Σάββατο 18 Απριλίου 2015

ΓΕΝΕΣΙΣ

ΚΕΦΑΛΑΙΟΝ 43


ΕΓΕΝΕΤΟ δὲ ἡνίκα συνετέλεσαν καταφαγεῖν τὸν σῖτον, ὃν ἤνεγκαν ἐξ Αἰγύπτου, καὶ εἶπεν αὐτοῖς ὁ πατὴρ αὐτῶν· πάλιν πορευθέντες πρίασθε ἡμῖν μικρὰ βρώματα. 2 εἶπε δὲ αὐτῷ ᾿Ιούδας λέγων· διαμαρτυρίᾳ μεμαρτύρηται ἡμῖν ὁ ἄνθρωπος ὁ κύριος τῆς γῆς λέγων· οὐκ ὄψεσθε τὸ πρόσωπόν μου, ἐὰν μὴ ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος μεθ᾿ ὑμῶν ᾖ· 3 εἰ μὲν οὖν ἀποστέλλῃς τὸν ἀδελφὸν ἡμῶν μεθ᾿ ἡμῶν, καταβησόμεθα, καὶ ἀγοράσομέν σοι βρώματα. 4 εἰ δὲ μὴ ἀποστέλλῃς τὸν ἀδελφὸν ἡμῶν μεθ᾿ ἡμῶν, οὐ πορευσόμεθα. ὁ γὰρ ἄνθρωπος εἶπεν ἡμῖν, λέγων· οὐκ ὄψεσθέ μου τὸ πρόσωπον, ἐὰν μὴ ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος μεθ᾿ ὑμῶν ᾖ. 5 εἶπε δὲ ᾿Ισραήλ· τί ἐκακοποιήσατέ με, ἀναγγείλαντες τῷ ἀνθρώπῳ ὅτι ἐστὶν ὑμῖν ἀδελφός; 6 οἱ δὲ εἶπαν· ἐρωτῶν ἐπηρώτησεν ἡμᾶς ὁ ἄνθρωπος καὶ τὴν γενεὰν ἡμῶν λέγων· εἰ ἔτι ὁ πατὴρ ὑμῶν ζῇ καὶ εἰ ἔστιν ὑμῖν ἀδελφός; καὶ ἀπηγγείλαμεν αὐτῷ κατὰ τὴν ἐπερώτησιν ταύτην. μὴ ᾔδειμεν ὅτι ἐρεῖ ἡμῖν· ἀγάγετε τὸν ἀδελφὸν ὑμῶν; 7 εἶπε δὲ ᾿Ιούδας πρὸς ᾿Ισραὴλ τὸν πατέρα αὐτοῦ· ἀπόστειλον τὸ παιδάριον μετ᾿ ἐμοῦ, καὶ ἀναστάντες πορευσόμεθα, ἵνα ζῶμεν καὶ μὴ ἀποθάνωμεν καὶ ἡμεῖς καὶ σὺ καὶ ἡ ἀποσκευὴ ἡμῶν. 8 ἐγὼ δὲ ἐκδέχομαι αὐτόν, ἐκ χειρός μου ζήτησον αὐτόν· ἐὰν μὴ ἀγάγω αὐτὸν πρὸς σὲ καὶ στήσω αὐτὸν ἐναντίον σου, ἡμαρτηκὼς ἔσομαι εἰς σὲ πάσας τὰς ἡμέρας. 9 εἰ μὴ γὰρ ἐβραδύναμεν, ἤδη ἂν ὑπεστρέψαμεν δίς. 10 εἶπε δὲ αὐτοῖς ᾿Ισραὴλ ὁ πατὴρ αὐτῶν· εἰ οὕτως ἐστί, τοῦτο ποιήσατε· λάβετε ἀπὸ τῶν καρπῶν τῆς γῆς ἐν τοῖς ἀγγείοις ὑμῶν καὶ καταγάγετε τῷ ἀνθρώπῳ δῶρα τῆς ρητίνης καὶ τοῦ μέλιτος, θυμίαμά τε καὶ στακτὴν καὶ τερέβινθον καὶ κάρυα. 11 καὶ τὸ ἀργύριον δισσὸν λάβετε ἐν ταῖς χερσὶν ὑμῶν· καὶ τὸ ἀργύριον τὸ ἀποστραφὲν ἐν τοῖς μαρσίπποις ὑμῶν ἀποστρέψατε μεθ᾿ ὑμῶν· μή ποτε ἀγνόημά ἐστι. 12 καὶ τὸν ἀδελφὸν ὑμῶν λάβετε καὶ ἀναστάντες κατάβητε πρὸς τὸν ἄνθρωπον. 13 ὁ δὲ Θεός μου δῴη ὑμῖν χάριν ἐναντίον τοῦ ἀνθρώπου, καὶ ἀποστείλαι τὸν ἀδελφὸν ὑμῶν τὸν ἕνα καὶ τὸν Βενιαμίν· ἐγὼ μὲν γὰρ καθάπερ ἠτέκνωμαι, ἠτέκνωμαι. 14 Λαβόντες δὲ οἱ ἄνδρες τὰ δῶρα ταῦτα καὶ τὸ ἀργύριον διπλοῦν ἔλαβον ἐν ταῖς χερσὶν αὐτῶν καὶ τὸν Βενιαμὶν καὶ ἀναστάντες κατέβησαν εἰς Αἴγυπτον καὶ ἔστησαν ἐναντίον ᾿Ιωσήφ. 15 εἶδε δὲ ᾿Ιωσὴφ αὐτοὺς καὶ τὸν Βενιαμὶν τὸν ἀδελφὸν αὐτοῦ τὸν ὁμομήτριον καὶ εἶπε τῷ ἐπὶ τῆς οἰκίας αὐτοῦ· εἰσάγαγε τοὺς ἀνθρώπους εἰς τὴν οἰκίαν καὶ σφάξον θύματα καὶ ἑτοίμασον· μετ᾿ ἐμοῦ γὰρ φάγονται οἱ ἄνθρωποι ἄρτους τὴν μεσημβρίαν. 16 ἐποίησε δὲ ὁ ἄνθρωπος, καθὰ εἶπεν ᾿Ιωσήφ, καὶ εἰσήγαγε τοὺς ἀνθρώπους εἰς τὸν οἶκον ᾿Ιωσήφ. 17 ἰδόντες δὲ οἱ ἄνδρες ὅτι εἰσήχθησαν εἰς τὸν οἶκον τοῦ ᾿Ιωσήφ, εἶπαν· διὰ τὸ ἀργύριον τὸ ἀποστραφὲν ἐν τοῖς μαρσίπποις ἡμῶν τὴν ἀρχὴν ἡμεῖς εἰσαγόμεθα τοῦ συκοφαντῆσαι ἡμᾶς καὶ ἐπιθέσθαι ἡμῖν τοῦ λαβεῖν ἡμᾶς εἰς παῖδας καὶ τοὺς ὄνους ἡμῶν. 18 προσελθόντες δὲ πρὸς τὸν ἄνθρωπον τὸν ἐπὶ τοῦ οἴκου τοῦ ᾿Ιωσὴφ ἐλάλησαν αὐτῷ ἐν τῷ πυλῶνι τοῦ οἴκου 19 λέγοντες· δεόμεθα, κύριε, κατέβημεν τὴν ἀρχὴν πρίασθαι βρώματα· 20 ἐγένετο δὲ ἡνίκα ἤλθομεν εἰς τὸ καταλῦσαι καὶ ἠνοίξαμεν τοὺς μαρσίππους ἡμῶν, καὶ τόδε τὸ ἀργύριον ἑκάστου ἐν τῷ μαρσίππῳ αὐτοῦ· τὸ ἀργύριον ἡμῶν ἐν σταθμῷ ἀπεστρέψαμεν νῦν ἐν ταῖς χερσὶν ἡμῶν 21 καὶ ἀργύριον ἕτερον ἠνέγκαμεν μεθ᾿ ἑαυτῶν ἀγοράσαι βρώματα· οὐκ οἴδαμεν, τίς ἐνέβαλε τὸ ἀργύριον εἰς τοὺς μαρσίππους ἡμῶν. 22 εἶπε δὲ αὐτοῖς· ἵλεως ὑμῖν, μὴ φοβεῖσθε· ὁ Θεὸς ὑμῶν καὶ ὁ Θεὸς τῶν πατέρων ὑμῶν ἔδωκεν ὑμῖν θησαυροὺς ἐν τοῖς μαρσίπποις ὑμῶν, καὶ τὸ ἀργύριον ὑμῶν εὐδοκιμοῦν ἀπέχω. καὶ ἐξήγαγε πρὸς αὐτοὺς τὸν Συμεὼν 23 καὶ ἤνεγκεν ὕδωρ νίψαι τοὺς πόδας αὐτῶν καὶ ἔδωκε χορτάσματα τοῖς ὄνοις αὐτῶν. 24 ἡτοίμασαν δὲ τὰ δῶρα ἕως τοῦ ἐλθεῖν τὸν ᾿Ιωσὴφ μεσημβρίας· ἤκουσαν γὰρ ὅτι ἐκεῖ μέλλει ἀριστᾶν. 25 Εἰσῆλθε δὲ ᾿Ιωσὴφ εἰς τὴν οἰκίαν, καὶ προσήνεγκαν αὐτῷ τὰ δῶρα, ἃ εἶχον ἐν ταῖς χερσὶν αὐτῶν, εἰς τὸν οἶκον καὶ προσεκύνησαν αὐτῷ ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν. 26 ἠρώτησε δὲ αὐτούς, πῶς ἔχετε; καὶ εἶπεν αὐτοῖς· εἰ ὑγιαίνει ὁ πατὴρ ὑμῶν ὁ πρεσβύτης, ὃν εἴπατε; ἔτι ζῇ; 27 οἱ δὲ εἶπαν· ὑγιαίνει ὁ παῖς σου ὁ πατὴρ ἡμῶν, ἔτι ζῇ· καὶ εἶπεν· εὐλογημένος ὁ ἄνθρωπος ἐκεῖνος τῷ Θεῷ. καὶ κύψαντες προσεκύνησαν αὐτῷ. 28 ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς αὐτοῦ ᾿Ιωσὴφ εἶδε Βενιαμὶν τὸν ἀδελφὸν αὐτοῦ τὸν ὁμομήτριον καὶ εἶπεν· οὗτος ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος, ὃν εἴπατε πρός με ἀγαγεῖν; καὶ εἶπεν· ὁ Θεὸς ἐλεήσαι σε τέκνον. 29 ἐταράχθη δὲ ᾿Ιωσήφ, συνεστρέφετο γὰρ τὰ ἔγκατα αὐτοῦ ἐπὶ τῷ ἀδελφῷ αὐτοῦ, καὶ ἐζήτει κλαῦσαι· εἰσελθὼν δὲ εἰς τὸ ταμεῖον ἔκλαυσεν ἐκεῖ. 30 καὶ νιψάμενος τὸ πρόσωπον ἐξελθὼν ἐνεκρατεύσατο καὶ εἶπε· παράθετε ἄρτους. 31 καὶ παρέθηκαν αὐτῷ μόνῳ καὶ αὐτοῖς καθ᾿ ἑαυτοὺς καὶ τοῖς Αἰγυπτίοις τοῖς συνδειπνοῦσι μετ᾿ αὐτοῦ καθ᾿ ἑαυτούς· οὐ γὰρ ἐδύναντο οἱ Αἰγύπτιοι συνεσθίειν μετὰ τῶν ῾Εβραίων ἄρτους, βδέλυγμα γάρ ἐστι τοῖς Αἰγυπτίοις. 32 ἐκάθισαν δὲ ἐναντίον αὐτοῦ, ὁ πρωτότοκος κατὰ τὰ πρεσβεῖα αὐτοῦ καὶ ὁ νεώτερος κατὰ τὴν νεότητα αὐτοῦ· ἐξίσταντο δὲ οἱ ἄνθρωποι ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ. 33 ᾖραν δὲ μερίδας παρ᾿ αὐτοῦ πρὸς αὐτούς· ἐμεγαλύνθη δὲ ἡ μερὶς Βενιαμὶν παρὰ τὰς μερίδας πάντων πενταπλασίως πρὸς τὰς ἐκείνων, ἔπιον δὲ καὶ ἐμεθύσθησαν μετ᾿ αὐτοῦ.

Τρίτη 14 Απριλίου 2015

ΓΕΝΕΣΙΣ

ΚΕΦΑΛΑΙΟΝ 42


ΙΔΩΝ δὲ ᾿Ιακὼβ ὅτι ἐστὶ πρᾶσις ἐν Αἰγύπτῳ, εἶπε τοῖς υἱοῖς αὐτοῦ· ἱνατί ραθυμεῖτε; 2 ἰδοὺ ἀκήκοα ὅτι ἐστὶ σῖτος ἐν Αἰγύπτῳ· κατάβητε ἐκεῖ καὶ πρίασθε ἡμῖν μικρὰ βρώματα, ἵνα ζήσωμεν καὶ μὴ ἀποθάνωμεν. 3 κατέβησαν δὲ οἱ ἀδελφοὶ ᾿Ιωσὴφ οἱ δέκα πρίασθαι σῖτον ἐξ Αἰγύπτου· 4 τὸν δὲ Βενιαμὶν τὸν ἀδελφὸν ᾿Ιωσὴφ οὐκ ἀπέστειλε μετὰ τῶν ἀδελφῶν αὐτοῦ, εἶπε γάρ· μή ποτε συμβῇ αὐτῷ μαλακία. 5 ῏Ηλθον δὲ οἱ υἱοὶ ᾿Ισραὴλ ἀγοράζειν μετὰ τῶν ἐρχομένων· ἦν γὰρ ὁ λιμὸς ἐν γῇ Χαναάν. 6 ᾿Ιωσὴφ δὲ ἦν ὁ ἄρχων τῆς γῆς, οὗτος ἐπώλει παντὶ τῷ λαῷ τῆς γῆς· ἐλθόντες δὲ οἱ ἀδελφοὶ ᾿Ιωσὴφ προσεκύνησαν αὐτῷ ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν. 7 ἰδὼν δὲ ᾿Ιωσὴφ τούς ἀδελφοὺς αὐτοῦ ἐπέγνω καὶ ἠλλοτριοῦτο ἀπ᾿ αὐτῶν καὶ ἐλάλησεν αὐτοῖς σκληρὰ καὶ εἶπεν αὐτοῖς· πόθεν ἥκατε; οἱ δὲ εἶπον· ἐκ γῆς Χαναὰν ἀγοράσαι βρώματα. 8 ἐπέγνω δὲ ᾿Ιωσὴφ τοὺς ἀδελφοὺς αὐτοῦ, αὐτοὶ δὲ οὐκ ἐπέγνωσαν αὐτόν. 9 καὶ ἐμνήσθη ᾿Ιωσὴφ τῶν ἐνυπνίων αὐτοῦ, ὧν εἶδεν αὐτός, καὶ εἶπεν αὐτοῖς· κατάσκοποί ἐστε, κατανοῆσαι τὰ ἴχνη τῆς χώρας ἥκατε. 10 οἱ δὲ εἶπαν· οὐχί, κύριε, οἱ παῖδές σου ἤλθομεν πρίασθαι βρώματα· 11 πάντες ἐσμὲν υἱοὶ ἑνὸς ἀνθρώπου· εἰρηνικοί ἐσμεν, οὐκ εἰσὶν οἱ παῖδές σου κατάσκοποι. 12 εἶπε δὲ αὐτοῖς· οὐχί, ἀλλὰ τὰ ἴχνη τῆς γῆς ἤλθετε ἰδεῖν. 13 οἱ δὲ εἶπαν· δώδεκά ἐσμεν οἱ παῖδες σου ἀδελφοὶ ἐν γῇ Χαναάν, καὶ ἰδοὺ ὁ νεώτερος μετὰ τοῦ πατρὸς ἡμῶν σήμερον, ὁ δὲ ἕτερος οὐχ ὑπάρχει. 14 εἶπε δὲ αὐτοῖς ᾿Ιωσήφ· τοῦτό ἐστιν ὃ εἴρηκα ὑμῖν λέγων, ὅτι κατάσκοποί ἐστε· 15 ἐν τούτῳ φανεῖσθε· νὴ τὴν ὑγίειαν Φαραώ, οὐ μὴ ἐξέλθητε ἐντεῦθεν, ἐὰν μὴ ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος ἔλθῃ ὧδε. 16 ἀποστείλατε ἐξ ὑμῶν ἕνα καὶ λάβετε τὸν ἀδελφὸν ὑμῶν, ὑμεῖς δὲ ἀπάχθητε ἕως τοῦ φανερὰ γενέσθαι τὰ ρήματα ὑμῶν, εἰ ἀληθεύετε ἢ οὔ· εἰ δὲ μή, νὴ τὴν ὑγίειαν Φαραώ, ἦ μὴν κατάσκοποί ἐστε. 17 καὶ ἔθετο αὐτοὺς ἐν φυλακῇ ἡμέρας τρεῖς. 18 Εἶπε δὲ αὐτοῖς τῇ ἡμέρᾳ τῇ τρίτῃ· τοῦτο ποιήσατε καὶ ζήσεσθε, τὸν Θεὸν γὰρ ἐγὼ φοβοῦμαι· 19 εἰ εἰρηνικοί ἐστε, ἀδελφὸς ὑμῶν κατασχεθήτω εἷς ἐν τῇ φυλακῇ, αὐτοὶ δὲ βαδίσατε καὶ ἀπαγάγετε τὸν ἀγορασμὸν τῆς σιτοδοσίας ὑμῶν, 20 καὶ τὸν ἀδελφὸν ὑμῶν τὸν νεώτερον ἀγάγετε πρός με, καὶ πιστευθήσονται τὰ ρήματα ὑμῶν· εἰ δὲ μή, ἀποθανεῖσθε. ἐποίησαν δὲ οὕτως. 21 καὶ εἶπεν ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ· ναί, ἐν ἁμαρτίαις γάρ ἐσμεν περὶ τοῦ ἀδελφοῦ ἡμῶν, ὅτι ὑπερείδομεν τὴν θλῖψιν τῆς ψυχῆς αὐτοῦ, ὅτε κατεδέετο ἡμῶν, καὶ οὐκ εἰσηκούσαμεν αὐτοῦ· καὶ ἕνεκεν τούτου ἐπῆλθεν ἐφ᾿ ἡμᾶς ἡ θλῖψις αὕτη. 22 ἀποκριθεὶς δὲ Ρουβὴν εἶπεν αὐτοῖς· οὐκ ἐλάλησα ὑμῖν λέγων, μὴ ἀδικήσητε τὸ παιδάριον; καὶ οὐκ ἠκούσατέ μου; καὶ ἰδοὺ τὸ αἷμα αὐτοῦ ἐκζητεῖται. 23 αὐτοὶ δὲ οὐκ ᾔδεισαν ὅτι ἀκούει ᾿Ιωσήφ· ὁ γὰρ ἑρμηνευτὴς ἀνὰ μέσον αὐτῶν ἦν. 24 ἀποστραφεὶς δὲ ἀπ᾿ αὐτῶν ἔκλαυσεν ᾿Ιωσήφ. καὶ πάλιν προσῆλθε πρὸς αὐτοὺς καὶ εἶπεν αὐτοῖς· καὶ ἔλαβε τὸν Συμεὼν ἀπ᾿ αὐτῶν καὶ ἔδησεν αὐτὸν ἐναντίον αὐτῶν. 25 ἐνετείλατο δὲ ᾿Ιωσήφ ἐμπλῆσαι τὰ ἀγγεῖα αὐτῶν σίτου καὶ ἀποδοῦναι τὸ ἀργύριον αὐτῶν ἑκάστῳ εἰς τὸν σάκκον αὐτοῦ καὶ δοῦναι αὐτοῖς ἐπισιτισμὸν εἰς τὴν ὁδόν. καὶ ἐγενήθη αὐτοῖς οὕτως. 26 καὶ ἐπιθέντες τὸν σῖτον ἐπὶ τοὺς ὄνους αὐτῶν ἀπῆλθον ἐκεῖθεν. 27 λύσας δὲ εἷς τὸν μάρσιππον αὐτοῦ δοῦναι χορτάσματα τοῖς ὄνοις αὐτοῦ, οὗ κατέλυσαν, καὶ εἶδε τὸν δεσμὸν τοῦ ἀργυρίου αὐτοῦ, καὶ ἦν ἐπάνω τοῦ στόματος τοῦ μαρσίππου· 28 καὶ εἶπε τοῖς ἀδελφοῖς αὐτοῦ· ἐπεδόθη μοι τὸ ἀργύριον, καὶ ἰδοὺ τοῦτο ἐν τῷ μαρσίππῳ μου, καὶ ἐξέστη ἡ καρδία αὐτῶν, καὶ ἐταράχθησαν πρὸς ἀλλήλους λέγοντες· τί τοῦτο ἐποίησεν ὁ Θεὸς ἡμῖν; 29 ῏Ηλθον δὲ πρὸς ᾿Ιακὼβ τὸν πατέρα αὐτῶν εἰς γῆν Χαναὰν καὶ ἀπήγγειλαν αὐτῷ πάντα τὰ συμβάντα αὐτοῖς, λέγοντες· 30 λελάληκεν ὁ ἄνθρωπος ὁ κύριος τῆς γῆς πρὸς ἡμᾶς σκληρὰ καὶ ἔθετο ἡμᾶς ἐν φυλακῇ ὡς κατασκοπεύοντας τὴν γῆν. 31 εἴπαμεν δὲ αὐτῷ· εἰρηνικοί ἐσμέν, οὐκ ἐσμὲν κατάσκοποι· 32 δώδεκα ἀδελφοί ἐσμεν, υἱοὶ τοῦ πατρὸς ἡμῶν· ὁ εἷς οὐχ ὑπάρχει, ὁ δὲ μικρὸς μετὰ τοῦ πατρὸς ἡμῶν σήμερον ἐν γῇ Χαναάν. 33 εἶπε δὲ ἡμῖν ὁ ἄνθρωπος ὁ κύριος τῆς γῆς· ἐν τούτῳ γνώσομαι ὅτι εἰρηνικοί ἐστε· ἀδελφὸν ἕνα ἄφετε ὧδε μετ᾿ ἐμοῦ, τὸν δὲ ἀγορασμὸν τῆς σιτοδοσίας τοῦ οἴκου ὑμῶν λαβόντες ἀπέλθατε. 34 καὶ ἀγάγετε πρός με τὸν ἀδελφὸν ὑμῶν τὸν νεώτερον, καὶ γνώσομαι ὅτι οὐ κατάσκοποί ἐστε, ἀλλ᾿ ὅτι εἰρηνικοί ἐστε, καὶ τὸν ἀδελφὸν ὑμῶν ἀποδώσω ὑμῖν, καὶ τῇ γῇ ἐμπορεύσεσθε. 35 ἐγένετο δὲ ἐν τῷ κατακενοῦν αὐτοὺς τοὺς σάκκους αὐτῶν, καὶ ἦν ἑκάστου ὁ δεσμὸς τοῦ ἀργυρίου ἐν τῷ σάκκῳ αὐτῶν· καὶ εἶδον τοὺς δεσμοὺς τοῦ ἀργυρίου αὐτῶν αὐτοὶ καὶ ὁ πατὴρ αὐτῶν, καὶ ἐφοβήθησαν. 36 εἶπε δὲ αὐτοῖς ᾿Ιακὼβ ὁ πατὴρ αὐτῶν· ἐμὲ ἠτεκνώσατε, ᾿Ιωσὴφ οὔκ ἔστι, Συμεὼν οὐκ ἔστι, καὶ τὸν Βενιαμὶν λήψεσθε; ἐπ᾿ ἐμὲ ἐγένετο ταῦτα πάντα. 37 εἶπε δὲ Ρουβὴν τῷ πατρὶ αὐτῶν λέγων· τοὺς δύο υἱούς μου ἀπόκτεινον, ἐὰν μὴ ἀγάγω αὐτὸν πρὸς σέ· δὸς αὐτὸν εἰς τὴν χεῖρά μου, κἀγὼ ἀνάξω αὐτὸν πρὸς σέ. 38 ὁ δὲ εἶπεν· οὐ καταβήσεται ὁ υἱός μου μεθ᾿ ὑμῶν, ὅτι ὁ ἀδελφὸς αὐτοῦ ἀπέθανε καὶ αὐτὸς μόνος καταλέλειπται· καὶ συμβήσεται αὐτὸν μαλακισθῆναι ἐν τῇ ὁδῷ, ᾗ ἐὰν πορεύησθε, καὶ κατάξετέ μου τὸ γῆρας μετὰ λύπης εἰς ἅδου. 39 ὁ δὲ λιμὸς ἐνίσχυσεν ἐπὶ τῆς γῆς.

Τρίτη 7 Απριλίου 2015

ΓΕΝΕΣΙΣ

ΚΕΦΑΛΑΙΟΝ 41


ΕΓΕΝΕΤΟ δὲ μετὰ δύο ἔτη ἡμερῶν, Φαραὼ εἶδεν ἐνύπνιον· ᾤετο ἑστάναι ἐπὶ τοῦ ποταμοῦ, 2 καὶ ἰδοὺ ὥσπερ ἐκ τοῦ ποταμοῦ ἀνέβαινον ἑπτὰ βόες καλαὶ τῷ εἴδει καὶ ἐκλεκταὶ ταῖς σαρξὶ καὶ ἐβόσκοντο ἐν τῷ ῎Αχει. 3 ἄλλαι δὲ ἑπτὰ βόες ἀνέβαινον μετὰ ταύτας ἐκ τοῦ ποταμοῦ αἰσχραὶ τῷ εἴδει καὶ λεπταὶ ταῖς σαρξὶ καὶ ἐνέμοντο παρὰ τὰς βόας ἐπὶ τὸ χεῖλος τοῦ ποταμοῦ· 4 καὶ κατέφαγον αἱ ἑπτὰ βόες αἱ αἰσχραὶ καὶ λεπταὶ ταῖς σαρξὶ τὰς ἑπτὰ βόας τὰς καλὰς τῷ εἴδει καὶ τὰς ἐκλεκτὰς ταῖς σαρξί. ἠγέρθη δὲ Φαραώ. 5 καὶ ἐνυπνιάσθη τὸ δεύτερον, καὶ ἰδοὺ ἑπτὰ στάχυες ἀνέβαινον ἐν τῷ πυθμένι ἑνὶ ἐκλεκτοὶ καὶ καλοί· 6 καὶ ἰδοὺ ἑπτὰ στάχυες λεπτοὶ καὶ ἀνεμόφθοροι ἀνεφύοντο μετ᾿ αὐτούς· 7 καὶ κατέπιον οἱ ἑπτὰ στάχυες οἱ λεπτοὶ καὶ ἀνεμόφθοροι τοὺς ἑπτὰ στάχυας τοὺς ἐκλεκτοὺς καὶ τοὺς πλήρεις. ἠγέρθη δὲ Φαραώ, καὶ ἦν ἐνύπνιον. 8 ᾿Εγένετο δὲ πρωΐ καὶ ἐταράχθη ἡ ψυχὴ αὐτοῦ, καὶ ἀποστείλας ἐκάλεσε πάντας τοὺς ἐξηγητὰς Αἰγύπτου καὶ πάντας τοὺς σοφοὺς αὐτῆς, καὶ διηγήσατο αὐτοῖς Φαραὼ τὸ ἐνύπνιον αὐτοῦ, καὶ οὐκ ἦν ὁ ἀπαγγέλλων αὐτὸ τῷ Φαραώ. 9 καὶ ἐλάλησεν ὁ ἀρχιοινοχόος πρὸς Φαραὼ λέγων· τὴν ἁμαρτίαν μου ἀναμιμνήσκω σήμερον. 10 Φαραὼ ὠργίσθη τοῖς παισὶν αὐτοῦ καὶ ἔθετο ἡμᾶς ἐν φυλακῇ ἐν τῷ οἴκῳ τοῦ ἀρχιμαγείρου, ἐμέ τε καὶ τὸν ἀρχισιτοποιόν. 11 καὶ εἴδομεν ἐνύπνιον ἀμφότεροι ἐν νυκτὶ μιᾷ ἐγὼ καὶ αὐτός, ἕκαστος κατὰ τὸ αὐτοῦ ἐνύπνιον εἴδομεν. 12 ἦν δὲ ἐκεῖ μεθ᾿ ἡμῶν νεανίσκος παῖς ῾Εβραῖος τοῦ ἀρχιμαγείρου, καὶ διηγησάμεθα αὐτῷ, καὶ συνέκρινεν ἡμῖν. 13 ἐγενήθη δέ, καθὼς συνέκρινεν ἡμῖν, οὕτω καὶ συνέβη, ἐμέ τε ἀποκατασταθῆναι ἐπὶ τὴν ἀρχήν μου, ἐκεῖνον δὲ κρεμασθῆναι. 14 ᾿Αποστείλας δὲ Φαραὼ ἐκάλεσε τὸν ᾿Ιωσήφ, καὶ ἐξήγαγον αὐτὸν ἀπὸ τοῦ ὀχυρώματος καὶ ἐξύρησαν αὐτὸν καὶ ἤλλαξαν τὴν στολὴν αὐτοῦ, καὶ ἦλθε πρὸς Φαραώ. 15 εἶπε δὲ Φαραὼ πρὸς ᾿Ιωσήφ· ἐνύπνιον ἑώρακα, καὶ ὁ συγκρίνων οὐκ ἔστιν αὐτό· ἐγὼ δὲ ἀκήκοα περὶ σοῦ λεγόντων, ἀκούσαντά σε ἐνύπνια συγκρῖναι αὐτά. 16 ἀποκριθεὶς δὲ ᾿Ιωσὴφ τῷ Φαραὼ εἶπεν· ἄνευ τοῦ Θεοῦ οὐκ ἀποκριθήσεται τὸ σωτήριον Φαραώ. 17 ἐλάλησε δὲ Φαραὼ τῷ ᾿Ιωσὴφ λέγων· ἐν τῷ ὕπνῳ μου ᾤμην ἑστάναι παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ, 18 καὶ ὥσπερ ἐκ τοῦ ποταμοῦ ἀνέβαινον ἑπτὰ βόες καλαὶ τῷ εἴδει καὶ ἐκλεκταὶ ταῖς σαρξί, καὶ ἐνέμοντο ἐν τῷ ῎Αχει. 19 καὶ ἰδοὺ ἑπτὰ βόες ἕτεραι ἀνέβαινον ὀπίσω αὐτῶν ἐκ τοῦ ποταμοῦ πονηραὶ καὶ αἰσχραὶ τῷ εἴδει καὶ λεπταὶ ταῖς σαρξίν, οἵας οὐκ εἶδον τοιαύτας ἐν ὅλῃ γῇ Αἰγύπτου αἰσχροτέρας· 20 καὶ κατέφαγον αἱ ἑπτὰ βόες αἱ αἰσχραὶ καὶ λεπταὶ τὰς ἑπτὰ βόας τὰς πρώτας τὰς καλὰς καὶ τὰς ἐκλεκτάς, 21 καὶ εἰσῆλθον εἰς τὰς κοιλίας αὐτῶν καὶ οὐ διάδηλοι ἐγένοντο, ὅτι εἰσῆλθον εἰς τὰς κοιλίας αὐτῶν, καὶ αἱ ὄψεις αὐτῶν αἰσχραί, καθὰ καὶ τὴν ἀρχήν· ἐξεγερθεὶς δὲ ἐκοιμήθην 22 καὶ εἶδον πάλιν ἐν τῷ ὕπνῳ μου, καὶ ὥσπερ ἑπτὰ στάχυες ἀνέβαινον ἐν πυθμένι ἑνὶ πλήρεις καὶ καλοί· 23 ἄλλοι δὲ ἑπτὰ στάχυες λεπτοὶ καὶ ἀνεμόφθοροι ἀνεφύοντο ἐχόμενοι αὐτῶν. 24 καὶ κατέπιον οἱ ἑπτὰ στάχυες οἱ λεπτοὶ καὶ ἀνεμόφθοροι τοὺς ἑπτὰ στάχυας τοὺς καλοὺς καὶ τοὺς πλήρεις. εἶπα οὖν τοῖς ἐξηγηταῖς, καὶ οὐκ ἦν ὁ ἀπαγγέλλων μοι αὐτό. 25 Καὶ εἶπεν ᾿Ιωσὴφ τῷ Φαραώ· τὸ ἐνύπνιον Φαραὼ ἕν ἐστιν· ὅσα ὁ Θεὸς ποιεῖ, ἔδειξε τῷ Φαραώ. 26 αἱ ἑπτὰ βόες αἱ καλαὶ ἑπτὰ ἔτη ἐστί, καὶ οἱ ἑπτὰ στάχυες οἱ καλοὶ ἑπτὰ ἔτη ἐστί· τὸ ἐνύπνιον Φαραὼ ἕν ἐστι, 27 καὶ αἱ ἑπτὰ βόες αἱ λεπταὶ αἱ ἀναβαίνουσαι ὀπίσω αὐτῶν ἑπτὰ ἔτη ἐστί, καὶ οἱ ἑπτὰ στάχυες οἱ λεπτοὶ καὶ ἀνεμόφθοροι ἔσονται ἑπτὰ ἔτη λιμοῦ. 28 τὸ δὲ ρῆμα, ὃ εἴρηκα Φαραώ, ὅσα ὁ Θεὸς ποιεῖ, ἔδειξε τῷ Φαραώ, 29 ἰδοὺ ἑπτὰ ἔτη ἔρχεται εὐθηνία πολλὴ ἐν πάσῃ γῇ Αἰγύπτου· 30 ἥξει δὲ ἑπτὰ ἔτη λιμοῦ μετὰ ταῦτα, καὶ ἐπιλήσονται τῆς πλησμονῆς τῆς ἐσομένης ἐν ὅλῃ Αἰγύπτῳ, καὶ ἀναλώσει ὁ λιμὸς τὴν γῆν, 31 καὶ οὐκ ἐπιγνωσθήσεται ἡ εὐθηνία ἐπὶ τῆς γῆς ἀπὸ τοῦ λιμοῦ τοῦ ἐσομένου μετὰ ταῦτα· ἰσχυρὸς γὰρ ἔσται σφόδρα. 32 περὶ δὲ τοῦ δευτερῶσαι τὸ ἐνύπνιον Φαραὼ δίς, ὅτι ἀληθὲς ἔσται τὸ ρῆμα τὸ παρὰ τοῦ Θεοῦ, καὶ ταχυνεῖ ὁ Θεὸς τοῦ ποιῆσαι αὐτό. 33 νῦν οὖν σκέψαι ἄνθρωπον φρόνιμον καὶ συνετὸν καὶ κατάστησον αὐτὸν ἐπὶ γῆς Αἰγύπτου· 34 καὶ ποιησάτω Φαραὼ καὶ καταστησάτω τοπάρχας ἐπὶ τῆς γῆς, καὶ ἀποπεμπτωσάτωσαν πάντα τὰ γεννήματα τῆς γῆς Αἰγύπτου τῶν ἑπτὰ ἐτῶν τῆς εὐθηνίας 35 καὶ συναγαγέτωσαν πάντα τὰ βρώματα τῶν ἑπτὰ ἐτῶν τῶν ἐρχομένων τῶν καλῶν τούτων, καὶ συναχθήτω ὁ σῖτος ὑπὸ χεῖρα Φαραώ, βρώματα ἐν ταῖς πόλεσι φυλαχθήτω· 36 καὶ ἔσται τὰ βρώματα τὰ πεφυλαγμένα τῇ γῇ εἰς τὰ ἑπτὰ ἔτη τοῦ λιμοῦ, ἃ ἔσονται ἐν γῇ Αἰγύπτου, καὶ οὐκ ἐκτριβήσεται ἡ γῇ ἐν τῷ λιμῷ. 37 ῎Ηρεσε δὲ τὸ ρῆμα ἐναντίον Φαραὼ καὶ ἐναντίον πάντων τῶν παίδων αὐτοῦ, 38 καὶ εἶπε Φαραὼ πᾶσι τοῖς παισὶν αὐτοῦ· μὴ εὑρήσομεν ἄνθρωπον τοιοῦτον, ὃς ἔχει πνεῦμα Θεοῦ ἐν αὐτῷ; 39 εἶπε δὲ Φαραὼ τῷ ᾿Ιωσήφ· ἐπειδὴ ἔδειξεν ὁ Θεός σοι πάντα ταῦτα, οὐκ ἔστιν ἄνθρωπος φρονιμώτερος καὶ συνετώτερός σου· 40 σὺ ἔσῃ ἐπὶ τῷ οἴκῳ μου, καὶ ἐπὶ τῷ στόματί σου ὑπακούσεται πᾶς ὁ λαός μου· πλὴν τὸν θρόνον ὑπερέξω σου ἐγώ. 41 εἶπε δὲ Φαραὼ τῷ ᾿Ιωσήφ· ἰδοὺ καθίστημί σε σήμερον ἐπὶ πάσης γῆς Αἰγύπτου. 42 καὶ περιελόμενος Φαραὼ τὸν δακτύλιον ἀπὸ τῆς χειρὸς αὐτοῦ, περιέθηκεν αὐτὸν ἐπί τὴν χεῖρα ᾿Ιωσὴφ καὶ ἐνέδυσεν αὐτὸν στολὴν βυσσίνην καὶ περιέθηκε κλοιὸν χρυσοῦν περὶ τὸν τράχηλον αὐτοῦ· 43 καὶ ἀνεβίβασεν αὐτὸν ἐπὶ τὸ ἅρμα τὸ δεύτερον τῶν αὐτοῦ, καὶ ἐκήρυξεν ἔμπροσθεν αὐτοῦ κήρυξ· καὶ κατέστησεν αὐτὸν ἐφ᾿ ὅλης γῆς Αἰγύπτου. 44 εἶπε δὲ Φαραὼ τῷ ᾿Ιωσήφ· ἐγὼ Φαραώ, ἄνευ σοῦ οὐκ ἐξαρεῖ οὐδεὶς τὴν χεῖρα αὐτοῦ ἐπὶ πάσης γῆς Αἰγύπτου. 45 καὶ ἐκάλεσε Φαραὼ τὸ ὄνομα ᾿Ιωσήφ, Ψονθομφανήχ· καὶ ἔδωκεν αὐτῷ τὴν ᾿Ασεννὲθ θυγατέρα Πετεφρῆ ἱερέως ῾Ηλιουπόλεως αὐτῷ εἰς γυναῖκα. 46 ᾿Ιωσὴφ δὲ ἦν ἐτῶν τριάκοντα, ὅτε ἔστη ἐναντίον Φαραὼ βασιλέως Αἰγύπτου.᾿Εξῆλθε δὲ ᾿Ιωσὴφ ἀπὸ προσώπου Φαραώ, καὶ διῆλθε πᾶσαν γῆν Αἰγύπτου. 47 καὶ ἐποίησεν ἡ γῆ ἐν τοῖς ἑπτὰ ἔτεσι τῆς εὐθηνίας δράγματα· 48 καὶ συνήγαγε πάντα τὰ βρώματα τῶν ἑπτὰ ἐτῶν, ἐν οἷς ἦν ἡ εὐθυνία ἐν τῇ γῇ Αἰγύπτου, καὶ ἔθηκε τὰ βρώματα ἐν ταῖς πόλεσι, βρώματα τῶν πεδίων τῆς πόλεως τῶν κύκλῳ αὐτῆς ἔθηκεν ἐν αὐτῇ. 49 καὶ συνήγαγεν ᾿Ιωσὴφ σῖτον ὡσεὶ τὴν ἄμμον τῆς θαλάσσης πολὺν σφόδρα, ἕως οὐκ ἠδύνατο ἀριθμηθῆναι, οὐ γὰρ ἦν ἀριθμός. 50 Τῷ δὲ ᾿Ιωσὴφ ἐγένοντο υἱοὶ δύο πρὸ τοῦ ἐλθεῖν τὰ ἑπτὰ ἔτη τοῦ λιμοῦ, οὓς ἔτεκεν αὐτῷ ᾿Ασεννὲθ ἡ θυγάτηρ Πετεφρῆ ἱερέως ῾Ηλιουπόλεως. 51 ἐκάλεσε δὲ ᾿Ιωσὴφ τὸ ὄνομα τοῦ πρωτοτόκου Μανασσῆ, ὅτι ἐπιλαθέσθαι με ἐποίησεν ὁ Θεὸς πάντων τῶν πόνων μου καὶ πάντων τῶν τοῦ πατρός μου. 52 τὸ δὲ ὄνομα τοῦ δευτέρου ἐκάλεσεν ᾿Εφραΐμ, ὅτι ηὔξησέ με ὁ Θεὸς ἐν γῇ ταπεινώσεώς μου. 53 Παρῆλθε δὲ τὰ ἑπτὰ ἔτη τῆς εὐθηνίας, ἃ ἐγένοντο ἐν τῇ γῇ Αἰγύπτου, 54 καὶ ἤρξατο τὰ ἑπτὰ ἔτη τοῦ λιμοῦ ἔρχεσθαι, καθὰ εἶπεν ᾿Ιωσήφ. καὶ ἐγένετο λιμὸς ἐν πάσῃ τῇ γῇ, ἐν δὲ πάσῃ τῇ γῇ Αἰγύπτου ἦσαν ἄρτοι. 55 καὶ ἐπείνασε πᾶσα ἡ γῆ Αἰγύπτου, ἔκραξε δὲ ὁ λαὸς πρὸς Φαραὼ περὶ ἄρτων· εἶπε δὲ Φαραὼ πᾶσι τοῖς Αἰγυπτίοις· πορεύεσθε πρὸς ᾿Ιωσήφ, καὶ ὃ ἐὰν εἴπῃ ὑμῖν, ποιήσατε. 56 καὶ ὁ λιμὸς ἦν ἐπὶ προσώπου πάσης τῆς γῆς· ἀνέῳξε δὲ ᾿Ιωσὴφ πάντας τοὺς σιτοβολῶνας καὶ ἐπώλει πᾶσι τοῖς Αἰγυπτίοις. 57 καὶ πᾶσαι αἱ χῶραι ἦλθον εἰς Αἴγυπτον ἀγοράζειν πρὸς ᾿Ιωσήφ· ἐπεκράτησε γὰρ ὁ λιμὸς ἐν πάσῃ τῇ γῇ.

Πέμπτη 2 Απριλίου 2015

Αρχιερατικόν

Εκκλησιαστικό, λειτουργικό βιβλίο, που περιέχει τις λειτουργίες του ιερού Χρυσοστόμου, του Μεγάλου Βασιλείου και των Προηγιασμένων. Επίσης διάφορες εκκλησιαστικές ακολουθίες και ευχές, την τάξη των ιερών Μυστηρίων κ.ά. Χρησιμοποιείται από τους αρχιερείς γι' αυτό και ονομάζεται Αρχιερατικό.

ΓΕΝΕΣΙΣ

ΚΕΦΑΛΑΙΟΝ 40


ΕΓΕΝΕΤΟ δὲ μετὰ τὰ ρήματα ταῦτα ἥμαρτεν ὁ ἀρχιοινοχόος τοῦ βασιλέως Αἰγύπτου καὶ ὁ ἀρχισιτοποιὸς τῷ κυρίῳ αὐτῶν βασιλεῖ Αἰγύπτου. 2 καὶ ὠργίσθη Φαραὼ ἐπὶ τοῖς δυσὶν εὐνούχοις αὐτοῦ, ἐπὶ τῷ ἀρχιοινοχόῳ καὶ ἐπὶ τῷ ἀρχισιτοποιῷ, 3 καὶ ἔθετο αὐτοὺς ἐν φυλακῇ εἰς τὸ δεσμωτήριον, εἰς τὸν τόπον, οὗ ᾿Ιωσὴφ ἀπῆκτο ἐκεῖ. 4 καὶ συνέστησεν ὁ ἀρχιδεσμώτης τῷ ᾿Ιωσὴφ αὐτούς, καὶ παρέστη αὐτοῖς· ἦσαν δὲ ἡμέρας ἐν τῇ φυλακῇ. 5 καὶ εἶδον ἀμφότεροι ἐνύπνιον ἐν μιᾷ νυκτί· ἡ δὲ ὅρασις τοῦ ἐνυπνίου τοῦ ἀρχιοινοχόου καὶ ἀρχισιτοποιοῦ, οἳ ἦσαν τῷ βασιλεῖ Αἰγύπτου, οἱ ὄντες ἐν τῷ δεσμωτηρίῳ, ἦν αὕτη. 6 εἰσῆλθε δὲ πρὸς αὐτοὺς ᾿Ιωσὴφ τῷ πρωΐ καὶ εἶδεν αὐτούς, καὶ ἦσαν τεταραγμένοι. 7 καὶ ἠρώτα τοὺς εὐνούχους Φαραώ, οἳ ἦσαν μετ᾿ αὐτοῦ ἐν τῇ φυλακῇ παρὰ τῷ κυρίῳ αὐτοῦ, λέγων· τί ὅτι τὰ πρόσωπα ὑμῶν σκυθρωπὰ σήμερον; 8 οἱ δὲ εἶπαν αὐτῷ· ἐνύπνιον εἴδομεν, καὶ ὁ συγκρίνων οὐκ ἔστιν αὐτό. εἶπε δὲ αὐτοῖς ᾿Ιωσήφ· οὐχὶ διὰ τοῦ Θεοῦ ἡ διασάφησις αὐτῶν ἐστι; διηγήσασθε οὖν μοι. 9 καὶ διηγήσατο ὁ ἀρχιοινοχόος τὸ ἐνύπνιον αὐτοῦ τῷ ᾿Ιωσὴφ καὶ εἶπεν· ἐν τῷ ὕπνῳ μου ἦν ἄμπελος ἐναντίον μου· 10 ἐν δὲ τῇ ἀμπέλῳ τρεῖς πυθμένες, καὶ αὐτὴ θάλλουσα ἀνενηνοχυῖα βλαστούς· πέπειροι οἱ βότρυες σταφυλῆς. 11 καὶ τὸ ποτήριον Φαραὼ ἐν τῇ χειρί μου· καὶ ἔλαβον τὴν σταφυλὴν καὶ ἐξέθλιψα αὐτὴν εἰς τὸ ποτήριον καὶ ἔδωκα τὸ ποτήριον εἰς τὴν χεῖρα Φαραώ. 12 καὶ εἶπεν αὐτῷ ᾿Ιωσήφ· τοῦτο ἡ σύγκρισις αὐτοῦ· οἱ τρεῖς πυθμένες τρεῖς ἡμέραι εἰσίν· 13 ἔτι τρεῖς ἡμέραι καὶ μνησθήσεται Φαραὼ τῆς ἀρχῆς σου καὶ ἀποκαταστήσει σε ἐπί τὴν ἀρχιοινοχοΐαν σου, καὶ δώσεις τὸ ποτήριον Φαραὼ εἰς τὴν χεῖρα αὐτοῦ κατὰ τὴν ἀρχήν σου τὴν προτέραν, ὡς ἦσθα οἰνοχοῶν. 14 ἀλλὰ μνήσθητί μου διὰ σεαυτοῦ, ὅταν εὖ γένηταί σοι, καὶ ποιήσεις ἐν ἐμοὶ ἔλεος καὶ μνησθήσει περὶ ἐμοῦ πρὸς Φαραὼ καὶ ἐξάξεις με ἐκ τοῦ ὀχυρώματος τούτου· 15 ὅτι κλοπῇ ἐκλάπην ἐκ γῆς ῾Εβραίων καὶ ὧδε οὐκ ἐποίησα οὐδέν, ἀλλ᾿ ἐνέβαλόν με εἰς τὸν λάκκον τοῦτον. 16 καὶ εἶδεν ὁ ἀρχισιτοποιός, ὅτι ὀρθῶς συνέκρινε, καὶ εἶπε τῷ ᾿Ιωσήφ· κἀγὼ εἶδον ἐνύπνιον καὶ ᾤμην τρία κανᾶ χονδριτῶν αἴρειν ἐπὶ τῆς κεφαλῆς μου· 17 ἐν δὲ κανῷ τῷ ἐπάνω ἀπὸ πάντων τῶν γενῶν, ὧν Φαραὼ ἐσθίει ἔργον σιτοποιοῦ, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατήσθιεν αὐτὰ ἀπὸ τοῦ κανοῦ τοῦ ἐπάνω τῆς κεφαλῆς μου. 18 ἀποκριθεὶς δὲ ᾿Ιωσὴφ εἶπεν αὐτῷ· αὕτη ἡ σύγκρισις αὐτοῦ· τὰ τρία κανᾶ τρεῖς ἡμέραι εἰσίν· 19 ἔτι τριῶν ἡμερῶν καὶ ἀφελεῖ Φαραὼ τὴν κεφαλήν σου ἀπὸ σοῦ καὶ κρεμάσει σε ἐπὶ ξύλου, καὶ φάγεται τὰ ὄρνεα τοῦ οὐρανοῦ τὰς σάρκας σου ἀπὸ σοῦ. 20 ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, ἡμέρα γενέσεως ἦν Φαραώ, καὶ ἐποίει πότον πᾶσι τοῖς παισὶν αὐτοῦ. καὶ ἐμνήσθη τῆς ἀρχῆς τοῦ οἰνοχόου καὶ τῆς ἀρχῆς τοῦ σιτοποιοῦ ἐν μέσῳ τῶν παίδων αὐτοῦ, 21 καὶ ἀποκατέστησε τὸν ἀρχιοινοχόον ἐπὶ τὴν ἀρχὴν αὐτοῦ, καὶ ἔδωκε τὸ ποτήριον εἰς τὴν χεῖρα Φαραώ, 22 τὸν δὲ ἀρχισιτοποιὸν ἐκρέμασε, καθὰ συνέκρινεν αὐτοῖς ᾿Ιωσήφ. 23 καὶ οὐκ ἐμνήσθη ὁ ἀρχιοινοχόος τοῦ ᾿Ιωσήφ, ἀλλ᾿ ἐπελάθετο αὐτοῦ.