Πέμπτη 3 Ιουλίου 2014

Αίτησις

Κάθε αίτημα που εκφωνεί ο ιερεύς ονομάζεται Αίτησις. Κυρίως όμως με τον όρο αυτόν χαρακτηρίζεται η Μικρά Συναπτή, δηλ. το << Έτι και Έτι εν ειρήνη του Κυρίου δεηθώμεν >>.

Τετάρτη 2 Ιουλίου 2014

ΓΕΝΕΣΙΣ

ΚΕΦΑΛΑΙΟΝ Α΄

ΕΝ ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. 2 ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου, καὶ πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. 3 καὶ εἶπεν ὁ Θεός· γενηθήτω φῶς· καὶ ἐγένετο φῶς. 4 καὶ εἶδεν ὁ Θεὸς τὸ φῶς, ὅτι καλόν· καὶ διεχώρισεν ὁ Θεὸς τὸ φῶς, ὅτι καλόν· καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους. 5 καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς ἡμέραν καὶ τὸ σκότος ἐκάλεσε νύκτα. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα μία.6 Καὶ εἶπεν ὁ Θεός· γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος. καὶ ἐγένετο οὕτως. 7 καὶ ἐποίησεν ὁ Θεὸς τὸ στερέωμα, καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ ὕδατος, ὃ ἦν ὑποκάτω τοῦ στερεώματος, καὶ ἀναμέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος. 8 καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ στερέωμα οὐρανόν. καὶ εἶδεν ὁ Θεός, ὅτι καλόν, καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα δευτέρα.9 Καὶ εἶπεν ὁ Θεός· συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά. καὶ ἐγένετο οὕτως. καὶ συνήχθη τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς τὰς συναγωγὰς αὐτῶν, καὶ ὤφθη ἡ ξηρά. 10 καὶ ἐκάλεσεν ὁ Θεὸς τὴν ξηρὰν γῆν καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσε θαλάσσας. καὶ εἶδεν ὁ Θεός, ὅτι καλόν. 11 καὶ εἶπεν ὁ Θεός· βλαστησάτω ἡ γῆ βοτάνην χόρτου σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ᾿ ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς. καὶ ἐγένετο οὕτως. 12 καὶ ἐξήνεγκεν ἡ γῆ βοτάνην χόρτου σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ᾿ ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς. 13 καὶ εἶδεν ὁ Θεός, ὅτι καλόν. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα τρίτη. 14 Καὶ εἶπεν ὁ Θεός· γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν ἐπὶ τῆς γῆς, τοῦ διαχωρίζειν ἀνὰ μέσον τῆς ἡμέρας καὶ ἀνὰ μέσον τῆς νυκτός· καὶ ἔστωσαν εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτούς· 15 καὶ ἔστωσαν εἰς φαῦσιν ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς. καὶ ἐγένετο οὕτως. 16 καὶ ἐποίησεν ὁ Θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους, τὸν φωστῆρα τὸν μέγαν εἰς ἀρχὰς τῆς ἡμέρας καὶ τὸν φωστῆρα τὸν ἐλάσσω εἰς ἀρχὰς τῆς νυκτός, καὶ τοὺς ἀστέρας. 17 καὶ ἔθετο αὐτοὺς ὁ Θεὸς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς 18 καὶ ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτὸς καὶ διαχωρίζειν ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους. καὶ εἶδεν ὁ Θεός, ὅτι καλόν. 19 καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα τετάρτη. 20 Καὶ εἶπεν ὁ Θεός· ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ. καὶ ἐγένετο οὕτως. 21 καὶ ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα καὶ πᾶσαν ψυχὴν ζῴων ἑρπετῶν, ἃ ἐξήγαγε τὰ ὕδατα κατὰ γένη αὐτῶν, καὶ πᾶν πετεινὸν πτερωτὸν κατὰ γένος. καὶ εἶδεν ὁ Θεός, ὅτι καλά. 22 καὶ εὐλόγησεν αὐτὰ ὁ Θεός, λέγων· αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὰ ὕδατα ἐν ταῖς θαλάσσαις, καὶ τὰ πετεινὰ πληθυνέσθωσαν ἐπὶ τῆς γῆς. 23 καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα πέμπτη. 24 Καὶ εἶπεν ὁ Θεός· ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος, τετράποδα καὶ ἑρπετὰ καὶ θηρία τῆς γῆς κατὰ γένος. καὶ ἐγένετο οὕτως. 25 καὶ ἐποίησεν ὁ Θεὸς τὰ θηρία τῆς γῆς κατὰ γένος, καὶ τὰ κτήνη κατὰ γένος αὐτῶν καὶ πάντα τὰ ἑρπετὰ τῆς γῆς κατὰ γένος αὐτῶν. καὶ εἶδεν ὁ Θεός, ὅτι καλά. 26 καὶ εἶπεν ὁ Θεός· ποιήσωμεν ἄνθρωπον κατ᾿ εἰκόνα ἡμετέραν καὶ καθ᾿ ὁμοίωσιν, καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν κτηνῶν καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ γῆς γῆς. 27 καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ᾿ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. 28 καὶ εὐλόγησεν αὐτοὺς ὁ Θεός, λέγων· αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν καὶ κατακυριεύσατε αὐτῆς καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ πάντων τῶν κτηνῶν καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς. 29 καὶ εἶπεν ὁ Θεός· ἰδοὺ δέδωκα ὑμῖν πάντα χόρτον σπόριμον σπεῖρον σπέρμα, ὅ ἐστιν ἐπάνω πάσης τῆς γῆς, καὶ πᾶν ξύλον, ὃ ἔχει ἐν ἑαυτῷ καρπὸν σπέρματος σπορίμου, ὑμῖν ἔσται εἰς βρῶσιν· 30 καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ παντὶ ἑρπετῷ ἕρποντι ἐπὶ τῆς γῆς, ὃ ἔχει ἐν ἑαυτῷ ψυχὴν ζωῆς, καὶ πάντα χόρτον χλωρὸν εἰς βρῶσιν. καὶ ἐγένετο οὕτως. 31 καὶ εἶδεν ὁ Θεὸς τὰ πάντα, ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα ἕκτη.

Κατανυκτικά Καθίσματα

Είναι τα τροπάρια που όταν ψάλλονται προκαλούν κατάνυξη ( νύττουν, κεντούν ) και παρακινούν την ψυχή του ανθρώπου σε μετάνοια και ανάνηψη. Κατανυκτικά Καθίσματα ψάλλονται κάθε Δευτέρα στον Όρθρο και στον Εσπερινό και κάθε Τρίτη μόνο στον Όρθρο. 

Ψαλτήριον

Εκκλησιαστικό βιβλίο που περιέχει 151 ψαλμούς. Το Ψαλτήριο είναι χωρισμένο σε είκοσι Καθίσματα, που το καθένα χωρίζεται σε τρεις στάσεις και διαβάζεται κάθε μέρα στις ακολουθίες της Εκκλησίας μας. Την περίοδο της Τουρκοκρατίας το ψαλτήριο χρησίμευε στα σκλαβωμένα Ελληνόπουλα ως αναγνωστικό και εγχειρίδιο γραμματικής. Ψαλτήριο ή Ψαλτήρι λέγεται και το Αναλόγιο.

Τρίτη 1 Ιουλίου 2014

ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗ

ΚΕΦΑΛΑΙΟΝ ΣΤ΄ 

Στίχ. 1-12. Ανάγκη προόδου προς την τελειότητα. Ο κίνδυνος της εκπτώσεως. 

Διό αφέντες τον της αρχής του Χριστού λόγον επί την τελειότητα φερώμεθα, μη πάλιν θεμέλιον καταβαλλόμενοι μετανοίας από νεκρών έργων, και πίστεως επί Θεόν, 
2 βαπτισμών διδαχής, επιθέσεώς τε χειρών, αναστάσεώς τε νεκρών και κρίματος αιωνίου. 
3 και τούτο ποιήσομεν, εάνπερ επιτρέπη ο Θεός. 
4 αδύνατον γαρ τους άπαξ φωτισθέντας γευσαμένους τε της δωρεάς της επουρανίου και μετόχους γενηθέντας Πνεύματος Αγίου 
5 και καλόν γευσαμένους Θεού ρήμα δυνάμεις τε μέλλοντος αιώνος, 
6 και παραπεσόντας, πάλιν ανακαινίζειν εις μετάνοιαν, ανασταυρούντας εαυτοίς τον υιόν του Θεού και παραδειγματίζοντας. 
7 γη γαρ η πιούσα τον επ' αυτής πολλάκις ερχόμενον υετόν και τίκτουσα βοτάνην εύθετον εκείνοις δι' ους και γεωργείται, μεταλαμβάνει ευλογίας από του Θεού 
8 εκφέρουσα δε ακάνθας και τριβόλους, αδόκιμος και κατάρας εγγύς, ης το τέλος εις καύσιν. 
9 Πεπείσμεθα δε περί υμών, αγαπητοί, τα κρείττονα και εχόμενα σωτηρίας, ει και ούτω λαλούμεν. 
10 ου γαρ άδικος ο Θεός επιλαθέσθαι του έργου υμών και του κόπου της αγάπης ης ενεδείξασθε εις το όνομα αυτού, διακονήσαντες τοις αγίοις και διακονούντες. 
11 επιθυμούμεν δε έκαστον υμών την αυτήν ενδείκνυσθαι σπουδήν προς την πληροφορίαν της ελπίδος άχρι τέλους, 
12 ίνα μη νωθροί γένησθε, μιμηταί δε των διά πίστεως και μακροθυμίας κληρονομούντων τας επαγγελίας. 

Στίχ. 13-20. Ο όρκος του Θεού προς τον Αβραάμ. 

13 Τω γαρ Αβραάμ επεγγειλάμενος ο Θεός, επεί κατ' ουδενός είχε μείζονος ομόσαι, ώμοσε καθ' εαυτού, 
14 λέγων η μην ευλογών ευλογήσω σε και πληθύνων πληθυνώ σε 
15 και ούτω μακροθυμήσας επέτυχε της επαγγελίας. 
16 άνθρωποι μεν γαρ κατά του μείζονος ομνύουσι, και πάσης αυτοίς αντιλογίας πέρας εις βεβαίωσιν ο όρκος 
17 εν ω περισσότερον βουλόμενος ο Θεός επιδείξαι τοις κληρονόμοις της επαγγελίας το αμετάθετον της βουλής αυτού, εμεσίτευσεν όρκω, 
18 ίνα διά δύο πραγμάτων αμεταθέτων, εν οις αδύνατον ψεύσασθαι Θεόν, ισχυράν παράκλησιν έχωμεν οι καταφυγόντες κρατήσαι της προκειμένης ελπίδος 
19 ην ως άγκυραν έχομεν της ψυχής ασφαλή τε και βεβαίαν και εισερχομένην εις το εσώτερον του καταπετάσματος, 
20 όπου πρόδρομος υπέρ ημών εισήλθεν Ιησούς, κατά την τάξιν Μελχισεδέκ αρχιερεύς γενόμενος εις τον αιώνα.