Σάββατο 11 Οκτωβρίου 2014

ΓΕΝΕΣΙΣ

ΚΕΦΑΛΑΙΟΝ 13
ΑΝΕΒΗ δὲ ῞Αβραμ ἐξ Αἰγύπτου, αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ καὶ πάντα τὰ αὐτοῦ καὶ Λὼτ μετ᾿ αὐτοῦ, εἰς τὴν ἔρημον. 2 ῞Αβραμ δὲ ἦν πλούσιος σφόδρα κτήνεσι καὶ ἀργυρίῳ καὶ χρυσίῳ. 3 καὶ ἐπορεύθη ὅθεν ἦλθεν εἰς τὴν ἔρημον ἕως Βαιθήλ, ἕως τοῦ τόπου, οὗ ἦν ἡ σκηνὴ αὐτοῦ τὸ πρότερον, ἀνὰ μέσον Βαιθὴλ καὶ ἀνὰ μέσον ᾿Αγγαί, 4 εἰς τὸν τόπον τοῦ θυσιαστηρίου, οὗ ἐποίησεν ἐκεῖ τὴν ἀρχήν· καὶ ἐπεκαλέσατο ἐκεῖ ῞Αβραμ τὸ ὄνομα τοῦ Κυρίου. 5 καὶ Λὼτ τῷ συμπορευομένῳ μετὰ ῞Αβραμ ἦν πρόβατα καὶ βόες καὶ σκηναί. 6 καὶ οὐκ ἐχώρει αὐτοὺς ἡ γῆ κατοικεῖν ἅμα, ὅτι ἦν τὰ ὑπάρχοντα αὐτῶν πολλά, καὶ οὐκ ἐχώρει αὐτοὺς ἡ γῆ κατοικεῖν ἅμα. 7 καὶ ἐγένετο μάχη ἀνὰ μέσον τῶν ποιμένων τῶν κτηνῶν τοῦ ῞Αβραμ καὶ ἀνὰ μέσον τῶν ποιμένων τῶν κτηνῶν τοῦ Λώτ· οἱ δὲ Χαναναῖοι καὶ οἱ Φερεζαῖοι τότε κατῴκουν τὴν γῆν. 8 εἶπε δὲ ῞Αβραμ τῷ Λώτ· μὴ ἔστω μάχη ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ καὶ ἀνὰ μέσον τῶν ποιμένων μου καὶ ἀνὰ μέσον τῶν ποιμένων σου, ὅτι ἄνθρωποι ἀδελφοί ἐσμεν ἡμεῖς. 9 οὐκ ἰδοὺ πᾶσα ἡ γῆ ἐναντίον σου ἐστί; διαχωρίσθητι ἀπ᾿ ἐμοῦ· εἰ σὺ εἰς ἀριστερά, ἐγὼ εἰς δεξιά· εἰ δὲ σὺ εἰς δεξιά, ἐγὼ εἰς ἀριστερά. 10 καὶ ἐπάρας Λὼτ τοὺς ὀφθαλμοὺς αὐτοῦ, ἐπεῖδε πᾶσαν τὴν περίχωρον τοῦ ᾿Ιορδάνου, ὅτι πᾶσα ἦν ποτιζομένη πρὸ τοῦ καταστρέψαι τὸν Θεὸν Σόδομα καὶ Γόμορρα, ὡς ὁ παράδεισος τοῦ Θεοῦ καὶ ὡς ἡ γῆ Αἰγύπτου, ἕως ἐλθεῖν εἰς Ζόγορα. 11 καὶ ἐξελέξατο ἑαυτῷ Λὼτ πᾶσαν τὴν περίχωρον τοῦ ᾿Ιορδάνου, καὶ ἀπῇρε Λὼτ ἀπὸ ἀνατολῶν, καὶ διεχωρίσθησαν ἕκαστος ἀπὸ τοῦ ἀδελφοῦ αὐτοῦ. 12 ῞Αβραμ δὲ κατῴκησεν ἐν γῇ Χαναάν, Λὼτ δὲ κατῴκησεν ἐν πόλει τῶν περιχώρων καὶ ἐσκήνωσεν ἐν Σοδόμοις· 13 οἱ δὲ ἄνθρωποι οἱ ἐν Σοδόμοις πονηροὶ καὶ ἁμαρτωλοὶ ἐναντίον τοῦ Θεοῦ σφόδρα. 14 ῾Ο δὲ Θεὸς εἶπε τῷ ῞Αβραμ μετὰ τὸ διαχωρισθῆναι τὸν Λὼτ ἀπ᾿ αὐτοῦ· ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου καὶ ἴδε ἀπὸ τοῦ τόπου, οὗ νῦν σύ εἶ, πρὸς βορρᾶν καὶ λίβα καὶ ἀνατολὰς καὶ θάλασσαν· 15 ὅτι πᾶσαν τὴν γῆν, ἣν σὺ ὁρᾷς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου ἕως αἰῶνος. 16 καὶ ποιήσω τὸ σπέρμα σου ὡς τὴν ἄμμον τῆς γῆς· εἰ δύναταί τις ἐξαριθμῆσαι τὴν ἄμμον τῆς γῆς, καὶ τὸ σπέρμα σου ἐξαριθμηθήσεται. 17 ἀναστὰς διόδευσον τὴν γῆν εἴς τε τὸ μῆκος αὐτῆς καὶ εἰς τὸ πλάτος, ὅτι σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου εἰς τὸν αἰῶνα. 18 καὶ ἀποσκηνώσας ῞Αβραμ, ἐλθὼν κατῴκησε παρὰ τὴν δρῦν τὴν Μαμβρῆ, ἣ ἦν ἐν Χεβρώμ, καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ.

Δευτέρα 6 Οκτωβρίου 2014

ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗ

ΚΕΦΑΛΑΙΟΝ ΙΑ΄ 

Στίχ. 1-40. Ηρωϊκά παραδείγματα πίστεως παλαιότερα και μεταγενέστερα.

Εστι δε πίστις ελπιζομένων υπόστασις, πραγμάτων έλεγχος ου βλεπομένων. 
2 εν ταύτη γαρ εμαρτυρήθησαν οι πρεσβύτεροι. 
3 Πίστει νοούμεν κατηρτίσθαι τους αιώνας ρήματι Θεού, εις το μη εκ φαινομένων τα βλεπόμενα γεγονέναι. 
4 Πίστει πλείονα θυσίαν Άβελ παρά Κάϊν προσήνεγκε τω Θεώ, δι' ης εμαρτυρήθη είναι δίκαιος, μαρτυρούντος επί τοις δώροις αυτού του Θεού, και δι' αυτής αποθανών έτι λαλείται. 
5 Πίστει Ενώχ μετετέθη του μη ιδείν θάνατον, και ουχ ευρίσκετο, διότι μετέθηκεν αυτόν ο Θεός προ γαρ της μεταθέσεως αυτού μεμαρτύρηται ευηρεστηκέναι τω Θεώ 
6 χωρίς δε πίστεως αδύνατον ευαρεστήσαι πιστεύσαι γαρ δει τον προσερχόμενον τω Θεώ ότι έστι και τοις εκζητούσιν αυτόν μισθαποδότης γίνεται. 
7 Πίστει χρηματισθείς Νώε περί των μηδέπω βλεπομένων, ευλαβηθείς κατεσκεύασε κιβωτόν εις σωτηρίαν του οίκου αυτού, δι' ης κατέκρινε τον κόσμον, και της κατά πίστιν δικαιοσύνης εγένετο κληρονόμος. 
8 Πίστει καλούμενος Αβραάμ υπήκουσεν εξελθείν εις τον τόπον ον έμελλε λαμβάνειν εις κληρονομίαν, και εξήλθε μη επιστάμενος που έρχεται. 
9 Πίστει παρώκησεν εις την γην της επαγγελίας ως αλλοτρίαν, εν σκηναίς κατοικήσας μετά Ισαάκ και Ιακώβ των συγκληρονόμων της επεγγελίας της αυτής 
10 εξεδέχετο γαρ της τους θεμελίους έχουσαν πόλιν, ης τεχνίτης και δημιουργός ο Θεός. 
11 Πίστει και αυτή Σάρρα δύναμιν εις καταβολήν σπέρματος έλαβε και παρά καιρόν ηλικίας έτεκεν, επεί πιστόν ηγήσατο τον επαγγειλάμενον. 
12 διό και εφ' ενός εγεννήθησαν, και ταύτα νενεκρωμένου, καθώς τα άστρα του ουρανού τω πλήθει και ως η άμμος η παρά το χείλος της θαλάσσης . 
13 Κατά πίστιν απέθανον ούτοι πάντες, μη λαβόντες τας επαγγελίας, αλλά πόρρωθεν αυτάς ιδόντες και ασπασάμενοι, και ομολογήσαντες ότι ξένοι και παρεπίδημοί εισιν επί της γης. 
14 οι γαρ τοιαύτα λέγοντες εμφανίζουσιν ότι πατρίδα επιζητούσι. 
15 και ει μεν εκείνης εμνημόνευον, αφ' ης εξήλθον, είχον αν καιρόν ανακάμψαι 
16 νυν δε κρείττονος ορέγονται, τουτ' έστιν επουρανίου. διό ουκ επαισχύνεται αυτούς ο Θεός Θεός επικαλείσθαι αυτών ητοίμασε γαρ αυτοίς πόλιν. 
17 Πίστει προσενήνοχεν Αβραάμ τον Ισαάκ πειραζόμενος, και τον μονογενή προσέφερεν ο τας επαγγελίας αναδεξάμενος, 
18 προς ον ελαλήθη ότι εν Ισαάκ κληθήσεταί σοι σπέρμα, 
19 λογισάμενος ότι και εκ νεκρών εγείρειν δυνατός ο Θεός όθεν αυτόν και εν παραβολή εκομίσατο. 
20 Πίστει περί μελλόντων ευλόγησεν Ισαάκ τον Ιακώβ και τον Ησαύ. 
21 Πίστει Ιακώβ αποθνήσκων έκαστον των υιών Ιωσήφ ευλόγησε, και προσεκύνησεν επί το άκρον της ράβδου αυτού. 
22 Πίστει Ιωσήφ τελευτών περί της εξόδου των υιών Ισραήλ εμνημόνευσε και περί των οστέων αυτού ενετείλατο. 
23 Πίστει Μωϋσής γεννηθείς εκρύβη τρίμηνον υπό των πατέρων αυτού, διότι είδον αστείον το παιδίον, και ουκ εφοβήθησαν το διάταγμα του βασιλέως. 
24 Πίστει Μωϋσής μέγας γενόμενος ηρνήσατο λέγεσθαι υιός θυγατρός Φαραώ, 
25 μάλλον ελόμενος συγκακουχείσθαι τω λαώ του Θεού ή πρόσκαιρον έχειν αμαρτίας απόλαυσιν, 
26 μείζονα πλούτον ηγησάμενος των Αιγύπτου θησαυρών τον ονειδισμόν του Χριστού απέβλεπε γαρ εις την μισθαποδοσίαν. 
27 Πίστει κατέλιπεν Αίγυπτον μη φοβηθείς τον θυμόν του βασιλέως τον γαρ αόρατον ως ορών εκαρτέρησε. 
28 Πίστει πεποίηκε το πάσχα και την πρόσχυσιν του αίματος, ίνα μη ο ολοθρεύων τα πρωτότοκα θίγη αυτών. 
29 Πίστει διέβησαν την Ερυθράν θάλασσαν ως διά ξηράς, ης  πείραν λαβόντες οι Αιγύπτιοι κατεπόθησαν. 
30 Πίστει τα τείχη Ιεριχώ έπεσε κυκλωθέντα επί επτά ημέρας. 
31 Πίστει Ραάβ η πόρνη ου συναπώλετο τοις απειθήσασι, δεξαμένη τους κατασκόπους μετ' ειρήνης. 
32 Και τι έτι λέγω; επιλείψει γαρ με διηγούμενον ο χρόνος περί Γεδεών, Βαράκ τε και Σαμψών και Ιεφθάε, Δαυΐδ τε και Σαμουήλ και των προφητών, 
33 οι διά πίστεως κατηγωνίσαντο βασιλείας, ειργάσαντο δικαιοσύνην, επέτυχον επαγγελιών, έφραξαν στόματα λεόντων, 
34 έσβεσαν δύναμιν πυρός, έφυγον στόματα μαχαίρας, ενεδυναμώθησαν από ασθενείας, εγενήθησαν ισχυροί εν πολέμω, παρεμβολάς έκλιναν αλλοτρίων 
35 έλαβον γυναίκες εξ αναστάσεως τους νεκρούς αυτών άλλοι δε ετυμπανίσθησαν, ου προσδεξάμενοι την απολύτρωσιν, ίνα κρείττονος αναστάσεως τύχωσιν 
36 έτεροι δε εμπαιγμών και μαστίγων πείραν έλαβον, έτι δε δεσμών και φυλακής 
37 ελιθάσθησαν, επρίσθησαν, επειράσθησαν, εν φόνω μαχαίρας απέθανον, περιήλθον εν μηλωταίς, εν αιγείοις δέρμασιν, υστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, 
38 ων ουκ ην άξιος ο κόσμος, εν ερημίαις πλανώμενοι και όρεσι και σπηλαίοις και ταις οπαίς της γης. 
39 Και ούτοι πάντες μαρτυρηθέντες διά της πίστεως ουκ εκομίσαντο την επεγγελίαν 
40 του Θεού περί ημών κρείττόν τι προβλεψαμένου, ίνα μη χωρίς ημών τελειωθώσι.

Παρασκευή 3 Οκτωβρίου 2014

ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗ

ΚΕΦΑΛΑΙΟΝ Ι΄ 

Στίχ. 1-10. Αι θυσίαι του Μωσαϊκού νόμου ανεπαρκείς.

Σκιάν γαρ έχων ο νόμος των μελλόντων αγαθών, ουκ αυτήν την εικόνα των πραγμάτων, κατ' ενιαυτόν ταις αυταίς θυσίαις ας προσφέρουσιν εις το διηνεκές, ουδέποτε δύναται τους προσερχομένους τελειώσαι 
2 επεί ουκ αν επαύσαντο προσφερόμεναι, διά το μηδεμίαν έχειν έτι συνείδησιν αμαρτιών τους λατρεύοντας, άπαξ κεκαθαρμένους; 
3 αλλ' εν αυταίς ανάμνησις αμαρτιών κατ' ενιαυτόν 
4 αδύνατον γαρ αίμα ταύρων και τράγων αφαιρείν αμαρτίας. 
5 Διό εισερχόμενος εις τον κόσμον λέγει θυσίαν και προσφοράν ουκ ηθέλησας, σώμα δε κατηρτίσω μοι 
6 ολοκαυτώματα και περί αμαρτίας ουκ ευδόκησας 
7 τότε είπον ιδού ήκω, εν κεφαλίδι βιβλίου γέγραπται περί εμού, του ποιήσαι, ο Θεός, το θέλημά σου. 
8 ανώτερον λέγων ότι θυσίαν και προσφοράν και ολοκαυτώματα και περί αμαρτίας ουκ ηθέλησας ουδέ ευδόκησας, αίτινες κατά τον νόμον προσφέρονται, 
9 τότε είρηκεν ιδού ήκω του ποιήσαι, ο Θεός, το θέλημά σου. αναιρεί το πρώτον ίνα το δεύτερον στήση. 
10 εν ω θελήματι ηγιασμένοι εσμέν διά της προσφοράς του σώματος του Ιησού Χριστού εφάπαξ. 

Στίχ. 11-18. Μόνη αποτελεσματική η θυσία του Χρίστου.

11 Και πας μεν ιερεύς έστηκε καθ' ημέραν λειτουργών και τας αυτάς πολλάκις προσφέρων θυσίας, αίτινες ουδέποτε δύνανται περιελείν αμαρτίας 
12 αυτός δε μίαν υπέρ αμαρτιών προσενέγκας θυσίαν εις το διηνεκές εκάθισεν εν δεξιά του Θεού, 
13 το λοιπόν εκδεχόμενος έως τεθώσιν οι εχθροί αυτού υποπόδιον των ποδών αυτού. 
14 μιά γαρ προσφορά τετελείωκεν εις το διηνεκές τους αγιαζομένους. 
15 Μαρτυρεί δε ημίν και το Πνεύμα το Άγιον μετά γαρ το προειρηκέναι, 
16 αύτη η διαθήκη ην διαθήσομαι προς αυτούς μετά τας ημέρας εκείνας, λέγει Κύριος διδούς νόμους μου επί καρδίας αυτών, και επί των διανοιών αυτών επιγράψω αυτούς, 
17 και των αμαρτιών αυτών και των ανομιών αυτών ου μη μνησθώ έτι. 
18 όπου δε άφεσις τούτων, ουκέτι προσφορά περί αμαρτίας.

Στίχ. 19-25. Ανάγκη στηριγμού εις την πίστιν. 

19 Έχοντε ουν, αδελφοί, παρρησίαν εις την είσοδον των Αγίων εν τω αίματι του Ιησού, 
20 ην ενεκαίνισεν ημίν οδόν πρόσφατον και ζώσαν διά του καταπετάσματος, τουτ' έστι της σαρκός αυτού, 
21 αι ιερέα μέγαν επί τον οίκον του Θεού, 
22 προσερχώμεθα μετά αληθινής καρδίας εν πληροφορία πίστεως ερραντισμένοι τας καρδίας από συνειδήσεως πονηράς, 
23 και λελουμένοι το σώμα ύδατι καθαρώ κατέχωμεν την ομολογίαν της ελπίδος ακλινή πιστός γαρ ο επαγγειλάμενος 
24 και κατανοώμεν αλλήλους εις παροξυσμόν αγάπης και καλών έργων, 
25 μη εγκαταλείποντες την απισυναγωγήν εαυτών, καθώς έθος τισίν, αλλά παρακαλούντες, και τοσούτω μάλλον, όσω βλέπετε εγγίζουσαν την ημέραν. 

Στίχ. 26-31. Τιμωρίαι εκείνων οι οποίοι θεληματικώς αμαρτάνουν. 

26 Εκουσίως γαρ αμαρτανόντων ημών μετά το λαβείν την επίγνωσιν της αληθείας, ουκέτι περί αμαρτιών απολείπεται θυσία, 
27 φοβερά δε τις εκδοχή κρίσεως και πυρός ζήλος εσθίειν μέλλοντος τους υπεναντίους. 
28 αθετήσας τις νόμον Μωϋσέως χωρίς οικτιρμών επί δυσίν ή τρισί μάρτυσιν αποθνήσκει 
29 πόσω δοκείτε χείρονος αξιωθήσεται τιμωρίας ο τον υιόν του Θεού καταπατήσας και το αίμα της διαθήκης κοινόν ηγησάμενος, εν ω ηγιάσθη, και το Πνεύμα της χάριτος ενυβρίσας; 
30 οίδαμεν γαρ τον ειπόντα εμοί εκδίκησις, εγώ ανταποδώσω, λέγει Κύριος και πάλιν Κύριος κρινεί τον λαόν αυτού. 
31 φοβερόν το εμπεσείν εις χείρας Θεού ζώντος.

Στίχ. 32-39. Έχομεν ανάγκην υπομονής. 

32 Αναμιμνήσκεσθε δε τας πρότερον ημέρας, εν αις φωτισθέντες πολλήν άθλησιν υπεμείνατε παθημάτων, 
33 τούτο μεν ονειδισμοίς τε και θλίψεσι θεατριζόμενοι, τούτο δε κοινωνοί των ούτως αναστρεφομένων γενηθέντες. 
34 και γαρ τοις δεσμοίς μου συνεπαθήσατε και την αρπαγήν των υπαρχόντων υμών μετά χαράς προσεδέξασθε, γινώσκοντες έχειν εν εαυτοίς κρείττονα ύπαρξιν εν ουρανοίς και μένουσαν. 
35 Μη αποβάλητε ουν την παρρησίαν υμών, ήτις έχει μισθαποδοσίαν μεγάλην. 
36 υπομονής γαρ έχετε χρείαν, ίνα το θέλημα του Θεού ποιήσαντες κομίσησθε την επαγγελίαν. 
37 έτι γαρ μικρόν όσον όσον, ο ερχόμενος ήξει και ου χρονιεί. 
38 ο δε δίκαιος εκ πίστεως ζήσεται και  εάν υποστείληται, ουκ ευδοκεί η ψυχή μου εν αυτώ. 
39 ημείς δε ουκ εσμέν υποστολής εις απώλειαν, αλλά πίστεως εις περιποίησιν ψυχής. 

Τετάρτη 1 Οκτωβρίου 2014

ΓΕΝΕΣΙΣ

ΚΕΦΑΛΑΙΟΝ 12 


ΚΑΙ εἶπε Κύριος τῷ ῞Αβραμ· ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου καὶ δεῦρο εἰς τὴν γῆν, ἣν ἄν σοι δείξω· 2 καὶ ποιήσω σε εἰς ἔθνος μέγα καὶ εὐλογήσω σε καὶ μεγαλυνῶ τὸ ὄνομά σου, καὶ ἔσῃ εὐλογημένος· 3 καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε καὶ τοὺς καταρωμένους σε καταράσομαι· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς. 4 καὶ ἐπορεύθη ῞Αβραμ, καθάπερ ἐλάλησεν αὐτῷ Κύριος, καὶ ᾤχετο μετ᾿ αὐτοῦ Λώτ. ῞Αβραμ δὲ ἦν ἐτῶν ἑβδομηκονταπέντε, ὅτε ἐξῆλθε ἐκ Χαρράν. 5 καὶ ἔλαβεν ῞Αβραμ Σάραν τὴν γυναῖκα αὐτοῦ καὶ τὸν Λὼτ υἱὸν τοῦ ἀδελφοῦ αὐτοῦ καὶ πάντα τὰ ὑπάρχοντα αὐτῶν, ὅσα ἐκτήσαντο, καὶ πᾶσαν ψυχήν, ἣν ἐκτήσαντο ἐκ Χαρράν, καὶ ἐξήλθοσαν πορευθῆναι εἰς γῆν Χαναάν. 6 καὶ διώδευσεν ῞Αβραμ τὴν γῆν εἰς τὸ μῆκος αὐτῆς ἕως τοῦ τόπου Συχέμ, ἐπὶ τὴν δρῦν τὴν ὑψηλήν· οἱ δὲ Χαναναῖοι τότε κατῴκουν τὴν γῆν. 7 καὶ ὤφθη Κύριος τῷ ῞Αβραμ καὶ εἶπεν αὐτῷ· τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. καὶ ᾠκοδόμησεν ἐκεῖ ῞Αβραμ θυσιαστήριον Κυρίῳ τῷ ὀφθέντι αὐτῷ. 8 καὶ ἀπέστη ἐκεῖθεν εἰς τὸ ὄρος κατὰ ἀνατολὰς Βαιθὴλ καὶ ἔστησεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ, Βαιθὴλ κατὰ θάλασσαν καὶ ᾿Αγγαὶ κατὰ ἀνατολάς· καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ καὶ ἐπεκαλέσατο ἐπὶ τῷ ὀνόματι Κυρίου. 9 καὶ ἀπῇρεν ῞Αβραμ καὶ πορευθεὶς ἐστρατοπέδευσεν ἐν τῇ ἐρήμῳ. 10 Καὶ ἐγένετο λιμὸς ἐπὶ τῆς γῆς, καὶ κατέβη ῞Αβραμ εἰς Αἴγυπτον παροικῆσαι ἐκεῖ, ὅτι ἐνίσχυσεν ὁ λιμὸς ἐπὶ τῆς γῆς. 11 ἐγένετο δέ, ἡνίκα ἤγγισεν ῞Αβραμ εἰσελθεῖν εἰς Αἴγυπτον, εἶπεν ῞Αβραμ Σάρᾳ τῇ γυναικί· γινώσκω ἐγώ, ὅτι γυνὴ εὐπρόσωπος εἶ· 12 ἔσται οὖν, ὡς ἂν ἴδωσί σε οἱ Αἰγύπτιοι, ἐροῦσιν ὅτι γυνὴ αὐτοῦ ἐστιν αὐτή, καὶ ἀποκτενοῦσί με, σὲ δὲ περιποιήσονται. 13 εἰπὸν οὖν, ὅτι ἀδελφὴ αὐτοῦ εἰμι, ὅπως ἂν εὖ μοι γένηται διὰ σέ, καὶ ζήσεται ἡ ψυχή μου ἕνεκέν σου. 14 ἐγένετο δέ, ἡνίκα εἰσῆλθεν ῞Αβραμ εἰς Αἴγυπτον, ἰδόντες οἱ Αἰγύπτιοι τὴν γυναῖκα αὐτοῦ, ὅτι καλὴ ἦν σφόδρα, 15 καὶ εἶδον αὐτὴν οἱ ἄρχοντες Φαραὼ καὶ ἐπῄνεσαν αὐτὴν πρὸς Φαραὼ καὶ εἰσήγαγον αὐτὴν εἰς τὸν οἶκον Φαραώ· 16 καὶ τῷ ῞Αβραμ εὖ ἐχρήσαντο δι᾿ αὐτήν, καὶ ἐγένοντο αὐτῷ πρόβατα καὶ μόσχοι καὶ ὄνοι καὶ παῖδες καὶ παιδίσκαι καὶ ἡμίονοι καὶ κάμηλοι. 17 καὶ ἤτασεν ὁ Θεὸς τὸν Φαραὼ ἐτασμοῖς μεγάλοις καὶ πονηροῖς καὶ τὸν οἶκον αὐτοῦ περὶ Σάρας τῆς γυναικὸς ῞Αβραμ. 18 καλέσας δὲ Φαραὼ τὸν ῞Αβραμ εἶπε· τί τοῦτο ἐποίησάς μοι, ὅτι οὐκ ἀπήγγειλάς μοι, ὅτι γυνή σου ἐστίν; 19 ἱνατί εἶπας ὅτι ἀδελφή μου ἐστί; καὶ ἔλαβον αὐτὴν ἐμαυτῷ γυναῖκα, καὶ νῦν ἰδοὺ ἡ γυνή σου ἔναντί σου· λαβὼν ἀπότρεχε. 20 καὶ ἐνετείλατο Φαραὼ ἀνδράσι περὶ ῞Αβραμ συμπροπέμψαι αὐτὸν καὶ τὴν γυναῖκα αὐτοῦ καὶ πάντα, ὅσα ἦν αὐτῷ.

Δευτέρα 29 Σεπτεμβρίου 2014

Προσευχή εμπιστοσύνης προς τον Κύριον

Κύριε, δεν ξέρω τι να ζητιανέψω από Εσένα. Μόνον Εσύ γνωρίζεις τι. Συ με αγαπάς περισσότερο από όσο εγώ ξέρω να αγαπώ τον εαυτό μου. Πατέρα, δώσε στον δούλο σου εκείνο που ούτε να ζητήσω δεν μπορώ. Δεν τολμώ να Σου ζητιανέψω ούτε πάθη ούτε απόλαυση, παρά μόνο στέκομαι μπροστά Σου με την καρδιά μου ανοικτή απέναντί Σου. Συ βλέπεις τις ανάγκες που εγώ δεν βλέπω, κοίταξέ με και πράξε κατά το έλεός Σου. Χτύπησε και θεράπευσε, ρίξε με και ανύψωσέ με. Πάλλομαι και σιωπώ μπροστά στην άγια θέλησή Σου και μπροστά στις κρίσεις Σου για μένα. Προσφέρω τον εαυτό μου ως θυσία προς Εσένα. Δεν υπάρχει μέσα μου άλλη επιθυμία παρά μόνο να εκπληρώσω το θέλημά Σου. Μάθε με να προσεύχομαι. Έλα Εσύ ο Ίδιος μέσα μου να προσεύχεσαι 
Αμήν! 

Αγίου Φιλαρέτου,
Μητροπολίτου Μόσχας