμῖν προσγινομένης. Χάρισαι ταῖς ψυχαῖς ἡμῶν κατάνυξιν, καὶ τοῖς λογισμοῖς ἡμῶν μέριμναν τῆς ἐν τῇ φοβερᾷ καὶ δικαίᾳ σου κρίσει ἐξετάσεως. Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας ἡμῶν, καὶ νέκρωσον τὰ μέλη ἡμῶν τὰ ἐπὶ τῆς γῆς, ἵνα καὶ ἐν τῇ καθ' ὕπνον ἡσυχίᾳ ἐμφαιδρυνώμεθα τῇ θεωρίᾳ τῶν κριμάτων σου. Ἀπόστησον δὲ ἀφ' ἡμῶν πᾶσαν φαντασίαν ἀπρεπῆ, καὶ ἐπιθυμίαν βλαβεράν. Διανάστησον δὲ ἡμᾶς ἐν τῷ καιρῷ τῆς προσευχῆς ἐστηριγμένους ἐν τῇ πίστει, καὶ προκόπτοντας ἐν τοῖς παραγγέλμασί σου, εὐδοκίᾳ καὶ ἀγαθότητι τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ' οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.
ὁ Ἀναγνώστης 
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν. Μετανοίας (γ' ), 
Εἶτα τοὺς Ψαλμοὺς 
ΨΑΛΜΟΣ Ν' (50) 
Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντὸς σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιόν μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου Κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει ἀγάθυνον Κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλημ τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. 
ΨΑΛΜΟΣ ΡΑ' (101) 
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, καὶ ἡ κραυγή μου πρὸς σὲ ἐλθέτω. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ, ἐν ᾗ ἂν ἡμέρα, θλίβωμαι, κλῖνον πρός με τὸ οὖς σου, Ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε, ταχὺ ἐπάκουσόν μου, Ὅτι ἐξέλιπον ὡσεὶ καπνὸς αἱ ἡμέραι μου, καὶ τὰ ὀστᾶ μου ὡσεὶ φρύγιον συνεφρύγησαν. Ἐπλήγην ὡσεὶ χόρτος, καὶ ἐξηράνθη ἡ καρδία μου, ὅτι ἐπελαθόμην τοῦ φαγεῖν τὸν ἄρτον μου, Ἀπὸ φωνῆς τοῦ στεναγμοῦ μου ἐκολλήθη τὸ ὀστοῦν μου τὴ σαρκί μου, Ὡμοιώθην πελεκᾶνι ἐρημικῷ, ἐγενήθην ὡσεὶ νυκτικόραξ ἐν οἰκοπέδῳ. Ἠγρύπνησα, καὶ ἐγενόμην ὡς στρουθίον μονάζον ἐπὶ δώματος. Ὅλην τὴν ἡμέραν ὠνείδιζόν με οἱ ἐχθροί μου, καὶ οἱ ἐπαινοῦντές με κατ' ἐμοῦ ὤμνυον. Ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔφαγον, καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων ἀπὸ προσώπου τῆς ὀργῆς σου καὶ τοῦ θυμοῦ σου, ὅτι ἐπάρας κατέρραξάς με. Αἱ ἡμέραι μου ὡσεὶ σκιὰ ἐκλίθησαν, κἀγὼ ὡσεὶ χόρτος ἐξηράνθην. Σὺ δέ, Κύριε, εἰς τὸν αἰῶνα μένεις, καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν. Σὺ ἀναστὰς οἰκτειρήσεις τὴν Σιών, ὅτι καιρὸς τοῦ οἰκτειρῆσαι αὐτήν, ὅτι ἥκει καιρός. Ὅτι εὐδόκησαν οἱ δοῦλοί σου τοὺς λίθους αὐτῆς, καὶ τὸν χοῦν αὐτῆς οἰκτειρήσουσι. Καὶ φοβηθήσονται τὰ ἔθνη τὸ ὄνομά σου, Κύριε, καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς τὴν δόξαν σου. Ὅτι οἰκοδομήσει Κύριος τὴν Σιών, καὶ ὀφθήσεται ἐν τῇ δόξῃ αὐτοῦ. Ἐπέβλεψεν ἐπὶ τὴν προσευχὴν τῶν ταπεινῶν, καὶ οὐκ ἐξουδένωσε τὴν δέησιν αὐτῶν. Γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν, καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον. Ὅτι ἐξέκυψεν ἐξ ὕψους ἁγίου αὐτοῦ, Κύριος ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπέβλεψε. Τοῦ ἀκοῦσαι τοῦ στεναγμοῦ τῶν πεπεδημένων, τοῦ λῦσαι τοὺς υἱοὺς τῶν τεθανατωμένων. Τοῦ ἀναγγεῖλαι ἐν Σιὼν τὸ ὄνομα Κυρίου, καὶ τὴν αἴνεσιν αὐτοῦ ἐν Ἱερουσαλήμ. Ἐν τῷ ἐπισυναχθῆναι λαοὺς ἐπὶ τὸ αὐτό, καὶ βασιλεῖς τοῦ δουλεύειν τῷ Κυρίῳ, Ἀπεκρίθη αὐτῷ ἐν ὁδῷ ἰσχύος αὐτοῦ· Τὴν ὀλιγότητα τῶν ἡμερῶν μου ἀνάγγειλόν μοι. Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου, ἐν γενεᾷ γενεῶν τὰ ἔτη σου. Κατ' ἀρχὰς σύ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί. Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις, καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται. Καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, καὶ ἀλλαγήσονται, σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. Οἱ υἱοὶ τῶν δούλων σου κατασκηνώσουσι, καὶ τὸ σπέρμα αὐτῶν εἰς τὸν αἰῶνα κατευθυνθήσεται. 
Καὶ τὴν Εὐχὴν ΠΡΟΣΕΥΧΗ ΜΑΝΑΣΣΗ ΒΑΣΙΛΕΩΣ τῆς ΙΟΥΔΑΙΑΣ 
Κύριε παντοκράτορ, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, τοῦ Ἀβραάμ, καὶ Ἰσαάκ, καὶ Ἰακώβ, καὶ τοῦ σπέρματος αὐτῶν τοῦ δικαίου, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν σύν παντὶ τῷ κόσμῳ αὐτῶν, ὁ πεδήσας τὴν θάλασσαν τῷ λόγῳ τοῦ προστάγματος, σου, ὁ κλείσας τὴν ἄβυσσον, καὶ σφραγισάμενος αὐτὴν τῷ φοβερῷ καὶ ἐνδόξῳ ὀνόματί σου, ὃν πάντα φρίσσει καὶ τρέμει ἀπὸ προσώπου τῆς δυνάμεώς σου, ὅτι ἄστεκτος ἡ μεγαλοπρέπεια τῆς δόξης σου, καὶ ἀνυπόστατος ἡ ὀργὴ τῆς ἐπὶ ἁμαρτωλοῖς ἀπειλῆς σου, ἀμέτρητόν τε καὶ ἀνεξιχνίαστον τὸ ἔλεος τῆς ἐπαγγελίας σου. Σὺ γὰρ εἶ Κύριος ὕψιστος, εὔσπλαγχνος, μακρόθυμος, καὶ πολυέλεος, καὶ μετανοῶν ἐπὶ κακίας ἀνθρώπων. Σύ, Κύριε, κατὰ τὸ πλῆθος τῆς χρηστότητός σου ἐπηγγείλω μετάνοιαν, καὶ ἄφεσιν τοῖς ἡμαρτηκόσι σοι, καὶ τῷ πλήθει τῶν οἰκτιρμῶν σου ὥρισας μετάνοιαν ἁμαρτωλοῖς εἰς σωτηρίαν. Σὺ οὖν, Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, οὐκ ἔθου μετάνοιαν δικαίοις, τῷ Ἀβραάμ, καὶ Ἰσαάκ, καὶ Ἰακώβ, τοῖς οὐχ ἡμαρτηκόσι σοι, ἀλλ' ἔθου μετάνοιαν ἐπ' ἐμοὶ τῷ ἁμαρτωλῷ, διότι ἥμαρτον ὑπὲρ ἀριθμὸν ψάμμου θαλάσσης. Ἐπλήθυναν αἱ ἀνομίαι μου, Κύριε, ἐπλήθυναν αἱ ἀνομίαι μου, καὶ οὐκ εἰμὶ ἄξιος ἀτενίσαι, καὶ ἰδεῖν τὸ ὕψος τοῦ οὐρανοῦ, ἀπὸ τοῦ πλήθους τῶν ἀδικιῶν μου, κατακαμπτόμενος πολλῷ δεσμῷ σιδηρῷ, εἰς τὸ μὴ ἀνανεῦσαι τὴν κεφαλήν μου, καὶ οὐκ ἔστι μοι ἄνεσις, διότι παρώργισα τὸν θυμόν σου, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, μὴ ποιήσας τὸ θέλημά σου, καὶ μὴ φυλάξας τὰ προστάγματά σου. Καὶ νῦν, κλίνω γόνυ καρδίας, δεόμενος τῆς παρὰ σοῦ χρηστότητος. Ἡμάρτηκα, Κύριε, ἡμάρτηκα, καὶ τὰς ἀνομίας μου ἐγὼ γινώσκω, ἀλλ' αἰτοῦμαι δεόμενος. Ἄνες μοι, Κύριε, ἄνες μοι, καὶ μὴ συναπολέσῃς με ταῖς ἀνομίαις μου, μηδὲ εἰς τὸν αἰῶνα μηνίσας τηρήσῃς τὰ κακά μοι, μηδὲ καταδικάσῃς με ἐν τοῖς κατωτάτοις τῆς γῆς· διότι σὺ εἶ Θεός, Θεὸς τῶν μετανοούντων, καὶ ἐν ἐμοὶ δείξεις πᾶσαν τὴν ἀγαθωσύνην σου, ὅτι ἀνάξιον ὄντα, σώσεις με κατὰ τὸ πολὺ ἔλεός σου, καὶ αἰνέσω σε διὰ παντὸς ἐν ταῖς ἡμέραις τῆς ζωῆς μου. Ὅτι σὲ ὑμνεῖ πᾶσα ἡ δύναμις τῶν οὐρανῶν, καὶ σοῦ ἐστιν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν. Τρισάγιον, Μετανοίας (γ') Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.  Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.  
Ἱερεὺς Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 
Ἀναγνώστης Ἀμήν.
Καὶ ψάλλομεν, πραείᾳ τῇ φωνῇ, τὰ Κατανυκτικὰ ταῦτα τροπάρια. Ἦχος πλ. β' 
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὦς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Κύριε, ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν, μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν, ἀλλ' ἐπίβλεψον καὶ νῦν, ὦς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν. Κύριε ἐλέησον μ' Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.  Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Ἐν ὀνόματι Κυρίου, εὐλόγησον Πατερ. 
ὁ Ἱερεύς 
Δι᾿ εὐχῶν τῶνἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς. 
Ἀναγνώστης Ἀμήν.
Καὶ τὴν Εὐχὴν 
Δέσποτα Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα, μία Θεότης, μία Δύναμις, ἐλέησόν με τὸν ἁμαρτωλόν, καὶ οἷς ἐπίστασαι κρίμασι, σῶσόν με τὸν ἀνάξιον δοῦλόν σου, ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.
ὁ Ἀναγνώστης Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν. 
Μετανοίας (γ'), Εἶτα τοὺς ψαλμούς: 
ΨΑΛΜΟΣ ΞΘ' (69) 
Θεός, εἰς τὴν βοήθειάν μου πρόσχες, Κύριε, εἰς τὸ βοηθῆσαί μοι σπεῦσον. Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου. Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω, καὶ καταισχυνθήτωσαν οἱ βουλόμενοί μοι κακά. Ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι, οἱ λέγοντές μοι· Εὖγε, εὖγε. Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες, οἱ ζητοῦντές σε, ὁ Θεός, καὶ λεγέτωσαν διαπαντός· Μεγαλυνθήτω ὁ Κύριος, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου. Ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης, ὁ Θεός, βοήθησόν μοι· Βοηθός μου καὶ ῥύστης μου εἶ σύ, Κύριε, μὴ χρονίσῃς. 
ΨΑΛΜΟΣ 142 
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος καὶ ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεῦμά μου ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου ἐν ποιήμασιν τῶν χειρῶν σου ἐμελέτων διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι ταχὺ εἰσάκουσόν μου Κύριε ἐξέλιπε τὸ πνεῦμά μου μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου ὅτι ἐπὶ σοὶ ἤλπισα γνώρισόν μοι Κύριε ὁδὸν ἐν ᾗ πορεύσομαι ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε πρὸς σὲ κατέφυγον δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου ὅτι σὺ εἶ ὁ Θεός μου τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ ἕνεκεν τοῦ ὀνόματός σου Κύριε ζήσεις με ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει σου ἐξολεθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου ὅτι ἐγώ δοῦλός σού εἰμι. 
ΔΟΞΟΛΟΓΙΑ 
Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα, Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός, Ἀμήν. Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας, Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.
Κατὰ τὴν πρώτην ἑβδομάδα τῶν Νηστειῶν ψάλλομεν τὸ δι' ἑκάστην ἡμέραν ὡρισμένον τμῆμα τοῦ Μεγάλου Κανόνος, "Βοηθὸς καὶ σκεπαστής ", προτάσσοντες εἰς ἕκαστον Τροπάριον τὸν Στίχον. Ἐλέησόν με, ὁ Θεός, ἐλεησόν με. Μετὰ τὴν ς' ῴδὴν ψάλλομεν ἀργῶς καὶ μετὰ μέλους τὸ Κοντάκιον, "Ψυχή μου, ψυχή μου,... ". Μετὰ τὴν θ' ᾠδήν, τὸν Εἱρμόν "Ἀσπόρου συλλήψεως... ". 
Μετὰ δὲ τὴν συμπλήρωσιν τῶν Τροπαρίων τοῦ Κανόνος. 
ὁ Ἀναγνώστης Ἀμήν. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ')Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.  Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. 
Ἱερεὺς Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀναγνώστης Ἀμήν.
Καὶ ψάλλομεν τὸ ἑπόμενον Τροπάριον μετὰ τῶν στίχων αὐτοῦ ΚΥΡΙΕ ΤΩΝ ΔΥΝΑΜΕΩΝ - Ἦχος πλ. β' 
Κύριε τῶν Δυνάμεων, μεθ' ἡμῶν γενοῦ· ἄλλον γὰρ ἐκτός σου βοηθόν, ἐν θλίψεσιν οὐκ ἔχομεν, Κύριε τῶν Δυνάμεων, ἐλέησον ἡμᾶς. Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Κύριε τῶν Δυνάμεων, μεθ' ἡμῶν γενοῦ· ἄλλον γὰρ ἐκτός σου βοηθόν, ἐν θλίψεσιν οὐκ ἔχομεν, Κύριε τῶν Δυνάμεων, ἐλέησον ἡμᾶς. Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείας αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Κύριε τῶν Δυνάμεων, μεθ' ἡμῶν γενοῦ· ἄλλον γὰρ ἐκτός σου βοηθόν, ἐν θλίψεσιν οὐκ ἔχομεν, Κύριε τῶν Δυνάμεων, ἐλέησον ἡμᾶς. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Κύριε τῶν Δυνάμεων, μεθ' ἡμῶν γενοῦ· ἄλλον γὰρ ἐκτός σου βοηθόν, ἐν θλίψεσιν οὐκ ἔχομεν, Κύριε τῶν Δυνάμεων, ἐλέησον ἡμᾶς. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Κύριε τῶν Δυνάμεων, μεθ' ἡμῶν γενοῦ· ἄλλον γὰρ ἐκτός σου βοηθόν, ἐν θλίψεσιν οὐκ ἔχομεν, Κύριε τῶν Δυνάμεων, ἐλέησον ἡμᾶς. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Κύριε τῶν Δυνάμεων, μεθ' ἡμῶν γενοῦ· ἄλλον γὰρ ἐκτός σου βοηθόν, ἐν θλίψεσιν οὐκ ἔχομεν, Κύριε τῶν Δυνάμεων, ἐλέησον ἡμᾶς. Εἶτα ὁ πρῶτος Χορὸς Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ. ὁ δεύτερος Χορὸς Αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Καὶ πάλιν οἱ δύο Χοροὶ ὁμοῦ, ἀργότερον Κύριε τῶν Δυνάμεων, μεθ' ἡμῶν γενοῦ· ἄλλον γὰρ ἐκτός σου βοηθόν, ἐν θλίψεσιν οὐκ ἔχομεν, Κύριε τῶν Δυνάμεων, ἐλέησον ἡμᾶς. 
ὁ Ἀναγνώστης Δόξα τ Πατρὶ καὶ τ Υἱῷ καὶ τ Ἁγίῳ Πνεύματι. Κύριε, εἰ μὴ τοὺς Ἁγίους σου εἴχομεν πρεσβευτάς, καὶ τὴν ἀγαθότητά σου συμπαθοῦσαν ἡμῖν, πῶς ἐτολμῶμεν, Σῶτερ, ὑμνῆσαί σε, ὃν εὐλογοῦσιν ἀπαύστως Ἄγγελοι; Καρδιογνῶστα, φεῖσαι τῶν ψυχῶν ἡμῶν. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Θεοτοκίον Πολλὰ τὰ πλήθη τῶν ἐμῶν, Θεοτόκε, πταισμάτων, πρὸς σὲ κατέφυγον, Ἁγνή, σωτηρίας δεόμενος. Ἐπίσκεψαι τὴν ἀσθενοῦσάν μου ψυχήν, καὶ πρέσβευε τῷ Υἱῷ σου καὶ Θεῷ ἡμῶν, δοθῆναί μοι τὴν ἄφεσιν, ὧν ἔπραξα δεινῶν, μόνη εὐλογημένη. 
Καὶ ψάλλει ὁ α' Χορός, τὸ 
Παναγία Θεοτόκε, τὸν χρόνον τῆς ζωῆς μου, μὴ ἐγκαταλίπῃς με, ἀνθρωπίνη προστασία, μὴ καταπιστεύσῃς με, ἀλλ' αὐτὴ ἀντιλαβοῦ, καὶ ἐλέησόν με. 
Καὶ ὁ β' Χορὸς 
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου. Εἶτα τό, Κύριε, ἐλέησον (μ') Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυέσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καί τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διά τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν , αὐτός, Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον , τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Κύριε ἐλέησον γ' Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Ἐν ὀνόματι Κυρίου, εὐλόγησον Πατερ. 
Ἱερεὺς 
Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς, καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς. 
Καὶ ποιοῦμεν τὰς τρεῖς μεγάλας μετανοίας, Εἶθ' οὕτω, λέγομεν καθ' ἑαυτοὺς καὶ ἕνα στίχον τῆς Εὐχῆς τοῦ Ὁσίου Ἐφραίμ. 
Κύριε, καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας, καὶ ἀργολογίας μή μοι δῷς. Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς καὶ ἀγάπης, χάρισαί μοι τῷ σῷ δούλῳ. Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Μετὰ δὲ ταύτας, ἑτέρας μικρὰς ιβ' λέγοντες καθ' ἑκάστην, τὸ ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ ἐλέησόν με, καὶ πάλιν μετάνοιαν μεγάλην, καὶ τὸν τελευταῖον στίχον τῆς ἀνωτέρω Εὐχῆς. Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Μεθ' ἥν, Τρισάγιον. 
Ἀναγνώστης  Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ')Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.  Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. 
Ἱερεὺς Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀναγνώστης Ἀμήν. Κύριε ἐλέησον ιβ'  
Εἶτα τὰς ἑπομένας Εὐχάς. 
ΕΥΧΗ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ 
Ἄσπιλε, ἀμόλυντε, ἄφθορε, ἄχραντε, ἁγνὴ Παρθένε, Θεόνυμφε Δέσποινα, ἡ Θεὸν Λόγον τοῖς ἀνθρώποις τῇ παραδόξῳ σου κυήσει ἑνώσασα καὶ τὴν ἀπωσθεῖσαν φύσιν τοῦ γένους ἡμῶν τοῖς οὐρανίοις συνάψασα· ἡ τῶν ἀπηλπισμένων μόνη ἐλπὶς καί τῶν πολεμουμένων βοήθεια, ἡ ἑτοίμη ἀντίληψις τῶν εἰς σὲ προστρεχόντων, καὶ πάντων τῶν Χριστιανῶν τὸ καταφύγιον· μὴ βδελύξῃ με τὸν ἁμαρτωλόν, τὸν ἐναγῆ, τὸν αἰσχροῖς λογισμοῖς καὶ λόγοις καὶ πράξεσιν ὅλον ἐμαυτὸν ἀχρειώσαντα, καί τῇ τῶν ἡδονῶν τοῦ βίου, ῥαθυμίᾳ γνώμης, δοῦλον γενόμενον. Ἀλλ' ὡς τοῦ φιλανθρώπου Θεοῦ Μήτηρ, φιλανθρώπως σπλαγχνίθητι ἐπ' ἐμοὶ τῷ ἁμαρτωλῷ καὶ ἀσώτῳ, καὶ δέξαι μου τὴν ἐκ ῥυπαρῶν χειλέων προσφερομένην σοι δέησιν, καὶ τὸν σὸν Υἱόν , καὶ ἡμῶν Δεσπότην καὶ Κύριον, τῇ μητρικῇ σου παρρησίᾳ χρωμένη δυσώπησον, ἵνα ἀνοίξῃ κἀμοὶ τὰ φιλάνθρωπα σπλάγχνα τῆς αὐτοῦ ἀγαθότητος καί, παριδών μου τὰ ἀναρίθμητα πταίσματα, ἐπιστρέψῃ με πρὸς μετάνοιαν καί τῶν αὐτοῦ ἐντολῶν ἐργάτην δόκιμον ἀναδείξῃ με. Καὶ πάρεσό μοι ἀεὶ ὡς ἐλεήμων καὶ συμπαθὴς καὶ φιλάγαθος, ἐν μὲν τῷ παρόντι βίῳ θερμὴ προστάτις καὶ βοηθός, τάς τῶν ἐναντίων ἐφόδους ἀποτειχίζουσα καὶ πρὸς σωτηρίαν καθοδηγοῦσα με· καὶ ἐν τῷ καιρῷ τῆς ἐξόδου μου τὴν ἀθλίαν μου ψυχὴν περιέπουσα καὶ τὰς σκοτεινὰς ὄψεις τῶν πονηρῶν δαιμόνων πόρρω αὐτῆς ἀπελαύνουσα. Ἐν δὲ τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως, τῆς αἰωνίου με ῥυομένη κολάσεως, καί τῆς ἀπορρήτου δόξης τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ ἡμῶν κληρονόμον με ἀποδεικνύουσα. Ἧς καὶ τύχοιμι, Δέσποινα μου, ὑπεραγία Θεοτόκε, διά τῆς σῆς μεσιτείας καὶ ἀντιλήψεως, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς ΣουΥἱοῦ, τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. ᾯ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων . Ἀμήν.
ΕΥΧΗ ΕΙΣ ΤΟΝ ΚΥΡΙΟΝ ΗΜΩΝ ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ  
Καὶ δὸς ἡμῖν, Δέσποτα, πρὸς ὕπνον ἀπιοῦσιν , ἀνάπαυσιν σώματος καὶ ψυχῆς, καὶ διαφύλαξον ἡμᾶς ἀπό τοῦ ζοφεροῦ ὕπνου τῆς ἁμαρτίας καὶ ἀπὸ πάσης σκοτεινῆς καὶ νυκτερινῆς ἡδυπαθείας. Παῦσον τὰς ὁρμὰς τῶν παθῶν , σβέσον τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ τὰ καθ' ἡμῶν δολίως κινούμενα. Τὰς τῆς σαρκὸς ἡμῶν ἐπαναστάσεις κατάστειλον καὶ πᾶν γεῶδες καὶ ὑλικὸν ἡμῶν φρόνημα κοίμισον. Καὶ δώρησαι ἡμῖν, ὁ Θεός, γρήγορον νοῦν, σώφρονα λογισμόν, καρδίαν νήφουσαν , ὕπνον ἐλαφρόν καὶ πάσης σατανικῆς φαντασίας ἀπηλλαγμένον. Διανάστησον δὲ ἡμᾶς ἐν τῷ καιρῷ τῆς προσευχῆς ἐστηριγμένους ἐν ταῖς ἐντολαῖς σου καὶ τὴν μνήμην τῶν σῶν κριμάτων ἐν ἑαυτοῖς ἀπαράθραυστον ἔχοντας. Παννύχιον ἡμῖν τὴν σὴν δοξολογίαν χάρισαι εἰς τὸ ὑμνεῖν καὶ εὐλογεῖν καὶ δοξάζειν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομα σου, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὑπερένδοξε, ἀειπάρθενε, εὐλογημένη Θεοτόκε, προσάγαγε τὴν ἡμετέραν προσευχὴν τῷ Υἱῷ σου καὶ Θεῷ ἡμῶν, καὶ αἴτησαι ἵνα σώσῃ διὰ σοῦ τὰς ψυχὰς ἡμῶν. 
Ἡ ἐλπίς μου ὁ Πατήρ, καταφυγή μου ὁ Υἱός, σκέπη μου τὸ Πνεῦμα τὸ ἅγιον, Τριὰς ἁγία, δόξα σοι. Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου. 
Κατὰ τὴν πρώτην ἑβδομάδα τῶν Νηστειῶν [ἀπὸ τῆς Δευτέρας (Καθαρᾶς)] εὐθὺς ὁ Ἱερεὺς ἀναγινώσκει, ἀπὸ τῆς Ὡραίας Πύλης, τὸ τῆς ἡμέρας Εὐαγγέλιον [τῆς Παννυχίδος]. ὁ Ἱερεὺς Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως... κ.λ.π. ὁ Χορὸς Δόξα σοι, Κύριε, δόξα σοι. Ἱερεὺς Εἰρήνη πᾶσι. ὁ Χορὸς Καὶ τῷ πνεύματί σου. ὁ Ἱερεὺς Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. ὁ Χορὸς Σοί, Κύριε. Καὶ ἡμῶν κεκλιμένων, λέγει εὐθύς, 
ὁ Ἱερεὺς 
Δέσποτα πολυέλεε, Κύριε, Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου καὶ ἐνδόξου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων, ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων σου τῶν Ἁγίων, Εὐπρόσδεκτον ποίησον τὴν δέησιν ἡμῶν, Δώρησαι ἡμῖν τὴν ἄφεσιν τῶν παραπτωμάτων ἡμῶν, Σκέπασον ἡμᾶς ἐν τῇ σκέπῃ τῶν πτερύγων σου Ἀποδίωξον ἀφ' ἡμῶν πάντα ἐχθρὸν καὶ πολέμιον, Εἰρήνευσον ἡμῶν τὴν ζωήν, Κύριε, ἐλέησον ἡμᾶς καὶ τὸν κόσμον σου, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος. 
ὁ Ἀναγνώστης Ἀμήν.
Εἶθ' οὕτω ποιήσας ὁ Προεστὼς μετάνοιαν ἐπὶ γῆς λέγει τοῖς ἀδελφοῖς. Εὐλογεῖτε, Πατέρες ἅγιοι, συγχωρήσατέ μοι τῷ ἁμαρτωλῷ. Καὶ οἱ Ἀδελφοὶ Ὁ Θεὸς συγχωρῆσαί σοι, Πάτερ ἅγιε.  
ὁ Ἀναγνώστης Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Κύριε, ἐλέησον (γ'), Πάτερ ἅγιε εὐλόγησον. 
Καὶ ἄρχονται οἱ Ἀδελφοὶ ἀνὰ δύο, εἷς ἐξ ἑκατέρου Χοροῦ κατὰ τάξιν, ποιεῖν τὸ αὐτό, καὶ αἰτεῖσθαι, καὶ λαμβάνειν συγχώρησιν, μέχρις ἂν πληρωθῶσιν ἅπαντες. 
Εὐξώμεθα ὑπὲρ εἰρήνης τοῦ κόσμου. Ὑπερ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν. Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους. Ὑπὲρ εὐοδώσεως καὶ ἐνισχύσεως τοῦ φιλοχρίστου στρατοῦ. Ὑπερ τῶν ἀπολειφθέντων πατέρων, καὶ ἀδελφῶν ἡμῶν. Ὑπερ τῶν διακονούντων καὶ διακονησάντων ἡμῖν. Ὑπὲρ τῶν μισούντων καὶ ἀγαπώντων ἡμᾶς. Ὑπερ τῶν ἐντειλαμένων ἡμῖν τοῖς ἀναξίοις εὔχεσθαι ὑπὲρ αὐτῶν. Ὑπὲρ ἀναρρύσεως τῶν αἰχμαλώτων. Ὑπερ τῶν ἐν θαλάσσῃ καλῶς πλεόντων. Ὑπὲρ τῶν ἐν ἀσθενείαις κατακειμένων. Εὐξώμεθα καὶ ὑπὲρ εὐφορίας τῶν καρπῶν τῆς γῆς. Καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς κειμένων, καὶ ἁπανταχοῦ Ὀρθοδόξων. Εἴπωμεν καὶ ὑπὲρ ἑαυτῶν, τὸ Κύριε, ἐλέησον (γ' ). Καὶ λαμβάνουσι πάντες συγχώρησιν παρὰ τοῦ Προεστῶτος ἢ τοῦ Ἱερέως, ἀσπαζόμενοι τὴν δεξιὰν αὐτοῦ. Ἐφ' ὅσον δὲ γίνεται ὁ ἀσπασμός, ψάλλεται ὑπὸ τοῦ β' Χοροῦ: Τῇ μὲν Δευτέρᾳ, Τετάρτῃ καὶ Παρασκευῇ ἑσπέρας. Ἦχος β'
Ὅτε ἐκ τοῦ ξύλου Πάντων προστατεύεις, Ἀγαθή, τῶν καταφευγόντων ἐν πίστει τῇ κραταιᾷ σου χειρί· ἄλλην γὰρ οὐκ ἔχομεν ἁμαρτωλοὶ πρὸς Θεόν, ἐν κινδύνοις καὶ θλίψεσιν, ἀεὶ μεσιτείαν, οἱ κατακαμπτόμενοι ὑπὸ πταισμάτων, πολλῶν. Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου· ὅθεν σοι προσπίπτομεν· Ῥῦσαι πάσης περιστάσεως τοὺς δούλους σου. Τῇ δὲ Τρίτῃ ἑσπέρας καὶ τῇ Πέμπτῃ ψάλλεται, τὸ Ἦχος α' Σφαγήν σου τὴν ἄδικον Χριστέ, ἡ Παρθένος βλέπουσα, ὀδυρομένη ἐβόα σοι· Τέκνον γλυκύτατον, πῶς ἀδίκως θνῄσκεις; πῶς τῷ ξύλῳ κρέμασαι, ὁ πᾶσαν γῆν κρεμάσας τοῖς ὕδασι; Μὴ λίπῃς μόνην με, Εὐεργέτα πολυέλεε, τὴν Μητέρα καὶ δούλην σου δέομαι. 
Ὁ Ἱερεὺς ποιῶν τὸ σημεῖον τοῦ τιμίου Σταυροῦ μεθ' ὑποκλίσεως, ἐπιλέγει. 
Δὶ' εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. ὁ Ἀναγνώστης Ἀμήν.

Οὗτος ὁ τύπος καὶ ἡ τάξις τοῦ Μ. Ἀποδείπνου ὀφείλει γίνεσθαι κατὰ πᾶσαν τὴν ἁγίαν καὶ μεγάλην Τεσσαρακοστὴν μέχρι τῆς Μεγάλης Τρίτης ἑσπέρας, ἐξαιρουμένων τῶν Εὐαγγελίων, ἅτινα μόνον διὰ τὴν α' ἑβδομάδα εἰσὶν ὡρισμένα, τῇ δὲ Μ. Δευτέρᾳ καὶ τὴ Μ. Τρίτῃ ἑσπέρας, ἀντὶ τοῦ Κανόνος τῆς Θεοτόκου, ψάλλονται τὰ Τριῴδια τοῦ Ἀποδείπνου, καὶ εἰς τὸ τέλος τό, "Σφαγήν σου τὴν ἄδικον Χριστέ... ". Οἱ ἐν τοῖς ἱεροῖς Μοναστηρίοις καὶ Ἡσυχαστηρίοις λαβόντες συγχώρησιν ἀπὸ τοῦ Προεστῶτος, ἀπέρχονται ἐν τοῖς κελλίοις αὐτῶν ἔνθα λέγουσι καὶ τὴν Εὐχὴν ταύτην. Τοῖς μισοῦσι καὶ ἀδικοῦσιν ἡμᾶς συγχώρησον, Κύριε, τοῖς ἀγαθοποιοῦσιν ἀγαθοποίησον, τοῖς ἀδελφοῖς καὶ οἰκείοις ἡμῶν, χάρισαι τὰ πρὸς σωτηρίαν αἰτήματα, καὶ ζωὴν τὴν αἰώνιον, τοὺς ἐν ἀσθενείᾳ ἐπίσκεψαι, καὶ ἴασιν δώρησαι, τοὺς ἐν θαλάσσῃ κυβέρνησον, τοῖς ἐν ὁδοιπορίαις συνόδευσον, τῷ Βασιλεῖ συμμάχησον, τοῖς διακονοῦσι, καὶ ἐλεοῦσιν ἡμᾶς, ἁμαρτιῶν ἄφεσιν δώρησαι, τοῖς ἐντειλαμένοις ἡμῖν τοῖς ἀναξίοις εὔχεσθαι ὑπὲρ αὐτῶν, συγχώρησον καὶ ἐλέησον κατὰ τὸ μέγα σου ἔλεος. Μνήσθητι, Κύριε, πάντων τῶν προκεκοιμημένων πατέρων καὶ ἀδελφῶν ἡμῶν καὶ ἀνάπαυσον αὐτούς, ἔνθα ἐπισκοπεῖ τὸ φῶς τοῦ προσώπου σου. Μνήσθητι, Κύριε, τῶν ἀδελφῶν ἡμῶν τῶν αἰχμαλώτων, καὶ λύτρωσαι αὐτοὺς ἀπὸ πάσης περιστάσεως. Μνήσθητι, Κύριε, τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν ταῖς ἁγίαις σου Ἐκκλησίαις, καὶ δὸς αὐτοῖς τὰ πρὸς σωτηρίαν αἰτήματα, καὶ ζωὴν τὴν αἰώνιον. Μνήσθητι, Κύριε, καὶ ἡμῶν τῶν ταπεινῶν καὶ ἁμαρτωλῶν καὶ ἀναξίων δούλων σου καὶ φώτισον ἡμῶν τὸν νοῦν τῷ φωτὶ τῆς γνώσεώς σου καὶ ὁδήγησον ἡμᾶς ἐν τῇ τρίβῳ τῶν ἐντολῶν σου, πρεσβείαις τῆς παναχράντου σου Μητρός, Δεσποίνης ἡμῶν Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας, καὶ πάντων σου τῶν Ἁγίων, ὅτι εὐλογητὸς εἶ, εἰς πάντας τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τετάρτη 20 Φεβρουαρίου 2013

Απόδειπνον Μέγα και Μικρόν
κατά την Μεγάλην Τεσσαρακοστήν. 

Κατά τας ημέρας Δευτέραν, Τρίτην, Τετάρτην και Πέμπτην, αναγινώσκεται το Μέγα Απόδειπνον, εκ του Μεγάλου Ωρολογίου.
Κατά τας ημέρας Παρασκευήν, Σάββατον και Κυριακήν, αναγινώσκεται το Μικρόν Απόδειπνον, ως συνήθως.
Όταν τελήται το Μέγα Απόδειπνον δεν αναγινώσκονται οι Χαιρετισμοί της Θεοτόκου, αλλ' ευθύς μετά την Δοξολογίαν αναγινώσκεται ο Κανών της ημέρας, εκ του Θεοτοκαρίου.
Εξαιρείται η πρώτη Εβδομάς, οπότε αναγινώσκεται ειδικός Κανών, εκ του Τριωδίου.
Κατά την Μεγάλην Δευτέραν και την Μεγάλην Τρίτην τελείται η Ιερά Ακολουθία του Μεγάλου Αποδείπνου και αναγινώσκεται ειδικός Κανών, εκ του Τριωδίου.
Κατά τας ημέρας, εν αίς τελείται το Μικρόν Απόδειπνον, αναγινώσκονται και οι Χαιρετισμοί της Θεοτόκου, ως συνήθως, εκτός της Μεγάλης Εβδομάδος.
Κατά την Εορτήν του Ευαγγελισμού (25ην Μαρτίου), τελείται το Μικρόν Απόδειπνον μετά Χαιρετισμών, τόσον κατά την παραμονήν, όσον και κατά την κυρίως ημέραν.

Δευτέρα 2 Απριλίου 2012


ΑΠΟ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΠΑΣΧΑ ΜΕΧΡΙ
ΤΟΥ ΣΑΒΒΑΤΟΥ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ

Χριστός ανέστη εκ νεκρών, θανάτω θάνατον πατήσας, καί τοίς εν τοίς μνήμασι ζωήν χαρισάμενος. ( Τρίς ).
Ανάστασιν Χριστού θεασάμενοι, προσκυνήσωμεν Άγιον Κύριον, Ιησούν, τόν μόνον αναμάρτητον. Τόν σταυρόν σου, Χριστέ, προσκυνούμεν καί τήν αγίαν σου Ανάστασιν υμνούμεν καί δοξάζομεν σύ γάρ εί Θεός ημών, εκτός σου άλλον ουκ οίδαμεν, τό όνομά σου ονομάζομεν. Δεύτε, πάντες οι πιστοί, προσκυνήσωμεν τήν τού Χριστού αγίαν Ανάστασιν ιδού γάρ ήλθε διά τού Σταυρού χαρά εν όλω τώ κόσμω. Διά παντός ευλογούντες τόν Κύριον, υμνούμεν τήν Ανάστασιν αυτού. Σταυρόν γάρ υπομείνας δι' ημάς, θανάτω θάνατον ώλεσεν. ( Τρίς ).

Προλαβούσαι τόν όρθρον αι περί Μαριάμ καί ευρούσαι τόν λίθον αποκυλισθέντα τού μνήματος, ήκουον εκ τού αγγέλου Τόν εν φωτί αΪδίω υπάρχοντα μετά νεκρών τί ζητείτε ως άνθρωπον; Βλέπετε τά εντάφια σπάργανα δράμετε καί τώ κόσμω κηρύξατε, ως ηγέρθη ο Κύριος θανατώσας τόν θάνατον ότι υπάρχει Θεού Υιός, τού σώζοντος τό γένος τών ανθρώπων.

Ει καί εν τάφω κατήλθες, Αθάνατε, αλλά τού άδου καθείλες τήν δύναμιν καί ανέστης ως νικητής, Χριστέ ο Θεός, γυναιξί μυροφόροις φθεγξάμενος, Χαίρετε, καί τοίς σοίς αποστόλοις ειρήνην δωρούμενος, ο τοίς πεσούσι παρέχων ανάστασιν.

Εν τάφω σωματικώς, εν άδου δέ μετά ληστού καί εν θρόνω υπήρχες, Χριστέ, μετά Πατρός καί Πνεύματος, πάντα πληρών ο απερίγραπτος.

Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.

Ως ζωηφόρος, ως Παραδείσου ωραιότερος, όντως καί παστάδος πάσης βασιλικής αναδέδεικται λαμπρότερος, Χριστέ, ο τάφος σου, η πηγή τής ημών αναστάσεως.

Καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.

Τό τού Υψίστου ηγιασμένον θείον σκήνωμα, χαίρε διά σού γάρ δέδοται η χαρά, Θεοτόκε, τοίς κραυγάζουσιν Ευλογημένη σύ εν γυναιξίν υπάρχεις, πανάμωμε Δέσποινα.

Κύριε, ελέησον. ( 40 )

Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.

Τήν τιμιωτέραν τών Χερουβείμ καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, Σέ μεγαλύνομεν.

Δι' ευχών τών αγίων Πατέρων ημών, Κύριε Ιησού Χριστέ, ο Θεός ημών, ελέησον καί σώσον ημάς. Αμήν.

( Τρισσεύεται δέ η τοιαύτη ακολουθία καί εις τό μεσονυκτικόν, τάς ώρας καί τό απόδειπνον. Εν δέ τώ αποδείπνω λέγεται καί η επομένη. )

Ευχή του Μ. Βασιλείου.

Ευλογητός εί, Δέσποτα παντοκράτορ, ο φωτίσας τήν ημέραν τώ φωτί τώ ηλιακώ καί τήν νύκτα φαιδρύνας ταίς αυγαίς τού πυρός, ο τό μήκος τής ημέρας διελθείν ημάς καταξιώσας καί προσεγγίσαι ταίς αρχαίς τής νυκτός, επάκουσον τής δεήσεως ημών καί παντός τού λαού σου καί πάσιν ημίν συγχωρήσας τά εκούσια καί τά ακούσια αμαρτήματα, πρόσδεξαι τάς εσπερινάς ημών ικεσίας καί κατάπεμψον τό πλήθος τού ελέους σου καί τών οικτιρμών σου επί τήν κληρονομίαν σου. Τείχισον ημάς αγίοις αγγέλοις σου, όπλισον ημάς όπλοις δικαιοσύνης σου περιχαράκωσον ημάς τή αληθεία σου φρούρησον ημάς τή δυνάμει σου ρύσαι ημάς εκ πάσης περιστάσεως καί πάσης επιβουλής τού αντικειμένου. Παράσχου δέ ημίν καί τήν παρούσαν εσπέραν σύν τή επερχομένη νυκτί, τελείαν, αγίαν, ειρηνικήν, αναμάρτητον, ασκανδάλιστον, αφάνταστον καί πάσας τάς ημέρας τής ζωής ημών πρεσβείαις τής αγίας Θεοτόκου καί πάντων τών αγίων, τών απ' αιώνος σοι ευαρεστησάντων. Αμήν.
Χριστός ανέστη εκ νεκρών, θανάτω θάνατον πατήσας, καί τοίς εν τοίς μνήμασι ζωήν χαρισάμενος. ( Τρίς ).

Παρασκευή 20 Μαΐου 2011

ΒΡΑΔΥΝΗ ΠΡΟΣΕΥΧΗ

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΠΟΔΕΙΠΝΟΥ

Εις το όνομα του Πατρός και του Υιού και του Αγίου Πνεύματος. Αμήν.
Δόξα σοι ο Θεός ημών, δόξα σοι.
Βασιλεύ ουράνιε, Παράκλητε, το Πνεύμα της αληθείας ο πανταχού παρών και τα πάντα πληρών ο θησαυρός των αγαθών και ζωής χορηγός, ελθέ και σκήνωσον εν ημίν και καθάρισον ημάς από πάσης κηλίδος και σώσον αγαθέ, τας ψυχάς ημών.
Άγιος ο Θεός, άγιος ισχυρός, άγιος αθάνατος ελέησον ημάς (εκ τρίτου).
Δόξα Πατρί και Υίω και αγίω Πνεύματι, και νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Παναγία Τριάς, ελέησον ημάς. Κύριε, ιλάσθητι ταις αμαρτίαις ημών. Δέσποτα, συγχώρησον τας ανομίας ημίν. Άγιε, επίσκεψαι και ίασαι τας ασθενείας ημών, ένεκεν του ονόματός σου.
Κύριε ελέησον. Κύριε ελέησον, Κύριε ελέησον.
Δόξα, και νυν.
Πάτερ ημών, ο εν τοις ουρανοίς, αγιασθήτω το όνομά σου· ελθέτω η βασιλεία σου· γενηθήτω το θέλημά σου ως εν ουρανώ και επί της γης. Τον άρτον ημών τον επιούσιον δός ημίν σήμερον και άφες ημίν τα οφειλήματα ημών, ως και ημείς αφίεμεν τοις οφειλέταις ημών· καί μη εισενέγκης ημάς εις πειρασμόν, αλλά ρύσαι ημάς από του πονηρού.
Κύριε ελέησον ιβ'. Δόξα, και νυν.
Δεύτε προσκυνήσωμεν και προσπέσωμεν τω βασιλεί ημών Θεώ.
Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ τω βασιλεί ημών Θεώ.
Δεύτε προσκυνήσωμεν και προσπέσωμεν αυτώ, Χριστώ τω βασιλεί και Θεώ ημών.

Ψαλμός ν' (50).


Ελέησόν με, ο Θεός, κατά το μέγα έλεός σου, και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημά μου. Επί πλείον πλύνον με από της ανομίας μου, και από της αμαρτίας μου καθάρισόν με.Ότι την ανομίαν μου εγώ γινώσκω, και η αμαρτία μου ενώπιόν μου εστί δια παντός. Σοι μόνω ήμαρτον και το πονηρόν ενώπιόν σου εποίησα˙ όπως αν δικαιωθής εν τοις λόγοις σου και νικήσης εν τω κρίνεσθαί σε. Ιδού γαρ εν ανομίαις συνελήφθην, και εν αμαρτίαις εκίσσησέ με η μήτηρ μου.Ιδού γαρ αλήθειαν ηγάπησας· τα άδηλα και τα κρύφια της σοφίας σου εδήλωσάς μοι. Ραντιείς με υσσώπω και καθαρισθήσομαι· πλυνείς με και υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοι αγαλλίασιν και ευφροσύνην αγαλλιάσονται οστέα τεταπεινωμένα. Απόστρεψον το πρόσωπόν σου από των αμαρτιών μου και πάσας τας ανομίας μου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός, και πνεύμα ευθές εγκαίνισον εν τοις εγκάτοις μου. Μη απορρίψης με από του προσώπου σου, και το πνεύμα σου το άγιον μη αντανέλης απ' εμού. Απόδος μοι την αγαλλίασιν του σωτηρίου σου, και πνεύματι ηγεμονικώ στήριξόν με. Διδάξω ανόμους τας οδούς σου, και ασεβείς επί σε επιστρέψουσι. Ρύσαι με εξ αιμάτων ο Θεός, ο Θεός της σωτηρίας μου· αγαλλιάσεται η γλώσσα μου την δικαιοσύνην σου. Κύριε, τα χείλη μου ανοίξεις, και το στόμα μου αναγγελεί την αίνεσίν σου. Ότι, ει ηθέλησας θυσίαν, έδωκα αν· ολοκαυτώματα ουκ ευδοκήσεις. Θυσία τω Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην και τεταπεινωμένην ο Θεός ουκ εξουδενώσει. Αγάθυνον, Κύριε, εν τη ευδοκία σου την Σιών και οικοδομηθήτω τα τείχη Ιερουσαλήμ. Τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφορά και ολοκαυτώματα. Τότε ανοίσουσιν επί το θυσιαστήριόν σου μόσχους.


Ψαλμός ξθ' (69).

Ο Θεός, εις την βοήθειάν μου πρόσχες· Κύριε, εις το βοηθήσαι μοι σπεύσον. Αισχυνθήτωσαν και εντραπήτωσαν οι ζητούντες την ψυχήν μου.

Αποστραφήτωσαν εις τα οπίσω και καταισχυνθήτωσαν οι βουλόμενοί μοι κακά.
Αποστραφήτωσαν παραυτίκα αισχυνόμενοι οι λέγοντές μοι· εύγε, εύγε.
Αγαλλιάσθωσαν και ευφρανθήτωσαν επί σο πάντες οι ζητούντές σε, ο Θεός.
Και λεγέτωσαν δια παντός, μεγαλυνθήτω ό Κύριος, οι αγαπώντες το σωτήριόν σου.
Εγώ δε πτωχός ειμί και πένης· ο Θεός, βοήθησόν μοι.
Βοηθός μου και ρύστης μου ει συ, Κύριε, μη χρονίσης.

Ψαλμός ρμβ' (142).


Κύριε, εισάκουσoν της προσευχής μου, ενώτισαι την δέησίν μου εν τη αληθεία σου, εiσάκουσόν μου εν τη δικαιοσύνη σου· Και μη εισέλθης εις κρίσιν μετά του δούλου σου, ότι ου δικαιωθήσεται ενώπιόν σου πας ζων. Ότι κατεδίωξεν ο εχθρός την ψυχήν μου· εταπείνωσεν εις γην την ζωήν μου. Εκάθισέ με εν σκοτεινοίς ως νεκρούς αιώνος· και ηκηδίασεν επ' εμέ το πνεύμα μου, εν εμοί εταράχθη η καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοις έργοις σου, εν ποιήμασι των χειρών σου εμελέτων. Διεπέτασα προς σε τας χείρας μου, η ψυχή μου ως γη άνυδρός σοι. Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε το πνεύμα μου. Μη αποστρέψης το πρόσωπόν σου απ' εμού, και ομοιωθήσομαι τοις καταβαίνουσιν εις λάκκον. Ακουστόν ποίησόν μοι το πρωί το έλεός σου, ότι επί σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, οδόν εν η πορεύσομαι, ότι προς σε ήρα την ψυχήν μου. Εξελού με εκ των εχθρών μου, Κύριε, προς σε κατέφυγον· δίδαξόν με του ποιείν το θέλημά σου., ότι συ ει ο Θεός μου. Το πνεύμα σου το αγαθόν οδηγήσει με εν γη ευθεία· ένεκεν του ονόματος σου, Κύριε, ζήσεις με. Εν τη δικαιοσύνη σου εξάξεις εκ θλίψεως την ψυχήν μου, και εν τω ελέει σου εξολοθρεύσεις τους εχθρούς μου· και απολείς πάντας τους θλίβοντας την ψυχήν μου, ότι εγώ δούλος σου ειμί.

Δοξολογία

Δόξα εν υψίστοις Θεώ, και επί γης ειρήνη, εν ανθρώποις ευδοκία.

Υμνούμεν σε, ευλογούμεν σε, προσκυνούμεν σε, δοξολογούμεν σε, ευχαριστούμεν σοι δια την μεγάλην σου δόξαν.
Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ· Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, και άγιον Πνεύμα.
Κύριε ο Θεός, ο αμνός του Θεού, ο Υιός του Πατρός, ο αίρων την αμαρτίαν του κόσμου, ελέησον ημάς ο αίρων τας αμαρτίας του κόσμου.
Πρόσδεξαι την δέησιν ημών, ο καθήμενος εν δεξιά του Πατρός, και ελέησον ημάς.
Ότι συ ει μόνος άγιος, συ ει μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.
Καθ' εκάστην ημέραν ευλογήσω σε, και αινέσω το όνομά σου εις τον αιώνα και εις τον αιώνα του αιώνος.
Κύριε, καταφυγή εγενήθης ημίν εν γενεά και γενεά. Εγώ είπα· Κύριε, ελέησόν με· ίασαι την ψυχήν μου, ότι ήμαρτόν σοι.
Κύριε, προς σε κατέφυγον, δίδαξον με του ποιείν το θέλημά σου, ότι συ ει ο Θεός μου.
Ότι παρά σοι πηγή ζωής, εν τω φωτί σου οψόμεθα φως.
Παράτεινον το έλεος σου τοις γινώσκουσί σε.
Καταξίωσον, Κύριε, εν τη ημέρα ταύτη αναμαρτήτους φυλαχθήναι ημάς.
Ευλογητός ει, Κύριε, ο Θεός των πατέρων ημών, και αινετόν και δεδοξασμένον το όνομά σου εις τους αιώνας. Αμήν.
Γένοιτο, Κύριε, το έλεος σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σε.
Ευλογητός ει, Κύριε, δίδαξόν με τα δικαιώματά σου.
Ευλογητός ει, Δέσποτα, συνέτισόν με τα δικαιώματα σου.
Ευλογητός ει, Άγιε, φώτισόν με τοις δικαιώμασί σου.
Κύριε, το έλεός σου εις τον αιώνα· τα έργα των χειρών σου μη παρίδης.
Σοι πρέπει αίνος, σοι πρέπει ύμνος, σοι δόξα πρέπει, τω Πατρί και τω Υιώ και τω αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Πιστεύω εις ένα Θεόν, Πατέρα, παντοκράτορα, ποιητήν ουρανού και γης, ορατών τε πάντων και αοράτων.

Και εις ένα Κύριον Ιησούν Χριστόν, τον Υιόν του Θεού τον μονογενή, τον εκ του Πατρός γεννηθέντα προ πάντων των αιώνων˙ φως εκ φωτός, θεόν αληθινόν εκ Θεού αληθινού, γεννηθέντα, ου ποιηθέντα, ομοούσιον τω Πατρί, δι' ου τα πάντα εγένετο. Τον δι' ημάς τους ανθρώπους και δια την ημετέραν σωτηρίαν κατελθόντα εκ των ουρανών και σαρκωθέντα εκ Πνεύματος άγιου και Μαρίας της Παρθένου και ενανθρωπήσαντα. Σταυρωθέντα τε υπέρ ημών επί Ποντίου Πιλάτου και παθόντα και ταφέντα. Και αναστάντα τη τρίτη ήμερα κατά τας Γραφάς. Και ανελθόντα εις τους ουρανούς και καθεζόμενον εκ δεξιών του Πατρός. Και πάλιν έρχόμενον μετά δόξης κρίναι ζώντας και νεκρούς· ου της βασιλείας ουκ έσται τέλος.
Και εις το Πνεύμα το άγιον, το κύριον το ζωοποιόν το εκ του Πατρός εκπορευόμενον, το συν Πατρί και Υίω συμπροσκυνούμενον και συνδοξαζόμενον, το λάλησαν δια των προφητών.
Εις μίαν αγίαν, καθολικήν και αποστολικήν Εκκλησίαν. Ομολογώ εν βάπτισμα εις άφεσιν αμαρτιών. Προσδοκώ ανάστασιν νεκρών. Και ζωήν του μέλλοντος αιώνος. Αμήν.


"Οι Χαιρετισμοί της Παναγίας"
Απολυτίκιον
Το προσταχθέν μυστικώς λαβών έν γνώσει, εν τή σκηνή του Ιωσήφ σπουδή επέστη, ο ασώματος λέγων τή Απειρογάμω. Ο κλίνας τή καταβάσει τους ουρανούς, χωρείται αναλλοιώτως όλος εν σοι· ον καί βλέπων εν μήτρα σου, λαβόντα δούλου μορφήν, εξίσταμαι κραυγάζειν σοι·
Χαίρε Νύμφη ανύμφευτε.
Άγγελος πρωτοστάτης, ουρανόθεν επέμφθη, ειπείν τή Θεοτόκω το Χαίρε· (ε γ')καί συν τή ασωμάτω φωνή, σωματούμενόν σεθεωρών Κύριε, εξίστατο καί ίστατο, κραυγάζων πρός αυτήν τοιαύτα· χαίρε δι ης η χαρά εκλάμψει χαίρε δι' ης η αρά εκλείψει χαίρε του πεσόντος Αδάμ η ανάκλησις χαίρε των δακρύων της Εύας η λύτρωσιςχαίρε ύψος δυσανάβατον ανθρωπίνοις λογισμοίς χαίρε βάθος δυσθεώρητον καί Αγγέλων οφθαλμοίς χαίρε ότι υπάρχεις Βασιλέως καθέδρα χαίρε ότι βαστάζεις τόν βαστάζοντα πάντα χαίρε γαστήρ ενθέου σαρκώσεως χαίρε δι' ης νεουργήται η κτίσις χαίρε δι' ής βρεφουργείται ο Κτίστης
Χαίρε Νύμφη ανύμφευτε.
Βλέπουσα η Αγία, εαυτήν εν αγνεία,φησί τω Γραβριήλ θαρσαλέως·το παράδοξόν σου της φωνής, δυσπαράδεκτόν μου τή ψυχή φαίνεται·ασπόρου γαρ συλλήψεως, τήν κύησιν πώς λέγεις κράζειν·
Αλληλούϊα.
Γνώσιν άγνωστον γνώναι, η Παρθένος ζητούσα,εβόησε πρός τόν λειτουργούντα·εκ λαγόνων αγνών,Υιόν πώς εστι τεχθήναι δυνατόν; λέξον μοι·πρός ην εκείνος έφησεν εν φόβω, πλην κραυγάζων ούτω· χαίρε βουλής απορρήτου μύστις χαίρε σιγής δεομένων πίστις χαίρε των θαυμάτων Χριστού το προοίμιον χαίρε των δογμάτων αυτού το κεφάλαιον χαίρε κλίμαξ επουράνιε δι' ής κατέβει κατέβη ο Θεός χαίρε γέφυρα μετάγουσα τους εκ γης πρός ουρανόν χαίρε το των Αγγέλων πολυθρύλητον θαύμα χαίρε το των δαιμόνων πολυθρήνητων τραύμα χαίρε το φώς μηδένα διδάξασα χαίρε σοφών υπερβαίνουσα γνώσιν χαίρε πιστών καταυγάζουσα φρένας
Χαίρε Νύμφη ανύμφευτε.
Δύναμις του Υψίστου, επεσκίασε τότε,πρός σύλληψιν τή Απειρογάμω·καί τήν εύκαρπον ταύτης νηδύν, ως αγρόν υπέδειξεν ηδύν άπασι,τοις θέλουσι θερίζειν σωτηρίαν, εν τω ψάλλειν ούτως·
Αλληλούϊα.
Έχουσα θεοδόχον η Παρθένος τήν μήτραν,ανέδραμε πρός τήν Ελισάβετ,το δε βρέφος εκείνης ευθύς, επιγνόν τόν ταύτης ασπασμόν, έχαιρε!Καί άλμασιν ως άσμασιν, εβόα πρός τήν Θεοτόκον।· χαίρε βλαστού αμαράντου κτήμα χαίρε γεωργόν γεωργούσα Φιλάνθρωπον χαίρε φυτουργόν της ζωής ημών φύουσα χαίρε άρουρα βλαστάνουσα ευφορίαν οιοκτιρμώνχαίρε τράπεζα βαστάζουσα ευθηνίαν ιλασμών χαίρε ότι λειμώνα της τρυφής αναθάλλεις χαίρε ότι λιμένα των ψυχών ετοιμάζεις χαίρε δεκτόν πρεσβείας θυμίαμα χαίρε παντός του κόσμου εξίλασμα χαίρε Θεού πρός θνητούς ευδοκία χαίρε θνητών προς Θεόν παρρησία
Χαίρε Νύμφη ανύμφευτε.
Ζάλην ένδοθεν έχων, λογισμών αμφιβόλων,ο σώφρων Ιωσήφ εταράχθη, πρός τήν άγαμόν σε θεωρών,καί κλεψίγαμον υπονοών άμεμπτε·μαθών σε σου τήν σύλληψιν εκ Πνεύματος Αγίου έφη·
Αλληλούϊα.
Ήκουσαν οι Ποιμένες, των Αγγέλων υμνούντων,τήν ένσαρκον Χριστού παρουσίαν·καί δραμόντες ως πρός ποιμένα,θεωρούσι τούτον ως αμνός άμωμον,εν τη γαστρί Μαρίας βοσκηθέντα,ην υμνούντες είπον· χαίρε αμνού καί Ποιμένος Μήτηρ χαίρε αυλή λογικών προβάτων χαίρε αοράτων εχθρών αμυντήριον χαίρε Παραδείσου θυρών ανοικτήριον χαίρε ότι τα ουράνια συναγάλλεται τή γη χαίρε ότι τα επίγεια συγχορεύει ουρανοίς χαίρε των Αποστόλων το ασίγητον στόμα χαίρε των Αθλοφόρων το ανίκητον θάρσος χαίρε στερρόν της πίστεως έρισμα χαίρε λαμπρόν της χάριτος γνώρισμα χαίρε δι ης εγυμνώθη ο Άδης χαίρε δι ης ενεδύθημεν δόξαν
Χαίρε Νύμφη ανύμφευτε.
Θεοδρόμον αστέρα, θεωρήσαντες Μάγοι,τή τούτου ηκολούθησαν αίγλη·καί ως λύχνον κρατούντες αυτόν, δι' αυτού ηρεύνων κραταιόν άνακτα·καί φθάσαντες τόν άφθαστον, εχάρησαν αυτώ βοώντες·
Αλληλούϊα.
Ίδον παίδες Χαλδαίων, εν χερσί της παρθένου,]τόν πλάσαντα χειρί τους ανθρώπους·καί δεσπότην νοούντες αυτόν, ει καί δούλου έλαβε μορφήν,έσπευσαν τοις δώροις θεραπεύσαι, καί βοήσαι τή ευλογημένη· χαίρε αστέρος αδύτου μήτηρ χαίρε αυγή μυστικής ημέρας χαίρε της απάτης τήν κάμινον σβέσασα χαίρε της Τριάδος τους μύστας φωτίζουσα χαίρε τύρρανον απάνθρωπον εκβαλούσα της αρχής χαίρε Κύριον Φιλάνθρωπον επιδείξασα Χριστόν χαίρε η της βαρβάρου λυτρουμένη θρησκείας χαίρε η του βορβόρου ρυομένη των έργων χαίρε πυρός προσκύνησιν παύσασα χαίρε φλογός παθών απαλλάττουσα χαίρε πιστών οδηγέ σωφροσύνης χαίρε πασών γενεών ευφροσύνη
Χαίρε Νύμφη ανύμφευτε.
Κήρυκες θεοφόροι, γεγονότες οι Μάγοι,υπέστρεψαν εις τήν Βαβυλώνα·εκτελέσαντές σου τόν χρησμός, καί κυρήξαντές σε τόν Χριστόν άπασιν,αφέντες τόν Ηρώδην ως ληρώδη, μή ειδότα ψάλλειν·
Αλληλούϊα.
Λάμψας εν τή Αιγύπτω, φωτισμόν αληθείας,εδίωξας του ψεύδους το σκότος·τα γαρ είδωλα ταύτης Σωτήρ, μή ενέγκαντά σου τήν ισχύν πέπτωκεν,οι τούτων δε ρυσθέντες, εβόων πρός τήν Θεοτόκον χαίρε άνόρθωσις των ανθρώπων χαίρε κατάπτωσις των δαιμόνων χαίρε της απάτης τήν πλάνην πατήσασα χαίρε των ειδώλων τόν δόλον ελέγξασα χαίρε θάλασσα ποντίσασα Φαραώ τόν νοητόν χαίρε πέτρα η ποτίσασα τους διψώντας τήν ζώην χαίρε σκέπη του κόσμου πλατυρέρα νεφέλης χαίρε τροφή του Μάννα διάδοχε χαίρε τρυφής αγίας διάκονεχαίρε η γή της επαγγελίας χαίρε εξ ης ρέει μέλι καί γάλα
Χαίρε Νύμφη ανύμφευτε.
Μέλλοντος Συμεώνος,του παρόντος αιώνος,μεθίστασθαι του απατεώνος,επεδόθης ως βρέφος αυτώ, αλλ' εγνώσθης τούτω καί Θεός τέλειος·διόπερ εξεπλάγη σου τήν άρρητον σοφίαν κράζων·
Αλληλούϊα.
Νέαν έδειξε κτίσιν, εμφανίσας ο Κτίστις,ημίν τοις υπ' αυτού γενομένοις·εξ απόρου βλαστήσας γαστρός, καί φυλάξας ταύτη ώσπερ ην άφθορον,ίνα το θαύμα βλέποντες, υμνήσωμεν αυτήν βοώντες· χαίρε το άνθος της αφθαρσίας χαίρε το στέφος της εγκρατείας χαίρε αναστάσεως τύπον εκλάμπουσα χαίρε των αγγέλων τόν βίον εμφαίνουσα χαίρε κυοφορούσα οδηγόν πλανωμένοις χαίρε απογεννώσα λυτρωτήν αιχμαλώτοις χαίρε Κτιστού δικαίου δυσώπησις χαίρε πολλών πταιόντων συγχώρησις χαίρε στολή των γυμνών παρρησίας χαίρε στοργή πάντα πόθον νικώσα
Χαίρε Νύμφη ανύμφευτε.
Ξένον τόκον ιδόντες, ξενωθώμεν του κόσμου, τόν νουν εις ουρανόν μεταθέντες· διά τούτο γαρ ο υψηλός Θεός, επί γης εφάνη ταπεινός άνθρωπος, βουλόμενος ελκύσαι πρός το ύψος, τους αυτώ βοώντας·
Αλληλούϊα.
Όλος ην εν τοις κάτω, καί των άνω ουδόλως, απήν ο απερίραπτος Λόγος· συγκατάβασις γαρ θεϊκή, ου μετάβασις δε τοπική γέγονε, καί τόκος εκ Παρθένου θεολήπτου, ακουούσης ταύτα· χαίρε Θεού αχωρήτου χώρα χαίρε σεπτού μυστηρίου θύρα χαίρε των απίστων αμφίβολον άκουσμαχαίρε των πιστών αναμφίβολον καύχημα χαίρε όχημα πανάγιον του επί των Χερουβίμ χαίρε οίκημα πανάριστον του επί των Σεραφίμ χαίρε η ταναντία εις ταυτό αγαγούσα χαίρε η παρθενίαν καί λοχείαν ζευγνύσα χαίρε δι ης ελύθη παράβασις χαίρε δι ης ηνοίχθη Παράδεισος χαίρε η κλεις της Χριστού Βασιλείας χαίρε ελπίς αγαθών αιωνίων
Χαίρε Νύμφη ανύμφευτε.
Πάσα φύσις Αγγέλων, κατεπλάγη το μέγα, της σης εναθρωπίσεως έργον· τόν απρόσιτον γάρ ως Θεόν, εθεώρει πάσι προσιτόν άνθρωπον, ημίν μεν συδιάγοντα, ακούοντα δε παρά πάντων ούτως·
Αλληλούϊα.
Ρήτορας πολυφθόγους, ως ιχθύας αφώνους, ορώμεν επί σοι Θεοτόκε· απορούσι γαρ λέγειν το πώς καί Παρθένος μένεις καί τεκείν ίσχυσας·ημείς δε το μυστήριον θαυμάζοντες, πιστώς βοώμεν·


χαίρε σοφίας Θεού δοχείον χαίρε προνοίας αυτού ταμείον χαίρε φιλοσόφους ασόφους δεικνύουσα χαίρε τεχνολόγους αλόγους ελέγχουσα χαίρε ότι εμωράνθησαν οι δεινοί συζητηταί χαίρε ότι εμαράνθησαν οι των μύθων ποιηταί χαίρε των Αθηναίων τας πλοκάς διασπώσα χαίρε των αλιέων τας σαγήνας πληρούσα χαίρε βυθού αγνοίας εξέλκουσα χαίρε πολλούς εν γνώσει φωτίζουσα χαίρε ολκάς των θελόντων σωθήναι χάιρε λιμήν των του βίου πλωτήρων
Χαίρε Νύμφη ανύμφευτε.
Σώσαι θέλων τόν κόσμον, ο των όλων κοσμήτωρ, πρός τούτον αυτεπάγγελτος ήλθε· καί ποιμήν υπάρχων ως Θεός, δι ημάς εφάνη καθ' ημάς άνθρωπος·ομοίω γάρ το όμοιον καλέσας, ως Θεός ακούει·
Αλληλούϊα.
Τείχος ει των Παρθένων, Θεοτόκε Παρθένε, καί πάντων των εις σε προστρεχόντων· ο γαρ του ουρανού καί της γης, κατεσκεύασέ σου, καί πάντας σοι προσφωνείν διδάξας· χαίρε η στήλη της παρθενίας χαίρε η πύλη της σωτηρίας χαίρε αρχηγέ νοητής αναπλάσεως χαίρε χορηγέ θεΪκής αγαθότητος χαίρε συ γάρ ανεγέννησας τους συλληφθέντας αισχρώς χαίρε συ γαρ ενουθετησας τους συληθέντας τόν νούν χαίρε η τόν σπορέα της αγνείας τεκούσα χαίρε παστάς ασπόρου νυμφεύσεως χαίρε πιστούς Κυρίω αρμόζουσα χαίρε καλή κουροτρόφε παρθένων χαίρε ψυχών νυμφοστόλε αγίων
Χαίρε Νύμφη ανύμφευτε.
Ύμνος άπας ηττάται, συνεκτείνεσθαι σπεύδων,τω πλήθει των πολλών οικτιρμών σου· ισαρίθμους γαρ τή ψάμμω ωδάς, αν προσφέρωμέν σοι Βασιλεύ άγιε, ουδέν τελούμεν άξιον, ών δέδωκας ημίν, τοις σοι βοώσιν·
Αλληλούϊα.
Φωτοδόχον λαμπάδα, τοις εν σκότει φανείσαν,ορώμεν τήν αγίαν Παρθένον· το γάρ άϋλον άπτουσα φως,οδηγεί πρός γνώσιν θεϊκήν άπαντας, αυγή τόν νουν φωτίζουσα, κραυγή δε τιμωμένη ταύτα· χαίρε ακτίς νοητού ηλίου χαίρε βολίς του αδύτου φέγγουςχαίρε αστραπή τας ψυχάς καταλάμπουσα χαίρε ως βροντή τους εχθρούς καταπλήττουσα χαίρε ότι τόν πολύφωτον ανατέλλεις φωτισμόν χαίρε ότι το πολύρρυτον αναβλύζεις ποταμόν χαίρε της κολυμβύθρας ζωγραφούσα τόν ρύπον χαίρε λουτήρ εκπλύνων συνείδησιν χαίρε κρατήρ κιρνών αγαλλίασιν χαίρε οσμή της Χριστού ευωδίας χαίρε ζωή μυστικής ευωχίας
Χαίρε Νύμφη ανύμφευτε.
Χάριν δούναι θελήσας, οφλημάτων αρχαίας,ο πάντων χρεωλύτης ανθρώπων, επεδήμησε δι εαυτού, πρός τους αποδήμους της αυτού χάριτος·καί σχίσας το χειρόγραφον, ακούει παρά πάντων ούτως·Αλληλούϊα.
Ψάλλοντές σου τόν τόκον, ανυμνούμεν σε πάντες,ως έμψυχον ναόν Θεοτόκε· εν τή ση γαρ οικήσας γαστρί, ο συνέχων πάντα τή χειρί Κύριος ηγίασεν, εδόξασεν, εδίδαξεν βοάν σοι πάντας·


χαίρε σκηνή του Θεού καί Λόγου χαίρε αγία αγίων μείζων χαίρε κιβωτέ χρυσωθείσα τω Πνεύματι χαίρε θησαυρέ της ζωής αδαπάνητε χαίρε τίμιον διάδημα βασιλέων ευσεβών χαίρε καύχημα σεβάσμιον ιερέων ευλαβών χαίρε της Εκκλησίας ο ασάλευτος πύργος χαίρε της βασιλείας το απόρθητον τείχος χαίρε δι ης εγείρονται τρόπαια χαίρε δι ης εχθροί καταπίπτουσι χαίρε χρωτός του εμού θεραπεία χαίρε ψυχής της εμής σωτηρία


Χαίρε Νύμφη ανύμφευτε
Ώ πανύμνητε Μήτερ, η τεκούσα τόν πάντων Αγίων αγιώτατον Λόγον (εκ γ')δεξαμένη τήν νυν προσφοράν, από πάσης ρύσαι συμφοράς άπαντας· καί της μελλούσης κολάσεως, τους συμβοώντας·Αλληλούϊα.
'Αξιόν εστιν ως αληθώς, μακαρίζειν σε την Θεοτόκον, την αειμακάριστον και παναμώμητον, και μητέρα του Θεού ημών. Τήν τιμιωτέραν των Χερουβίμ, και ενδοξοτέραν ασυγκρίτως των Σεραφίμ, την αδιαφθόρως Θεόν Λόγον τεκούσαν, την όντως Θεοτόκον σε μεγαλύνομεν.
Τρισάγιον। Παναγία Τριάς. Πάτερ ημών.
Είτα το κοντάκιον της εορτής ή της ημέρας, ή τo παρόντα τροπάριo.
Των εν όλω τω κοσμώ μαρτύρων σου, ως πορφύραν και βύσσον τα αίματα, η Εκκλησία σου στολισαμένη, δι' αυτών βοά σοι, Χριστέ ο Θεός· τω λαώ σου τους οικτιρμούς σου κατάπεμψον, ειρήνην τη πολιτεία σου δώρησαι, και ταις ψυχαίς ημών το μέγα έλεος.
Είτα το Κύριε έλέησον μ', και την ευχήν ταύτην.
Ο εν παντί καιρώ και πάση ώρα εν ουρανώ και επί γης προσκυνούμενος και δοξαζόμενος Xριστός ο Θεός, ο μακρόθυμος, ο πολυέλεος, ο πολυέσπλαγχνος, ο τους δικαίους αγαπών και τους αμαρτωλούς ελεών, ο πάντας καλών προς σωτηρίαν διά της επαγγελίας των μελλόντων αγαθών· αυτός. Κύριε, πρόσδεξαι και ημών εν τη ώρα ταύτη τας εντεύξεις και ίθυνον την ζωήν ημών προς τας εντολάς σου. Τας ψυχάς ημών αγίασον, τα σώματα άγνισον, τους λογισμούς διόρθωσον, τας εννοίας κάθαρον και ρύσαι ημάς από πάσης θλίψεως, κακών και οδύνης. Τείχισον ημάς αγίοις σου Αγγέλοις, ίνα τη παρεμβολή αυτών φρουρούμενοι και οδηγούμενοι καταντήσωμεν εις την ενότητα της πίστεως και εις την επίγνωσιν της απροσίτου σου δόξης· ότι ευλογητός ει εις τους αιώνας των αιώνων. Αμήν.
Κύριε ελέησον γ'. Δόξα, και νυν. Την τιμιωτέραν.
Ευχή εις την υπεραγίαν Θεοτόκον।
Άσπιλε, αμόλυντε, άφθορε, άχραντε, αγνή Παρθένε, θεόνυμφε Δέσποινα· η Θεόν Λόγον τοις ανθρώποις τη παραδόξω σου κυήσει ενώσασα και την απωσθείσαν φύσιν του γένους ημών τοις ουρανίοις συνάψασα· η των απηλπισμένων μόνη έλπις και των πολεμουμένων βοήθεια· η ετοίμη αντίληψις των εις σε προστρεχόντων, και πάντων των Χριστιανών το καταφύγιον· μη βδελύξη με τον αμαρτωλόν, τον εναγή, τόν αισχροίς λογισμοίς και λόγοις και πράξεσιν όλον εμαυτόν αχρειώσαντα, και των ηδονών του βίου, ραθυμία γνώμης, δούλον γενόμενον· αλλ' ως του φιλανθρώπου Θεού Μήτηρ, φιλανθρώπως σπλαγχνίθητι επ' εμοί τω αμαρτωλώ και ασώτω, και δέξαι μου την εκ ρυπαρών χειλέων προσφερομένην σοι δέησιν, και τον σον Υιόν, και ημών Δεσπότην και Κύριον, τη μητρική σου παρρησία χρωμένη δυσώπησον, ίνα άνοιξη καμοί τα φιλάνθρωπα σπλάγχνα της αυτού αγαθότητος και, παριδών μου τα αναρίθμητα πταίσματα, επιστρέψη με προς μετάνοιαν και των αυτού εντολών εργάτην δόκιμον αναδείξη με। Και πάρεσό μοι αεί ως ελεήμων και συμπαθής και φιλάγαθος· εν μεν τω παρόντι βίω θερμή προστάτις και βοηθός, τας των εναντίων εφόδους αποτειχίζουσα και προς σωτηρίαν καθοδηγούσα με, και εν τω καιρώ της εξόδου μου την αθλίαν μου ψυχήν περιέπουσα και τας σκοτεινάς όψεις των πονηρών δαιμόνων πόρρω αυτής απελαύνουσα· εν δε τη φοβερά ήμερα της κρίσεως, της αιωνίου με ρυομένη κολάσεως, και της απορρήτου δόξης του σου Υιού και Θεού ημών κληρονόμον με αποδεικνύουσα. Ης και τύχοιμι, Δέσποινα μου, υπεραγία Θεοτόκε, δια της σης μεσιτείας και αντιλήψεως, χάριτι και φιλανθρωπία του μονογενούς Υιού, του Κυρίου και Θεού και Σωτήρος ημών Ιησού Χριστού· ω πρέπει πάσα δόξα, τιμή και προσκύνησις, συν τω ανάρχω αυτού Πατρί και τω παναγίω και αγαθώ και ζωοποιώ αυτού Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.



Ευχή ετέρα εις τον Κύριον ημών Ιησούν Χριστόν



Και δος ημίν, Δέσποτα, προς ύπνον απιούσιν, ανάπαυσιν σώματος και ψυχής, και διαφύλαξον ημάς από του ζοφερού ύπνου της αμαρτίας και από πάσης σκοτεινής και νυκτερινής ηδυπαθείας. Παύσον τας ορμάς των παθών, σβέσον τα πεπυρωμένα βέλη του πονηρού τα καθ' ημών δολίως κινούμενα. Τας της σαρκός ημών επαναστάσεις κατάστειλον και παν γεώδες και υλικόν ημών φρόνημα κοίμισαν. Και δώρησαι ημίν, ο Θεός, γρήγορον νουν, σώφρονα λογισμόν, καρδίαν νήφουσαν, ύπνον ελαφρόν και πάσης σατανικής φαντασίας απηλλαγμένον. Διανάστησον δε ημάς εν τω καιρώ της προσευχής εστηριγμένους εν ταις εντολαίς σου και την μνήμην των σων κριμάτων εν εαυτοίς απαράθραυστον έχοντας. Παννύχιον ημίν την σην δοξολογίαν χάρισαι εις το υμνείν και ευλογείν και δοξάζειν το πάντιμον και μεγαλοπρεπές όνομα σου, του Πατρός και του Υιού και του αγίου Πνεύματος, νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Υπερένδοξε, αειπάρθενε, ευλογημένη Θεοτόκε, προσάγαγε την ημετέραν προσευχήν τω Υιώ σου και Θεώ ημών, και αίτησαι ίνα σώση δια σου τας ψυχάς ημών.
Η ελπίς μου ο Πατήρ, καταφυγή μου ο Υιός, σκέπη μου το Πνεύμα το άγιον· Τριάς αγία, δόξα σοι.
Την πάσαν ελπίδα μου εις σε ανατίθημι, Μήτηρ του Θεού, φύλαξόν με υπό την σκέπην σου.
Ευχή εις τον Άγγελον φύλακα της του ανθρώπου ζωής.
Άγιε Άγγελε, ο εφεστώς της άθλιας μου ψυχής και ταλαίπωρου μου ζωής, μη εγκαταλίπης με τον αμαρτωλόν, μηδέ αποστής απ εμού δια την ακρασίαν μου· μη δώης χώραν τω πονηρώ δαίμονι κατακυριεύσαί μου τη καταδυναστεία του θνητού του τούτου σώματος· κράτησον της αθλίας και παρειμένης χειρός μου, και οδήγησαν με εις οδόν σωτηρίας. Ναι, Άγγελε του θεού, ο φύλαξ και σκεπαστής της αθλίας μου ψυχής και του σώματος, πάντα μοι συγχώρησον, όσα σοι έθλιψα πάσας τας ημέρας της ζωής μου, και εί τι ήμαρτον την σήμερον ημέραν· σκέπασόν με εν τη παρούση νυκτί και διαφύλαξόν με από πάσης επήρειας του αντικειμένου, ίνα μη εν τίνι αμαρτήματι παροργίσω τον Θεόν· και πρέσβευε υπέρ εμού προς τον Κύριον, του επιστηρίξαι με εν τω φόβω αυτού, και άξιον αναδείξαι με δούλον της αυτού αγαθότητος. Αμήν.
Τη υπερμάχω στρατηγώ τα νικητήρια, ως λυτρωθείσα των δεινών ευχαριστήρια, αναγράφω Σοι η πόλις Σου, Θεοτόκε. Αλλ’ ως έχουσα το κράτος απροσμάχητον, εκ παντοίων με κινδύνων ελευθέρωσον ίνα κράζω Σοι χαίρε Νύμφη ανύμφευτε!
Θεοτόκε Παρθένε, χαίρε Κεχαριτωμένη Μαρία, ο Κύριος μετά Σου ευλογημένη Σύ εν γυναιξί, και ευλογημένος ο καρπός της κοιλίας Σου, ότι Σωτήρα έτεκες των ψυχών ημών. (τρίς)
Τη πρεσβεία, Κύριε, πάντων των Αγίων και της Θεοτόκου, την Σήν ειρήνην δος ημίν και ελέησον ημάς, ως μόνος οικτίρμων.Δι’ ευχών των Αγίων Πατέρων ημών, Κύριε Ιησού Χριστέ ο Θεός, ελέησον ημάς. Αμήν.