Δευτέρα 27 Οκτωβρίου 2014

ΓΕΝΕΣΙΣ

ΚΕΦΑΛΑΙΟΝ 16

ΣΑΡΑ δὲ γυνὴ ῞Αβραμ οὐκ ἔτικτεν αὐτῷ. ἦν δὲ αὐτῇ παιδίσκη Αἰγυπτία, ᾗ ὄνομα ῎Αγαρ. 2 εἶπε δὲ Σάρα πρὸς ῞Αβραμ· ἰδοὺ συνέκλεισέ με Κύριος τοῦ μὴ τίκτειν· εἴσελθε οὖν πρὸς τὴν παιδίσκην μου, ἵνα τεκνοποιήσωμαι ἐξ αὐτῆς. ὑπήκουσε δὲ ῞Αβραμ τῆς φωνῆς Σάρας. 3 καὶ λαβοῦσα Σάρα ἡ γυνὴ ῞Αβραμ ῎Αγαρ τὴν Αἰγυπτίαν τὴν ἑαυτῆς παιδίσκην, μετὰ δέκα ἔτη τοῦ οἰκῆσαι ῞Αβραμ ἐν γῇ Χαναάν, ἔδωκεν αὐτὴν τῷ ῞Αβραμ ἀνδρὶ αὐτῆς αὐτῷ γυναῖκα. 4 καὶ εἰσῆλθε πρὸς ῎Αγαρ, καὶ συνέλαβε. καὶ εἶδεν ὅτι ἐν γαστρὶ ἔχει, καὶ ἠτιμάσθη ἡ κυρία ἐναντίον αὐτῆς. 5 εἶπε δὲ Σάρα πρὸς ῞Αβραμ· ἀδικοῦμαι ἐκ σοῦ· ἐγὼ δέδωκα τὴν παιδίσκην μου εἰς τὸν κόλπον σου, ἰδοῦσα δὲ ὅτι ἐν γαστρὶ ἔχει, ἠτιμάσθην ἐναντίον αὐτῆς· κρίναι ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. 6 εἶπε δὲ ῞Αβραμ πρὸς Σάραν· ἰδοὺ ἡ παιδίσκη σου ἐν ταῖς χερσί σου· χρῶ αὐτῇ ὡς ἄν σοι ἀρεστόν ᾖ. καὶ ἐκάκωσεν αὐτὴν Σάρα, καὶ ἀπέδρα ἀπὸ προσώπου αὐτῆς. 7 Εὗρε δὲ αὐτὴν ἄγγελος Κυρίου ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος ἐν τῇ ἐρήμῳ, ἐπὶ τῆς πηγῆς ἐν τῇ ὁδῷ Σούρ. 8 καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος Κυρίου. ῎Αγαρ, παιδίσκη Σάρας, πόθεν ἔρχῃ καὶ ποῦ πορεύῃ; καὶ εἶπεν· ἀπὸ προσώπου Σάρας τῆς κυρίας μου ἐγὼ ἀποδιδράσκω. 9 εἶπε δὲ αὐτῇ ὁ ἄγγελος Κυρίου· ἀποστράφηθι πρὸς τὴν κυρίαν σου καὶ ταπεινώθητι ὑπὸ τὰς χεῖρας αὐτῆς. 10 καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος Κυρίου· πληθύνων πληθυνῶ τὸ σπέρμα σου, καὶ οὐκ ἀριθμηθήσεται ὑπὸ τοῦ πλήθους. 11 καί εἶπεν αὐτῇ ὁ ἄγγελος Κυρίου· ἰδού, σὺ ἐν γαστρί ἔχεις καὶ τέξῃ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ᾿Ισμαήλ, ὅτι ἐπήκουσε Κύριος τῇ ταπεινώσει σου. 12 οὗτος ἔσται ἄγροικος ἄνθρωπος αἱ χεῖρες αὐτοῦ ἐπὶ πάντας, καὶ αἱ χεῖρες πάντων ἐπ᾿ αὐτόν, καὶ κατὰ πρόσωπον πάντων τῶν ἀδελφῶν αὐτοῦ κατοικήσει. 13 καὶ ἐκάλεσεν ῎Αγαρ τὸ ὄνομα Κυρίου τοῦ λαλοῦντος πρὸς αὐτήν· σὺ ὁ Θεὸς ὁ ἐπιδών με, ὅτι εἶπε· καὶ γὰρ ἐνώπιον εἶδον ὀφθέντα μοι. 14 ἕνεκεν τούτου ἐκάλεσε τὸ φρέαρ Φρέαρ οὗ ἐνώπιον εἶδον· ἰδοὺ ἀνὰ μέσον Κάδης καὶ ἀνὰ μέσον Βαράδ. 15 Καὶ ἔτεκεν ῎Αγαρ τῷ ῞Αβραμ υἱόν, καὶ ἐκάλεσεν ῞Αβραμ τὸ ὄνομα τοῦ υἱοῦ αὐτοῦ, ὃν ἔτεκεν αὐτῷ ῎Αγαρ, ᾿Ισμαήλ. 16 ῞Αβραμ δὲ ἦν ἐτῶν ὀγδοηκονταέξ, ἡνίκα ἔτεκεν ῎Αγαρ τῷ ῞Αβραμ τὸν ᾿Ισμαήλ.

Τετάρτη 22 Οκτωβρίου 2014

ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗ

ΚΕΦΑΛΑΙΟΝ ΙΒ΄

Στίχ. Τα ευεργετικά αποτελέσματα των θλίψεων.

Τοιγαρούν και ημείς, τοσούτον έχοντες περικείμενον ημίν νέφος μαρτύρων, όγκον αποθέμενοι πάντα και την ευπερίστατον αμαρτίαν, δι' υπομονής τρέχωμεν τον προκείμενον ημίν αγώνα,
2 αφορώντες εις τον της πίστεως αρχηγόν και τελειωτήν Ιησούν, ος αντί της προκειμένης αυτώ χαράς υπέμεινε σταυρόν, αισχύνης καταφρονήσας, εν δεξιά τε του θρόνου του Θεού κεκάθικεν.
3 αναλογίσασθε γαρ τον τοιαύτην υπομεμενηκότα υπό των αμαρτωλών εις αυτόναντιλογίαν, ίνα μη κάμητε ταις ψυχαίς υμών εκλυόμενοι.
4 Ούπω μέχρις αίματος αντικατέστητε προς την αμαρτίαν ανταγωνιζόμενοι, 
5 και εκλέλησθε της παρακλήσεως, ήτις υμίν ως υιοίς διαλέγεται υιέ μου, μη ολιγώρει παιδείας Κυρίου, μηδέ εκλύου υπ' αυτού ελεγχόμενος. 
6 ον γαρ αγαπά Κύριος παιδεύει, μαστιγοί δε πάντα υιόν ον παραδέχεται. 
7 ει παιδείαν υπομένετε, ως υιοίς υμίν προσφέρεται ο Θεός τις γαρ εστιν υιός ον ου παιδεύει πατήρ; 
8 ει δε χωρίς εστε παιδείας, ης μέτοχοι γεγόνασι πάντες, άρα νόθοι εστέ και ουχ υιοί. 
9 είτα τους μεν της σαρκός ημών πατέρας είχομεν παιδευτάς και ενετρεπόμεθα ου πολλώ μάλλον υποταγησόμεθα τω πατρί των πνευμάτων και ζήσομεν; 
10 οι μεν γαρ προς ολίγας ημέρας κατά το δοκούν αυτοίς επαίδευον, ο δε επί το συμφέρον, εις το μεταλαβείν της αγιότητος αυτού. 
11 πάσα δε παιδεία προς μεν το παρόν ου δοκεί χαράς είναι, αλλά λύπης, ύστερον δε καρπόν ειρηνικόν τοις δι' αυτής γεγυμνασμένοις αποδίδωσι δικαιοσύνης. 
12 Διό τας παρειμένας χείρας και τα παραλελυμένα γόνατα ανορθώσατε, 
13 και τροχιάς ορθάς ποιήσατε τοις ποσίν υμών, ίνα μη το χωλόν εκτραπή, ιαθή δε μάλλον.

Στίχ. 14-17. Αναγκαιότης της ειρήνης και του αγιασμού. 

14 Ειρήνην διώκετε μετά πάντων, και τον αγιασμόν, ου χωρίς ουδείς όψεται τον Κύριον, 
15 επισκοπούντες μη τις υστερών από της χάριτος του Θεού, μη τις ρίζα πικρίας άνω φύουσα ενοχλή και διά ταύτης μιανθώσι πολλοί, 
16 μη τις πόρνος ή βέβηλος ως Ησαύ, ος αντί βρώσεως μιάς απέδοτο τα πρωτοτόκια αυτού. 
17 ίστε γαρ ότι και μετέπειτα, θέλων κληρονομήσαι την ευλογίαν, απεδοκιμάσθη μετανοίας γαρ τόπον ουχ εύρε, καίπερ μετά δακρύων εκζητήσας αυτήν. 

Στίχ. 18-29. Η Καινή Διαθήκη ανωτέρα της Παλαιάς. Προσοχή λοιπόν. 

18 Ου γαρ προσεληλύθατε ψηλαφωμένω όρει και κακαυμένω πυρί και γνόφω και σκότω και θυέλλη 
19 και σάλπιγγος ήχω και φωνή ρημάτων, ης οι ακούσαντες παρητήσαντο μη προστεθήναι αυτοίς λόγον 
20 ουκ έφερον γαρ το διαστελλόμενον καν θηρίον θίγη του όρους, λιθοβοληθήσεται 
21 και ούτω φοβερόν ην το φανταζόμενον! Μωϋσής είπεν έκφοβός ειμι και έντρομος 
22 αλλά προσεληλύθατε Σιών όρει και πόλει Θεού ζώντος, Ιερουσαλήμ επουρανίω, και μυριάσιν αγγέλων, 
23 πανηγύρει και εκκλησία πρωτοτόκων εν ουρανοίς απογεγραμμένων, και κριτή Θεώ πάντων, και πνεύμασι δικαίων τετελειωμένων, 
24 και διαθήκης νέας μεσίτη Ιησού, και αίματι ραντισμού κρείττον λαλούντι παρά τον Άβελ. 
25 Βλέπετε μη παραιτήσησθε τον λαλούντα. ει γαρ εκείνοι ουκ έφυγον τον επί της γης παραιτησάμενοι χρηματίζοντα, πολλώ μάλλον ημείς οι τον απ' ουρανών αποστρεφόμενοι 
26 ου η φωνή την γην εσάλευσε τότε, νυν δε επήγγελται λέγων έτι άπαξ εγώ σείω ου μόνον την γην, αλλά και τον ουρανόν. 
27 το δε έτι άπαξ δηλοί των σαλευομένων την μετάθεσιν ως πεποιημένων, ίνα μείνη τα μη σαλευόμενα. 
28 Διό βασιλείαν ασάλευτον παραλαμβάνοντες έχωμεν χάριν, δι' ης λατρεύωμεν ευαρέστως τω Θεώ μετά αιδούς και ευλαβείας 
29 και γαρ ο Θεός ημών πυρ καταναλίσκον. 

Τρίτη 21 Οκτωβρίου 2014

ΓΕΝΕΣΙΣ

ΚΕΦΑΛΑΙΟΝ 15

ΜΕΤΑ δὲ τὰ ρήματα ταῦτα ἐγενήθη ρῆμα Κυρίου πρὸς ῞Αβραμ ἐν ὁράματι, λέγων· μὴ φοβοῦ ῞Αβραμ, ἐγὼ ὑπερασπίζω σου· ὁ μισθός σου πολὺς ἔσται σφόδρα. 2 λέγει δὲ ῞Αβραμ· δέσποτα Κύριε, τί μοι δώσεις; ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος· ὁ δὲ υἱὸς Μασὲκ τῆς οἰκογενοῦς μου, οὗτος Δαμασκὸς ᾿Ελιέζερ. 3 καὶ εἶπεν ῞Αβραμ· ἐπειδὴ ἐμοὶ οὐκ ἔδωκας σπέρμα, ὁ δὲ οἰκογενής μου κληρονομήσει μοι. 4 καὶ εὐθὺς φωνὴ Κυρίου ἐγένετο πρὸς αὐτὸν λέγουσα· οὐ κληρονομήσει σε οὗτος, ἀλλ᾿ ὃς ἐξελεύσεται ἐκ σοῦ, οὗτος κληρονομήσει σε. 5 ἐξήγαγε δὲ αὐτὸν ἔξω καὶ εἶπεν αὐτῷ· ἀνάβλεψον δὴ εἰς τὸν οὐρανὸν καὶ ἀρίθμησον τοὺς ἀστέρας, εἰ δυνήσῃ ἐξαριθμῆσαι αὐτούς. καὶ εἶπεν· οὕτως ἔσται τὸ σπέρμα σου. 6 καὶ ἐπίστευσεν ῞Αβραμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. 7 εἶπε δὲ πρὸς αὐτόν· ἐγὼ ὁ Θεὸς ὁ ἐξαγαγών σε ἐκ χώρας Χαλδαίων, ὥστε δοῦναί σοι τὴν γῆν ταύτην κληρονομῆσαι. 8 εἶπε δέ, Δέσποτα Κύριε, κατὰ τί γνώσομαι ὅτι κληρονομήσω αὐτήν; 9 εἶπε δὲ αὐτῷ· λάβε μοι δάμαλιν τριετίζουσαν καὶ αἶγα τριετίζουσαν καὶ κριὸν τριετίζοντα καὶ τρυγόνα καὶ περιστεράν. 10 ἔλαβε δὲ αὐτῷ πάντα ταῦτα καὶ διεῖλεν αὐτὰ μέσα καὶ ἔθηκεν αὐτὰ ἀντιπρόσωπα ἀλλήλοις, τὰ δὲ ὄρνεα οὐ διεῖλε. 11 κατέβη δὲ ὄρνεα ἐπὶ τὰ σώματα, ἐπὶ τὰ διχοτομήματα αὐτῶν, καὶ συνεκάθησεν αὐτοῖς ῞Αβραμ. 12 περὶ δὲ ἡλίου δυσμὰς ἔκστασις ἐπέπεσε τῷ ῞Αβραμ, καὶ ἰδοὺ φόβος σκοτεινὸς μέγας ἐπιπίπτει αὐτῷ. 13 καὶ ἐρρέθη πρὸς ῞Αβραμ· γινώσκων γνώσῃ ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, καὶ δουλώσουσιν αὐτοὺς καὶ κακώσουσιν αὐτοὺς καὶ ταπεινώσουσιν αὐτοὺς τετρακόσια ἔτη. 14 τὸ δὲ ἔθνος, ᾧ ἐὰν δουλεύσωσι, κρινῶ ἐγώ· μετὰ δὲ ταῦτα ἐξελεύσονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς. 15 σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου ἐν εἰρήνῃ, τραφεὶς ἐν γήρᾳ καλῷ. 16 τετάρτῃ δὲ γενεᾷ ἀποστραφήσονται ὧδε· οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν ᾿Αμορραίων ἕως τοῦ νῦν. 17 ἐπεὶ δὲ ὁ ἥλιος ἐγένετο πρὸς δυσμάς, φλὸξ ἐγένετο, καὶ ἰδοὺ κλίβανος καπνιζόμενος καὶ λαμπάδες πυρός, αἳ διῆλθον ἀνὰ μέσον τῶν διχοτομημάτων τούτων. 18 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ διέθετο Κύριος τῷ ῞Αβραμ διαθήκην λέγων· τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην, ἀπὸ τοῦ ποταμοῦ Αἰγύπτου ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου, ποταμοῦ Εὐφράτου, 19 τοὺς Κεναίους καὶ τοὺς Κενεζαίους καὶ τούς Κεδμωναίους 20 καὶ τοὺς Χετταίους καὶ τοὺς Φερεζαίους καὶ Ραφαεὶν καὶ τοὺς ᾿Αμορραίους καὶ τοὺς Χαναναίους καὶ τοὺς Εὐαίους καὶ τοὺς Γεργεσαίους καὶ τοὺς ᾿Ιεβουσαίους.

Πέμπτη 16 Οκτωβρίου 2014

ΓΕΝΕΣΙΣ

ΚΕΦΑΛΑΙΟΝ 14


ΕΓΕΝΕΤΟ δὲ ἐν τῇ βασιλείᾳ τῇ ᾿Αμαρφὰλ βασιλέως Σενναάρ, καὶ ᾿Αριὼχ βασιλέως ᾿Ελλασάρ, Χοδολλογομὸρ βασιλεὺς ᾿Ελὰμ καὶ Θαργὰλ βασιλεὺς ἐθνῶν 2 ἐποίησαν πόλεμον μετὰ Βαλλὰ βασιλέως Σοδόμων καὶ μετὰ Βαρσὰ βασιλέως Γομόρρας καὶ μετὰ Σενναὰρ βασιλέως ᾿Αδαμὰ καὶ μετὰ Συμοβὸρ βασιλέως Σεβωείμ, καὶ βασιλέως Βαλάκ (αὕτη ἐστὶ Σηγώρ). 3 πάντες οὗτοι συνεφώνησαν ἐπὶ τὴν φάραγγα τὴν ἁλυκὴν (αὕτη ἡ θάλασσα τῶν ἁλῶν). 4 δώδεκα ἔτη αὐτοὶ ἐδούλευσαν τῷ Χοδολλογομόρ, τῷ δὲ τρισκαιδεκάτῳ ἔτει ἀπέστησαν. 5 ἐν δὲ τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει ἦλθε Χοδολλογομὸρ καὶ οἱ βασιλεῖς μετ᾿ αὐτοῦ καὶ κατέκοψαν τοὺς γίγαντας τοὺς ἐν ᾿Ασταρὼθ καὶ Καρναΐν, καὶ ἔθνη ἰσχυρὰ ἅμα αὐτοῖς καὶ τοὺς ᾿Ομμαίους τοὺς ἐν Σαυῇ τῇ πόλει 6 καὶ τοὺς Χορραίους τοὺς ἐν τοῖς ὄρεσι Σηείρ, ἕως τῆς τερεβίνθου τῆς Φαράν, ἥ ἐστιν ἐν τῇ ἐρήμῳ. 7 καὶ ἀναστρέψαντες ἦλθον ἐπὶ τὴν πηγὴν τῆς κρίσεως (αὕτη ἐστὶ Κάδης) καὶ κατέκοψαν πάντας τοὺς ἄρχοντας ᾿Αμαλὴκ καὶ τοὺς ᾿Αμορραίους τοὺς κατοικοῦντας ἐν ᾿Ασασονθαμάρ. 8 ἐξῆλθε δὲ βασιλεὺς Σοδόμων καὶ βασιλεὺς Γομόρρας καὶ βασιλεὺς ᾿Αδαμὰ καὶ βασιλεὺς Σεβωεὶμ καὶ βασιλεὺς Βαλάκ (αὕτη ἐστὶ Σηγώρ) καὶ παρετάξαντο αὐτοῖς εἰς πόλεμον ἐν τῇ κοιλάδι τῇ ἁλυκῇ, 9 πρὸς Χοδολλογομὸρ βασιλέα ᾿Ελὰμ καὶ Θαργὰλ βασιλέα ἐθνῶν καὶ ᾿Αμαρφὰλ βασιλέα Σενναὰρ καὶ ᾿Αριὼχ βασιλέα ᾿Ελλασάρ, οἱ τέσσαρες βασιλεῖς πρὸς τοὺς πέντε. 10 ἡ δὲ κοιλὰς ἡ ἁλυκή, φρέατα ἀσφάλτου. ἔφυγε δὲ βασιλεὺς Σοδόμων καὶ βασιλεὺς Γομόρρας καὶ ἐνέπεσαν ἐκεῖ, οἱ δὲ καταλειφθέντες εἰς τὴν ὀρεινὴν ἔφυγον. 11 ἔλαβον δὲ τὴν ἵππον πᾶσαν τὴν Σοδόμων καὶ Γομόρρας καὶ πάντα τὰ βρώματα αὐτῶν καὶ ἀπῆλθον. 12 ἔλαβον δὲ καὶ τὸν Λὼτ τὸν υἱὸν τοῦ ἀδελφοῦ ῞Αβραμ καὶ τὴν ἀποσκευὴν αὐτοῦ καὶ ἀπῴχοντο· ἦν γὰρ κατοικῶν ἐν Σοδόμοις. 13 Παραγενόμενος δὲ τῶν ἀνασωθέντων τις ἀπήγγειλεν ῞Αβραμ τῷ περάτῃ· αὐτὸς δὲ κατῴκει παρὰ τῇ δρυΐ τῇ Μαμβρῇ ᾿Αμορραίου τοῦ ἀδελφοῦ ᾿Εσχὼλ καὶ τοῦ ἀδελφοῦ Αὐνάν, οἳ ἦσαν συνωμόται τοῦ ῞Αβραμ. 14 ἀκούσας δὲ ῞Αβραμ ὅτι ᾐχμαλώτευται Λὼτ ὁ ἀδελφιδοῦς αὐτοῦ, ἠρίθμησε τοὺς ἰδίους οἰκογενεῖς αὐτοῦ, τριακοσίους δέκα καὶ ὀκτώ, καὶ κατεδίωξεν ὀπίσω αὐτῶν ἕως Δάν. 15 καὶ ἐπέπεσεν ἐπ᾿ αὐτοὺς τὴν νύκτα αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ, καὶ ἐπάταξεν αὐτοὺς καὶ κατεδίωξεν αὐτοὺς ἕως Χοβά, ἥ ἐστιν ἐν ἀριστερᾷ Δαμασκοῦ. 16 καὶ ἀπέστρεψε πᾶσαν τὴν ἵππον Σοδόμων, καὶ Λὼτ τὸν ἀδελφιδοῦν αὐτοῦ ἀπέστρεψε καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ καὶ τὰς γυναῖκας καὶ τὸν λαόν. 17 ᾿Εξῆλθε δὲ βασιλεὺς Σοδόμων εἰς συνάντησιν αὐτῷ, μετὰ τὸ ὑποστρέψαι αὐτὸν ἀπὸ τῆς κοπῆς τοῦ Χοδολλογομὸρ καὶ τῶν βασιλέων τῶν μετ᾿ αὐτοῦ, εἰς τὴν κοιλάδα τοῦ Σαβύ (τοῦτο ἦν τὸ πεδίον τῶν βασιλέων). 18 καὶ Μελχισεδὲκ βασιλεὺς Σαλὴμ ἐξήνεγκεν ἄρτους καὶ οἶνον· ἦν δὲ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου. 19 καὶ εὐλόγησε τὸν ῞Αβραμ καὶ εἶπεν· εὐλογημένος ῞Αβραμ τῷ Θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν. 20 καὶ εὐλογητὸς ὁ Θεὸς ὁ ὕψιστος, ὃς παρέδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σοι. καὶ ἔδωκεν αὐτῷ ῞Αβραμ δεκάτην ἀπὸ πάντων. 21 εἶπε δὲ βασιλεὺς Σοδόμων πρὸς ῞Αβραμ· δός μοι τοὺς ἄνδρας, τὴν δὲ ἵππον λάβε σεαυτῷ. 22 εἶπε δὲ ῞Αβραμ πρὸς τὸν βασιλέα Σοδόμων· ἐκτενῶ τὴν χεῖρά μου πρὸς Κύριον τὸν Θεὸν τὸν ὕψιστον, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν, 23 εἰ ἀπὸ σπαρτίου ἕως σφυρωτῆρος ὑποδήματος λήψομαι ἀπὸ πάντων τῶν σῶν, ἵνα μὴ εἴπῃς, ὅτι ἐγὼ ἐπλούτισα τὸν ῞Αβραμ· 24 πλὴν ὧν ἔφαγον οἱ νεανίσκοι καὶ τῆς μερίδος τῶν ἀνδρῶν τῶν συμπορευθέντων μετ᾿ ἐμοῦ, ᾿Εσχώλ, Αὐνάν, Μαμβρῆ, οὗτοι λήψονται μερίδα.

Σάββατο 11 Οκτωβρίου 2014

ΓΕΝΕΣΙΣ

ΚΕΦΑΛΑΙΟΝ 13
ΑΝΕΒΗ δὲ ῞Αβραμ ἐξ Αἰγύπτου, αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ καὶ πάντα τὰ αὐτοῦ καὶ Λὼτ μετ᾿ αὐτοῦ, εἰς τὴν ἔρημον. 2 ῞Αβραμ δὲ ἦν πλούσιος σφόδρα κτήνεσι καὶ ἀργυρίῳ καὶ χρυσίῳ. 3 καὶ ἐπορεύθη ὅθεν ἦλθεν εἰς τὴν ἔρημον ἕως Βαιθήλ, ἕως τοῦ τόπου, οὗ ἦν ἡ σκηνὴ αὐτοῦ τὸ πρότερον, ἀνὰ μέσον Βαιθὴλ καὶ ἀνὰ μέσον ᾿Αγγαί, 4 εἰς τὸν τόπον τοῦ θυσιαστηρίου, οὗ ἐποίησεν ἐκεῖ τὴν ἀρχήν· καὶ ἐπεκαλέσατο ἐκεῖ ῞Αβραμ τὸ ὄνομα τοῦ Κυρίου. 5 καὶ Λὼτ τῷ συμπορευομένῳ μετὰ ῞Αβραμ ἦν πρόβατα καὶ βόες καὶ σκηναί. 6 καὶ οὐκ ἐχώρει αὐτοὺς ἡ γῆ κατοικεῖν ἅμα, ὅτι ἦν τὰ ὑπάρχοντα αὐτῶν πολλά, καὶ οὐκ ἐχώρει αὐτοὺς ἡ γῆ κατοικεῖν ἅμα. 7 καὶ ἐγένετο μάχη ἀνὰ μέσον τῶν ποιμένων τῶν κτηνῶν τοῦ ῞Αβραμ καὶ ἀνὰ μέσον τῶν ποιμένων τῶν κτηνῶν τοῦ Λώτ· οἱ δὲ Χαναναῖοι καὶ οἱ Φερεζαῖοι τότε κατῴκουν τὴν γῆν. 8 εἶπε δὲ ῞Αβραμ τῷ Λώτ· μὴ ἔστω μάχη ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ καὶ ἀνὰ μέσον τῶν ποιμένων μου καὶ ἀνὰ μέσον τῶν ποιμένων σου, ὅτι ἄνθρωποι ἀδελφοί ἐσμεν ἡμεῖς. 9 οὐκ ἰδοὺ πᾶσα ἡ γῆ ἐναντίον σου ἐστί; διαχωρίσθητι ἀπ᾿ ἐμοῦ· εἰ σὺ εἰς ἀριστερά, ἐγὼ εἰς δεξιά· εἰ δὲ σὺ εἰς δεξιά, ἐγὼ εἰς ἀριστερά. 10 καὶ ἐπάρας Λὼτ τοὺς ὀφθαλμοὺς αὐτοῦ, ἐπεῖδε πᾶσαν τὴν περίχωρον τοῦ ᾿Ιορδάνου, ὅτι πᾶσα ἦν ποτιζομένη πρὸ τοῦ καταστρέψαι τὸν Θεὸν Σόδομα καὶ Γόμορρα, ὡς ὁ παράδεισος τοῦ Θεοῦ καὶ ὡς ἡ γῆ Αἰγύπτου, ἕως ἐλθεῖν εἰς Ζόγορα. 11 καὶ ἐξελέξατο ἑαυτῷ Λὼτ πᾶσαν τὴν περίχωρον τοῦ ᾿Ιορδάνου, καὶ ἀπῇρε Λὼτ ἀπὸ ἀνατολῶν, καὶ διεχωρίσθησαν ἕκαστος ἀπὸ τοῦ ἀδελφοῦ αὐτοῦ. 12 ῞Αβραμ δὲ κατῴκησεν ἐν γῇ Χαναάν, Λὼτ δὲ κατῴκησεν ἐν πόλει τῶν περιχώρων καὶ ἐσκήνωσεν ἐν Σοδόμοις· 13 οἱ δὲ ἄνθρωποι οἱ ἐν Σοδόμοις πονηροὶ καὶ ἁμαρτωλοὶ ἐναντίον τοῦ Θεοῦ σφόδρα. 14 ῾Ο δὲ Θεὸς εἶπε τῷ ῞Αβραμ μετὰ τὸ διαχωρισθῆναι τὸν Λὼτ ἀπ᾿ αὐτοῦ· ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου καὶ ἴδε ἀπὸ τοῦ τόπου, οὗ νῦν σύ εἶ, πρὸς βορρᾶν καὶ λίβα καὶ ἀνατολὰς καὶ θάλασσαν· 15 ὅτι πᾶσαν τὴν γῆν, ἣν σὺ ὁρᾷς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου ἕως αἰῶνος. 16 καὶ ποιήσω τὸ σπέρμα σου ὡς τὴν ἄμμον τῆς γῆς· εἰ δύναταί τις ἐξαριθμῆσαι τὴν ἄμμον τῆς γῆς, καὶ τὸ σπέρμα σου ἐξαριθμηθήσεται. 17 ἀναστὰς διόδευσον τὴν γῆν εἴς τε τὸ μῆκος αὐτῆς καὶ εἰς τὸ πλάτος, ὅτι σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου εἰς τὸν αἰῶνα. 18 καὶ ἀποσκηνώσας ῞Αβραμ, ἐλθὼν κατῴκησε παρὰ τὴν δρῦν τὴν Μαμβρῆ, ἣ ἦν ἐν Χεβρώμ, καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ.