Σάββατο 27 Σεπτεμβρίου 2014

ΓΕΝΕΣΙΣ

ΚΕΦΑΛΑΙΟ 11

ΚΑΙ ἦν πᾶσα ἡ γῆ χεῖλος ἕν, καὶ φωνὴ μία πᾶσι. 2 καὶ ἐγένετο ἐν τῷ κινῆσαι αὐτοὺς ἀπὸ ἀνατολῶν, εὗρον πεδίον ἐν γῇ Σενναὰρ καὶ κατῴκησαν ἐκεῖ. 3 καὶ εἶπεν ἄνθρωπος τῷ πλησίον αὐτοῦ· δεῦτε πλινθεύσωμεν πλίνθους καὶ ὀπτήσωμεν αὐτὰς πυρί. καὶ ἐγένετο αὐτοῖς ἡ πλίνθος εἰς λίθον, καὶ ἄσφαλτος ἦν αὐτοῖς ὁ πηλός. 4 καὶ εἶπαν· δεῦτε οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἔσται ἡ κεφαλὴ ἕως τοῦ οὐρανοῦ, καὶ ποιήσωμεν ἑαυτοῖς ὄνομα πρὸ τοῦ διασπαρῆναι ἡμᾶς ἐπὶ προσώπου πάσης τῆς γῆς. 5 καὶ κατέβη Κύριος ἰδεῖν τὴν πόλιν καὶ τὸν πύργον, ὃν ᾠκοδόμησαν οἱ υἱοὶ τῶν ἀνθρώπων. 6 καὶ εἶπε Κύριος· ἰδοὺ γένος ἓν καὶ χεῖλος ἓν πάντων, καὶ τοῦτο ἤρξαντο ποιῆσαι, καὶ νῦν οὐκ ἐκλείψει ἀπ᾿ αὐτῶν πάντα, ὅσα ἂν ἐπιθῶνται ποιεῖν. 7 δεῦτε καὶ καταβάντες συγχέωμεν αὐτῶν ἐκεῖ τὴν γλῶσσαν, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τὴν φωνὴν τοῦ πλησίον. 8 καὶ διέσπειρεν αὐτοὺς Κύριος ἐκεῖθεν ἐπὶ πρόσωπον πάσης τῆς γῆς, καὶ ἐπαύσαντο οἰκοδομοῦντες τὴν πόλιν καὶ τὸν πύργον. 9 διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτῆς Σύγχυσις, ὅτι ἐκεῖ συνέχεε Κύριος τὰ χείλη πάσης τῆς γῆς, καὶ ἐκεῖθεν διέσπειρεν αὐτοὺς Κύριος ἐπὶ πρόσωπον πάσης τῆς γῆς. 10 Καὶ αὗται αἱ γενέσεις Σήμ. καί ἦν Σὴμ υἱὸς ἑκατὸν ἐτῶν, ὅτε ἐγέννησε τὸν ᾿Αρφαξάδ, δευτέρου ἔτους μετὰ τὸν κατακλυσμόν. 11 καὶ ἔζησε Σὴμ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν ᾿Αρφαξὰδ ἔτη πεντακόσια καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε. 12 Καὶ ἔζησεν ᾿Αρφαξὰδ ἑκατὸν τριάκοντα πέντε ἔτη καὶ ἐγέννησε τὸν Καϊνᾶν. 13 καὶ ἔζησεν ᾿Αρφαξὰδ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Καϊνᾶν ἔτη τετρακόσια καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε. Καὶ ἔζησε Καϊνᾶν ἑκατὸν καὶ τριάκοντα ἔτη καὶ ἐγέννησε τὸν Σαλά. καὶ ἔζησε Καϊνᾶν μετὰ τὸ γεννῆσαι αὐτὸν τόν Σαλὰ ἔτη τριακόσια τριάκοντα καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε. 14 Καὶ ἔζησε Σαλὰ ἑκατὸν τριάκοντα ἔτη καὶ ἐγέννησε τὸν ῞Εβερ. 15 καὶ ἔζησε Σαλὰ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν ῞Εβερ τριακόσια τριάκοντα ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε. 16 Καὶ ἔζησεν ῞Εβερ ἑκατὸν τριάκοντα τέσσαρα ετη καὶ ἐγέννησε τὸν Φαλέγ. 17 καί ἔζησεν ῞Εβερ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Φαλὲγ ἔτη διακόσια ἑβδομήκοντα καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε. 18 Καὶ ἔζησε Φαλὲγ τριάκοντα καὶ ἑκατὸν ἔτη καὶ ἐγέννησε τὸν Ραγαῦ. 19 καὶ ἔζησε Φαλὲγ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ραγαῦ ἐννέα καὶ διακόσια ἔτη καὶ ἐγέννησεν υἱούς καὶ θυγατέρας καὶ ἀπέθανε. 20 Καὶ ἔζησε Ραγαῦ ἑκατὸν τριάκοντα καὶ δύο ἔτη καὶ ἐγέννησε τὸν Σερούχ. 21 καὶ ἔζησε Ραγαῦ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Σεροὺχ διακόσια ἑπτὰ ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε. 22 καὶ ἔζησε Σεροὺχ ἑκατὸν τριάκοντα ἔτη καὶ ἐγέννησε τὸν Ναχώρ. 23 Καὶ ἔζησε Σερούχ, μετὰ τό γεννῆσαι αὐτὸν τὸν Ναχώρ, ἔτη διακόσια καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε. 24 Καὶ ἔζησε Ναχὼρ ἔτη ἑκατὸν ἑβδομήκοντα ἐννέα καὶ ἐγέννησε τὸν Θάρα. 25 καὶ ἔζησε Ναχώρ, μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Θάρα, ἔτη ἑκατὸν εἰκοσιπέντε καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε. 26 Καὶ ἔζησε Θάρα ἑβδομήκοντα ἔτη καὶ ἐγέννησε τὸν ῞Αβραμ καὶ τὸν Ναχὼρ καὶ τὸν ᾿Αρράν. 27 Αὗται αἱ γενέσεις Θάρα· Θάρα ἐγέννησε τὸν ῞Αβραμ καὶ τὸν Ναχὼρ καὶ τὸν ᾿Αρράν, καὶ ᾿Αρρὰν ἐγέννησε τὸν Λώτ. 28 καὶ ἀπέθανεν ᾿Αρρὰν ἐνώπιον Θάρα τοῦ πατρὸς αὐτοῦ ἐν τῇ γῇ, ᾗ ἐγεννήθη, ἐν τῇ χώρᾳ τῶν Χαλδαίων. 29 καὶ ἔλαβον ῞Αβραμ καὶ Ναχὼρ ἑαυτοῖς γυναῖκας· ὄνομα τῇ γυναικὶ ῞Αβραμ Σάρα, καὶ ὄνομα τῇ γυναικὶ Ναχὼρ Μελχά, θυγάτηρ ᾿Αρρὰν καὶ πατὴρ Μελχὰ καὶ πατὴρ ᾿Ιεσχά. 30 καὶ ἦν Σάρα στεῖρα καὶ οὐκ ἐτεκνοποίει. 31 καὶ ἔλαβε Θάρα τὸν ῞Αβραμ υἱὸν αὐτοῦ καὶ τὸν Λὼτ υἱὸν ᾿Αρράν, υἱὸν τοῦ υἱοῦ αὐτοῦ, καὶ τὴν Σάραν τὴν νύμφην αὐτοῦ, γυναῖκα ῞Αβραμ τοῦ υἱοῦ αὐτοῦ, καὶ ἐξήγαγεν αὐτοὺς ἐκ τῆς χώρας τῶν Χαλδαίων πορευθῆναι εἰς γῆν Χαναὰν καὶ ἦλθον ἕως Χαρρὰν καὶ κατῴκησεν ἐκεῖ. 32 καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Θάρα ἐν γῇ Χαρρὰν διακόσια πέντε ἔτη, καὶ ἀπέθανε Θάρα ἐν Χαρράν.

Παρασκευή 26 Σεπτεμβρίου 2014

Διακαινήσιμος εβδομάς

Είναι η πρώτη εβδομάδα μετά το Πάσχα. Η Διακαινήσιμος ( καινούρια ημέρα ) θεωρείται εκκλησιαστικά ως μία ημέρα και κατ' αυτήν ψάλλονται όλα τα αναστάσιμα τροπάρια και των οκτώ ήχων ( κάθε ημέρα και ένας ). Ο λειτουργός ιερεύς σε όλες τις ακολουθίες ενδύεται << άπασαν την ιερατικήν αυτού  στολήν >> και αρχίζει με το δοξολογικό τροπάριο << Δόξα τη αγία και ομοουσίω και ζωοποιώ Τριάδι πάντοτε... >> και συνεχίζει με τον αναστάσιμο παιάνα << Χριστός Ανέστη εκ νεκρών... >>. Την εβδομάδα της Διακαινησίμου υπάρχει ειδική, εναρκτήριος ακολουθία. 

Πέμπτη 25 Σεπτεμβρίου 2014

<< Μακάριος Ανήρ >>

Είναι η Στιχολογία του πρώτου Καθίσματος του ψαλτηρίου, που ψάλλεται στους Μεγάλους Εσπερινούς. Λέγεται << Μακάριος Ανήρ >> γιατί με τις λέξεις αυτές αρχίζει ο πρώτος στίχος του Καθίσματος ( ψαλ. Α΄ 1 ). 

Άμωμος

Ο 118ος ψαλμός ονομάζεται Άμωμος, γιατί αρχίζει με τη φράση << Μακάριοι οι Άμωμοι εν οδώ... >>. Αποτελείται από 176 στίχους και είναι ο εκτενέστερος ψαλμός. Ο 118ος ψαλμός διαβάζεται κάθε ημέρα το πρωί στο Μεσονυκτικό, εκτός Σαββάτου και Κυριακής, και χωρίζεται σε τρεις στάσεις: α΄στάση στίχοι 1-72, β΄στάση 73-131 και γ΄στάση 132-176. Οι στίχοι του 118ου ψαλμού, το πρωί του αγίου και Μεγάλου Σαββάτου προηγούνται των τροπαρίων των Εγκωμίων. Σήμερα η τάξη αυτή τηρείται μόνο στα μοναστήρια. Επίσης ο Άμωμος στιχολογείται την Κυριακή μετά τα Αναστάσιμα Καθίσματα της β΄ στιχολογίας και προ των Αναστασίμων Ευλογηταρίων, δηλ. στη θέση του Πολυελέου, ενω στιχολογία σε τρεις στάσεις ψάλλεται κατά την Νεκρώσιμη ακολουθία. 

ΓΕΝΕΣΙΣ

ΚΕΦΑΛΑΙΟ 10 

ΑΥΤΑΙ δὲ αἱ γενέσεις τῶν υἱῶν Νῶε, Σήμ, Χάμ, ᾿Ιάφεθ, καὶ ἐγεννήθησαν αὐτοῖς υἱοὶ μετὰ τὸν κατακλυσμόν. 2 Υἱοὶ ᾿Ιάφεθ· Γαμὲρ καὶ Μαγὼγ καὶ Μαδοὶ καὶ ᾿Ιωύαν καὶ ᾿Ελισὰ καὶ Θοβὲλ καὶ Μοσόχ καὶ Θείρας. 3 καὶ υἱοὶ Γαμέρ· ᾿Ασχανὰζ καὶ Ριφὰθ καὶ Θοργαμά. 4 καὶ υἱοὶ ᾿Ιωύαν· ᾿Ελισὰ καὶ Θάρσεις, Κίτιοι, Ρόδιοι. 5 ἐκ τούτων ἀφωρίσθησαν νῆσοι τῶν ἐθνῶν ἐν τῇ γῇ αὐτῶν, ἕκαστος κατὰ γλῶσσαν ἐν ταῖς φυλαῖς αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν. 6 Υἱοὶ δὲ Χάμ· Χοὺς καὶ Μερσαΐν Φοὺδ καὶ Χαναάν. 7 υἱοὶ δὲ Χούς· Σαβὰ καὶ Εὐϊλὰ καὶ Σαβαθὰ καὶ Ρεγμὰ καὶ Σαβαθακά. υἱοὶ δὲ Ρεγμά· Σαβὰ καὶ Δαδάν. 8 Χοὺς δὲ ἐγέννησε τὸν Νεβρώδ. οὗτος ἤρξατο εἶναι γίγας ἐπὶ τῆς γῆς· 9 οὗτος ἦν γίγας κυνηγὸς ἐναντίον Κυρίου τοῦ Θεοῦ· διὰ τοῦτο ἐροῦσιν, ὡς Νεβρὼδ γίγας κυνηγὸς ἐναντίον Κυρίου. 10 καὶ ἐγένετο ἀρχὴ τῆς βασιλείας αὐτοῦ Βαβυλὼν καὶ ᾿Ορὲχ καὶ ᾿Αρχὰδ καὶ Χαλάννη ἐν τῇ γῇ Σεναάρ. 11 ἐκ τῆς γῆς ἐκείνης ἐξῆλθεν ᾿Ασσοὺρ καὶ ᾠκοδόμησε τὴν Νινευΐ καὶ τὴν Ροωβὼθ πόλιν καὶ τὴν Χαλὰχ 12 καὶ τὴν Δασὴ ἀνὰ μέσον Νινευΐ καὶ ἀνὰ μέσο Χαλάχ· αὕτη ἡ πόλις μεγάλη. 13 καὶ Μεσραΐν ἐγέννησε τοὺς Λουδιεὶμ καὶ τοὺς ᾿Ενεμετιεὶμ καὶ τοὺς Λαβιεὶμ καὶ τοὺς Νεφθαλιεὶμ καὶ τοὺς Πατροσωνιεὶμ 14 καὶ τοὺς Χασλωνιείμ, ὅθεν ἐξῆλθε Φυλιστιείμ, καὶ τοὺς Καφθοριείμ. 15 Χαναὰν δὲ ἐγέννησε τὸν Σιδῶνα πρωτότοκον αὐτοῦ 16 καὶ τὸν Χετταῖον καὶ τὸν ᾿Ιεβουσαῖον καὶ τὸν ᾿Αμορραῖον καὶ τὸν Γεργεσαῖον καὶ τὸν Εὐαῖον καὶ τὸν ᾿Αρουκαῖον 17 καὶ τὸν ᾿Ασενναῖον καὶ τὸν ᾿Αράδιον καὶ τὸν Σαμαραῖον καὶ τὸν ᾿Αμαθί. 18 καὶ μετὰ τοῦτο διεσπάρησαν αἱ φυλαὶ τῶν Χαναναίων, 19 καὶ ἐγένετο τὰ ὅραι τῶν Χαναναίων ἀπὸ Σιδῶνος ἕως ἐλθεῖν εἰς Γεραρὰ καὶ Γαζάν, ἕως ἐλθεῖν ἕως Σοδόμων καὶ Γομόρρας, ᾿Αδαμὰ καὶ Σεβωΐμ ἕως Δασά. 20 οὗτοι υἱοὶ Χάμ, ἐν ταῖς φυλαῖς αὐτῶν, κατὰ γλώσσας αὐτῶν, ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν. 21 Καὶ τῷ Σὴμ ἐγεννήθη καὶ αὐτῷ, πατρὶ πάντων τῶν υἱῶν ῞Εβερ, ἀδελφῷ ᾿Ιάφεθ τοῦ μείζονος. 22 υἱοὶ Σήμ· ᾿Ελὰμ καὶ ᾿Ασσοὺρ καὶ ᾿Αρφαξὰδ καὶ Λοὺδ καὶ ᾿Αρὰμ καὶ Καϊνᾶν. 23 καὶ υἱοὶ ᾿Αράμ· Οὒζ καί Οὒλ καὶ Γατὲρ καὶ Μοσόχ. 24 καὶ ᾿Αρφαξὰδ ἐγέννησε τὸν Καϊνᾶν, καὶ Καϊνᾶν ἐγέννησε τὸν Σαλά, Σαλὰ δὲ ἐγέννησε τὸν ῞Εβερ. 25 καὶ τῷ ῞Εβερ ἐγεννήθησαν δύο υἱοί· ὄνομα τῷ ἑνὶ Φαλέγ, ὅτι ἐν ταῖς ἡμέραις αὐτοῦ διεμερίσθη ἡ γῆ, καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ ᾿Ιεκτάν. 26 ᾿Ιεκτὰν δὲ ἐγέννησε τὸν ᾿Ελμωδὰδ καὶ Σαλὲθ καὶ τὸν Σαρμὼθ καὶ ᾿Ιαρὰχ καὶ ῾Οδορρὰ καὶ Αἰβὴλ καὶ Δεκλὰ 27 καὶ Εὐὰλ καὶ ᾿Αβιμαὲλ καὶ Σαβὰ 28 καὶ Οὐφεὶρ καὶ Εὐειλὰ καὶ ᾿Ιωβάβ. 29 πάντες οὗτοι υἱοὶ ᾿Ιεκτάν. 30 καὶ ἐγένετο ἡ κατοίκησις αὐτῶν ἀπὸ Μασσῆ ἕως ἐλθεῖν εἰς Σαφηρά, ὄρος ἀνατολῶν. 31 οὗτοι υἱοὶ Σήμ, ἐν ταῖς φυλαῖς αὐτῶν, κατὰ γλώσσας αὐτῶν, ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν. 32 Αὗται αἱ φυλαὶ υἱῶν Νῶε κατὰ γενέσεις αὐτῶν, κατὰ ἔθνη αὐτῶν· ἀπὸ τούτων διεσπάρησαν νῆσοι τῶν ἐθνῶν ἐπὶ τῆς γῆς μετὰ τὸν κατακλυσμόν.