Τρίτη 28 Απριλίου 2015

Δομέστικος

Ανώτερος αξιωματικός στη βυζαντινή εποχή. Αργότερα έγινε και εκκλησιαστικό αξίωμα. Είναι ο οφφικιούχος Ιεροψάλτης ή Αναγνώστης. Σήμερα έτσι ονομάζεται ο δεξιός Ιεροψάλτης. Υπάρχουν ο Α΄ και ο Β΄ Δομέστικος. Ο Α΄ είναι ο κατ' εξοχήν βοηθός του Πρωτοψάλτη και ο Β΄ είναι ο κατ' εξοχήν βοηθός του Λαμπαδαρίου (αριστερού Ιεροψάλτη). Λέγεται και Δομέστιχος.

Δευτέρα 27 Απριλίου 2015

Αποστολικόν ανάγνωσμα

Απόσπασμα από τις <<Πράξεις των Αποστόλων>> ή τις επιστολές τους, που διαβάζεται με μελική απαγγελία πριν από την ανάγνωση του Ιερού Ευαγγελίου. Το Αποστολικό ανάγνωσμα είναι η μαρτυρία των Αποστόλων, οι οποίοι έγιναν <<αυτόπται και αυτήκοοι του Λόγου>>. Κάθε ημέρα απαγγέλλεται και άλλο ανάγνωσμα και διαβάζεται εμμελώς από τον Αναγνώστη.

ΓΕΝΕΣΙΣ

ΚΑΦΑΛΑΙΟΝ 45

Κ ΑΙ οὐκ ἠδύνατο ᾿Ιωσὴφ ἀνέχεσθαι πάντων τῶν παρεστηκότων αὐτῷ, ἀλλ᾿ εἶπεν· ἐξαποστείλατε πάντας ἀπ᾿ ἐμοῦ. καὶ οὐ παρειστήκει οὐδεὶς τῷ ᾿Ιωσήφ, ἡνίκα ἀνεγνωρίζετο τοῖς ἀδελφοῖς αὐτοῦ. 2 καὶ ἀφῆκε φωνὴν μετὰ κλαυθμοῦ· ἤκουσαν δὲ πάντες οἱ Αἰγύπτιοι, καὶ ἀκουστὸν ἐγένετο εἰς τὸν οἶκον Φαραώ. 3 εἶπε δὲ ᾿Ιωσὴφ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ· ἐγώ εἰμι ᾿Ιωσήφ. ἔτι ὁ πατήρ μου ζῇ; καὶ οὐκ ἠδύναντο οἱ ἀδελφοὶ ἀποκριθῆναι αὐτῷ· ἐταράχθησαν γάρ. 4 εἶπε δὲ ᾿Ιωσὴφ πρὸς τούς ἀδελφοὺς αὐτοῦ· ἐγγίσατε πρός με, καὶ ἤγγισαν. καὶ εἶπεν· ἐγώ εἰμι ᾿Ιωσὴφ ὁ ἀδελφὸς ὑμῶν, ὃν ἀπέδοσθε εἰς Αἴγυπτον. 5 νῦν οὖν μὴ λυπεῖσθε, μηδὲ σκληρὸν ὑμῖν φανήτω, ὅτι ἀπέδοσθέ με ὧδε· εἰς γὰρ ζωὴν ἀπέστειλέ με ὁ Θεὸς ἔμπροσθεν ὑμῶν· 6 τοῦτο γὰρ δεύτερον ἔτος λιμὸς ἐπὶ τῆς γῆς, καὶ ἔτι λοιπὰ πέντε ἔτη, ἐν οἷς οὐκ ἔστιν ἀροτρίασις οὐδὲ ἄμητος· 7 ἀπέστειλε γάρ με ὁ Θεὸς ἔμπροσθεν ὑμῶν, ὑπολείπεσθαι ὑμῖν κατάλειμμα ἐπὶ τῆς γῆς καὶ ἐκθρέψαι ὑμῶν κατάλειψιν μεγάλην. 8 νῦν οὐχ ὑμεῖς με ἀπεστάλκατε ὧδε, ἀλλ᾿ ἢ ὁ Θεός, καὶ ἐποίησέ με ὡς πατέρα Φαραὼ καὶ κύριον παντὸς τοῦ οἴκου αὐτοῦ καὶ ἄρχοντα πάσης γῆς Αἰγύπτου. 9 σπεύσαντες οὖν ἀνάβητε πρὸς τὸν πατέρα μου καὶ εἴπατε αὐτῷ· τάδε λέγει ὁ υἱός σου ᾿Ιωσήφ· ἐποίησέ με ὁ Θεὸς κύριον πάσης γῆς Αἰγύπτου· κατάβηθι οὖν πρός με καὶ μὴ μείνῃς· 10 καὶ κατοικήσεις ἐν γῇ Γεσὲμ ᾿Αραβίας καὶ ἔσῃ ἐγγύς μου σὺ καὶ οἱ υἱοί σου καὶ οἱ υἱοὶ τῶν υἱῶν σου, τὰ πρόβατά σου καὶ οἱ βόες σου καὶ ὅσα σοι ἐστί, 11 καὶ ἐκθρέψω σε ἐκεῖ· ἔτι γὰρ πέντε ἔτη λιμός· ἵνα μὴ ἐκτριβῇς σὺ καὶ οἱ υἱοί σου καὶ πάντα τὰ ὑπάρχοντά σου. 12 ἰδοὺ οἱ ὀφθαλμοὶ ὑμῶν βλέπουσι καὶ οἱ ὀφθαλμοὶ Βενιαμὶν τοῦ ἀδελφοῦ μου, ὅτι τὸ στόμα μου τὸ λαλοῦν πρὸς ὑμᾶς. 13 ἀπαγγείλατε οὖν τῷ πατρί μου πᾶσαν τὴν δόξαν μου τὴν ἐν Αἰγύπτῳ καὶ ὅσα εἴδετε, καὶ ταχύναντες καταγάγετε τὸν πατέρα μου ὧδε. 14 καὶ ἐπιπεσὼν ἐπὶ τὸν τράχηλον Βενιαμὶν τοῦ ἀδελφοῦ αὐτοῦ ἔκλαυσεν ἐπ᾿ αὐτῷ, καὶ Βενιαμὶν ἔκλαυσεν ἐπὶ τῷ τραχήλῳ αὐτοῦ. 15 καὶ καταφιλήσας πάντας τοὺς ἀδελφοὺς αὐτοῦ ἔκλαυσεν ἐπ᾿ αὐτοῖς, καὶ μετὰ ταῦτα ἐλάλησαν οἱ ἀδελφοὶ αὐτοῦ πρὸς αὐτόν. 16 Καὶ διεβοήθη ἡ φωνὴ εἰς τὸν οἶκον Φαραὼ λέγοντες· ἥκασιν οἱ ἀδελφοὶ ᾿Ιωσήφ. ἐχάρη δὲ Φαραὼ καὶ ἡ θεραπεία αὐτοῦ. 17 εἶπε δὲ Φαραὼ πρὸς ᾿Ιωσήφ· εἰπὸν τοῖς ἀδελφοῖς σου, τοῦτο ποιήσατε· γεμίσατε τὰ φορεῖα ὑμῶν καὶ ἀπέλθετε εἰς γῆν Χαναὰν 18 καὶ ἀναλαβόντες τὸν πατέρα ὑμῶν καὶ τὰ ὑπάρχοντα ὑμῶν ἥκετε πρός με, καὶ δώσω ὑμῖν πάντων τῶν ἀγαθῶν Αἰγύπτου, καὶ φάγεσθε τὸν μυελὸν τῆς γῆς. 19 σὺ δὲ ἔντειλαι ταῦτα, λαβεῖν αὐτοῖς ἁμάξας ἐκ γῆς Αἰγύπτου τοῖς παιδίοις ὑμῶν καὶ ταῖς γυναιξὶν ὑμῶν. καὶ ἀναλαβόντες τὸν πατέρα ὑμῶν παραγίνεσθε· 20 καὶ μὴ φείσησθε τοῖς ὀφθαλμοῖς τῶν σκευῶν ὑμῶν, τὰ γὰρ πάντα ἀγαθὰ Αἰγύπτου ὑμῖν ἔσται. 21 ἐποίησαν δὲ οὕτως οἱ υἱοὶ ᾿Ισραήλ· ἔδωκε δὲ ᾿Ιωσὴφ αὐτοῖς ἁμάξας κατὰ τὰ εἰρημένα ὑπὸ Φαραὼ τοῦ βασιλέως καὶ ἔδωκεν αὐτοῖς ἐπισιτισμὸν εἰς τὴν ὁδόν, 22 καὶ πᾶσιν ἔδωκε δισσὰς στολάς, τῷ δὲ Βενιαμὶν ἔδωκε τριακοσίους χρυσοῦς καὶ πέντε ἐξαλλασσούσας στολάς, 23 καὶ τῷ πατρὶ αὐτοῦ ἀπέστειλε κατὰ τὰ αὐτὰ καὶ δέκα ὄνους αἴροντας ἀπὸ πάντων τῶν ἀγαθῶν Αἰγύπτου καὶ δέκα ἡμιόνους αἰρούσας ἄρτους τῷ πατρὶ αὐτοῦ εἰς ὁδόν. 24 ἐξαπέστειλε δὲ τοὺς ἀδελφοὺς αὐτοῦ καὶ ἐπορεύθησαν· καὶ εἶπεν αὐτοῖς· μὴ ὀργίζεσθε ἐν τῇ ὁδῷ. 25 Καὶ ἀνέβησαν ἐξ Αἰγύπτου καὶ ἦλθον εἰς γῆν Χαναὰν πρὸς ᾿Ιακὼβ τὸν πατέρα αὐτῶν, 26 καὶ ἀνήγγειλαν αὐτῷ λέγοντες· ὅτι ὁ υἱός σου ᾿Ιωσὴφ ζῇ, καὶ αὐτὸς ἄρχει πάσης γῆς Αἰγύπτου. καὶ ἐξέστη τῇ διανοίᾳ ᾿Ιακώβ· οὐ γὰρ ἐπίστευσεν αὐτοῖς. 27 ἐλάλησαν δὲ αὐτῷ πάντα τὰ ρηθέντα ὑπὸ ᾿Ιωσήφ, ὅσα εἶπεν αὐτοῖς. ἰδὼν δὲ τὰς ἁμάξας, ἃς ἀπέστειλεν ᾿Ιωσὴφ ὥστε ἀναλαβεῖν αὐτόν, ἀνεζωπύρησε τὸ πνεῦμα ᾿Ιακὼβ τοῦ πατρὸς αὐτῶν. 28 εἶπε δὲ ᾿Ισραήλ· μέγα μοί ἐστιν, εἰ ἔτι ᾿Ιωσὴφ ὁ υἱός μου ζῇ· πορευθεὶς ὄψομαι αὐτὸν πρὸ τοῦ ἀποθανεῖν με.

Τετάρτη 22 Απριλίου 2015

ΓΕΝΕΣΙΣ

ΚΕΦΑΛΑΙΟΝ 44


Κ ΑΙ ἐνετείλατο ὁ ᾿Ιωσὴφ τῷ ὄντι ἐπὶ τῆς οἰκίας αὐτοῦ λέγων· πλήσατε τοὺς μαρσίππους τῶν ἀνθρώπων βρωμάτων, ὅσα ἐὰν δύνωνται ἆραι, καὶ ἐμβάλετε ἑκάστου τὸ ἀργύριον ἐπὶ τοῦ στόματος τοῦ μαρσίππου 2 καὶ τὸ κόνδυ μου τὸ ἀργυροῦν ἐμβάλετε εἰς τὸν μάρσιππον τοῦ νεωτέρου καὶ τὴν τιμὴν τοῦ σίτου αὐτοῦ. ἐγενήθη δὲ κατὰ τὸ ρῆμα ᾿Ιωσήφ, καθὼς εἶπε. 3 τὸ πρωΐ διέφαυσε, καὶ οἱ ἄνθρωποι ἀπεστάλησαν, αὐτοὶ καὶ οἱ ὄνοι αὐτῶν. 4 ἐξελθόντων δὲ αὐτῶν τὴν πόλιν, οὐκ ἀπέσχον μακράν, καὶ ᾿Ιωσὴφ εἶπε τῷ ἐπὶ τῆς οἰκίας αὐτοῦ· ἀναστὰς ἐπιδίωξον ὀπίσω τῶν ἀνθρώπων καὶ καταλήψῃ αὐτοὺς καὶ ἐρεῖς αὐτοῖς· τί ὅτι ἀνταπεδώκατε πονηρὰ ἀντὶ καλῶν; ἱνατί ἐκλέψατέ μου τὸ κόνδυ τὸ ἀργυροῦν; 5 οὐ τοῦτό ἐστιν, ἐν ᾧ πίνει ὁ κύριός μου; αὐτὸς δὲ οἰωνισμῷ οἰωνίζεται ἐν αὐτῷ. πονηρὰ συντετελέκατε, ἃ πεποιήκατε. 6 εὑρὼν δὲ αὐτοὺς εἶπεν αὐτοῖς κατὰ τὰ ρήματα ταῦτα. 7 οἱ δὲ εἶπαν αὐτῷ· ἱνατί λαλεῖ ὁ κύριος κατὰ τὰ ρήματα ταῦτα; μὴ γένοιτο τοῖς παισί σου ποιῆσαι κατὰ τὸ ρῆμα τοῦτο. 8 εἰ τὸ μὲν ἀργύριον, ὁ εὕρομεν ἐν τοῖς μαρσίπποις ἡμῶν, ἀπεστρέψαμεν πρὸς σὲ ἐκ γῆς Χαναάν, πῶς ἂν κλέψαιμεν ἐκ τοῦ οἴκου τοῦ κυρίου σου ἀργύριον ἢ χρυσίον; 9 παρ᾿ ᾧ ἂν εὕρῃς τὸ κόνδυ τῶν παίδων σου, ἀποθνησκέτω· καὶ ἡμεῖς δὲ ἐσόμεθα παῖδες τῷ κυρίῳ ἡμῶν. 10 ὁ δὲ εἶπε· καὶ νῦν ὡς λέγετε, οὕτως ἔσται· παρ᾿ ᾧ ἂν εὑρεθῇ τὸ κόνδυ, ἔσται μου παῖς, ὑμεῖς δὲ ἔσεσθε καθαροί. 11 καὶ ἔσπευσαν καὶ καθεῖλαν ἕκαστος τὸν μάρσιππον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ ἤνοιξαν ἕκαστος τὸν μάρσιππον αὐτοῦ. 12 ἠρεύνησε δὲ ἀπὸ τοῦ πρεσβυτέρου ἀρξάμενος, ἕως ἦλθεν ἐπὶ τὸν νεώτερον, καὶ εὗρε τὸ κόνδυ ἐν τῷ μαρσίππῳ τοῦ Βενιαμίν. 13 καὶ διέρρηξαν τὰ ἱμάτια αὐτῶν καὶ ἐπέθηκαν ἕκαστος τὸν μάρσιππον αὐτοῦ ἐπί τὸν ὄνον αὐτοῦ, καὶ ἐπέστρεψαν εἰς τὴν πόλιν. 14 εἰσῆλθε δὲ ᾿Ιούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ πρὸς ᾿Ιωσήφ, ἔτι αὐτοῦ ὄντος ἐκεῖ, καὶ ἔπεσον ἐναντίον αὐτοῦ ἐπὶ τὴν γῆν. 15 εἶπε δὲ αὐτοῖς ᾿Ιωσήφ· τί τὸ πρᾶγμα τοῦτο ἐποιήσατε; οὐκ οἴδατε ὅτι οἰωνισμῷ οἰωνιεῖται ὁ ἄνθρωπος, οἷος ἐγώ; 16 εἶπε δὲ ᾿Ιούδας· τί ἀντεροῦμεν τῷ κυρίῳ, ἢ τί λαλήσομεν, ἢ τί δικαιωθῶμεν; ὁ Θεὸς δὲ εὗρε τὴν ἀδικίαν τῶν παίδων σου. ἰδού ἐσμεν οἰκέται τῷ κυρίῳ ἡμῶν, καὶ ἡμεῖς καὶ παρ᾿ ᾧ εὑρέθη τὸ κόνδυ. 17 εἶπε δὲ ᾿Ιωσήφ· μή μοι γένοιτο ποιῆσαι τὸ ρῆμα τοῦτο· ὁ ἄνθρωπος, παρ᾿ ᾧ εὑρέθη τὸ κόνδυ αὐτὸς ἔσται μου παῖς. ὑμεῖς δὲ ἀνάβητε μετὰ σωτηρίας πρὸς τὸν πατέρα ὑμῶν. 18 ᾿Εγγίσας δὲ αὐτῷ ᾿Ιούδας εἶπε· δέομαι, κύριε· λαλησάτω ὁ παῖς σου ρῆμα ἐναντίον σου, καὶ μὴ θυμωθῇς τῷ παιδί σου, ὅτι σὺ εἶ μετὰ Φαραώ. 19 κύριε, σὺ ἠρώτησας τοὺς παῖδάς σου, λέγων· εἰ ἔχετε πατέρα ἢ ἀδελφόν; 20 καὶ εἴπαμεν τῷ κυρίῳ· ἔστιν ἡμῖν πατὴρ πρεσβύτερος καὶ παιδίον γήρους νεώτερον αὐτῷ, καὶ ὁ ἀδελφὸς αὐτοῦ ἀπέθανεν, αὐτὸς δὲ μόνος ὑπελείφθη τῇ μητρὶ αὐτοῦ, ὁ δὲ πατὴρ αὐτὸν ἠγάπησεν. 21 εἶπας δὲ τοῖς παισί σου· καταγάγετε αὐτὸν πρός με, καὶ ἐπιμελοῦμαι αὐτοῦ. 22 καὶ εἴπαμεν τῷ κυρίῳ· οὐ δυνήσεται τὸ παιδίον καταλιπεῖν τὸν πατέρα αὐτοῦ· ἐὰν δὲ καταλίπῃ τὸν πατέρα, ἀποθανεῖται. 23 σὺ δὲ εἶπας τοῖς παισί σου· ἐὰν μὴ καταβῇ ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος μεθ᾿ ὑμῶν, οὐ προσθήσεσθε ἰδεῖν τὸ πρόσωπόν μου. 24 ἐγένετο δὲ ἡνίκα ἀνέβημεν πρὸς τὸν παῖδά σου πατέρα ἡμῶν, ἀπηγγείλαμεν αὐτῷ τὰ ρήματα τοῦ κυρίου ἡμῶν. 25 εἶπε δὲ ὁ πατὴρ ἡμῶν· βαδίσατε πάλιν καὶ ἀγοράσατε ἡμῖν μικρὰ βρώματα. 26 ἡμεῖς δέ εἴπομεν· οὐ δυνησόμεθα καταβῆναι. ἀλλ᾿ εἰ μὲν ὁ ἀδελφὸς ἡμῶν ὁ νεώτερος καταβαίνει μεθ᾿ ἡμῶν, καταβησόμεθα· οὐ γὰρ δυνησόμεθα ἰδεῖν τὸ πρόσωπον τοῦ ἀνθρώπου, τοῦ ἀδελφοῦ ἡμῶν τοῦ νεωτέρου μὴ ὄντος μεθ᾿ ἡμῶν. 27 εἶπε δὲ ὁ παῖς σου, ὁ πατὴρ ἡμῶν πρὸς ἡμᾶς· ὑμεῖς γινώσκετε ὅτι δύο ἔτεκέ μοι ἡ γυνή· 28 καὶ ἐξῆλθεν ὁ εἷς ἀπ᾿ ἐμοῦ, καὶ εἴπατε ὅτι θηριόβρωτος γέγονε, καὶ οὐκ εἶδον αὐτὸν ἄχρι νῦν· 29 ἐὰν οὖν λάβητε καὶ τοῦτον ἐκ τοῦ προσώπου μου καὶ συμβῇ αὐτῷ μαλακία ἐν τῇ ὁδῷ, καὶ κατάξετέ μου τὸ γῆρας μετὰ λύπης εἰς ᾅδου. 30 νῦν οὖν ἐὰν εἰσπορεύωμαι πρὸς τὸν παῖδά σου, πατέρα δὲ ἡμῶν, καὶ τὸ παιδίον μὴ ᾖ μεθ᾿ ἡμῶν, ἡ δὲ ψυχὴ αὐτοῦ ἐκκρέμαται ἐκ τῆς τούτου ψυχῆς, 31 καὶ ἔσται ἐν τῷ ἰδεῖν αὐτὸν μὴ ὂν τὸ παιδίον μεθ᾿ ἡμῶν, τελευτήσει, καὶ κατάξουσιν οἱ παῖδές σου τὸ γῆρας τοῦ παιδός σου, πατρὸς δὲ ἡμῶν, μετὰ λύπης εἰς ᾅδου. 32 ὁ γὰρ παῖς σου παρὰ τοῦ πατρὸς ἐκδέδεκται τὸ παιδίον λέγων· ἐὰν μὴ ἀγάγω αὐτὸν πρὸς σὲ καὶ στήσω αὐτὸν ἐνώπιόν σου, ἡμαρτηκὼς ἔσομαι εἰς τὸν πατέρα πάσας τάς ἡμέρας. 33 νῦν οὖν παραμενῶ σοι παῖς ἀντὶ τοῦ παιδίου, οἰκέτης τοῦ κυρίου· τὸ δὲ παιδίον ἀναβήτω μετὰ τῶν ἀδελφῶν αὐτοῦ. 34 πῶς γὰρ ἀναβήσομαι πρὸς τὸν πατέρα, τοῦ παιδίου μὴ ὄντος μεθ᾿ ἡμῶν; ἵνα μὴ ἴδω τὰ κακά, ἃ εὑρήσει τὸν πατέρα μου.

Σάββατο 18 Απριλίου 2015

ΓΕΝΕΣΙΣ

ΚΕΦΑΛΑΙΟΝ 43


ΕΓΕΝΕΤΟ δὲ ἡνίκα συνετέλεσαν καταφαγεῖν τὸν σῖτον, ὃν ἤνεγκαν ἐξ Αἰγύπτου, καὶ εἶπεν αὐτοῖς ὁ πατὴρ αὐτῶν· πάλιν πορευθέντες πρίασθε ἡμῖν μικρὰ βρώματα. 2 εἶπε δὲ αὐτῷ ᾿Ιούδας λέγων· διαμαρτυρίᾳ μεμαρτύρηται ἡμῖν ὁ ἄνθρωπος ὁ κύριος τῆς γῆς λέγων· οὐκ ὄψεσθε τὸ πρόσωπόν μου, ἐὰν μὴ ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος μεθ᾿ ὑμῶν ᾖ· 3 εἰ μὲν οὖν ἀποστέλλῃς τὸν ἀδελφὸν ἡμῶν μεθ᾿ ἡμῶν, καταβησόμεθα, καὶ ἀγοράσομέν σοι βρώματα. 4 εἰ δὲ μὴ ἀποστέλλῃς τὸν ἀδελφὸν ἡμῶν μεθ᾿ ἡμῶν, οὐ πορευσόμεθα. ὁ γὰρ ἄνθρωπος εἶπεν ἡμῖν, λέγων· οὐκ ὄψεσθέ μου τὸ πρόσωπον, ἐὰν μὴ ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος μεθ᾿ ὑμῶν ᾖ. 5 εἶπε δὲ ᾿Ισραήλ· τί ἐκακοποιήσατέ με, ἀναγγείλαντες τῷ ἀνθρώπῳ ὅτι ἐστὶν ὑμῖν ἀδελφός; 6 οἱ δὲ εἶπαν· ἐρωτῶν ἐπηρώτησεν ἡμᾶς ὁ ἄνθρωπος καὶ τὴν γενεὰν ἡμῶν λέγων· εἰ ἔτι ὁ πατὴρ ὑμῶν ζῇ καὶ εἰ ἔστιν ὑμῖν ἀδελφός; καὶ ἀπηγγείλαμεν αὐτῷ κατὰ τὴν ἐπερώτησιν ταύτην. μὴ ᾔδειμεν ὅτι ἐρεῖ ἡμῖν· ἀγάγετε τὸν ἀδελφὸν ὑμῶν; 7 εἶπε δὲ ᾿Ιούδας πρὸς ᾿Ισραὴλ τὸν πατέρα αὐτοῦ· ἀπόστειλον τὸ παιδάριον μετ᾿ ἐμοῦ, καὶ ἀναστάντες πορευσόμεθα, ἵνα ζῶμεν καὶ μὴ ἀποθάνωμεν καὶ ἡμεῖς καὶ σὺ καὶ ἡ ἀποσκευὴ ἡμῶν. 8 ἐγὼ δὲ ἐκδέχομαι αὐτόν, ἐκ χειρός μου ζήτησον αὐτόν· ἐὰν μὴ ἀγάγω αὐτὸν πρὸς σὲ καὶ στήσω αὐτὸν ἐναντίον σου, ἡμαρτηκὼς ἔσομαι εἰς σὲ πάσας τὰς ἡμέρας. 9 εἰ μὴ γὰρ ἐβραδύναμεν, ἤδη ἂν ὑπεστρέψαμεν δίς. 10 εἶπε δὲ αὐτοῖς ᾿Ισραὴλ ὁ πατὴρ αὐτῶν· εἰ οὕτως ἐστί, τοῦτο ποιήσατε· λάβετε ἀπὸ τῶν καρπῶν τῆς γῆς ἐν τοῖς ἀγγείοις ὑμῶν καὶ καταγάγετε τῷ ἀνθρώπῳ δῶρα τῆς ρητίνης καὶ τοῦ μέλιτος, θυμίαμά τε καὶ στακτὴν καὶ τερέβινθον καὶ κάρυα. 11 καὶ τὸ ἀργύριον δισσὸν λάβετε ἐν ταῖς χερσὶν ὑμῶν· καὶ τὸ ἀργύριον τὸ ἀποστραφὲν ἐν τοῖς μαρσίπποις ὑμῶν ἀποστρέψατε μεθ᾿ ὑμῶν· μή ποτε ἀγνόημά ἐστι. 12 καὶ τὸν ἀδελφὸν ὑμῶν λάβετε καὶ ἀναστάντες κατάβητε πρὸς τὸν ἄνθρωπον. 13 ὁ δὲ Θεός μου δῴη ὑμῖν χάριν ἐναντίον τοῦ ἀνθρώπου, καὶ ἀποστείλαι τὸν ἀδελφὸν ὑμῶν τὸν ἕνα καὶ τὸν Βενιαμίν· ἐγὼ μὲν γὰρ καθάπερ ἠτέκνωμαι, ἠτέκνωμαι. 14 Λαβόντες δὲ οἱ ἄνδρες τὰ δῶρα ταῦτα καὶ τὸ ἀργύριον διπλοῦν ἔλαβον ἐν ταῖς χερσὶν αὐτῶν καὶ τὸν Βενιαμὶν καὶ ἀναστάντες κατέβησαν εἰς Αἴγυπτον καὶ ἔστησαν ἐναντίον ᾿Ιωσήφ. 15 εἶδε δὲ ᾿Ιωσὴφ αὐτοὺς καὶ τὸν Βενιαμὶν τὸν ἀδελφὸν αὐτοῦ τὸν ὁμομήτριον καὶ εἶπε τῷ ἐπὶ τῆς οἰκίας αὐτοῦ· εἰσάγαγε τοὺς ἀνθρώπους εἰς τὴν οἰκίαν καὶ σφάξον θύματα καὶ ἑτοίμασον· μετ᾿ ἐμοῦ γὰρ φάγονται οἱ ἄνθρωποι ἄρτους τὴν μεσημβρίαν. 16 ἐποίησε δὲ ὁ ἄνθρωπος, καθὰ εἶπεν ᾿Ιωσήφ, καὶ εἰσήγαγε τοὺς ἀνθρώπους εἰς τὸν οἶκον ᾿Ιωσήφ. 17 ἰδόντες δὲ οἱ ἄνδρες ὅτι εἰσήχθησαν εἰς τὸν οἶκον τοῦ ᾿Ιωσήφ, εἶπαν· διὰ τὸ ἀργύριον τὸ ἀποστραφὲν ἐν τοῖς μαρσίπποις ἡμῶν τὴν ἀρχὴν ἡμεῖς εἰσαγόμεθα τοῦ συκοφαντῆσαι ἡμᾶς καὶ ἐπιθέσθαι ἡμῖν τοῦ λαβεῖν ἡμᾶς εἰς παῖδας καὶ τοὺς ὄνους ἡμῶν. 18 προσελθόντες δὲ πρὸς τὸν ἄνθρωπον τὸν ἐπὶ τοῦ οἴκου τοῦ ᾿Ιωσὴφ ἐλάλησαν αὐτῷ ἐν τῷ πυλῶνι τοῦ οἴκου 19 λέγοντες· δεόμεθα, κύριε, κατέβημεν τὴν ἀρχὴν πρίασθαι βρώματα· 20 ἐγένετο δὲ ἡνίκα ἤλθομεν εἰς τὸ καταλῦσαι καὶ ἠνοίξαμεν τοὺς μαρσίππους ἡμῶν, καὶ τόδε τὸ ἀργύριον ἑκάστου ἐν τῷ μαρσίππῳ αὐτοῦ· τὸ ἀργύριον ἡμῶν ἐν σταθμῷ ἀπεστρέψαμεν νῦν ἐν ταῖς χερσὶν ἡμῶν 21 καὶ ἀργύριον ἕτερον ἠνέγκαμεν μεθ᾿ ἑαυτῶν ἀγοράσαι βρώματα· οὐκ οἴδαμεν, τίς ἐνέβαλε τὸ ἀργύριον εἰς τοὺς μαρσίππους ἡμῶν. 22 εἶπε δὲ αὐτοῖς· ἵλεως ὑμῖν, μὴ φοβεῖσθε· ὁ Θεὸς ὑμῶν καὶ ὁ Θεὸς τῶν πατέρων ὑμῶν ἔδωκεν ὑμῖν θησαυροὺς ἐν τοῖς μαρσίπποις ὑμῶν, καὶ τὸ ἀργύριον ὑμῶν εὐδοκιμοῦν ἀπέχω. καὶ ἐξήγαγε πρὸς αὐτοὺς τὸν Συμεὼν 23 καὶ ἤνεγκεν ὕδωρ νίψαι τοὺς πόδας αὐτῶν καὶ ἔδωκε χορτάσματα τοῖς ὄνοις αὐτῶν. 24 ἡτοίμασαν δὲ τὰ δῶρα ἕως τοῦ ἐλθεῖν τὸν ᾿Ιωσὴφ μεσημβρίας· ἤκουσαν γὰρ ὅτι ἐκεῖ μέλλει ἀριστᾶν. 25 Εἰσῆλθε δὲ ᾿Ιωσὴφ εἰς τὴν οἰκίαν, καὶ προσήνεγκαν αὐτῷ τὰ δῶρα, ἃ εἶχον ἐν ταῖς χερσὶν αὐτῶν, εἰς τὸν οἶκον καὶ προσεκύνησαν αὐτῷ ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν. 26 ἠρώτησε δὲ αὐτούς, πῶς ἔχετε; καὶ εἶπεν αὐτοῖς· εἰ ὑγιαίνει ὁ πατὴρ ὑμῶν ὁ πρεσβύτης, ὃν εἴπατε; ἔτι ζῇ; 27 οἱ δὲ εἶπαν· ὑγιαίνει ὁ παῖς σου ὁ πατὴρ ἡμῶν, ἔτι ζῇ· καὶ εἶπεν· εὐλογημένος ὁ ἄνθρωπος ἐκεῖνος τῷ Θεῷ. καὶ κύψαντες προσεκύνησαν αὐτῷ. 28 ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς αὐτοῦ ᾿Ιωσὴφ εἶδε Βενιαμὶν τὸν ἀδελφὸν αὐτοῦ τὸν ὁμομήτριον καὶ εἶπεν· οὗτος ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος, ὃν εἴπατε πρός με ἀγαγεῖν; καὶ εἶπεν· ὁ Θεὸς ἐλεήσαι σε τέκνον. 29 ἐταράχθη δὲ ᾿Ιωσήφ, συνεστρέφετο γὰρ τὰ ἔγκατα αὐτοῦ ἐπὶ τῷ ἀδελφῷ αὐτοῦ, καὶ ἐζήτει κλαῦσαι· εἰσελθὼν δὲ εἰς τὸ ταμεῖον ἔκλαυσεν ἐκεῖ. 30 καὶ νιψάμενος τὸ πρόσωπον ἐξελθὼν ἐνεκρατεύσατο καὶ εἶπε· παράθετε ἄρτους. 31 καὶ παρέθηκαν αὐτῷ μόνῳ καὶ αὐτοῖς καθ᾿ ἑαυτοὺς καὶ τοῖς Αἰγυπτίοις τοῖς συνδειπνοῦσι μετ᾿ αὐτοῦ καθ᾿ ἑαυτούς· οὐ γὰρ ἐδύναντο οἱ Αἰγύπτιοι συνεσθίειν μετὰ τῶν ῾Εβραίων ἄρτους, βδέλυγμα γάρ ἐστι τοῖς Αἰγυπτίοις. 32 ἐκάθισαν δὲ ἐναντίον αὐτοῦ, ὁ πρωτότοκος κατὰ τὰ πρεσβεῖα αὐτοῦ καὶ ὁ νεώτερος κατὰ τὴν νεότητα αὐτοῦ· ἐξίσταντο δὲ οἱ ἄνθρωποι ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ. 33 ᾖραν δὲ μερίδας παρ᾿ αὐτοῦ πρὸς αὐτούς· ἐμεγαλύνθη δὲ ἡ μερὶς Βενιαμὶν παρὰ τὰς μερίδας πάντων πενταπλασίως πρὸς τὰς ἐκείνων, ἔπιον δὲ καὶ ἐμεθύσθησαν μετ᾿ αὐτοῦ.