Εμφάνιση αναρτήσεων με ετικέτα ΧΑΙΡΕΤΙΣΜΟΙ. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα ΧΑΙΡΕΤΙΣΜΟΙ. Εμφάνιση όλων των αναρτήσεων

Κυριακή 21 Απριλίου 2024

Εις τον Κύριον ημών Ιησούν Χριστόν



Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Κύριε, Στρατηγέ ἡμῶν Ὑπέρμαχε, τοῦ ᾅδου νικητά, ὃν κατεπάτησας, ὡς λυτρωθέντες τοῦ αἰωνίου θανάτου, ἀναγράφομεν τὰ κτίσματα καὶ οἱ δοῦλοί σου, νικητήρια εὐγνωμόνως χαριστήρια καὶ κραυγάζομεν·
Ἰησοῦ Υἱὲ Θεοῦ ἡμᾶς ἐλέησον.

Ἀγγέλων Ποιητὰ καὶ Κύριε τῶν Δυνάμεων, ἄνοιξον τὸν ἄπορον νοῦν καὶ τὴν γλῶτταν μου, εἰς αἴνεσιν τοῦ παναχράντου ὀνόματός σου
(ἐκ γ΄), καθάπερ ἤνοιξας πάλαι τὴν γλῶτταν τοῦ κωφοῦ τε καὶ μογγιλάλου, κραυγάζειν πρὸς σὲ τοιαῦτα·

Ἰησοῦ πανθαύμαστε, τῶν Ἀγγέλων ἡ ἔκπληξις·
Ἰησοῦ παντοδύναμε, τῶν Προπατόρων ἡ λύτρωσις.
Ἰησοῦ γλυκύτατε, Πατριαρχῶν τὸ καύχημα·
Ἰησοῦ πανένδοξε, Βασιλέων ὀχύρωμα.
Ἰησοῦ ὑπερπόθητε, Προφητῶν ἡ ἐκπλήρωσις·
Ἰησοῦ ἐκπληκτικώτατε, Ἀθλητῶν ἡ κραταίωσις.
Ἰησοῦ ἱλαρώτατε, μοναζόντων τερπνότης·
Ἰησοῦ παντελεῆμον, πρεσβυτέρων γλυκύτης.
Ἰησοῦ ὑπερήδιστε, χαρμοσύνη δικαίων·
Ἰησοῦ ὑπερεύσπλαγχνε, ἐγκράτεια νηστευόντων.
Ἰησοῦ μου πάντιμε, σωφροσύνη παρθένων·
Ἰησοῦ προαιώνιε, σωτηρία πταιόντων.

Ἰησοῦ Υἱὲ Θεοῦ ἐλέησόν με.

Βλέπων, Κύριε, τὴν χήραν θρηνοῦσαν σφόδρα, συνεπάθησας τὸν υἱὸν αὐτῆς ἐπὶ τὸν τάφον φερώνυμον ἀναστήσας· σπλαγχνίσθητι κᾀμὲ, Φιλάνθρωπε, καὶ τὴν ταῖς ἁμαρτίαις θανοῦσάν μου ψυχὴν ἀνάστησον κράζουσαν·

Ἀλληλούια.

Γνῶσιν ἄγνωστον γνῶναι ζητῶν ὁ Φίλιππος, δεῖξον ἡμῖν Κύριε ἔλεγε τὸν Πατέρα, σὺ δὲ πρὸς αὐτὸν, ὅτι ὁ Πατὴρ ἐν ἐμοὶ, κᾀγὼ ἐν τῷ Πατρί· διὸ, Ἀνεξιχνίαστε, κἀγὼ φόβῳ κραυγάζω σοι·

Ἰησοῦ Θεὲ προαιώνιε·
Ἰησοῦ Βασιλεῦ παντοδύναμε.
Ἰησοῦ Δέσποτα μακρόθυμε·
Ἰησοῦ Σωτὴρ πολυέλεε.
Ἰησοῦ φύλαξ μου ὑπεράγαθε·
Ἰησοῦ τὰς ἁμαρτίας μου πάριδε.
Ἰησοῦ ἄμελε τὰς ἐμὰς ἀνομίας·
Ἰησοῦ ἄφες τὰς ἐμὰς ἀδικίας.
Ἰησοῦ ἡ ἐμὴ ἐλπὶς μὴ ἐάσης με·
Ἰησοῦ βοηθὲ μὴ ἀποῤῤίψῃς με.
Ἰησοῦ Ποιητὰ μὴ ἀπώσῃ με·
Ἰησοῦ ποιμὴν μὴ ἀπωλέσῃς με.

Ἰησοῦ Υἱὲ Θεοῦ ἐλέησόν με.


Δύναμιν ἐξ ὕψους τοὺς Ἀποστόλους, ἐν Ἱερουσαλὴμ καθημένους περιβαλλόμενος Κύριε, κἀμὲ τὸν πάσης ἀγαθοποιΐας γεγυμνωμένον, περιβαλοῦ τῆ ζέσει τοῦ Ἁγίου σου Πνεύματος καὶ δός μοι μετὰ πόθου ψάλλειν σοι·

Ἀλληλούια.

Ἔχων πλοῦτον εὐσπλαγχνίας, τελῶνας καὶ ἁμαρτωλούς καὶ ἀπίστους ἐκάλεσας Ἰησοῦ· μὴ παρίδῃς κᾀμὲ τὸν ὁμοιωθέντα αὐτοῖς, ἀλλ’ ὡς πολύτιμον μύρον πρόσδεξαι τὸν ὕμνον τοῦτον·

Ἰησοῦ δύναμις ἄμαχος·
Ἰησοῦ ἔλεος ἀτελεύτητος.
Ἰησοῦ ὡραιότης ὑπέρλαμπρος·
Ἰησοῦ ἔφεσις ἄφραστος.
Ἰησοῦ Υἱὲ Θεοῦ ζῶντος·
Ἰησοῦ ἁμαρτωλῶν σωτηρία ὄντως.
Ἰησοῦ ἐπάκουσόν μου, τὸν συλληφθέντα ἐν ἀνομίαις·
Ἰησοῦ καθάρισόν με, τὸν τεχθέντα ἐν ἁμαρτίαις.
Ἰησοῦ τὸν ἀχρεῖόν με δίδαξον·
Ἰησοῦ τὸν ἐν σκότει με φώτισον.
Ἰησοῦ τὸν ῥυπαρόν με καθάρισον·
Ἰησοῦ τὸν ἄσωτόν με μετάστρεψον.

Ἰησοῦ Υἱὲ Θεοῦ ἐλέησόν με.

Ζάλην ἔνδοθεν ἔχων λογισμῶν ἀμφιβόλων, ὁ Πέτρος κατεκλύζετο· ἰδὼν δέ σε Ἰησοῦ ἐν σαρκὶ πεφυκότα, ᾄμα τοῖς ὕδασι πορευόμενον, ἐπέγνω σε Θεὸν ἀληθῇ καὶ τῆς σωτηρίου σου λαβόμενος δεξιᾶς ἔλεγεν·

Ἀλληλούια.

Ἤκουσεν ὁ τυφλὸς δι’ ὁδοῦ σε βαδίζοντα, Κύριε, καὶ ἐβόησε, Ἰησοῦ Υἱὲ Δαυῒδ ἐλέησόν με· καθάπερ ἐκεῖνον τοτ’ ἐπεκαλεσάμενον ᾤκτειρας, διανοίξας αὐτοῦ τὰ ὄμματα, οὕτω φώτισον κἀμοῦ τοὺς νοεροὺς ὀφθαλμοὺς τῷ ἐλέει σου, ὅπως κἀγὼ παῤῥησίᾳ σοι κράζω·

Ἰησοῦ τῶν ἄνω ὁ ποιητής·
Ἰησοῦ τῶν κάτω ἐξαγοραστής.
Ἰησοῦ τῶν καταχθονίων ὁ παντολέτωρ·
Ἰησοῦ πάσης κτίσεως ὁ κοσμήτωρ.
Ἰησοῦ τῆς ἐμῆς ψυχῆς ἡ παραμυθία·
Ἰησοῦ τοῦ νοός μου ἡ φωταυγία.
Ἰησοῦ τῆς καρδίας μου ἀγαλλίασις·
Ἰησοῦ τοῦ σώματός μου ὑγίανσις.
Ἰησοῦ Σωτήρ με διάσωσον·
Ἰησοῦ λαμπρότης μὲ φώτισον.
Ἰησοῦ τυραννίδος παντοίας ἀπάλλαξον·
Ἰησοῦ τὸν ἀνάξιον φύλαξον.

Ἰησοῦ Υἱὲ Θεοῦ ἐλέησόν με.

Θεοῤῥύτῳ αἵματι, καθάπερ πάλαι Ἰησοῦ ἐξηγόρασας κατάρας τῆς νομικῆς, οὕτως ἐξελοῦ καὶ τῆς παγίδος τοῦ ὄφεως, μεθ’ ᾗς πάθεσι σαρκὸς καὶ κέντρῳ ἀσωτίας ἐπτέρνισεν ἡμᾶς, πεδήσας τῇ φαύλῃ ῥαθυμίᾳ, ἵνα κράζωμέν σοι·

Ἀλληλούια.

Ἴδον παῖδες Ἑβραίων ἐν μορφῇ ἀνθρωπίνῃ, τὸν πλάσαντα χειρὶ τὸν ἄνθρωπον καὶ Δεσπότην νοοῦντά σε, ἔσπευσαν τοῖς κλάδοις θεραπεῦσαι, τὸ ὡσαννὰ βοῶντες· ἡμεῖς δὲ τὸν ὕμνον προσφέρομέν σοι λέγοντες·

Ἰησοῦ Θεέ μου ἀληθινέ·
Ἰησοῦ τοῦ Δαυῒδ κατὰ τὴν σάρκα υἱέ.
Ἰησοῦ Βασιλεῦ ὑπερένδοξε·
Ἰησοῦ ἀμνὲ πανακήρατε.
Ἰησοῦ τροφὲ τῆς νεότητός μου·
Ἰησοῦ βακτηρία τοῦ γήρατός μου.
Ἰησοῦ ἐν θανάτῳ ἀπαντοχή·
Ἰησοῦ μετὰ τὸν θάνατον ἡ ζωή.
Ἰησοῦ ὅταν ἔλθῃς ἐν δόξῃ τοῦ κρίναι με·
Ἰησοῦ τηνικαῦτα μὴ καταισχύνῃς με.

Ἰησοῦ Υἱὲ Θεοῦ ἐλέησόν με.

Κηρύκων θεοφθόγγων τὰς ῥήσεις ἐκπληρῶν Ἰησοῦ, ἐπὶ τῆς γῆς ὤφθης καὶ τοῖς ἀνθρώποις ὁ Ἀχώρητος συνανεστράφης καὶ τὰς ἡμῶν ἐβάστασας ἀσθενείας· διὸ καὶ τοὺς μόλωπας ὑπὸ σοῦ ἰαθέντες, ἐδιδάχθημεν ψάλλειν·

Ἀλληλούια.

Λάμψας τῇ οἰκουμένῃ φωτισμὸν ἀληθείας, τὴν πλάνην ἀπήλασας τῶν δαιμόνων· τὰ γὰρ εἴδωλα, Σωτὴρ, μὴ ἐνέγκαντά σου τὴν ἰσχὺν πέπτωκε, ἡμεῖς δὲ σωτηρίας τυχόντες βοῶμέν σοι·

Ἰησοῦ αὐτοαλήθεια, τὴν ἀπάτην καθελών·
Ἰησοῦ φῶς ὑπὲρτατον, πάντα φῶτα νικῶν.
Ἰησοῦ ὁ ἄρτος τῆς ζωῆς, θρέψον με τὸν πεινῶντα·
Ἰησοῦ ἡ πηγὴ τῆς γνώσεως, πότισόν με τὸν διψῶντα.
Ἰησοῦ τὸν φθαρέντα με, εὐφροσύνης ἱμάτιον ἔνδυσον·
Ἰησοῦ ἡ τῆς χαρᾶς ὀροφή, σκέπασόν με τὸν ἀνάξιον.
Ἰησοῦ παράσχου, ταῖς ἁμαρτίαις μου συντριβήν·
Ἰησοῦ δώρησαι, ταῖς ἐμαῖς ἀνομίαις ἐπιστροφήν.
Ἰησοῦ πᾶσάς μου πονηρίας ἐξάλειψον·
Ἰησοῦ ἀπολυμένην τὴν ψυχήν μου διάσωσον.

Ἰησοῦ Υἱὲ Θεοῦ ἐλέησόν με.

Μέλλων ἀποκαλύψαι κεκρυμμένον ἀπὸ τοῦ αἰώνος μυστήριον, ὡς ἀμνὸς ἤχθης ἐπὶ σφαγὴν Ἰησοῦ· καὶ ὡς ἀρνίον ἐναντίον τοῦ κείροντος ἄφωνος· ἠγέρθης δὲ Θεὸς ὧν ἐκ τῶν νεκρῶν καὶ μετὰ δόξης ἀνῆλθες εἰς οὐρανοὺς καὶ ἡμᾶς ἀνήγαγες, κράζοντάς σοι·

Ἀλληλούια.

Νέαν ἔδειξεν κτίστιν, ἐμφανισθεὶς ἡμῖν ὁ Κτίστης, ἀσπόρως τ’ ἐκ Παρθένου τεχθείς, ἀδιαφθόρως δ’ ἠγέρθης ἐκ τοῦ μνήματος καὶ τῶν θυρῶν κεκλεισμένων ἐπέστης τοῖς σοῖς μαθηταῖς· διὸ καὶ ἡμεῖς θαυμάζοντες βοῶμέν σοι·

Ἰησοῦ Λόγε ἄῤῥητε·
Ἰησοῦ Λόγε ἀόρατε.
Ἰησοῦ δύναμις ἄπειρος·
Ἰησοῦ σοφία ἀμέτρητος.
Ἰησοῦ θεότης ἀπερίγραπτος·
Ἰησοῦ κυριότης ἀπέραντος.
Ἰησοῦ βασιλεία ἀκαταμάχητος·
Ἰησοῦ δεσποτεία ἀτελεύτητος.
Ἰησοῦ ἰσχὺς ὑπερκόσμιος·
Ἰησοῦ ἐξουσία αἰώνιος.
Ἰησοῦ Ποιητά με οἰκτείρησον·
Ἰησοῦ Σωτήρ μου διάσωσον.

Ἰησοῦ Υἱὲ Θεοῦ ἐλέησόν με.

Ξένως ὁρώντες Θεὸν ἐνανθρωπήσαντα, ξενωθῶμεν τοῦ ματαίου κόσμου, τὸν νοῦν εἰς τὰ θεῖα μεταθέντες· διὰ τοῦτο γὰρ ὁ Θεὸς ἐπὶ γῆς κατῆλθεν, ἵνα ἡμᾶς ἀνάξῃ εἰς οὐρανοὺς κράζοντας·

Ἀλληλούια.

Ὅλος ἦν ἐν τοῖς κάτω καὶ τῶν ἄνω οὐδόλως ἀπῆν ὁ Ἀκατάληπτος· ἔπαθεν ἐπὶ γῆς ἑκουσίᾳ βολῇ, θανάτῳ θάνατον ἐνέκρωσε καὶ τῇ Ἀναστάσει ζωὴν ἐδωρήσατο ἡμῖν τοῖς μελωδοῦσι ταῦτα·

Ἰησοῦ τῆς καρδίας γλυκύτης·
Ἰησοῦ τοῦ νοὸς ἡ ταχύτης.
Ἰησοῦ τοῦ σώματος ἡ ἱσχύς·
Ἰησοῦ ῥωμαλαιότης ψυχῆς.
Ἰησοῦ χαρὰ συνειδήσεως·
Ἰησοῦ εὐπορία τῆς γνώσεως.
Ἰησοῦ σοφία ἡ προαιώνιος·
Ἰησοῦ αἴνεσις ὑπερουράνιος.
Ἰησοῦ δόξα ὕψιστος·
Ἰησοῦ ἔφεσις ἀκόρεστος.
Ἰησοῦ Ποιμὴν ἀναζήτησόν με·
Ἰησοῦ Σωτήρ διάσωσόν με.

Ἰησοῦ Υἱὲ Θεοῦ ἐλέησόν με.


Πᾶσα φύσις Ἀγγέλων, ἀπαύστως δοξάζει τὸ Πανάγιόν σου ὄνομα Ἰησοῦ, τὸν Τρισάγιον ὕμνον ἐν οὐρανοῖς ἀναβοῶσα σοι· ἡμεῖς δὲ οἱ ἁμαρτωλοὶ, χοϊκοῖς χείλεσιν ἐπὶ γῆς, ψάλλομεν τῷ Θεῷ σοι·

Ἀλληλούια.

Ῥήτορας πολυφθόγγους, ὡς ἰχθύας ἀφώνους, ὁρῶμεν ἐπὶ σοὶ Σωτὴρ ἡμῶν· ἀποροῦσι γὰρ λέγειν τὸ πῶς Θεὸς ἀναλλοίωτος καὶ ἄνθρωπος τέλειος μένεις· ἡμεῖς δὲ τὸ φρικτὸν μυστήριον θαυμάζοντες, πιστῶς βοῶμεν·

Ἰησοῦ Θεὸς ὁ πρὸ τῶν αἰώνων·
Ἰησοῦ Βασιλεῦ τῶν βασιλευόντων.
Ἰησοῦ Δεσπότης τῶν δεσποζόντων·
Ἰησοῦ Κριτὰ τῶν νεκρῶν καὶ ζώντων.
Ἰησοῦ ἐλπὶς τῶν ἀπηλπισμένων·
Ἰησοῦ παρακλήτωρ τῶν θλιβομένων.
Ἰησοῦ τῶν πενήτων ἡ προμήθεια·
Ἰησοῦ τῶν κρινομένων ἡ βοήθεια.
Ἰησοῦ πᾶσαν ἀκηδίαν μου διασκόρπισον·
Ἰησοῦ πάσης με πλημμελείας καθάρισον.
Ἰησοῦ τὴν ἐμὴν διάνοιαν λάμπρυνον·
Ἰησοῦ μνήμην θανάτου μοι πάρεξον.

Ἰησοῦ Υἱὲ Θεοῦ ἐλέησόν με.

Σῶσαι θέλων τὸν κόσμον, ἀνατολὴ ἀνατολῶν εἰς δύσιν ζοφώδη, τὴν φύσιν ἡμῶν προσείληφας, μέχρι θανάτου σεαυτὸν ταπεινώσας· διὸ τὸ ὄνομά σου ὑπὲρ πᾶν ὄνομα ὑπερύψωται καὶ ἐκ πασῶν γενεῶν, οὐρανίων καὶ ἐπιγείων ἀκούεις·

Ἀλληλούια.

Τεῖχος εἶ τῶν γηγενῶν, Βασιλεῦ προαιώνιε, ἀπόστειλον ἡμῖν τὸν Παράκλητον καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλίδος, ὡς πάλαι τοὺς δέκα λεπροὺς ἐκαθάρισας καὶ ἴασαι ἡμᾶς, καθάπερ ἰάσω τὴν τοῦ τελώνου Ζακχαίου φιλόχρυσον ψυχήν, ὅπως ἐν κατανύξει βοῶμέν σοι·

Ἰησοῦ θησαυρὸς ἀνέκλειπτος·
Ἰησοῦ πλοῦτος ἀδαπάνητος.
Ἰησοῦ τροφὴ ζωοπάροχε·
Ἰησοῦ πόσις ἀνεξάντλητε.
Ἰησοῦ γυμνῶν ἡ ἀμφίασις·
Ἰησοῦ χηρῶν τε καὶ ὀρφανῶν ἡ ἀντίληψις.
Ἰησοῦ τῶν ἀπορουμένων ἡ ὑπεράσπισις·
Ἰησοῦ τῶν κοπιόντων ἡ ἀνάπαυσις.
Ἰησοῦ τῶν ὁδοιπόρων ὁ συνοδίτης·
Ἰησοῦ τῶν πλεόντων ὁ κυβερνήτης.
Ἰησοῦ ἡ γαλήνη τῶν ἐν ζάλῃ καὶ τρικυμίᾳ·
Ἰησοῦ τῶν πιπτόντων χειραγωγία.

Ἰησοῦ Υἱὲ Θεοῦ ἐλέησόν με.

Ὕμνον ἐν κατανύξει προσφέρω σοι ὁ ἀνάξιος καὶ βοῶ σοι ὥσπερ ἡ Χαναναία, Ἰησοῦ ἐλέησόν με· οὗ θυγατέρα, ἀλλά σάρκα κέκτημαι δαιμονῶσαν δεινῶς καὶ τῷ θυμῷ φλεγομένην, ἀλλὰ παράσχου μοι τὴν ἴασιν βοῶντί σοι·

Ἀλληλούια.

Φωτοπάροχον φῶς καὶ ἀληθινόν, τοῖς ἐν σκότει τῆς ἀγνωσίας, ὥσπερ πάλαι τοῦ διώκοντός σε Παύλου, διὰ τῆς οὐρανόθεν φωνῆς διανοίξας τὰς ἀκοὰς τῆς ψυχῆς καὶ τὴν τοῦ νοὸς κατηύγασας ὀξύτητα, οὕτω κἀμοῦ τὰ ζοφώδη βλέφαρα φώτισον τῆς καρδίας, βοῶντάς σοι·

Ἰησοῦ Βασιλεῦ πανθενέστατε·
Ἰησοῦ Θεὲ παντοδύναμε.
Ἰησοῦ Παντοκράτορ ἀθάνατε·
Ἰησοῦ Κτίστα μου ὑπερδόξαστε.
Ἰησοῦ ὁδηγὸς τῶν ἐσκοτισμένων·
Ἰησοῦ ἀνάπαυσις τῶν πεφορτισμένων.
Ἰησοῦ Δέσποτα ἐλεῆμον·
Ἰησοῦ Σῶτέρ μου πανοικτίρμον.
Ἰησοῦ φώτισόν μου τὰς αἰσθήσεις, σκοτισθείσας τοῖς πάθεσιν·
Ἰησοῦ ἴασόν με ὅλον, λεπρωθέντα τοῖς πλημμελήμασι.
Ἰησοῦ καθάρισόν μου τὸν νοῦν, ἀπὸ αἰσχρῶν λογισμῶν·
Ἰησοῦ διατήρησον τὴν καρδίαν μου, ἀπὸ ὀρέξεων πονηρῶν.

Ἰησοῦ Υἱὲ Θεοῦ ἐλέησόν με.

Χάριν μοι παράσχου πάντων ὀφλημάτων ὁ χρεολύτης καὶ δέξαι με μετανοοῦντά σοι, ὡς ἐδέξω ἀρνησάμενόν σε τὸν Πέτρον καὶ ἀνακάλεσαι ῥαθυμοῦντά με, ὡς ποτὲ τὸν Παῦλον προσκαλέσω διώκοντά σε καὶ ἐπάκουσόν μου ἀναβοῶντός σοι·

Ἀλληλούια.

Ψάλλοντές σου τὴν ἐνανθρώπησιν, ἀνυμνοῦμέν σε πάντες καὶ πιστεύοντες σὺν τῷ Θωμᾷ σοι βοῶμεν· ὁ Κύριος καὶ Θεὸς ἡμῶν, ὁ ἐν δεξιᾷ καθεζόμενος τοῦ Πατρός καὶ μέλλων κρῖναι ζῶντάς τε καὶ νεκρούς· καὶ ἡμᾶς ἀξίωσον τότε τῆς ἐκ δεξιῶν σου μερίδος, ἀναβοῶντάς σοι·

Ἰησοῦ Βασιλεῦ τῶν αἰώνων ἐλέησόν με·
Ἰησοῦ ἄνθος εὔοσμον μύρισόν με.
Ἰησοῦ τῇ ζέσει ἀγάπης τῆς σῆς με περίθαλψον·
Ἰησοῦ τῇ σῇ χάριτι τὴν ἐμὴν γύμνωσιν κάλυψον.
Ἰησοῦ χιτῶνα φωτεινὸν ἔνδυσόν με·
Ἰησοῦ τῷ σῷ φωτὶ λάμπρυνόν με.
Ἰησοῦ τὸ ὄντως φῶς φώτισόν με·
Ἰησοῦ, Ἥλιε τῆς δικαιοσύνης, αὔγασόν με.
Ἰησοῦ φωτουργὲ φαιδρόν με ἀνάδειξον·
Ἰησοῦ νόσων ψυχῆς καὶ σώματός με ἀπάλλαξον.
Ἰησοῦ χειρὸς ἐναντίων με ἐξάρπασον·
Ἰησοῦ πυρὸς ἀσβέστου καὶ πάσης βασάνου με λύτρωσον.

Ἰησοῦ Υἱὲ Θεοῦ ἐλέησόν με.

Ὦ Γλυκύτατε καὶ Πανοικτίρμον Ἰησοῦ, πρόσδεξαι ταύτην ἡμῶν τὴν ἱκέσιον δέησιν
(ἐκ γ΄), ὡς ἐδέξω τὰ τῆς χήρας δύο λεπτὰ καὶ συντήρησον τὴν κληρονομίαν σου, ἀπὸ ἐχθρῶν ὁρατῶν τε καὶ ἀοράτων, ἐπιδρομῆς ἀλλοφύλων, ἐκ νόσου λιμοῦ, παντείας ἀνάγκης καὶ θανατηφόρου πληγῆς καὶ λύτρωσαι κολάσεως τοὺς βοῶντάς σοι·

Ἀλληλούια.

Καὶ αὖθυς τὸ Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Κύριε, Στρατηγέ ἡμῶν Ὑπέρμαχε, τοῦ ᾅδου νικητά, ὃν κατεπάτησας, ὡς λυτρωθέντες τοῦ αἰωνίου θανάτου, ἀναγράφομεν τὰ κτίσματα καὶ οἱ δοῦλοί σου, νικητήρια εὐγνωμόνως χαριστήρια καὶ κραυγάζομεν· Ἰησοῦ Υἱέ Θεοῦ ἡμᾶς ἐλέησον.

 

Κυριακή 6 Δεκεμβρίου 2015

Εις την Υπεραγίαν Θεοτόκον

Ἀπολυτίκιον. Ἦχος πλ. δ΄.
Τὸ προσταχθὲν μυστικῶς, λαβὼν ἐν γνώσει, ἐν τῇ σκηνῇ τοῦ Ἰωσήφ, σπουδῇ ἐπέστη, ὁ Ἀσώματος λέγων τῇ Ἀπειρογάμῳ, ὁ κλίνας τῇ καταβάσει τοὺς οὐρανούς, χωρεῖται ἀναλλοιώτως ὅλος ἐν σοί. Ὃν καὶ βλέπων ἐν μήτρᾳ σου, λαβόντα δούλου μορφήν, ἐξίσταμαι κραυγάζειν σοι, χαῖρε, Νύμφη ἀνύμφευτε!

γγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τῇ Θεοτόκῳ τό, Χαῖρε (ἐκ γ´)· καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ, σωματούμενόν σε θεωρῶν Κύριε, ἐξίστατο, καὶ ἵστατο κραυγάζων πρὸς αὐτὴν τοιαῦτα·

Χαῖρε, δι᾿ ἧς ἡ χαρὰ ἐκλάμψει· χαῖρε, δι᾿ ἧς ἡ ἀρὰ ἐκλείψει.
Χαῖρε, τοῦ πεσόντος Ἀδὰμ ἡ ἀνάκλησις· χαῖρε, τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις.
Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς· χαῖρε, βάθος δυσθεώρητον, καὶ Ἀγγέλων ὀφθαλμοῖς.
Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα· χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα.
Χαῖρε, ἀστήρ ἐμφαίνων τὸν Ἥλιον· χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως.
Χαῖρε, δι᾿ ἧς νεουργεῖται ἡ κτίσις· χαῖρε, δι᾿ ἧς βρεφουργεῖται ὁ Κτίστης.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Βλέπουσα ἡ Ἁγία, ἑαυτὴν ἐν ἁγνείᾳ, φησὶ τῷ Γαβριὴλ θαρσαλέως· Τὸ παράδοξόν σου τῆς φωνῆς, δυσπαράδεκτόν μου τῇ ψυχῇ φαίνεται· ἀσπόρου γὰρ συλλήψεως τὴν κύησιν πῶς λέγεις; κράζων· Ἀλληλούϊα.

Γνῶσιν ἄγνωστον γνῶναι, ἡ Παρθένος ζητοῦσα, ἐβόησε πρὸς τὸν λειτουργοῦντα· Ἐκ λαγόνων ἁγνῶν Υἱόν, πῶς ἐστι τεχθῆναι δυνατόν; λέξον μοι. Πρὸς ἣν ἐκεῖνος ἔφησεν ἐν φόβῳ, πλὴν κραυγάζων οὕτω·

Χαῖρε, βουλῆς ἀποῤῥήτου μύστις· χαῖρε, σιγῆς δεομένων πίστις.
Χαῖρε, τῶν θαυμάτων Χριστοῦ τὸ προοίμιον· χαῖρε, τῶν δογμάτων αὐτοῦ τὸ κεφάλαιον.
Χαῖρε, κλῖμαξ ἐπουράνιε, δι᾿ ἧς κατέβη ὁ Θεός· χαῖρε, γέφυρα μετάγουσα τοὺς ἐκ γῆς πρὸς Οὐρανόν.
Χαῖρε, τὸ τῶν Ἀγγέλων πολυθρύλητον θαῦμα· χαῖρε, τὸ τῶν δαιμόνων πολυθρήνητον τραῦμα.
Χαῖρε, τὸ Φῶς ἀῤῥήτως γεννήσασα· χαῖρε, τὸ πῶς, μηδένα διδάξασα.
Χαῖρε, σοφῶν ὑπερβαίνουσα γνῶσιν· χαῖρε, πιστῶν καταυγάζουσα φρένας.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Δύναμις τοῦ Ὑψίστου, ἐπεσκίασε τότε, πρὸς σύλληψιν τῇ Ἀπειρογάμῳ· καὶ τὴν εὔκαρπον ταύτης νηδύν, ὡς ἀγρὸν ὑπέδειξεν ἡδὺν ἅπασι, τοῖς θέλουσι θερίζειν σωτηρίαν, ἐν τῷ ψάλλειν οὕτως· Ἀλληλούϊα.

χουσα θεοδόχον, ἡ Παρθένος τὴν μήτραν, ἀνέδραμε πρὸς τὴν Ἐλισάβετ· τὸ δὲ βρέφος ἐκείνης εὐθύς, ἐπιγνὸν τὸν ταύτης ἀσπασμόν, ἔχαιρε! καὶ ἅλμασιν ὡς ᾄσμασιν, ἐβόα πρὸς τὴν Θεοτόκον·

Χαῖρε, βλαστοῦ ἀμαράντου κλῆμα· χαῖρε, καρποῦ ἀκηράτου κτῆμα.
Χαῖρε, γεωργὸν γεωργοῦσα φιλάνθρωπον· χαῖρε, φυτουργὸν τῆς ζωῆς ἡμῶν φύουσα.
Χαῖρε, ἄρουρα βλαστάνουσα εὐφορίαν οἰκτιρμῶν· χαῖρε, τράπεζα βαστάζουσα εὐθηνίαν ἱλασμῶν.
Χαῖρε, ὅτι λειμῶνα τῆς τρυφῆς ἀναθάλλεις· χαῖρε, ὅτι λιμένα τῶν ψυχῶν ἑτοιμάζεις.
Χαῖρε, δεκτόν πρεσβείας θυμίαμα· χαῖρε, παντὸς τοῦ κόσμου ἐξίλασμα.
Χαῖρε, Θεοῦ πρὸς θνητοὺς εὐδοκία· χαῖρε, θνητῶν πρὸς Θεὸν παῤῥησία.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Ζάλην ἔνδοθεν ἔχων, λογισμῶν ἀμφιβόλων, ὁ σώφρων Ἰωσὴφἐταράχθη, πρὸς τὴν ἄγαμόν σε θεωρῶν, καὶ κλεψίγαμον ὑπονοῶν Ἄμεμπτε· μαθὼν δέ σου τὴν σύλληψιν ἐκ Πνεύματος ἁγίου, ἔφη· Ἀλληλούϊα.

κουσαν οἱ Ποιμένες, τῶν Ἀγγέλων ὑμνούντων, τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν· καὶ δραμόντες ὡς πρὸς ποιμένα, θεωροῦσι τοῦτον ὡς ἀμνὸν ἄμωμον, ἐν τῇ γαστρὶ Μαρίας βοσκηθέντα, ἣν ὑμνοῦντες, εἶπον·

Χαῖρε, ἀμνοῦ καὶ ποιμένος Μήτηρ· χαῖρε, αὐλὴ λογικῶν προβάτων.
Χαῖρε, ἀοράτων ἐχθρῶν ἀμυντήριον· χαῖρε, Παραδείσου θυρῶν ἀνοικτήριον.
Χαῖρε, ὅτι τὰ οὐράνια συναγάλλεται τῇ γῇ· χαῖρε, ὅτι τὰ ἐπίγεια συγχορεύει οὐρανοῖς.
Χαῖρε, τῶν Ἀποστόλων τὸ ἀσίγητον στόμα· χαῖρε, τῶν Ἀθλοφόρων τὸ ἀνίκητον θάρσος.
Χαῖρε, στεῤῥὸν τῆς Πίστεως ἔρεισμα· χαῖρε, λαμπρὸν τῆς χάριτος γνώρισμα.
Χαῖρε, δι᾿ ἧς ἐγυμνώθη ὁ ᾍδης· χαῖρε, δι᾿ ἧς ἐνεδύθημεν δόξαν.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Θεοδρόμον Ἀστέρα, θεωρήσαντες Μάγοι, τῇ τούτου ἠκολούθησαν αἴγλῃ· καὶ ὡς λύχνον κρατοῦντες αὐτόν, δι᾿ αὐτοῦ ἠρεύνων κραταιὸν Ἄνακτα· καὶ φθάσαντες τὸν ἄφθαστον, ἐχάρησαν, αὐτῷ βοῶντες· Ἀλληλούϊα.

δον παῖδες Χαλδαίων, ἐν χερσὶ τῆς Παρθένου, τὸν πλάσαντα χειρὶ τοὺς ἀνθρώπους· καὶ Δεσπότην νοοῦντες αὐτόν, εἰ καὶ δούλου ἔλαβε μορφήν, ἔσπευσαν τοῖς δώροις θεραπεῦσαι, καὶ βοῆσαι τῇ Εὐλογημένῃ·

Χαῖρε, ἀστέρος ἀδύτου Μήτηρ· χαῖρε, αὐγὴ μυστικῆς ἡμέρας.
Χαῖρε, τῆς ἀπάτης τὴν κάμινον σβέσασα· χαῖρε, τῆς Τριάδος τοὺς μύστας φωτίζουσα.
Χαῖρε, τύραννον ἀπάνθρωπον ἐκβαλοῦσα τῆς ἀρχῆς· χαῖρε, Κύριον φιλάνθρωπον ἐπιδείξασα Χριστόν.
Χαῖρε, ἡ τῆς βαρβάρου λυτρουμένη θρησκείας· χαῖρε, ἡ τοῦ βορβόρου ῥυομένη τῶν ἔργων.
Χαῖρε, πυρὸς προσκύνησιν παύσασα· χαῖρε, φλογὸς παθῶν ἀπαλλάττουσα.
Χαῖρε, πιστῶν ὁδηγὲ σωφροσύνης· χαῖρε, πασῶν γενεῶν εὐφροσύνη.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Κήρυκες θεοφόροι, γεγονότες οἱ Μάγοι, ὑπέστρεψαν εἰς τὴν Βαβυλῶνα· ἐκτελέσαντές σου τὸν χρησμόν, καὶ κηρύξαντές σε τὸν Χριστὸν ἅπασιν, ἀφέντες τὸν Ἡρώδην ὡς ληρώδη, μὴ εἰδότα ψάλλειν· Ἀλληλούϊα.

Λάμψας ἐν τῇ Αἰγύπτῳ, φωτισμὸν ἀληθείας, ἐδίωξας τοῦ ψεύδους τὸ σκότος· τὰ γὰρ εἴδωλα ταύτης Σωτήρ, μὴ ἐνέγκαντά σου τὴν ἰσχύν, πέπτωκεν· οἱ τούτων δὲ ῥυσθέντες,ἐβόων πρὸς τὴν Θεοτόκον·

Χαῖρε, ἀνόρθωσις τῶν ἀνθρώπων· χαῖρε, κατάπτωσις τῶν δαιμόνων.
Χαῖρε, τῆς ἀπάτης τὴν πλάνην πατήσασα· χαῖρε, τῶν εἰδώλων τὸν δόλον ἐλέγξασα.
Χαῖρε, θάλασσα ποντίσασα Φαραὼ τὸν νοητόν· χαῖρε, πέτρα ἡ ποτίσασα τοὺς διψῶντας τὴν ζωήν.
Χαῖρε, πύρινε στῦλε, ὁδηγῶν τοὺς ἐν σκότει· χαῖρε, σκέπη τοῦ κόσμου, πλατυτέρα νεφέλης.
Χαῖρε, τροφὴ τοῦ μάννα διάδοχε· χαῖρε, τρυφῆς ἁγίας διάκονε.
Χαῖρε, ἡ γῆ τῆς ἐπαγγελίας· χαῖρε, ἐξ ἧς ῥέει μέλι καὶ γάλα.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Μέλλοντος Συμεῶνος, τοῦ παρόντος αἰῶνος, μεθίστασθαι τοῦ ἀπατεῶνος, ἐπεδόθης ὡς βρέφος αὐτῷ, ἀλλ᾿ἐγνώσθης τούτῳ καὶ Θεὸς τέλειος· διό περ ἐξεπλάγη, σοῦ τὴν ἄῤῥητον σοφίαν, κράζων· Ἀλληλούϊα.

Νέαν ἔδειξε κτίσιν, ἐμφανίσας ὁ Κτίστης, ἡμῖν τοῖς ὑπ᾿ αὐτοῦ γενομένοις· ἐξ ἀσπόρου βλαστήσας γαστρός, καὶ φυλάξας ταύτην, ὥσπερ ἦν, ἄφθορον· ἵνα τὸ θαῦμα βλέποντες, ὑμνήσωμεν αὐτήν, βοῶντες·

Χαῖρε, τὸ ἄνθος τῆς ἀφθαρσίας· χαῖρε, τὸ στέφος τῆς ἐγκρατείας.
Χαῖρε, ἀναστάσεως τύπον ἐκλάμπουσα· χαῖρε, τῶν Ἀγγέλων τὸν βίον ἐμφαίνουσα.
Χαῖρε, δένδρον ἀγλαόκαρπον, ἐξ οὗ τρέφονται πιστοί· χαῖρε, ξύλον εὐσκιόφυλλον, ὑφ᾿ οὗ σκέπονται πολλοί.
Χαῖρε, κυοφοροῦσα ὁδηγὸν πλανωμένοις· χαῖρε, ἀπογεννῶσα λυτρωτὴν αἰχμαλώτοις.
Χαῖρε, Κριτοῦ δικαίου δυσώπησις· χαῖρε, πολλῶν πταιόντων συγχώρησις.
Χαῖρε, στολὴ τῶν γυμνῶν παῤῥησίας· χαῖρε, στοργὴ πάντα πόθον νικῶσα.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Ξένον τόκον ἰδόντες, ξενωθῶμεν τοῦ κόσμου, τὸν νοῦν εἰς οὐρανὸν μεταθέντες· διὰ τοῦτο γὰρ ὁὑψηλὸς Θεός, ἐπὶ γῆς ἐφάνη ταπεινὸς ἄνθρωπος, βουλόμενος ἑλκύσαι πρὸς τὸ ὕψος, τοὺς αὐτῷ βοῶντας· Ἀλληλούϊα.

λος ἦν ἐν τοῖς κάτω, καὶ τῶν ἄνω οὐδόλως ἀπῆν, ὁ ἀπερίγραπτος Λόγος· συγκατάβασις γὰρ θεϊκή, οὐ μετάβασις δὲ τοπικὴ γέγονε· καὶ τόκος ἐκ Παρθένου θεολήπτου, ἀκουούσης ταῦτα·
Χαῖρε, Θεοῦ ἀχωρήτου χώρα· χαῖρε, σεπτοῦ μυστηρίου θύρα.
Χαῖρε, τῶν ἀπίστων ἀμφίβολον ἄκουσμα· χαῖρε, τῶν πιστῶν ἀναμφίβολον καύχημα.
Χαῖρε, ὄχημα πανάγιον τοῦ ἐπὶ τῶν Χερουβείμ· χαῖρε, οἴκημα πανάριστον τοῦ ἐπὶ τῶν Σεραφείμ.
Χαῖρε, ἡ τἀναντία εἰς ταὐτὸἀγαγοῦσα· χαῖρε, ἡ παρθενίαν καὶ λοχείαν ζευγνῦσα.
Χαῖρε, δι᾿ ἧς ἐλύθη παράβασις! χαῖρε δι᾿ ἧς ἠνοίχθη Παράδεισος.
Χαῖρε, ἡ κλεὶς τῆς Χριστοῦ Βασιλείας· χαῖρε, ἐλπὶς ἀγαθῶν αἰωνίων.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Πᾶσα φύσις Ἀγγέλων, κατεπλάγη τὸ μέγα, τῆς σῆς ἐνανθρωπήσεως ἔργον· τὸν ἀπρόσιτον γὰρ ὡς Θεόν, ἐθεώρει πᾶσι προσιτὸν ἄνθρωπον· ἡμῖν μὲν συνδιάγοντα, ἀκούοντα δὲ παρὰ πάντων οὕτως· Ἀλληλούϊα.

ήτορας πολυφθόγγους, ὡς ἰχθύας ἀφώνους, ὁρῶμεν ἐπὶ σοὶ Θεοτόκε· ἀποροῦσι γὰρ λέγειν τό, πῶς καὶ Παρθένος μένεις, καὶ τεκεῖν ἴσχυσας· ἡμεῖς δὲ τὸ μυστήριον θαυμάζοντες, πιστῶς βοῶμεν·

Χαῖρε, σοφίας Θεοῦ δοχεῖον· χαῖρε, προνοίας αὐτοῦ ταμεῖον.
Χαῖρε, φιλοσόφους ἀσόφους δεικνύουσα· χαῖρε, τεχνολόγους ἀλόγους ἐλέγχουσα.
Χαῖρε, ὅτι ἐμωράνθησαν οἱ δεινοὶ συζητηταί· χαῖρε, ὅτι ἐμαράνθησαν οἱ τῶν μύθων ποιηταί.
Χαῖρε, τῶν Ἀθηναίων τὰς πλοκὰς διασπῶσα· χαῖρε, τῶν ἁλιέων τὰς σαγήνας πληροῦσα.
Χαῖρε, βυθοῦ ἀγνοίας ἐξέλκουσα· χαῖρε, πολλοὺς ἐν γνώσει φωτίζουσα.
Χαῖρε, ὁλκὰς τῶν θελόντων σωθῆναι· χαῖρε, λιμὴν τῶν τοῦ βίου πλωτήρων.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Σῶσαι θέλων τὸν κόσμον, ὁ τῶν ὅλων Κοσμήτωρ, πρὸς τοῦτον αὐτεπάγγελτος ἦλθε· καὶ ποιμὴν ὑπάρχων ὡς Θεός, δι᾿ ἡμᾶς ἐφάνη καθ᾿ ἡμᾶς ἄνθρωπος· ὁμοίῳ γὰρ τὸ ὅμοιον καλέσας, ὡς Θεὸς ἀκούει· Ἀλληλούϊα.

Τεῖχος εἶ τῶν παρθένων, Θεοτόκε Παρθένε, καὶ πάντων τῶν εἰς σὲ προστρεχόντων· ὁ γὰρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, κατεσκεύασέ σε Ποιητὴς Ἄχραντε, οἰκήσας ἐν τῇ μήτρᾳ σου, καὶ πάντας σοι προσφωνεῖν διδάξας·

Χαῖρε, ἡ στήλη τῆς παρθενίας· χαῖρε, ἡ πύλη τῆς σωτηρίας.
Χαῖρε, ἀρχηγὲ νοητῆς ἀναπλάσεως· χαῖρε, χορηγὲ θεϊκῆς ἀγαθότητος.
Χαῖρε, σὺ γὰρ ἀνεγέννησας τοὺς συλληφθέντας αἰσχρῶς· χαῖρε, σὺ γὰρ ἐνουθέτησας τοὺς συληθέντας τὸν νοῦν.
Χαῖρε, ἡ τὸν φθορέα τῶν φρενῶν καταργοῦσα· χαῖρε, ἡ τὸν σπορέα τῆς ἁγνείας τεκοῦσα.
Χαῖρε, παστὰς ἀσπόρου νυμφεύσεως· χαῖρε, πιστοὺς Κυρίῳ ἁρμόζουσα.
Χαῖρε, καλὴ κουροτρόφε παρθένων· χαῖρε, ψυχῶν νυμφοστόλε Ἁγίων.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

μνος ἅπας ἡττᾶται, συνεκτείνεσθαι σπεύδων, τῷ πλήθει τῶν πολλῶν οἰκτιρμῶν σου· ἰσαρίθμους γὰρ τῇ ψάμμῳ ᾠδάς, ἂν προσφέρωμέν σοι, Βασιλεῦ ἅγιε, οὐδὲν τελοῦμεν ἄξιον, ὧν δέδωκας ἡμῖν, τοῖς σοὶ βοῶσιν· Ἀλληλούϊα.

Φωτοδόχον λαμπάδα, τοῖς ἐν σκότει φανεῖσαν, ὁρῶμεν τὴν ἁγίαν Παρθένον· τὸ γὰρ ἄϋλον ἅπτουσα φῶς, ὁδηγεῖ πρὸς γνῶσιν θεϊκὴν ἅπαντας, αὐγῇ τὸν νοῦν φωτίζουσα, κραυγῇ δὲ τιμωμένη ταῦτα·
Χαῖρε, ἀκτὶς νοητοῦ Ἡλίου· χαῖρε, βολὶς τοῦ ἀδύτου φέγγους.

Χαῖρε, ἀστραπὴ τὰς ψυχὰς καταλάμπουσα· χαῖρε, ὡς βροντὴ τοὺς ἐχθροὺς καταπλήττουσα.
Χαῖρε, ὅτι τὸν πολύφωτον ἀνατέλλεις φωτισμόν· χαῖρε, ὅτι τὸν πολύῤῥητον ἀναβλύζεις ποταμόν.
Χαῖρε, τῆς κολυμβήθρας ζωγραφοῦσα τὸν τύπον· χαῖρε, τῆς ἁμαρτίας ἀναιροῦσα τὸν ῥύπον.
Χαῖρε, λουτὴρ ἐκπλύνων συνείδησιν· χαῖρε, κρατὴρ κιρνῶν ἀγαλλίασιν.
Χαῖρε, ὀσμὴ τῆς Χριστοῦ εὐωδίας· χαῖρε, ζωὴ μυστικῆς εὐωχίας.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Χάριν δοῦναι θελήσας, ὀφλημάτων ἀρχαίων, ὁ πάντων χρεωλύτης ἀνθρώπων, ἐπεδήμησε δι᾿ ἑαυτοῦ, πρὸς τοὺς ἀποδήμους τῆς αὐτοῦ χάριτος· καὶ σχίσας τὸ χειρόγραφον, ἀκούει παρὰ πάντων οὕτως· Ἀλληλούϊα.

Ψάλλοντές σου τὸν τόκον, ἀνυμνοῦμέν σε πάντες, ὡς ἔμψυχον ναὸν Θεοτόκε· ἐν τῇ σῇ γὰρ οἰκήσας γαστρί, ὁ συνέχων πάντα τῇ χειρὶ Κύριος, ἡγίασεν, ἐδόξασεν, ἐδίδαξε βοᾶν σοι πάντας·

Χαῖρε, σκηνὴ τοῦ Θεοῦ καὶ Λόγου· χαῖρε, Ἁγία Ἁγίων μείζων.
Χαῖρε, Κιβωτὲ χρυσωθεῖσα τῷ Πνεύματι· χαῖρε, θησαυρὲ τῆς ζωῆς ἀδαπάνητε.
Χαῖρε, τίμιον διάδημα βασιλέων εὐσεβῶν· χαῖρε, καύχημα σεβάσμιον ἱερέων εὐλαβῶν.
Χαῖρε, τῆς Ἐκκλησίας ὁ ἀσάλευτος πύργος· χαῖρε, τῆς βασιλείας τὸ ἀπόρθητον τεῖχος.
Χαῖρε, δι᾿ ἧς ἐγείρονται τρόπαια· χαῖρε, δι᾿ ἧς ἐχθροὶ καταπίπτουσι.
Χαῖρε, χρωτὸς τοῦ ἐμοῦ θεραπεία· χαῖρε, ψυχῆς τῆς ἐμῆς σωτηρία.

Χαῖρε, Νύμφη ἀνύμφευτε.
πανύμνητε Μῆτερ, ἡ τεκοῦσα τὸν πάντων Ἁγίων ἁγιώτατον Λόγον (ἐκ γ´)· δεξαμένη τὴν νῦν προσφοράν, ἀπὸ πάσης ῥῦσαι συμφορᾶς ἅπαντας· καὶ τῆς μελλούσης λύτρωσαι κολάσεως, τοὺς σοὶ βοῶντας· Ἀλληλούϊα.

Δευτέρα 22 Οκτωβρίου 2012

ΟΙ ΧΑΙΡΕΤΙΣΜΟΙ ΤΟΥ ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ

Κοντάκιον.

Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.

Ὦ τρισμακάριστε Σταυρέ καί πανσεβάσμιε, 
σέ προσκυνοῦμεν οἱ πιστοί καί μεγαλύνομεν, 
ἀγαλλόμενοι τῇ θείᾳ σου ἀνυψώσει. 
Ἀλλ’ ὡς τρόπαιον καί ὅπλον ἀπροσμάχητον, 
περιφρούρει τε καί σκέπε τῇ σῇ χάριτι, 
τούς σοί κράζοντας· χαῖρε, Ξύλον μακάριον.


Ἄγγελοι οὐρανόθεν ἀοράτως κυκλοῦσι, Σταυρόν 
τόν ζωηφόρον ἐν φόβῳ (τρίς) 
καί φωτοπάροχον χάριν λαμπρῶς παρεχόμενον, 
νῦν τοῖς πιστοῖς βλέποντες, 
ἐξίστανται καί ἵστανται βοῶντες πρός αὐτόν τοιαῦτα·

Χαῖρε Σταυρέ, οἰκουμένης φύλαξ·
χαῖρε, ἡ δόξα τῆς Ἐκκλησίας.
Χαῖρε, ὁ πηγάζων ἀφθόνως ἰάματα·
χαῖρε, ὁ φωτίζων τοῦ κόσμου τά πέρατα.
Χαῖρε, ξύλον ζωομύριστον, καί θαυμάτων θησαυρέ·
χαῖρε, συνθετοτρισόλβιε, καί χαρίτων παροχεῦ.
Χαῖρε, ὅτι ὑπάρχεις ὑποπόδιον θεῖον·
χαῖρε, ὅτι ἐτέθης εἰς προσκύνησιν πάντων.
Χαῖρε κρατήρ τοῦ νέκταρος ἔμπλεως·
χαῖρε, λαμπτήρ τῆς ἄνω λαμπρότητος.
Χαῖρε, δι’ οὗ εὐλογεῖται ἡ κτίσις·
χαῖρε, δι’ οὗ προσκυνεῖται ὁ Κτίστης.


Χαῖρε, Ξύλον μακάριον.

Βλέπουσα ἡ Ἑλένη ἑαυτήν ἐν ἐφέσει, φησί τῷ Βασιλεῖ θαρσαλέως· 
Τό παμπόθητόν σου τῆς ψυχῆς εὐχερέστατόν μου τῇ σπουδῇ φαίνεται· 
ζητοῦσα γοῦν τό κράτιστόν σοι τρόπαιον, ὡς λέγεις, κράζω·

Ἀλληλούϊα.

Γνῶσιν ἄγνωστον πρώην ἡ Βασίλισσα γνοῦσα, 
ἐβόησε πρός τούς ὑπουργοῦντας· Ἐκ λαγόνων τῆς γῆς εὑρεῖν ἐν τάχει, 
καί δοῦναι τόν Σταυρόν σπεύσατε, 
πρός ὅν ἰδοῦσα ἔφησεν ἐν φόβῳ, πλήν κράζουσα οὕτω·

Χαῖρε, χαρᾶς τῆς ὄντως σημεῖον·
χαῖρε, ἀρᾶς τῆς ἀρχαίας λύτρον.
Χαῖρε, θησαυρός ἐν τῇ γῇ φθόνῳ κρυπτόμενος·
χαῖρε, ὁ φανείς ἐν τοῖς ἄστροις τυπούμενος.
Χαῖρε, τετρακτινοπύρσευτε καί πυρίμορφε Σταυρέ·
χαῖρε, κλῖμαξ ὑψοστήρικτε, προοραθεῖσά ποτε.
Χαῖρε, τό τῶν Ἀγγέλων γαληνόμορφον θαῦμα·
χαῖρε, τό τῶν δαιμόνων πολυστένακτον τραῦμα.
Χαῖρε, τερπνόν τοῦ Λόγου κειμήλιον·
χαῖρε, πυρός τῆς πλάνης σβεστήριον.
Χαῖρε, Σταυρέ, ἀπορούντων προστάτα·
χαῖρε, στερρέ εὐδρομούντων ἀλεῖπτα.

Χαῖρε, Ξύλον μακάριον.

Δύναμις ἡ τοῦ Ξύλου, ἐπιδέδεικται τότε, πρός πίστωσιν ἀληθῆ τοῖς πᾶσι· 
καί τήν ἄφωνόν τε καί νεκράν πρός ζωήν ἀνέστησε, 
φρικτόν θέαμα τοῖς μέλλουσι καρποῦσθαι σωτηρίαν, ἐν τῷ μέλπειν οὕτως·

Ἀλληλούϊα.

Ἔχουσα ἡ Ἑλένη, τὸ ἀήττητον ὅπλον, ἀνέδραμε πρός τόν ταύτης γόνον· 
ὁ δέ, μέγα σκιρτήσας εὐθύς, ἐπιγνούς τόν μέγιστον Σταυρόν ἔχαιρε, 
καί ἅλμασιν ὡς ᾄσμασιν, ἐβόα πρός αὐτόν τοιαῦτα·

Χαῖρε Σταυρέ, τοῦ φωτός δοχεῖον·
χαῖρε, Σταυρέ, τῆς ζωῆς ταμεῖον.
Χαῖρε, ὁ δοτήρ χαρισμάτων τοῦ Πνεύματος·
χαῖρε, ὁ λιμήν ποντοπόρων ἀχείμαστος.
Χαῖρε, τράπεζα, βαστάζουσα ὥσπερ θῦμα τόν Χριστόν·
χαῖρε, κλῆμα, βότρυν πέπειρον φέρον οἶνον μυστικόν.
Χαῖρε, ὅτι τά σκῆπτρα τῶν ἀνάκτων φυλάττεις·
χαῖρε, ὅτι τάς κάρας τῶν δρακόντων συνθλάττεις.
Χαῖρε, λαμπρόν τῆς πίστεως γνώρισμα·
χαῖρε, παντός τοῦ κόσμου διάσωσμα.
Χαῖρε, Θεοῦ πρός θνητούς εὐλογία·
χαῖρε, θνητῶν πρός Θεόν μεσιτεία.

Χαῖρε, Ξύλον μακάριον.

Ζῆλον ἔνδοθεν θεῖον, ἡ Ἑλένη λαβοῦσα, ἐζήτησε καί εὗρε σπουδαίως, 
τόν ἐν γῇ κρυπτόμενον Σταυρόν, καί δεικνύμενον ἐν οὐρανῷ Ἄνακτι· 
ὅν ὕψωσε· καί βλέπων τό πολίτευμα, ἐν πίστει ἔφη·

Ἀλληλούϊα.

Ἡλιόμορφος ὤφθη, ὁ Σταυρός ἐν τῷ κόσμῳ, καί πάντες φωτισμοῦ ἐμπλησθέντες, 
καί δραμόντες ὡς πρός ἀστέρα, θεωροῦσι τοῦτον ὡς καλῶν αἴτιον, 
ἐν ταῖς χερσί ταῖς θείαις ὑψωθέντα· ὅν ὑμνοῦντες εἶπον·

Χαῖρε, αὐγή νοητοῦ Ἡλίου·
χαῖρε, πηγή ἀκενώτου μύρου.
Χαῖρε, τοῦ Ἀδάμ καί τῆς Εὔας ἀνάκλησις·
χαῖρε, τῶν ἀρχόντων τοῦ ᾅδου ἡ νέκρωσις.
Χαῖρε, ὅτι ἀνυψούμενος, συνανυψοῖς νῦν ἡμᾶς·
χαῖρε, ὅτι προσκυνούμενος, καθαγιάζεις τάς ψυχάς.
Χαῖρε, τῶν Ἀποστόλων κοσμοκήρυκτον κλέος·
χαῖρε, τῶν ἀθλοφόρων εὐμενέστατον σθένος.
Χαῖρε Σταυρέ, Ἑβραίων ὁ ἔλεγχος·
χαῖρε, πιστῶν ἀνθρώπων ὁ ἔπαινος.
Χαῖρε, δι’ οὗ κατεβλήθη ὁ ᾅδης·
χαῖρε, δι’ οὗ ἀνατέταλκε χάρις.

Χαῖρε, Ξύλον μακάριον.

Θεοβράβευτον Ξύλον, θεωρήσαντες πάντες, τῇ τούτου νῦν προσέλθωμεν σκέπῃ· 
καί ὡς ὅπλον κρατοῦντες αὐτό, δι’ αὐτοῦ τροποῦμεν τῶν ἐχθρῶν φάλαγγας, 
καί ψαύοντες τόν ἄψαυστον, τοῖς χείλεσιν αὐτῷ βοῶμεν·

Ἀλληλούϊα.

Ἴδε φῶς οὐρανόθεν, Κωνσταντῖνος ὁ Μέγας, δεικνύμενον Σταυροῦ τό σημεῖον, 
δι’ ἀστέρων, ἐν ᾧ καί νικᾶν πολεμίων πληθύν, ἔσπευσε τό Ξύλον φανερῶσαι, 
καί βοῆσαι πρός αὐτό τοιαῦτα·

Χαῖρε, βουλῆς τῆς ἀρρήτου πέρας·
χαῖρε, λαοῦ εὐσεβοῦντος κέρας.
Χαῖρε, πολεμίων ὁ τρέπων τάς φάλαγγας·
χαῖρε, φλόξ καθάπερ φλέγων τούς δαίμονας.
Χαῖρε, σκῆπτρον ἐπουράνιον τοῦ Βασιλέως τοῦ στρατοῦ·
χαῖρε, τρόπαιον ἀήττητον τοῦ φιλοχρίστου στρατοῦ.
Χαῖρε, ὁ τῶν βαρβάρων τήν ὀφρύν καταβάλλων·
χαῖρε, ὁ τῶν ἀνθρώπων τάς ψυχάς περιέπων.
Χαῖρε, κακῶν πολλῶν ἀμυντήριον·
χαῖρε, καλῶν πολλῶν βραβευτήριον.
Χαῖρε, δι’ οὗ Χριστοφόροι σκιρτῶσι·
χαῖρε, δι’ οὗ Ἰουδαῖοι θρηνοῦσι.

Χαῖρε, Ξύλον μακάριον.

Κλῖμαξ οὐρανομήκης, ὁ Σταυρός τοῦ Κυρίου ἐγένετο, τούς πάντας ἀνάγων, 
ἀπό γῆς πρός ὕψος οὐρανοῦ, τοῦ χοροῖς Ἀγγέλων συνοικεῖν πάντοτε, 
ἀφέντας τά νῦν ὄντα ὡς μή ὄντα, καί εἰδότας ψάλλειν·

Ἀλληλούϊα.

Λάμψας φῶς ἐπί πᾶσιν, ὁ Σωτήρ τοῖς ἐν ᾅδη, ἐφώτισας τούς κάτω κειμένους· 
πυλωροί δέ ᾅδου τήν αὐγήν μή ἐνέγκαντές σου, ὡς νεκροί πεπτώκασιν· 
οἱ τούτων δέ ρυσθέντες, νῦν ὁρῶντες τόν Σταυρόν βοῶσι·

Χαῖρε, ἀνάστασις τεθνεώτων·
χαῖρε, παράκλησις τῶν πενθούντων.
Χαῖρε, τῶν ταμείων τοῦ ᾅδου ἡ κένωσις·
χαῖρε, Παραδείσου τρυφῆς ἡ ἀπόλαυσις.
Χαῖρε, ράβδος ἡ ποντίσασα τόν Αἱγύπτιον στρατόν·
χαῖρε, αὖθις, ἡ ποτίσασα Ἰσραηλίτην λαόν.
Χαῖρε, ἔμψυχον Ξύλον, τοῦ Λῃστοῦ σωτηρία·
χαῖρε, εὔοσμον ρόδον, εὐσεβῶν εὐωδία.
Χαῖρε, τροφή πεινώντων ἐν πνεύματι·
χαῖρε, σφραγίς, ἥν ἔλαβον ἄνθρωποι.
Χαῖρε Σταυρέ, μυστηρίων ἡ θύρα·
χαῖρε, ἐξ οὗ ρεῖθρα χέονται θεῖα.

Χαῖρε, Ξύλον μακάριον.

Μέλλοντος Μωϋσέως, τό πολύμοχθον γένος λυτρώσασθαι ἐκ τοῦ λυμεῶνος, 
ἐπεδόθης ὡς ράβδος αὐτῷ, ἀλλ’ ἐγνώσθης τούτῳ καί Θεοῦ σύμβολον· 
διόπερ κατεπλάγη σου Σταυρέ, τήν δυναστείαν κράζων·

Ἀλληλούϊα.

Νόμον ὁ ἐν Σιναίῳ, τῷ Θεόπτῃ δούς πάλαι, Σταυρῷ ἐθελοντί προσηλοῦται, 
ὑπέρ ἀνόμων ἀνόμως ἀνδρῶν, καί κατάραν νόμου παλαιάν ἔλυσεν, 
ἵνα Σταυροῦ τήν δύναμιν ὁρῶντες, ἅπαντες νῦν βοῶμεν·

Χαῖρε, ἀνόρθωσις πεπτωκότων·
χαῖρε, κατάπτωσις κοσμολάτρων.
Χαῖρε, Ἀναστάσεως Χριστοῦ τό ἐγκαίνισμα·
χαῖρε, μοναζόντων τό θεῖον ἐντρύφημα.
Χαῖρε, δένδρον εὐσκιόφυλλον, ὑφ’ οὗ σκέπονται πιστοί·
χαῖρε, Ξύλον προφητόφθεγκτον, πεφυτευμένον ἐν γῇ.
Χαῖρε, τῆς Βασιλείας κατ’ ἐχθρῶν συμμαχία·
χαῖρε, τῆς πολιτείας κραταιά προστασία.
Χαῖρε, Κριτοῦ δικαίου φανέρωσις·
χαῖρε, βροτῶν πταιόντων κατάκρισις.
Χαῖρε Σταυρέ, ὀρφανῶν ἀντιλῆπτορ·
χαῖρε Σταυρέ, πλουτιστά τῶν πενήτων.

Χαῖρε, Ξύλον μακάριον.

Ξένον θαῦμα ἰδόντες, ξένον βίον βιῶμεν, τόν νοῦν εἰς οὐρανόν ἀνυψοῦντες· 
διά τούτο γάρ ἐν τῷ Σταυρῷ ὁ Χριστός ἐπάγη, καί σαρκί πέπονθε, 
βουλόμενος ἑλκῦσαι πρός τό ὕψος, τούς αὐτῷ βοῶντας·

Ἀλληλούϊα.

Ὅλος ἦλθεν ἐξ ὕψους, τήν Θεότητα ἔχων, ὁ μόνος προαιώνιος Λόγος· 
καί τεχθείς ἐκ Παρθένου Μητρός, καί φανείς τῷ κόσμῳ ταπεινός ἄνθρωπος, 
Σταυρόν καταδεξάμενος, ἐζώωσε τούς αὐτῷ βοῶντας.

Χαῖρε Σταυρέ, τῆς εἰρήνης ὅπλον·
χαῖρε, βαλβίς τῶν ὁδοιπορούντων.
Χαῖρε, σωζομένων σοφία καί στήριγμα·
χαῖρε, ἀπολλυμένων μωρία καί σύντριμμα.
Χαῖρε, εὔκαρπον, ἀθάνατον καί ζωηφόρον φυτόν·
χαῖρε ἄνθος, ὅπερ ἤνθησε τήν σωτηρίαν ἡμῶν.
Χαῖρε, ὅτι συνάπτεις τά ἐν γῇ σύν τοῖς ἄνω·
χαῖρε, ὅτι φωτίζεις τάς καρδίας τῶν κάτω.
Χαῖρε δι’ οὗ φθορά ἐξωστράκισται·
χαῖρε, δι’ οὗ ἡ λύπη ἠφάνισται.
Χαῖρε, καλῶν μυριάριθμος ὄλβος·
χαῖρε, πιστῶν μυριώνυμος εὖχος.

Χαῖρε, Ξύλον μακάριον.

Πέπτωκε τῶν δαιμόνων ἡ παμβέβηλος φάλαγξ, καί γένος τῶν Ἑβραίων ᾐσχύνθη, 
προσκυνούμενον τόν Σταυρόν παρά πάντων, μετά πόθου βλέποντες, 
ἀεί δέ ἀναβλύζοντα ἰάματα τοῖς ἐκβοῶσιν·

Ἀλληλούϊα.

Ρεύματα συνεστάλη, λογισμῶν κακοδόξων παγέντος σου Χριστέ ἐπί ξύλου·  
ἀποροῦσι γάρ ὄντως τό, Πῶς καί Σταυρόν ὑπέστης, καί φθοράν πέφευγας· 
ἡμεῖς δέ τήν Ἀνάστασιν δοξάζοντες ἀναβοῶμεν.

Χαῖρε, σοφίας Θεοῦ τό ὕψος·
χαῖρε, προνοίας Αὐτοῦ τό βάθος.
Χαῖρε, μωρολόγων ἀλόγων ἡ ἄγνοια·
χαῖρε, μαντιπόλων ἀφρόνων ἀπώλεια.
Χαῖρε, ὅτι τήν Ἀνάστασιν ἐμφανίζεις τοῦ Χριστοῦ·
χαῖρε, ὅτι τά παθήματα ἀνακαινίζεις Αὐτοῦ.
Χαῖρε, τῶν πρωτοπλάστων τήν παράβασιν λύσας·
χαῖρε, τοῦ Παραδείσου τάς εἰσόδους ἀνοίξας.
Χαῖρε Σταυρέ, τοῖς πᾶσι σεβάσμιε·
χαῖρε, ἐθνῶν ἀπίστων ἀντίπαλε.
Χαῖρε Σταυρέ, ἰατρέ τῶν νοσούντων·
χαῖρε, ἀεί βοηθέ τῶν βοώντων·

Χαῖρε, Ξύλον μακάριον.

Σῶσαι θέλων τόν κόσμον, ὁ τοῦ κόσμου κοσμήτωρ, κατῆλθε πρός αὐτόν ἀπορρήτως· 
καί Σταυρόν ὑπέστη, Θεός ὤν, δι’ ἡμᾶς, τά πάντα καθ’ ἡμᾶς δέχεται· 
διό καί λυτρωσάμενος ἡμᾶς, ἀκούει παρά πάντων·

Ἀλληλούϊα.

Τεῖχος τῆς οἰκουμένης, ὦ Σταυρέ ζωηφόρε, ἀπόρθητον καί θεῖον νοοῦμεν· 
ὁ γάρ τοῦ οὐρανοῦ καί τῆς γῆς, κατασκευάσας σέ Ποιητής τάννυσι τάς χεῖρας, 
ξένον ἄκουσμα· καί ἅπαντας ἐκφωνεῖν διδάσκει.

Χαῖρε, ἡ βάσις τῆς εὐσεβείας·
χαῖρε, τό νῖκος τῆς κληρουχίας.
Χαῖρε, Ἀμαλήκ νοητόν ὁ τροπούμενος·
χαῖρε, Ἰακώβ ταῖς χερσί προτυπούμενος.
Χαῖρε, σύ γάρ ἀνεμόρφωσας τάς παλαιτάτας σκιάς·
χαῖρε, σύ γάρ ἀνεπλήρωσας προφητοφθέγκτους φωνάς.
Χαῖρε, ὁ τόν Σωτῆρα τῶν ἀπάντων βαστάσας·
χαῖρε, ὁ τόν φθορέα τῶν ψυχῶν καταργήσας.
Χαῖρε, δι’ οὗ Ἀγγέλοις ἡνώθημεν·
χαῖρε, δι’ οὗ φωτί κατηυγάσθημεν.
Χαῖρε, σέ γάρ προσκυνοῦμεν τιμῶντες·
χαῖρε, σοί γάρ προσφωνοῦμεν, βοῶντες·

Χαῖρε, Ξύλον μακάριον.
Ὕμνος ἅπας μειοῦται, συνακολουθεῖν θέλων, τῷ πλήθει τῶν πολλῶν σου θαυμάτων· 
ἐγκωμίων πληθύν καί γάρ ἄν προσάξωμέν σοι, ὦ Σταυρέ τίμιε, 
οὐδέν τελοῦμεν ἄξιον, ὧν δέδωκας ἡμῖν· ἀλλ’ οὖν βοῶμεν·

Ἀλληλούϊα.

Φωτοπάροχον αἴγλην, τοῖς ἐν σκότει δωρεῖται, Σταυρός ὁ ζωοδώρητος οὗτος· 
τό γάρ ἄϋλον δέδεικται φῶς, καί πρός γνῶσιν θείαν δᾳδουχεῖ ἅπαντας· 
ὑψοῖ δέ νῦν ὑψούμενος τόν νοῦν ἡμῶν, ἀναμέλπειν ταύτα·

Χαῖρε, φωστήρ, τοῖς ἐν σκότει φαίνων·
χαῖρε, ἀστήρ, τόν κόσμον αὐγάζων.
Χαῖρε, ἀστραπή, χριστοκτόνους ἀμβλύνουσα·
χαῖρε, ἡ βροντή τούς ἀπίστους ἐκπλήττουσα.
Χαῖρε, ὅτι κατελάμπρυνας Ὀρθοδόξων τούς χορούς·
χαῖρε, ὅτι κατηδάφισας τῶν εἰδώλων τούς βωμούς.
Χαῖρε, οὗπερ ὁ τύπος οὐρανόθεν ἐφάνη·
χαῖρε, οὗπερ ἡ χάρις πονηρίας ἐλαύνει.
Χαῖρε, σαρκός σημαίνων τήν νέκρωσιν·
χαῖρε, παθῶν ὁ κτείνων ἐπέγερσιν.
Χαῖρε, ἐν ᾧ ὁ Χριστός ἐσταυρώθη·
χαῖρε, δι’ οὗ πᾶς ὁ κόσμος ἐσώθη.

Χαῖρε, Ξύλον μακάριον.

Χάριν δοῦναι θελήσας, ὁ Χριστός τοῖς ἀνθρώποις, τάς χεῖρας ἐπί Ξύλου ἐκτείνει, 
καί τά ἔθνη πάντα συγκαλεῖ, καί βασιλείαν πᾶσιν οὐρανῶν δίδωσι, 
τοῖς μέλπουσι τόν ὕμνον ἐπαξίως, καί πιστῶς βοῶσιν·

Ἀλληλούϊα.

Ψάλλοντές σου τόν ὕμνον, εὐφημοῦμεν ἐκ πόθου, ὡς ἔμψυχον Κυρίου σε Ξύλον· 
ἐπί σοί γάρ παγείς ἐν σαρκί, ὁ δεσπόζων τῶν δυνάμεων, ἡγίασεν, ἐδόξασεν, 
ἐδίδαξε βοᾶν σοι ταῦτα·

Χαῖρε Σταυρέ, νοητή ρομφαία·
χαῖρε, Ἁγίων ἅγιον βλέμμα.
Χαῖρε, Προφητῶν καί Δικαίων προκήρυγμα·
χαῖρε, τοῦ Χριστοῦ λαμπροφόρον στρατήγημα.
Χαῖρε, κάλλος καί διάδημα βασιλέων εὐσεβῶν·
χαῖρε, κράτος καί ὀχύρωμα ἱερέων εὐλαβῶν.
Χαῖρε, τῆς ἀληθείας εὐκλεέστατος κόσμος·
χαῖρε, τῆς σωτηρίας εὐτυχέστατος ὅρμος.
Χαῖρε, φαιδρόν ἁπάντων ἀγλάϊσμα·
χαῖρε, υἱῶν τῆς Ἄγαρ φυγάδευμα.
Χαῖρε, φωτός ἀκηράτου λυχνία·
χαῖρε, ψυχῆς τῆς ἐμῆς θυμηδία.


Χαῖρε, Ξύλον μακάριον.

Ὦ πανύμνητον Ξύλον, τό βαστάσαν τόν πάντων ἁγίων, 
Ἁγιώτατον Λόγον (τρίς)· δεδεγμένον ἡμῶν τάς λιτάς, 
ἀπό πάσης ρῦσαι συμφορᾶς ἅπαντας καί αἰωνίου λύτρωσαι κολάσεως τούς σοί βοῶντας·

Ἀλληλούϊα.