Τετάρτη 18 Φεβρουαρίου 2015

ΓΕΝΕΣΙΣ

ΚΕΦΑΛΑΙΟΝ 33


ΑΝΑΒΛΕΨΑΣ δὲ ᾿Ιακὼβ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε καὶ ἰδοὺ ῾Ησαῦ ὁ ἀδελφὸς αὐτοῦ ἐρχόμενος καὶ τετρακόσιοι ἄνδρες μετ᾿ αὐτοῦ. καὶ διεῖλεν ᾿Ιακὼβ τὰ παιδία ἐπὶ Λείαν καὶ ἐπί Ραχὴλ καὶ τὰς δύος παιδίσκας. 2 καὶ ἔθετο τὰς δύο παιδίσκας καὶ τοὺς υἱοὺς αὐτῶν ἐν πρώτοις καὶ Λείαν καὶ τὰ παιδία αὐτῆς ὀπίσω καὶ Ραχὴλ καὶ ᾿Ιωσὴφ ἐσχάτους. 3 αὐτὸς δὲ προῆλθεν ἔμπροσθεν αὐτῶν καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν ἑπτάκις ἕως τοῦ ἐγγίσαι τῷ ἀδελφῷ αὐτοῦ. 4 καὶ προσέδραμεν ῾Ησαῦ εἰς συνάντησιν αὐτῷ καὶ περιλαβὼν αὐτὸν προσέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ κατεφίλησεν αὐτὸν καὶ ἔκλαυσαν ἀμφότεροι. 5 καὶ ἀναβλέψας ῾Ησαῦ εἶδε τὰς γυναῖκας καὶ τὰ παιδία καὶ εἶπε· τί ταῦτά σοι ἐστίν; ὁ δὲ εἶπε· τὰ παιδία, οἷς ἠλέησεν ὁ Θεὸς τὸν παῖδά σου. 6 καὶ προσήγγισαν αἱ παιδίσκαι καὶ τὰ τέκνα αὐτῶν καὶ προσεκύνησαν, 7 καὶ προσήγγισε Λεία καὶ τὰ τέκνα αὐτῆς καὶ προσεκύνησαν. καὶ μετὰ ταῦτα προσήγγισε Ραχὴλ καὶ ᾿Ιωσὴφ καὶ προσεκύνησαν. 8 καὶ εἶπε· τί ταῦτά σοι ἐστί, πᾶσαι αἱ παρεμβολαί αὗται, αἷς ἀπήντηκα; ὁ δὲ εἶπεν· ἵνα εὕρῃ ὁ παῖς σου χάριν ἐναντίον σου, κύριε. 9 εἶπε δὲ ῾Ησαῦ· ἔστι μοι πολλά, ἀδελφέ· ἔστω σοι τὰ σά. 10 εἶπε δὲ ᾿Ιακώβ· εἰ εὗρον χάριν ἐναντίον σου, δέξαι τὰ δῶρα διὰ τῶν ἐμῶν χειρῶν· ἕνεκεν τούτου εἶδον τὸ πρόσωπόν σου, ὡς ἄν τις ἴδοι πρόσωπον Θεοῦ, καὶ εὐδοκήσεις με. 11 λαβὲ τὰς εὐλογίας μου, ἃς ἤνεγκά σοι, ὅτι ἠλέησέ με ὁ Θεὸς καὶ ἔστι μοι πάντα. καὶ ἐβιάσατο αὐτὸν καὶ ἔλαβε· 12 καὶ εἶπεν· ἀπάραντες πορευσώμεθα ἐπ᾿ εὐθεῖαν. 13 εἶπε δὲ αὐτῷ· ὁ κύριός μου γινώσκει, ὅτι τὰ παιδία ἁπαλώτερα καὶ τὰ πρόβατα καὶ αἱ βόες λοχεύονται ἐπ᾿ ἐμέ· ἐὰν οὖν καταδιώξω αὐτὰ ἡμέραν μίαν, ἀποθανοῦνται πάντα τὰ κτήνη. 14 προελθέτω ὁ κύριός μου ἔμπροσθεν τοῦ παιδὸς αὐτοῦ, ἐγὼ δὲ ἐνισχύσω ἐν τῇ ὁδῷ κατὰ σχολὴν τῆς πορεύσεως τῆς ἐναντίον μου καὶ κατὰ πόδα τῶν παιδαρίων, ἕως τοῦ ἐλθεῖν με πρὸς τὸν κύριόν μου εἰς Σηείρ. 15 εἶπε δὲ ῾Ησαῦ· καταλείψω μετὰ σοῦ ἀπὸ τοῦ λαοῦ τοῦ μετ᾿ ἐμοῦ. ὁ δὲ εἶπεν· ἱνατί τοῦτο; ἱκανόν, ὅτι εὗρον χάριν ἐναντίον σου, κύριε. 16 ἀπέστρεψε δὲ ῾Ησαῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς τὴν ὁδὸν αὐτοῦ εἰς Σηείρ. 17 Καὶ ᾿Ιακὼβ ἀπαίρει εἰς σκηνάς· καὶ ἐποίησεν ἑαυτῷ ἐκεῖ οἰκίας καὶ τοῖς κτήνεσιν αὐτοῦ ἐποίησε σκηνάς· διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Σκηναί. 18 καὶ ἦλθεν ᾿Ιακὼβ εἰς Σαλὴμ πόλιν Σικίμων, ἥ ἐστιν ἐν γῇ Χαναάν, ὅτε ἐπανῆλθεν ἐκ τῆς Μεσοποταμίας Συρίας, καὶ παρενέβαλε κατὰ πρόσωπον τῆς πόλεως. 19 καὶ ἐκτήσατο τὴν μερίδα τοῦ ἀγροῦ, οὗ ἔστησεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ, παρὰ ᾿Εμὼρ πατρὸς Συχὲμ ἑκατὸν ἀμνῶν. 20 καὶ ἔστησεν ἐκεῖ θυσιαστήριον καὶ ἐπεκαλέσατο τὸν Θεὸν ᾿Ισραήλ.

Παρασκευή 13 Φεβρουαρίου 2015

ΚΑΘΟΛΙΚΗ ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Α΄

ΚΕΦΑΛΑΙΟΝ Ε΄ 

Στίχ. 1-9. Καθήκοντα των ποιμένων και των πιστών. 

Πρεσβυτέρους τους εν υμίν παρακαλώ ο συμπρεσβύτερος και μάρτυς των του Χριστού παθημάτων, ο και της μελλούσης αποκαλύπτεσθαι δόξης κοινωνός, 
2 ποιμάνατε το εν υμίν ποίμνιον του Θεού, επισκοπούντες μη αναγκαστώς, αλλ' εκουσίως, μηδέ αισχροκερδώς, αλλά προθύμως, 
3 μηδ' ως κατακυριεύοντες των κλήρων, αλλά τύποι γινόμενοι του ποιμνίου 
4 και φανερωθέντος του αρχιποίμενος κομιείσθε τον αμαράντινον της δόξης στέφανον 
5 Ομοίως νεώτεροι υποτάγητε πρεσβυτέροις, πάντες δε αλλήλοις υποτασσόμενοι την ταπεινοφροσύνην εγκομβώσασθε ότι ο Θεός υπερηφάνοις αντιτάσσεται, ταπεινοίς δε δίδωσι χάριν. 
6 Ταπεινώθητε ουν υπό την κραταιάν χείρα του Θεού, ίνα υμάς υψώση εν καιρώ. 
7 πάσαν την μέριμναν υμών επιρρίψαντες επ' αυτόν, ότι αυτώ μέλει περί υμών, 
8 νήψατε, γρηγορήσατε ο αντίδικος υμών διάβολος ως λέων ωρυόμενος περιπατεί ζητών τίνα καταπίη. 
9 ω αντίστητε στερεοί τη πίστει, ειδότες τα αυτά των παθημάτων τη εν κόσμω υμών αδελφότητι επιτελείσθαι. 

Στίχ. 10-14. Ευχαί και χαιρετισμοί. 

10 Ο δε Θεός πάσης χάριτος, ο καλέσας υμάς εις την αιώνιον αυτού δόξαν εν Χριστώ Ιησού ολίγον παθόντας, αυτός καταρτίσει υμάς, στηρίξει, σθενώσει, θεμελιώσει 
11 αυτώ η δόξα και το κράτος εις τους αιώνας των αιώνων αμήν. 
12 Διά Σιλουανού υμίν του πιστού αδελφού, ως λογίζομαι, δι' ολίγων έγραψα, παρακαλών, και επιμαρτυρών ταύτην είναι αληθή χάριν του Θεού. εις ην εστήκατε. 
13 Ασπάζεται υμάς η εν Βαβυλώνι συνεκλεκτή και Μάρκος ο υιός μου.
14 ασπάσασθε αλλήλους εν φιλήματι αγάπης. Ειρήνη υμίν πάσι τοις εν Χριστώ Ιησού αμήν. 

Πέμπτη 12 Φεβρουαρίου 2015

ΚΑΘΟΛΙΚΗ ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Α΄

ΚΕΦΑΛΑΙΟΝ Δ΄ 

Στίχ. 1-6. Σωτήρια αποτελέσματα εκ των παθημάτων. 

Χριστού ουν παθόντος υπέρ ημών σαρκί και υμείς την αυτήν έννοιαν οπλίσασθε, ότι ο παθών εν σαρκί πέπαυται αμαρτίας, 
2 εις το μηκέτι ανθρώπων επιθυμίαις, αλλά θελήματι Θεού τον επίλοιπον εν σαρκί βιώσαι χρόνον. 
3 αρκετός γαρ υμίν ο παρεληλυθώς χρόνος του βίου το θέλημα των εθνών κατεργάσασθαι, πεπορευμένους εν ασελγείαις, επιθυμίαις, οινοφλυγίαις, κώμοις, πότοις και αθεμίτοις ειδωλολατρίαις. 
4 εν ω ξενίζονται μη συντρεχόντων υμών εις την αυτήν της ασωτίας ανάχυσιν, βλασφημούντες 
5 οι αποδώσουσι λόγον τω ετοίμως έχοντι κρίναι ζώντας και νεκρούς. 
6 εις τούτο γαρ και νεκροίς ευηγγελίσθη, ίνα κριθώσι μεν κατά ανθρώπους σαρκί, ζώσι δε κατά Θεόν πνεύματι. 

Στίχ. 7-19. Χριστιανική συμπεριφορά προς πάντας. 

7 Πάντων δε το τέλος ήγγικε. σωφρονήσατε ουν και νήψατε εις τας προσευχάς 
8 προ πάντων δε την εις εαυτούς αγάπην εκτενή έχοντες, ότι η αγάπη καλύψει πλήθος αμαρτιών 
9 φιλόξενοι εις αλλήλους άνευ γογγυσμών 
10 έκαστος καθώς έλαβε χάρισμα, εις εαυτούς αυτό διακονούντες ως καλοί οικονόμοι ποικίλης χάριτος Θεού 
11 ει τις λαλεί, ως λόγια Θεού ει τις διακονεί, ως εξ ισχύος, ης χορηγεί ο Θεός ίνα εν πάσι δοξάζηται ο Θεός διά Ιησού Χριστού, ω εστιν η δόξα και το κράτος εις τους αιώνας των αιώνων αμήν. 
12 Αγαπητοί, μη ξενίζεσθε τη εν υμίν πυρώσει προς πειρασμόν υμίν γινομένη, ως ξένου υμίν συμβαίνοντος, 
13 αλλά καθό κοινωνείτε τοις του Χριστού παθήμασι, χαίρετε, ίνα και εν τη αποκαλύψει της δόξης αυτού χαρήτε αγαλλιώμενοι. 
14 ει ονειδίζεσθε εν ονόματι Χριστού, μακάριοι, ότι το της δόξης και δυνάμεως και το του Θεού Πνεύμα εφ' υμάς αναπαύεται κατά μεν αυτούς βλασφημείται, κατά δε υμάς δοξάζεται. 
15 μη γαρ τις υμών πασχέτω ως φονεύς ή κλέπτης ή κακοποιός ή ως αλλοτριοεπίσκοπος 
16 ει δε ως Χριστιανός, μη αισχυνέσθω, δοξαζέτω δε τον Θεόν εν τω μέρει τούτω. 
17 ότι ο καιρός του άρξασθαι το κρίμα από του οίκου του Θεού ει δε πρώτον αφ' ημών, τι το τέλος των απειθούντων τω του Θεού ευαγγελίω; 
18 και ει ο δίκαιος μόλις σώζεται, ο ασεβής και αμαρτωλός που φανείται; 
19 ώστε και οι πάσχοντες κατά το θέλημα του Θεού, ως πιστώ κτίστη παρατιθέσθωσαν τας ψυχάς αυτών εν αγαθοποιΐα. 

Τετάρτη 11 Φεβρουαρίου 2015

ΚΑΘΟΛΙΚΗ ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Α΄

ΚΕΦΑΛΑΙΟΝ Γ΄ 

Στίχ. 1-7. Καθηκοντα των συζύγων. 
 
Ομοίως αι γυναίκες υποτασσόμεναι τοις ιδίοις ανδράσιν, ίνα και ει τινες απειθούσι τω λόγω, διά της των γυναικών αναστροφής άνευ λόγου κερδηθήσονται, 
2 εποπτεύσαντες την εν φόβω αγνήν αναστροφήν υμών. 
3 ων έστω ουχ ο έξωθεν εμπλοκής τριχών και περιθέσεως χρυσίων ή ενδύσεως ιματίων κόσμος, 
4 αλλ' ο κρυπτός της καρδίας άνθρωπος εν τω αφθάρτω του πραέος και ησυχίου πνεύματος, ο εστιν ενώπιον του Θεού πολυτελές. 
5 ούτω γαρ ποτε και αι άγιαι γυναίκες αι ελπίζουσαι επί τον Θεόν εκόσμουν εαυτάς, υποτασσόμεναι τοις ιδίοις ανδράσιν, 
6 ως Σάρρα υπήκουσε τω Αβραάμ, κύριον αυτόν καλούσα ης εγενήθητε τέκνα αγαθοποιούσαι και μη φοβούμεναι μηδεμίαν πτόησιν. 
7 Οι άνδρες ομοίως συνοικούντες κατά γνώσιν, ως ασθενεστέρω σκεύει τω γυναικείω απονέμοντες τιμήν, ως και συγληρονόμοι χάριτος ζωής, εις το μη εγκόπτεσθαι τας προσευχάς υμών. 

Στίχ. 8-17. Προτροπαί διάφοποι προς τους πιστούς. 

8 Το δε τέλος πάντες ομόφρονες, συμπαθείς, φιλάδελφοι, εύσπλαγχνοι, φιλόφρονες, 
9 μη αποδιδόντες κακόν αντί κακού ή λοιδορίαν αντί λοιδορίας, τουναντίον δε ευλογούντες, ειδότες ότι εις τούτο εκλήθητε, ίνα ευλογίαν κληρονομήσητε. 
10 ο γαρ θέλων ζωήν αγαπάν και ιδείν ημέρας αγαθάς παυσάτω την γλώσσαν αυτού από κακού και χείλη αυτού του μη λαλήσαι δόλον, 
11 εκκλινάτω από κακού και ποιησάτω αγαθόν, ζητησάτω ειρήνην και διωξάτω αυτήν 
12 ότι οφθαλμοί Κυρίου επί δικαίους και ώτα αυτού εις σέησιν αυτών, πρόσωπον δε Κυρίου επί ποιούντας κακά. 
13 Και τις ο κακώσων υμάς, εάν του αγαθού μιμηταί γένησθε; 
14 αλλ' ει και πάσχοιτε διά δικαιοσύνην, μακάριοι. τον δε φόβον αυτών μη φοβηθήτε μηδέ ταραχθήτε, 
15 Κύριον δε τον Θεόν αγιάσατε εν ταις καρδίαις υμών, έτοιμοι δε αεί προς απολογίαν παντί τω αιτούντι υμάς λόγον περί της εν υμίν ελπίδος μετά πραΰτητος και φόβου, 
16 συνείδησιν έχοντες αγαθήν, ίνα εν ω καταλαλούσιν υμών ως κακοποιών, καταισχυνθώσιν οι επηρεάζοντες υμών την αγαθήν εν Χριστώ αναστροφήν. 
 17 κρείττον γαρ αγαθοποιούντας, ει θέλοι το θέλημα του Θεού, πάσχειν ή κακοποιούντας. 

Στίχ. 18-22. Ο Χριστός έπαθεν υπέρ ημών. 

18 ότι και Χριστός άπαξ περί αμαρτιών έπαθε, δίκαιος υπέρ αδίκων, ίνα ημάς προσαγάγη τω Θεώ, θανατωθείς μεν σαρκί, ζωοποιηθείς δε πνεύματι 
19 εν ω και τοις εν φυλακή πνεύμασι πορευθείς εκήρυξεν, 
20 απειθήσασί ποτε, ότε απεξεδέχετο η του Θεού μακροθυμία εν ημέραις Νώε κατασκευαζομένης κιβωτού, εις ην ολίγαι, τούτ' έστιν οκτώ ψυχαί, διεσώθησαν δι' ύδατος. 
21 ο αντίτυπον νυν και ημάς σώζει βάπτισμα, ου σαρκός απόθεσις ρύπου, αλλά συνειδήσεως αγαθής επερώτημα εις Θεόν, δι' αναστάσεως Ιησού Χριστού, 
22 ος εστιν εν δεξιά του Θεού πορευθείς εις ουρανόν, υποταγέντων αυτώ αγγέλων και εξουσιών και δυνάμεων. 

Τρίτη 10 Φεβρουαρίου 2015

ΚΑΘΟΛΙΚΗ ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Α΄

ΚΕΦΑΛΑΙΟΝ Β΄ 

Στίχ. 1-3. Οι Χριστιανοί πρέπει να αποβάλουν κάθε κακίαν. 

Αποθέμενοι ουν πάσαν κακίαν και πάντα δόλον και υποκρίσεις και φθόνους και πάσας καταλαλίας, 
2 ως αρτιγέννητα βρέφη το λογικόν άδολον γάλα επιποθήσατε, ίνα εν αυτώ αυξηθήτε εις σωτηρίαν, 
3 είπερ εγεύσασθε ότι χρηστός ο Κύριος. 

Στίχ. 4-8. Ο Χριστός λίθος ακρογωνιαίος της Εκκλησίας. 

4 Προς ον προσερχόμενοι, λίθον ζώντα, υπό ανθρώπων μεν αποδεδοκιμασμένον, παρά δε Θεώ εκλεκτόν, έντιμον, 
5 και αυτοί ως λίθοι ζώντες οικοδομείσθε οίκος πνευματικός, ιεράτευμα άγιον, ανενέγκαι πνευματικάς θυσίας ευπροσδέκτους τω Θεώ διά Ιησού Χριστού 
6 διότι περιέχει εν τη γραφή ιδού τίθημι εν Σιών λίθον ακρογωνιαίον, εκλεκτόν, έντιμον, και ο πιστεύων επ' αυτώ ου μη καταισχυνθή. 
7 υμίν ουν η τιμή τοις πιστεύουσιν, απειθούσι δε λίθον ον απεδοκίμασαν οι οικοδομούντες, ούτος εγενήθη εις κεφαλήν γωνίας και λίθος προσκόμματος και πέτρα σκανδάλου 
8 οι προσκόπτουσι τω λόγω απειθούντες, εις ο και ετέθησαν. 

Στίχ. 9-10. Βασίλειον ιεράτευμα. 

9 υμείς δε γένος εκλεκτόν, βασίλειον ιεράτευμα, έθνος άγιον, λαός εις περιποίησιν, όπως τας αρετάς εξαγγείλητε του εκ σκότους υμάς καλέσαντος εις το θαυμαστόν αυτού φώς 
10 οι ποτε ου λαός, νυν δε λαός Θεού, οι ουκ ηλεημένοι, νυν δε ελεηθέντες. 

Στίχ. 11-20. Καθήκοντα των Χριστιανών προς τους άρχοντας κ.λ.π. 

11 Αγαπητοί, παρακαλώ ως παροίκους και παρεπιδήμους, απέχεσθε των σαρκικών επιθυμιών, αίτινες στρατεύονται κατά της ψυχής, 
12 την αναστροφήν υμών έχοντες καλήν εν τοις έθνεσιν, ίνα εν ω καταλαλούσιν υμών ως κακοποιών, εκ  των καλών έργων εποπτεύσαντες δοξάσωσι τον Θεόν εν ημέρα επισκοπής. 
13 Υποτάγητε ουν πάση ανθρωπίνη κτίσει διά τον Κύριον, είτε βασιλεί, ως υπερέχοντι, 
14 είτε ηγεμόσιν, ως δι' αυτού πεμπομένοις εις εκδίκησιν μεν κακοποιών, έπαινον δε αγαθοποιών 
15 ότι ούτως εστί το θέλιμα του Θεού, αγαθοποιούντας φιμούν την των αφρόνων ανθρώπων αγνωσίαν 
16 ως ελεύθεροι, και μη ως επικάλυμμα έχοντες της κακίας την ελευθερίαν, αλλ' ως δούλοι Θεού. 
17 πάντας τιμήσατε, την αδελφότητα αγαπάτε, τον Θεόν φοβείσθε, τον βασιλέα τιμάτε. 
18 Οι οικέται υποτασσόμενοι εν παντί φόβω τοις δεσπόταις, ου μόνον τοις αγαθοίς και επιεικέσιν, αλλά και τοις σκολιοίς. 
19 τούτο γαρ χάρις, ει διά συνείδησιν Θεούυποφέρει τις λύπας, πάσχων αδίκως. 
20 ποίον γαρ κλέος, ει αμαρτάνοντες και κολαφιζόμενοι υπομενείτε; αλλ' ει αγαθοποιούντες και πάσχοντες υπομενείτε, τούτο χάρις παρά Θεώ. 

Στίχ. 21-25. Ο Χριστός παράδειγμα υπομονής. 

21 εις τούτο γαρ εκλήθητε, ότι και Χριστός έπαθεν υπέρ υμών, υμίν υπολιμπάνων υπογραμμόν ίνα επακολουθήσητε τοις ίχνεσιν αυτού 
22 ος αμαρτίαν ουκ εποίησεν, ουδέ ευρέθη δόλος εν τω στόματι αυτού 
23 ος λοιδορούμενος ουκ αντελοιδόρει, πάσχων ουκ ηπείλει, παρεδίδου δε τω κρίνοντι δικαίως 
24 ος τας αμαρτίας ημών αυτός ανήνεγκεν εν τω σώματι αυτού επί το ξύλον, ίνα ταις αμαρτίαις απογενόμενοι τη δικαιοσύνη ζήσωμεν ου τω μώλωπι αυτού ιάθητε. 
25 ήτε γαρ ως πρόβατα πλανώμενα, αλλ' επεστράφητε νυν επί τον ποιμένα και επίσκοπον των ψυχών υμών.