Σάββατο 15 Νοεμβρίου 2014

ΓΕΝΕΣΙΣ

ΚΑΦΑΛΑΙΟΝ 18


ΩΦΘΗ δὲ αὐτῷ ὁ Θεὸς πρὸς τῇ δρυΐ τῇ Μαμβρῇ, καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας. 2 ἀναβλέψας δέ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε, καὶ ἰδοὺ τρεῖς ἄνδρες εἱστήκεισαν ἐπάνω αὐτοῦ· καὶ ἰδὼν προσέδραμεν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν. 3 καὶ εἶπε· κύριε, εἰ ἄρα εὗρον χάριν ἐναντίον σου, μὴ παρέλθῃς τὸν παῖδά σου· 4 ληφθήτω δὴ ὕδωρ, καὶ νιψάτωσαν τοὺς πόδας ὑμῶν, καὶ καταψύξατε ὑπὸ τὸ δένδρον· 5 καὶ λήψομαι ἄρτον, καὶ φάγεσθε, καὶ μετὰ τοῦτο παρελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν, οὗ ἕνεκεν ἐξεκλίνατε πρὸς τὸν παῖδα ὑμῶν. καὶ εἶπαν· οὕτω ποίησον, καθὼς εἴρηκας. 6 καὶ ἔσπευσεν ῾Αβραὰμ ἐπὶ τὴν σκηνὴν πρὸς Σάρραν καὶ εἶπεν αὐτῇ· σπεῦσον καὶ φύρασον τρία μέτρα σεμιδάλεως καὶ ποίησον ἐγκρυφίας. 7 καὶ εἰς τὰς βόας ἔδραμεν ῾Αβραὰμ καὶ ἔλαβεν ἁπαλὸν μοσχάριον καὶ καλὸν καὶ ἔδωκε τῷ παιδί, καὶ ἐτάχυνε τοῦ ποιῆσαι αὐτό. 8 ἔλαβε δὲ βούτυρον, καὶ γάλα, καὶ τὸ μοσχάριον ὃ ἐποίησε, καὶ παρέθηκεν αὐτοῖς, καὶ ἔφαγον· αὐτὸς δὲ παρειστήκει αὐτοῖς ὑπὸ τὸ δένδρον. 9 Εἶπε δὲ πρὸς αὐτόν· ποῦ Σάρρα ἡ γυνή σου; ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἰδοὺ ἐν τῇ σκηνῇ. 10 εἶπε δέ· ἐπαναστρέφων ἥξω πρὸς σὲ κατὰ τὸν καιρὸν τοῦτον εἰς ὥρας, καὶ ἕξει υἱὸν Σάρρα ἡ γυνή σου. Σάρρα δὲ ἤκουσε πρὸς τῇ θύρᾳ τῆς σκηνῆς, οὖσα ὄπισθεν αὐτοῦ. 11 ῾Αβραὰμ δὲ καὶ Σάρρα πρεσβύτεροι προβεβηκότες ἡμερῶν, ἐξέλιπε δὲ τῇ Σάρρᾳ γίνεσθαι τὰ γυναικεῖα. 12 ἐγέλασε δὲ Σάρρα ἐν ἑαυτῇ, λέγουσα· οὔπω μέν μοι γέγονεν ἕως τοῦ νῦν, ὁ δὲ κύριός μου πρεσβύτερος. 13 καὶ εἶπε Κύριος πρὸς ῾Αβραάμ· τί ὅτι ἐγέλασε Σάρρα ἐν ἑαυτῇ, λέγουσα· ἆρά γε ἀληθῶς τέξομαι; ἐγὼ δὲ γεγήρακα. 14 μὴ ἀδυνατήσει παρὰ τῷ Θεῷ ρῆμα; εἰς τὸν καιρὸν τοῦτον ἀναστρέψω πρὸς σὲ εἰς ὥρας· καὶ ἔσται τῇ Σάρρᾳ υἱός. 15 ἠρνήσατο δὲ Σάρρα λέγουσα· οὐκ ἐγέλασα· ἐφοβήθη γάρ. καὶ εἶπεν αὐτῇ· οὐχί, ἀλλὰ ἐγέλασας. 16 ᾿Εξαναστάντες δὲ ἐκεῖθεν οἱ ἄνδρες κατέβλεψαν ἐπὶ πρόσωπον Σοδόμων καὶ Γομόρρας. ῾Αβραὰμ δὲ συνεπορεύετο μετ᾿ αὐτῶν συμπροπέμπων αὐτούς. 17 ὁ δὲ Κύριος εἶπεν· οὐ μὴ κρύψω ἐγὼ ἀπὸ ῾Αβραὰμ τοῦ παιδός μου, ἃ ἐγὼ ποιῶ. 18 ῾Αβραὰμ δὲ γινόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολύ, καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς. 19 ᾔδειν γὰρ ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ καὶ τῷ οἴκῳ αὐτοῦ μετ᾿ αὐτόν, καὶ φυλάξουσι τὰς ὁδοὺς Κυρίου ποιεῖν δικαιοσύνην καὶ κρίσιν, ὅπως ἂν ἐπαγάγῃ Κύριος ἐπὶ ῾Αβραὰμ πάντα, ὅσα ἐλάλησε πρὸς αὐτόν. 20 εἶπε δὲ Κύριος· κραυγὴ Σοδόμων καὶ Γομόρρας πεπλήθυνται πρός με, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα. 21 καταβὰς οὖν ὄψομαι, εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρός με συντελοῦνται, εἰ δὲ μή, ἵνα γνῶ. 22 καὶ ἀποστρέψαντες ἐκεῖθεν οἱ ἄνδρες ἦλθον εἰς Σόδομα. ῾Αβραὰμ δὲ ἔτι ἦν ἑστηκὼς ἐναντίον Κυρίου. 23 καὶ ἐγγίσας ῾Αβραὰμ εἶπε· μὴ συναπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής; 24 ἐὰν ὦσι πεντήκοντα δίκαιοι ἐν τῇ πόλει, ἀπολεῖς αὐτούς; οὐκ ἀνήσεις πάντα τὸν τόπον ἕνεκεν τῶν πεντήκοντα δικαίων, ἐὰν ὦσιν ἐν αὐτῇ; 25 μηδαμῶς σὺ ποιήσεις ὡς τὸ ρῆμα τοῦτο, τοῦ ἀποκτεῖναι δίκαιον μετὰ ἀσεβοῦς, καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής. μηδαμῶς· ὁ κρίνων πᾶσαν τὴν γῆν, οὐ ποιήσεις κρίσιν; 26 εἶπε δὲ Κύριος· ἐὰν ὦσιν ἐν Σοδόμοις πεντήκοντα δίκαιοι ἐν τῇ πόλει, ἀφήσω ὅλην τὴν πόλιν καὶ πάντα τὸν τόπον δι᾿ αὐτούς. 27 καὶ ἀποκριθεὶς ῾Αβραὰμ εἶπε· νῦν ἠρξάμην λαλῆσαι πρὸς τὸν Κύριόν μου, ἐγὼ δέ εἰμι γῆ καὶ σποδός· 28 ἐὰν δὲ ἐλαττονωθῶσιν οἱ πεντήκοντα δίκαιοι εἰς τεσσαρακονταπέντε, ἀπολεῖς ἕνεκεν τῶν πέντε πᾶσαν τὴν πόλιν; καὶ εἶπεν· οὐ μὴ ἀπολέσω, ἐὰν εὕρω ἐκεῖ τεσσσαρακονταπέντε. 29 καὶ προσέθηκεν ἔτι λαλῆσαι πρὸς αὐτόν, καὶ εἶπεν· ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ τεσσαράκοντα; καὶ εἶπεν· οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν τεσσαράκοντα. 30 καὶ εἶπε· μή τι κύριε, ἐὰν λαλήσω; ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ τριάκοντα; καὶ εἶπεν· οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν τριάκοντα. 31 καὶ εἶπεν· ἐπειδὴ ἔχω λαλῆσαι πρὸς τὸν κύριον· ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ εἴκοσι; καὶ εἶπεν· οὐ μὴ ἀπολέσω, ἐὰν εὕρω ἐκεῖ εἴκοσι. 32 καὶ εἶπε· μήτι κύριε, ἐὰν λαλήσω ἔτι ἅπαξ· ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ δέκα; καὶ εἶπεν· οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν δέκα. 33 ἀπῆλθε δὲ ὁ Κύριος, ὡς ἐπαύσατο λαλῶν τῷ ῾Αβραάμ, καὶ ῾Αβραὰμ ἀπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ.

Δευτέρα 10 Νοεμβρίου 2014

ΕΠΙΣΤΟΛΑΙ ΚΑΘΟΛΙΚΑΙ

ΙΑΚΩΒΟΥ 
ΠΕΤΡΟΥ Α΄ 
ΠΕΤΡΟΥ Β΄
ΙΩΑΝΝΟΥ Α΄
ΙΩΑΝΝΟΥ Β΄
ΙΩΑΝΝΟΥ Γ΄ 
ΙΟΥΔΑ



Ούτω τιτλοφορούνται επτά επιστολαί της Κ. Διαθήκης, εκ των οποίων τέσσαρες μεν μαρτυρούνται υπ' αυτών των προοιμίων ως γραφείσαι αι δύο υπό του Πέτρου, μία υπό του Ιακώβου και η άλλη υπό του Ιούδα τρεις δε αποδίδονται εις τον Ιωάννην. Πολύ ενωρίς αι επιστολαί αυταί απετέλεσαν ίδιον όμιλον, ήδη δε από της εποχής του Ωριγένους ήρχισε να κρατή δι' αυτάς και η ονομασία << Καθολικαί >>. Περί της εννοίας δε της ονομασίας ταύτης διάφοροι κατά καιρούς εξηνέχθησαν γνώμαι, και πιθανωτέρα τούτων φαίνεται η του Οικουμενίου κατά την οποίαν, λέγονται << Καθολικαί >>, διότι δεν αποστέλλονται εις ωρισμένας Εκκλησίας ή εις κατονομαζόμενα πρόσωπα, ως αι επιστολαί του Παύλου ( προς Ρωμαίους, προς Κορινθίους, προς Τιμόθεον κτλ. ), αλλ' είναι ούτως ειπείν εγκύκλιοι απευθυνόμεναι εις τους εν τη διασπορά εξ Ιουδαίων Χριστιανούς. Και είναι μεν αληθές, ότι αι δύο τελευταίαι επιστολαί του Ιωάννου φέρουσιν ιδιωτικόν χαρακτήρα, αλλ' ως ορθώς παρετηρήθη, η ονομασία εδόθη από του ισχυροτέρου. Αποτελούσι δηλαδή αι δύο αύται βραχύταται επιστολαί αναπόσπαστον σύνολον μετά της πρώτης, ήτις αναντιλέκτως είναι Καθολική.

Σάββατο 8 Νοεμβρίου 2014

Μεθέορτα

Ονομάζονται έτσι οι ημέρες που ακολουθούν μιά μεγάλη χριστιανική εορτή π.χ. Μεθέορτα των Χριστουγέννων, των Θεοφανείων, της Κοιμήσεως της Θεοτόκου κ.τ.λ. Μεθέορτα ονομάζονται και τα τροπάρια που ψάλλονται τις ημέρες αυτές και αναφέρονται στο γεγονός της εορτής. Τα Μεθέορτα μιάς εορτής τελειώνουν με την απόδοση της εν λόγω εορτής. 

Τρίτη 4 Νοεμβρίου 2014

Ακίνητες εορτές

Ονομάζονται οι εορτές εκείνες που έχουν σταθερή ημερομηνία εορτασμού. Κέντρο τους είναι η εορτή των Χριστουγέννων. Οι περισσότερες εορτές του χρόνου είναι ακίνητες, π.χ. Χριστούγεννα, Θεοφάνεια, αγ. Χαραλάμπους, Κοίμ. Θεοτόκου, αγ. Δημητρίου κ.ά.

Δευτέρα 3 Νοεμβρίου 2014

ΓΕΝΕΣΙΣ

ΚΕΦΑΛΑΙΟΝ 17

ΕΓΕΝΕΤΟ δὲ ῞Αβραμ ἐτῶν ἐνενηκονταεννέα, καὶ ὤφθη Κύριος τῷ ῞Αβραμ καὶ εἶπεν αὐτῷ· ἐγώ εἰμι ὁ Θεός σου· εὐαρέστει ἐνώπιον ἐμοῦ καὶ γίνου ἄμεμπτος, 2 καὶ θήσομαι τὴν διαθήκην μου ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ καὶ πληθυνῶ σε σφόδρα. 3 καὶ ἔπεσεν ῞Αβραμ ἐπὶ πρόσωπον αὐτοῦ, καὶ ἐλάλησεν αὐτῷ ὁ Θεὸς λέγων· 4 καὶ ἐγὼ ἰδοὺ ἡ διαθήκη μου μετὰ σοῦ, καὶ ἔσῃ πατὴρ πλήθους ἐθνῶν, 5 καὶ οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου ῞Αβραμ, ἀλλ᾿ ἔσται τὸ ὄνομά σου ῾Αβραάμ, ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικά σε. 6 καὶ αὐξανῶ σε σφόδρα σφόδρα καὶ θήσω σε εἰς ἔθνη, καὶ βασιλεῖς ἐκ σοῦ ἐξελεύσονται. 7 καὶ στήσω τὴν διαθήκην μου ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετά σέ, εἰς τὰς γενεὰς αὐτῶν, εἰς διαθήκην αἰώνιον, εἶναί σου Θεὸς καὶ τοῦ σπέρματός σου μετὰ σέ. 8 καὶ δώσω σοι καὶ τῷ σπέρματί σου μετὰ σὲ τὴν γῆν, ἣν παροικεῖς, πᾶσαν τὴν γῆν Χαναάν, εἰς κατάσχεσιν αἰώνιον καὶ ἔσομαι αὐτοῖς εἰς Θεόν. 9 καὶ εἶπεν ὁ Θεὸς πρὸς ῾Αβραάμ· σὺ δὲ τὴν διαθήκην μου διατηρήσεις, σὺ καὶ τὸ σπέρμα σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν. 10 καὶ αὕτη ἡ διαθήκη, ἣν διατηρήσεις, ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν· περιτμηθήσεται ὑμῶν πᾶν ἀρσενικόν, 11 καὶ περιτμηθήσεσθε τὴν σάρκα τῆς ἀκροβυστίας ὑμῶν, καὶ ἔσται εἰς σημεῖον διαθήκης ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν. 12 καὶ παιδίον ὀκτὼ ἡμερῶν περιτμηθήσεται ὑμῖν, πᾶν ἀρσενικὸν εἰς τὰς γενεὰς ὑμῶν, ὁ οἰκογενὴς καὶ ὁ ἀργυρώνητος, ἀπὸ παντὸς υἱοῦ ἀλλοτρίου, ὃς οὐκ ἔστιν ἐκ τοῦ σπέρματός σου. 13 περιτομῇ περιτμηθήσεται ὁ οἰκογενὴς τῆς οἰκίας σου καὶ ὁ ἀργυρώνητος, καὶ ἔσται ἡ διαθήκη μου ἐπὶ τῆς σαρκὸς ὑμῶν εἰς διαθήκην αἰώνιον. 14 καὶ ἀπερίτμητος ἄρσην, ὃς οὐ περιτμηθήσεται τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ γένους αὐτῆς, ὅτι τὴν διαθήκην μου διεσκέδασε. 15 Καὶ εἶπεν ὁ Θεὸς τῷ ῾Αβραάμ· Σάρα ἡ γυνή σου οὐ κληθήσεται τὸ ὄνομα αὐτῆς Σάρα, ἀλλὰ Σάρρα ἔσται τὸ ὄνομα αὐτῆς. 16 εὐλογήσω δὲ αὐτήν, καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον· καὶ εὐλογήσω αὐτό, καὶ ἔσται εἰς ἔθνη, καὶ βασιλεῖς ἐθνῶν ἐξ αὐτοῦ ἔσονται. 17 καὶ ἔπεσεν ῾Αβραὰμ ἐπὶ πρόσωπον αὐτοῦ καὶ ἐγέλασε καὶ εἶπεν ἐν τῇ διανοίᾳ αὐτοῦ λέγων· εἰ τῷ ἑκατονταετεῖ γενήσεται υἱός; καὶ εἰ ἡ Σάρρα ἐνενήκοντα ἐτῶν τέξεται; 18 εἶπε δὲ ῾Αβραὰμ πρὸς τὸν Θεόν· ᾿Ισμαὴλ οὗτος ζήτω ἐναντίον σου. 19 εἶπε δὲ ὁ Θεὸς πρὸς ῾Αβραὰμ· ναί· ἰδοὺ Σάρρα ἡ γυνή σου τέξεταί σοι υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ᾿Ισαάκ, καὶ στήσω τὴν διαθήκην μου πρὸς αὐτὸν εἰς διαθήκην αἰώνιον, εἶναι αὐτῷ Θεὸς καὶ τῷ σπέρματι αὐτοῦ μετ᾿ αὐτόν. 20 περὶ δὲ ᾿Ισμαὴλ ἰδοὺ ἐπήκουσά σου· καὶ ἰδοὺ εὐλόγηκα αὐτὸν καὶ αὐξανῶ αὐτόν καὶ πληθυνῶ αὐτὸν σφόδρα· δώδεκα ἔθνη γεννήσει καὶ δώσω αὐτὸν εἰς ἔθνος μέγα. 21 τὴν δὲ διαθήκην μου στήσω πρὸς ᾿Ισαάκ, ὃν τέξεταί σοι Σάρρα εἰς τὸν καιρὸν τοῦτον, ἐν τῷ ἐνιαυτῷ τῷ ἑτέρῳ. 22 συνετέλεσε δὲ λαλῶν πρὸς αὐτὸν καὶ ἀνέβη ὁ Θεὸς ἀπό ῾Αβραάμ. 23 Καὶ ἔλαβεν ῾Αβραὰμ ᾿Ισμαὴλ τὸν υἱὸν ἑαυτοῦ καὶ πάντας τοὺς οἰκογενεῖς αὐτοῦ καὶ πάντας τοὺς ἀργυρωνήτους καὶ πᾶν ἄρσεν τῶν ἀνδρῶν τῶν ἐν τῷ οἴκῳ ῾Αβραὰμ καὶ περιέτεμε τὰς ἀκροβυστίας αὐτῶν ἐν τῷ καιρῷ τῆς ἡμέρας ἐκείνης, καθὰ ἐλάλησεν αὐτῷ ὁ Θεός. 24 ῾Αβραὰμ δὲ ἐνενηκονταεννέα ἦν ἐτῶν, ἡνίκα περιετέμετο τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ. 25 ᾿Ισμαὴλ δὲ ὁ υἱὸς αὐτοῦ ἦν ἐτῶν δεκατριῶν, ἡνίκα περιετέμετο τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ. 26 ἐν δὲ τῷ καιρῷ τῆς ἡμέρας ἐκείνης περιετμήθη ῾Αβραὰμ καὶ ᾿Ισμαὴλ ὁ υἱὸς αὐτοῦ· 27 καὶ πάντες οἱ ἄνδρες τοῦ οἴκου αὐτοῦ καὶ οἱ οἰκογενεῖς αὐτοῦ καὶ οἱ ἀργυρώνητοι ἐξ ἀλλογενῶν ἐθνῶν, περιέτεμεν αὐτούς.