Δευτέρα 11 Αυγούστου 2014

ΓΕΝΕΣΙΣ

ΚΕΦΑΛΑΙΟΝ 5

ΑΥΤΗ ἡ βίβλος γενέσεως ἀνθρώπων· ᾗ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν ᾿Αδάμ, κατ᾿ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· 2 ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς καὶ εὐλόγησεν αὐτούς· καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ ᾿Αδάμ, ᾗ ἡμέρᾳ ἐποίησεν αὐτούς· 3 ἔζησε δὲ ᾿Αδὰμ τριάκοντα καὶ διακόσια ἔτη, καὶ ἐγέννησε κατὰ τὴν ἰδέαν αὐτοῦ καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σήθ. 4 ἐγένοντο δὲ αἱ ἡμέραι τοῦ ᾿Αδάμ, ἃς ἔζησε μετά τὸ γεννῆσαι αὐτὸν τὸν Σήθ, ἔτη ἑπτακόσια, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. 5 καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι ᾿Αδάμ, ἃς ἔζησε, τριάκοντα καὶ ἐννακόσια ἔτη, καὶ ἀπέθανεν. 6 ῎Εζησε δὲ Σὴθ πέντε καὶ διακόσια ἔτη καὶ ἐγέννησε τὸν ᾿Ενώς. 7 καὶ ἔζησε Σὴθ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν ᾿Ενὼς ἑπτὰ ἔτη καὶ ἑπτακόσια καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. 8 καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Σὴθ δώδεκα καὶ ἐννακόσια ἔτη, καὶ ἀπέθανε. 9 Καὶ ἔζησεν ᾿Ενὼς ἔτη ἑκατὸν ἐνενήκοντα καὶ ἐγέννησε τὸν Καϊνᾶν. 10 καὶ ἔζησεν ᾿Ενὼς μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Καϊνᾶν πεντεκαίδεκα ἔτη καὶ ἑπτακόσια καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. 11 καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι ᾿Ενὼς πέντε ἔτη καὶ ἐννακόσια, καὶ ἀπέθανε. 12 Καὶ ἔζησε Καϊνᾶν ἑβδομήκοντα καὶ ἑκατὸν ἔτη, καὶ ἐγέννησε τὸν Μαλελεήλ. 13 καὶ ἔζησε Καϊνᾶν μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαλελεὴλ τεσσαράκοντα καὶ ἑπτακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. 14 καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέρα Καϊνᾶν δέκα ἔτη καὶ ἐννακόσια, καὶ ἀπέθανε. 15 Καὶ ἔζησε Μαλελεὴλ πέντε καὶ ἑξήκοντα καὶ ἑκατὸν ἔτη καὶ ἐγέννησε τὸν ᾿Ιάρεδ. 16 καὶ ἔζησε Μαλελεὴλ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν ᾿Ιάρεδ ἔτη τριάκοντα καὶ ἑπτακόσια καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. 17 καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Μαλελεήλ, ἔτη πέντε καὶ ἐνενήκοντα καὶ ὀκτακόσια, καὶ ἀπέθανε. 18 Καὶ ἔζησεν ᾿Ιάρεδ δύο καὶ ἑξήκοντα ἔτη καὶ ἑκατὸν καὶ ἐγέννησε τὸν ᾿Ενώχ. 19 καὶ ἔζησεν ᾿Ιάρεδ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν ᾿Ενὼχ ὀκτακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. 20 καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι ᾿Ιάρεδ δύο καὶ ἑξήκοντα καὶ ἐννακόσια ἔτη, καὶ ἀπέθανε. 21 Καὶ ἔζησεν ᾿Ενὼχ πέντε καὶ ἑξήκοντα καὶ ἑκατὸν ἔτη καὶ ἐγέννησε τὸν Μαθουσάλα. 22 εὐηρέστησε δὲ ᾿Ενὼχ τῷ Θεῷ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαθουσάλα διακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. 23 καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι ᾿Ενὼχ πέντε καὶ ἑξήκοντα καὶ τριακόσια ἔτη. 24 καὶ εὐηρέστησεν ᾿Ενὼχ τῷ Θεῷ καὶ οὐχ εὑρίσκετο, ὅτι μετέθηκεν αὐτὸν ὁ Θεός. 25 Καὶ ἔζησε Μαθουσάλα ἑπτὰ ἔτη καὶ ἑξήκοντα καὶ ἑκατὸν καὶ ἐγέννησε τὸν Λάμεχ. 26 καὶ ἔζησε Μαθουσάλα μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Λάμεχ δύο καὶ ὀκτακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. 27 καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Μαθουσάλα, ἃς ἔζησεν, ἐννέα καὶ ἑξήκοντα καὶ ἐννακόσια ἔτη, καὶ ἀπέθανε. 28 Καὶ ἔζησε Λάμεχ ὀκτὼ καὶ ὀγδοήκοντα καὶ ἑκατὸν ἔτη καὶ ἐγέννησεν υἱόν. 29 καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Νῶε λέγων· οὗτος διαναπαύσει ἡμᾶς ἀπό τῶν ἔργων ἡμῶν καὶ ἀπὸ τῶν λυπῶν τῶν χειρῶν ἡμῶν καὶ ἀπὸ τῆς γῆς, ἧς κατηράσατο Κύριος ὁ Θεός. 30 καὶ ἔζησε Λάμεχ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Νῶε πεντακόσια καὶ ἑξήκοντα καὶ πέντε ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. 31 καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Λάμεχ ἑπτακόσια καὶ πεντήκοντα τρία ἔτη, καὶ ἀπέθανε. 32 Καὶ ἦν Νῶε ἐτῶν πεντακοσίων καὶ ἐγέννησε τρεῖς υἱούς, τὸν Σήμ, τὸν Χάμ, καὶ τὸν ᾿Ιάφεθ.

Κυριακή 3 Αυγούστου 2014

ΓΕΝΕΣΙΣ

ΚΕΦΑΛΑΙΟΝ 4

ΑΔΑΜ δὲ ἔγνω Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκε τὸν Κάϊν καὶ εἶπεν· ἐκτησάμην ἄνθρωπον διά τοῦ Θεοῦ. 2 καὶ προσέθηκε τεκεῖν τὸ ἀδελφὸν αὐτοῦ, τὸν ῎Αβελ. καὶ ἐγένετο ῎Αβελ ποιμὴν προβάτων, Κάϊν δὲ ἦν ἐργαζόμενος τὴν γῆν. 3 καὶ ἐγένετο μεθ᾿ ἡμέρας ἤνεγκε Κάϊν ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ Κυρίῳ, 4 καὶ ῎Αβελ ἤνεγκε καὶ αὐτὸς ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων αὐτοῦ καὶ ἀπὸ τῶν στεάτων αὐτῶν. καὶ ἐπεῖδεν ὁ Θεὸς ἐπί ῎Αβελ καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ, 5 ἐπὶ δὲ Κάϊν καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχε. καὶ ἐλυπήθη Κάϊν λίαν, καὶ συνέπεσε τῷ προσώπῳ αὐτοῦ. 6 καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ Κάϊν· ἵνα τί περίλυπος ἐγένου, καὶ ἵνα τί συνέπεσε τὸ πρόσωπόν σου; 7 οὐκ ἐὰν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες; ἡσύχασον· πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ ἄρξεις αὐτοῦ. 8 καὶ εἶπε Κάϊν πρὸς ῎Αβελ τὸν ἀδελφὸν αὐτοῦ· διέλθωμεν εἰς τὸ πεδίον. καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτοὺς ἐν τῷ πεδίῳ, ἀνέστη Κάϊν ἐπὶ ῎Αβελ τὸν ἀδελφὸν αὐτοῦ καὶ ἀπέκτεινεν αὐτόν. 9 καὶ εἶπε Κύριος ὁ Θεὸς πρὸς Κάϊν· ποῦ ἔστιν ῎Αβελ ὁ ἀδελφός σου; καὶ εἶπεν· οὐ γινώσκω· μὴ φύλαξ τοῦ ἀδελφοῦ μου εἰμὶ ἐγώ; 10 καί εἶπε Κύριος· τί πεποίηκας; φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με ἐκ τῆς γῆς. 11 καὶ νῦν ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς, ἣ ἔχανε τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς χειρός σου· 12 ὅτε ἐργᾷ τὴν γῆν, καὶ οὐ προσθήσει τὴν ἰσχὺν αὐτῆς δοῦναί σοι· στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς. 13 καὶ εἶπε Κάϊν πρὸς Κύριον τὸν Θεόν· μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναί με· 14 εἰ ἐκβάλλεις με σήμερον ἀπὸ προσώπου τῆς γῆς καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, καὶ ἔσομαι στένων καὶ τρέμων ἐπὶ τῆς γῆς, καὶ ἔσται πᾶς ὁ εὑρίσκων με, ἀποκτενεῖ με. 15 καὶ εἶπεν αὐτῷ Κύριος ὁ Θεός· οὐχ οὕτως, πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει. καὶ ἔθετο Κύριος ὁ Θεὸς σημεῖον τῷ Κάϊν τοῦ μὴ ἀνελεῖν αὐτὸν πάντα τὸν εὑρίσκοντα αὐτόν. 16 ἐξῆλθε δὲ Κάϊν ἀπὸ προσώπου τοῦ Θεοῦ καὶ ᾤκησεν ἐν γῇ Ναὶδ κατέναντι ᾿Εδέμ. 17 Καὶ ἔγνω Κάϊν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκε τὸν ᾿Ενώχ. καὶ ἦν οἰκοδομῶν πόλιν καὶ ἐπωνόμασε τὴν πόλιν ἐπὶ τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ, ᾿Ενώχ. 18 ἐγεννήθη δὲ τῷ ᾿Ενὼχ Γαϊδάδ, καὶ Γαϊδὰδ ἐγέννησε τὸν Μαλελεήλ, καὶ Μαλελεὴλ ἐγέννησε τὸν Μαθουσάλα, καὶ Μαθουσάλα ἐγέννησε τὸν Λάμεχ. 19 καὶ ἔλαβεν ἑαυτῷ Λάμεχ δύο γυναῖκας, ὄνομα τῇ μιᾷ ᾿Αδά, καὶ ὄνομα τῇ δευτέρᾳ Σελλά. 20 καὶ ἔτεκεν ᾿Αδὰ τὸν ᾿Ιωβήλ· οὗτος ἦν πατὴρ οἰκούντων ἐν σκηναῖς κτηνοτρο‘φων. 21 καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ ᾿Ιουβάλ· οὗτος ἦν ὁ καταδείξας ψαλτήριον καὶ κιθάραν. 22 Σελλὰ δὲ καὶ αὐτὴ ἔτεκε τὸν Θόβελ, καὶ ἦν σφυροκόπος χαλκεὺς χαλκοῦ καὶ σιδήρου· ἀδελφὴ δὲ Θόβελ Νοεμά. 23 εἶπε δὲ Λάμεχ ταῖς ἑαυτοῦ γυναιξίν· ᾿Αδὰ καὶ Σελλά, ἀκούσατέ μου τῆς φωνῆς, γυναῖκες Λάμεχ, ἐνωτίσασθέ μου τοὺς λόγους, ὅτι ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοὶ καὶ νεανίσκον εἰς μώλωπα ἐμοί· 24 ὅτι ἑπτάκις ἐκδεδίκηται ἐκ Κάϊν, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά. 25 ῎Εγνω δὲ ᾿Αδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκεν υἱόν, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σήθ, λέγουσα· ἐξανέστησε γάρ μοι ὁ Θεὸς σπέρμα ἕτερον ἀντὶ ῎Αβελ, ὃν ἀπέκτεινε Κάϊν. 26 καὶ τῷ Σὴθ ἐγένετο υἱός, ἐπωνόμασε δὲ τὸ ὄνομα αὐτοῦ ᾿Ενώς· οὗτος ἤλπισεν ἐπικαλεῖσθα τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ.

Τρίτη 29 Ιουλίου 2014

Απόλυσις

Κάθε ιερή ακολουθία της Εκκλησίας μας τελειώνει με την Απόλυση. Στα πρώτα χριστιανικά χρόνια η Απόλυσις ήτο απλή, όπως μας διδάσκουν οι αρχαίες Θ. Λειτουργίες π.χ. του αγ. Ιακώβου << Απολύεσθε εν ειρήνη >>. Αργότερα πήρε τη μορφή που έχει σήμερα. << Η Απόλυση, αναφέρει ένας σύγχρονος θεολόγος, είναι μιά δεύτερη και τελευταία ευχή, μετά την Οπισθάμβωνο στην οποία η ιερή σύναξη επικαλείται το έλεος και τη σωτηρία του Ιησού Χριστού, με τις πρεσβείες της Υπεραγίας Θεοτόκου και όλων των αγίων >>. Υπάρχει μικρή και μεγάλη Απόλυση. Μεγάλη Απόλυση έχουμε στον Εσπερινό, τον Όρθρο και στην Θεία Λειτουργία. Στις άλλες ακολουθίες έχουμε μικρή Απόλυση. Στο μυστήριο του Βαπτίσματος και του Γάμου έχουμε ειδική απόλυση. Επίσης στη Νεκρώσιμο ακολουθία και στην ακολουθία της Γονυκλισίας την Κυριακή της Πεντηκοστής. Στις Δεσποτικές εορτές προτάσσεται το χαρακτηριστικό της εορτής π.χ. της Θείας Μεταμορφώσεως << Ο εν τω όρει τω Θαβώρ μεταμορφωθείς εν δόξη ενώπιον των αγίων Αυτού μαθητών και Αποστόλων, Χριστός ο αληθινός Θεός ημών... >>, που είναι το χαρακτηριστικό της Απόλυσης του Πάσχα. Στην Απόλυση ο ιερεύς επικαλείται τις πρεσβείες της Υπεραγίας Θεοτόκου, την δύναμη του Τιμίου και Ζωοποιού Σταυρού, την προστασία των Αγγέλων, τις ικεσίες του Τιμίου Προδρόμου, των Αποστόλων, των Μαρτύρων, των Πατέρων και όλων των αγίων της Εκκλησίας μας. Η Απόλυσις τελειώνει με το << Δι' ευχών των Αγίων Πατέρων ημών... >>, το οποίο σφραγίζει και όλες τις ιερουργίες. 

Δευτέρα 28 Ιουλίου 2014

Ήχος

Μουσικός όρος της Εκκλησιαστικής Βυζαντινής Μουσικής. Είναι η εμμελής πορεία της φωνής με ορισμένα χαρακτηριστικά γνωρίσματα ( απήχημα, κλίμακα, δεσπόζοντες φθόγγους κ. ά. ) Οι ήχοι της Εκκλ. Βυζ. μουσικής είναι οκτώ και διαιρούνται σε κυρίους Α΄, Β΄, Γ΄, Δ΄, και σε πλαγίους πλ. Α΄, πλ. Β΄, πλ. Γ΄ ή Βαρύς και πλ. Δ΄. Κάθε ήχος έχει τα δικά του χαρακτηριστικά γνωρίσματα.

Τετάρτη 16 Ιουλίου 2014

ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗ

ΚΕΦΑΛΑΙΟΝ Η΄

Στίχ. 1-13. Ο Χριστός είναι ο Αρχιερεύς του αληθινού θυσιαστηρίου και ο μεσίτης της Καινής Διαθήκης. 

Κεφάλαιον δε επί τοις λεγομένοις, τοιούτον  έχομεν αρχιερέα, ος εκάθισεν εν δεξιά του θρόνου της μεγαλωσύνης εν τοις ουρανοίς, 
2 των Αγίων λειτουργός και της σκηνής της αληθινής, ην έπηξεν ο Κύριος και ουκ άνθρωπος. 
3 πας γαρ αρχιερεύς εις το προσφέρειν δώρά τε και θυσίας καθίσταται όθεν αναγκαίον έχειν τι και τούτον ο προσενέγκη. 
4 ει μεν γαρ ην επί γης, ουδ' αν ην ιερεύς, όντων των ιερέων των προσφερόντων κατά τον νόμον τα δώρα, 
5 οίτινες υποδείγματι και σκιά λατρεύουσιν των επουρανίων, καθώς κεχρημάτισται Μωϋσής μέλλων επιτελείν την σκηνήν όρα γαρ φησι, ποιήσεις πάντα κατά τον τύπον τον δειχθέντα σοι εν τω όρει 
6 νυνί δε διαφορωτέρας τέτευχε λειτουργίας, όσω και κρείττονός εστι διαθήκης μεσίτης, ήτις επί κρείττοσιν επαγγελίαις νενομοθέτηται. 
7 ει γαρ η πρώτη εκείνη ην άμεμπτος, ουκ αν δευτέρας εζητείτο τόπος. 
8 μεμφόμενος γαρ αυτοίς λέγει ιδού ημέραι έρχονται, λέγει Κύριος, και συντελέσω επί τον οίκον Ισραήλ και επί τον οίκον Ιούδα διαθήκην καινήν, 
9 ου κατά την διαθήκην ην εποίησα τοις πατράσιν αυτών εν ημέρα επιλαβομένου μου της χειρός αυτών εξαγαγείν αυτούς εκ γης Αιγύπτου ότι αυτοί ουκ ενέμειναν εν τη διαθήκη μου, καγώ ημέλησα αυτών, λέγει Κύριος 
10 ότι αύτη η διαθήκη ην διαθήσομαι τω οίκω Ισραήλ μετά τας ημέρας εκείνας, λέγει Κύριος διδούς νόμους μου εις την διάνοιαν αυτών, και επί καρδίας αυτών επιγράψω αυτούς, και έσομαι αυτοίς εις Θεόν, και αυτοί έσονταί μοι εις λαόν. 
11 και ου μη διδάξωσιν έκαστος τον πολίτην αυτού και έκαστος τον αδελφόν αυτού, λέγων γνώθι τον Κύριον ότι πάντες ειδήσουσί με από μικρού αυτών έως μεγάλου αυτών 
12 ότι ίλεως έσομαι ταις αδικίαις αυτών, και των αμαρτιών αυτών και των ανομιών αυτών ου μη μνησθώ έτι. 
13 εν τω λέγειν καινήν πεπαλαίωκε την πρώτην το δε παλαιούμενον και γηράσκον εγγύς αφανισμού.