Δευτέρα 18 Μαΐου 2015

ΓΕΝΕΣΙΣ

ΚΕΦΑΛΑΙΟΝ 49


ΕΚΑΛΕΣΕ δὲ ᾿Ιακὼβ τοὺς υἱοὺς αὐτοῦ καὶ εἶπεν αὐτοῖς· συνάχθητε, ἵνα ἀναγγείλω ὑμῖν, τί ἀπαντήσει ὑμῖν ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν· 2 ἀθροίσθητε καὶ ἀκούσατέ μου, υἱοὶ ᾿Ιακώβ, ἀκούσατε ᾿Ισραὴλ τοῦ πατρὸς ὑμῶν. 3 Ρουβήν, πρωτότοκός μου, σὺ ἰσχύς μου καὶ ἀρχὴ τέκνων μου, σκληρὸς φέρεσθαι καὶ σκληρὸς αὐθάδης. 4 ἐξύβρισας ὡς ὕδωρ, μὴ ἐκζέσῃς· ἀνέβης γὰρ ἐπὶ τὴν κοίτην τοῦ πατρός σου· τότε ἐμίανας τὴν στρωμνήν, οὗ ἀνέβης. 5 Συμεὼν καὶ Λευΐ ἀδελφοί· συνετέλεσαν ἀδικίαν ἐξ αἱρέσεως αὐτῶν. 6 εἰς βουλὴν αὐτῶν μὴ ἔλθοι ἡ ψυχή μου, καὶ ἐπὶ τῇ συστάσει αὐτῶν μὴ ἐρείσαι τὰ ἥπατά μου, ὅτι ἐν τῷ θυμῷ αὐτῶν ἀπέκτειναν ἀνθρώπους καὶ ἐν τῇ ἐπιθυμίᾳ αὐτῶν ἐνευροκόπησαν ταῦρον. 7 ἐπικατάρατος ὁ θυμὸς αὐτῶν, ὅτι αὐθάδης, καὶ ἡ μῆνις αὐτῶν, ὅτι ἐσκληρύνθη· διαμεριῶ αὐτοὺς ἐν ᾿Ιακὼβ καὶ διασπερῶ αὐτοὺς ἐν ᾿Ισραήλ. 8 ᾿Ιούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου· αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου· προσκυνήσουσί σοι οἱ υἱοὶ τοῦ πατρός σου. 9 σκύμνος λέοντος ᾿Ιούδα· ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης· ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐτόν; 10 οὐκ ἐκλείψει ἄρχων ἐξ ᾿Ιούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἐὰν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ, καὶ αὐτὸς προσδοκία ἐθνῶν. 11 δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ καὶ τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ· πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ· 12 χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου, καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα. 13 Ζαβουλὼν παράλιος κατοικήσει, καὶ αὐτὸς παρ᾿ ὅρμον πλοίων, καὶ παρατενεῖ ἕως Σιδῶνος. 14 ᾿Ισσάχαρ τὸ καλὸν ἐπεθύμησεν ἀναπαυόμενος ἀνὰ μέσον τῶν κλήρων· 15 καὶ ἰδὼν τὴν ἀνάπαυσιν ὅτι καλή, καὶ τὴν γῆν ὅτι πίων, ὑπέθηκε τὸν ὦμον αὐτοῦ εἰς τὸ πονεῖν καὶ ἐγενήθη ἀνὴρ γεωργός. 16 Δὰν κρινεῖ τὸ λαὸν αὐτοῦ, ὡσεὶ καὶ μία φυλὴ ἐν ᾿Ισραήλ. 17 καὶ γενηθήτω Δὰν ὄφις ἐφ᾿ ὁδοῦ, ἐγκαθήμενος ἐπὶ τρίβου, δάκνων πτέρναν ἵππου, καὶ πεσεῖται ὁ ἱππεὺς εἰς τὰ ὀπίσω, 18 τὴν σωτηρίαν περιμένων Κυρίου. 19 Γάδ, πειρατήριον πειρατεύσει αὐτόν, αὐτὸς δὲ πειρατεύσει αὐτὸν κατὰ πόδας. 20 ᾿Ασήρ, πίων αὐτοῦ ὁ ἄρτος, καὶ αὐτὸς δώσει τρυφὴν ἄρχουσι. 21 Νεφθαλεὶμ στέλεχος ἀνειμένον, ἐπιδιδοὺς ἐν τῷ γεννήματι κάλλος. 22 υἱὸς ηὐξημένος ᾿Ιωσήφ, υἱὸς ηὐξημένος μου ζηλωτός, υἱός μου νεώτατος· πρός με ἀνάστρεψον. 23 εἰς ὃν διαβουλευόμενοι ἐλοιδόρουν, καὶ ἐνεῖχον αὐτῷ κύριοι τοξευμάτων· 24 καὶ συνετρίβη μετὰ κράτους τὰ τόξα αὐτῶν, καὶ ἐξελύθη τὰ νεῦρα βραχιόνων χειρὸς αὐτῶν διά χεῖρα δυνάστου ᾿Ιακώβ, ἐκεῖθεν ὁ κατισχύσας ᾿Ισραήλ· παρὰ Θεοῦ τοῦ πατρός σου, 25 καὶ ἐβοήθησέ σοι ὁ Θεὸς ὁ ἐμὸς καὶ εὐλόγησέ σε εὐλογίαν οὐρανοῦ ἄνωθεν καὶ εὐλογίαν γῆς ἐχούσης πάντα· εἵνεκεν εὐλογίας μαστῶν καὶ μήτρας, 26 εὐλογίας πατρός σου καὶ μητρός σου· ὑπερίσχυσεν ὑπὲρ εὐλογίας ὀρέων μονίμων καὶ ἐπ᾿ εὐλογίαις θινῶν ἀενάων· ἔσονται ἐπὶ κεφαλὴν ᾿Ιωσὴφ καὶ ἐπὶ κορυφῆς ὧν ἡγήσατο ἀδελφῶν. 27 Βενιαμὶν λύκος ἅρπαξ· τὸ πρωϊνὸν ἔδεται ἔτι καὶ εἰς τὸ ἑσπέρας δίδωσι τροφήν. 28 Πάντες οὗτοι υἱοὶ ᾿Ιακὼβ δώδεκα, καὶ ταῦτα ἐλάλησεν αὐτοῖς ὁ πατὴρ αὐτῶν καὶ εὐλόγησεν αὐτούς, ἕκαστον κατὰ τὴν εὐλογίαν αὐτοῦ εὐλόγησεν αὐτούς. 29 καὶ εἶπεν αὐτοῖς· ἐγὼ προστίθεμαι πρὸς τὸν ἐμὸν λαόν· θάψατέ με μετὰ τῶν πατέρων μου ἐν τῷ σπηλαίῳ, ὅ ἐστιν ἐν τῷ ἀγρῷ ᾿Εφρὼν τοῦ Χετταίου, 30 ἐν τῷ σπηλαίῳ τῷ διπλῷ, τῷ ἀπέναντι Μαμβρῆ, ἐν γῇ Χαναάν, ὃ ἐκτήσατο ῾Αβραὰμ τὸ σπήλαιον παρὰ ᾿Εφρὼν τοῦ Χετταίου ἐν κτήσει μνημείου· 31 ἐκεῖ ἔθαψαν ῾Αβραὰμ καὶ Σάρραν τὴν γυναῖκα αὐτοῦ, ἐκεῖ ἔθαψαν ᾿Ισαὰκ καὶ Ρεβέκκαν τὴν γυναῖκα αὐτοῦ, ἐκεῖ ἔθαψα Λείαν 32 ἐν κτήσει τοῦ ἀγροῦ καὶ τοῦ σπηλαίου τοῦ ὄντος ἐν αὐτῷ παρὰ τῶν υἱῶν Χέτ. 33 καὶ κατέπαυσεν ᾿Ιακὼβ ἐπιτάσσων τοῖς υἱοῖς αὐτοῦ καὶ ἐξάρας τοὺς πόδας αὐτοῦ ἐπὶ τὴν κλίνην ἐξέλιπε καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ.

Σάββατο 16 Μαΐου 2015

ΓΕΝΕΣΙΣ

ΚΕΦΑΛΑΙΟΝ 48


ΕΓΕΝΕΤΟ δὲ μετὰ τὰ ρήματα ταῦτα καὶ ἀπηγγέλη τῷ ᾿Ιωσήφ, ὅτι ὁ πατήρ σου ἐνοχλεῖται. καὶ ἀναλαβὼν τοὺς δύο υἱοὺς αὐτοῦ, τὸν Μανασσῆ καὶ τὸν ᾿Εφραΐμ, ἦλθε πρὸς ᾿Ιακώβ. 2 ἀπηγγέλη δὲ τῷ ᾿Ιακὼβ λέγοντες· ἰδοὺ ὁ υἱός σου ᾿Ιωσὴφ ἔρχεται πρὸς σέ. καὶ ἐνισχύσας ᾿Ισραὴλ ἐκάθησεν ἐπὶ τὴν κλίνην. 3 καὶ εἶπεν ᾿Ιακὼβ τῷ ᾿Ιωσήφ· ὁ Θεός μου ὤφθη μοι ἐν Λουζᾷ ἐν γῇ Χαναὰν καὶ εὐλόγησέ με 4 καὶ εἶπέ μοι· ἰδοὺ ἐγὼ αὐξανῶ σε καὶ πληθυνῶ σε καὶ ποιήσω σε εἰς συναγωγὰς ἐθνῶν καὶ δώσω σοι τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου μετὰ σὲ εἰς κατάσχεσιν αἰώνιον. 5 νῦν οὖν οἱ δύο υἱοί σου οἱ γενόμενοί σοι ἐν γῇ Αἰγύπτῳ πρὸ τοῦ με ἐλθεῖν πρὸς σὲ εἰς Αἴγυπτον, ἐμοί εἰσιν, ᾿Εφραΐμ καὶ Μανασσῆ, ὡς Ρουβὴν καὶ Συμεὼν ἔσονταί μοι· 6 τὰ δέ ἔκγονα, ἃ ἐὰν γεννήσῃς μετὰ ταῦτα, ἔσονται ἐπὶ τῷ ὀνόματι τῶν ἀδελφῶν αὐτῶν· κληθήσονται ἐπὶ τοῖς ἐκείνων κλήροις. 7 ἐγὼ δὲ ἡνίκα ἠρχόμην ἐκ Μεσοποταμίας τῆς Συρίας, ἀπέθανε Ραχὴλ ἡ μήτηρ σου ἐν γῇ Χαναάν, ἐγγίζοντός μου κατὰ τὸν ἱππόδρομον Χαβραθὰ τῆς γῆς τοῦ ἐλθεῖν ᾿Εφραθά, καὶ κατώρυξα αὐτὴν ἐν τῇ ὁδῷ τοῦ ἱπποδρόμου (αὕτη ἐστὶ Βηθλεέμ). 8 ἰδὼν δὲ ᾿Ισραὴλ τοὺς υἱοὺς ᾿Ιωσὴφ εἶπε· τίνες σοι οὗτοι; 9 εἶπε δὲ ᾿Ιωσὴφ τῷ πατρὶ αὐτοῦ· υἱοί μου εἰσιν, οὓς ἔδωκέ μοι ὁ Θεὸς ἐνταῦθα. καὶ εἶπεν ᾿Ιακώβ· προσάγαγέ μοι αὐτούς, ἵνα εὐλογήσω αὐτούς. 10 οἱ ὀφθαλμοὶ δὲ ᾿Ισραὴλ ἐβαρυώπησαν ἀπὸ τοῦ γήρως, καὶ οὐκ ἠδύνατο βλέπειν· καὶ ἤγγισεν αὐτοὺς πρὸς αὐτόν, καὶ ἐφίλησεν αὐτοὺς καὶ περιέλαβεν αὐτούς. 11 καὶ εἶπεν ᾿Ισραὴλ πρὸς ᾿Ιωσήφ· ἰδοὺ τοῦ προσώπου σου οὐκ ἐστερήθην, καὶ ἰδοὺ ἔδειξέ μοι ὁ Θεὸς καὶ τὸ σπέρμα σου. 12 καὶ ἐξήγαγε αὐτοὺς ᾿Ιωσὴφ ἀπὸ τῶν γονάτων αὐτοῦ, καὶ προσεκύνησαν αὐτῷ ἐπὶ πρόσωπον ἐπὶ τῆς γῆς. 13 λαβὼν δὲ ᾿Ιωσὴφ τοὺς δύο υἱοὺς αὐτοῦ, τόν τε ᾿Εφραΐμ ἐν τῇ δεξιᾷ, ἐξ ἀριστερῶν δὲ ᾿Ισραήλ, τὸν δὲ Μανασσῆ ἐξ ἀριστερῶν, ἐκ δεξιῶν δὲ ᾿Ισραήλ, ἤγγισεν αὐτοὺς αὐτῷ. 14 ἐκτείνας δὲ ᾿Ισραὴλ τὴν χεῖρα τὴν δεξιὰν ἐπέβαλεν ἐπὶ τὴν κεφαλὴν ᾿Εφραΐμ, οὗτος δὲ ἦν ὁ νεώτερος, καὶ τὴν ἀριστερὰν ἐπὶ τὴν κεφαλὴν Μανασσῆ, ἐναλλὰξ τὰς χεῖρας. 15 καὶ εὐλόγησεν αὐτοὺς καὶ εἶπεν· ὁ Θεός, ᾧ εὐηρέστησαν οἱ πατέρες μου ἐνώπιον αὐτοῦ, ῾Αβραὰμ καὶ ᾿Ισαάκ, ὁ Θεὸς ὁ τρέφων με ἐκ νεότητος ἕως τῆς ἡμέρας ταύτης, 16 ὁ ἄγγελος ὁ ρυόμενός με ἐκ πάντων τῶν κακῶν εὐλογήσαι τὰ παιδία ταῦτα, καὶ ἐπικληθήσεται ἐν αὐτοῖς τὸ ὄνομά μου καὶ τὸ ὄνομα τῶν πατέρων μου ῾Αβραὰμ καὶ ᾿Ισαάκ, καὶ πληθυνθείησαν εἰς πλῆθος πολὺ ἐπὶ τῆς γῆς. 17 ἰδὼν δὲ ᾿Ιωσὴφ ὅτι ἐπέβαλεν ὁ πατὴρ αὐτοῦ τὴν χεῖρα τὴν δεξιὰν αὐτοῦ ἐπὶ τὴν κεφαλὴν ᾿Εφραΐμ, βαρὺ αὐτῷ κατεφάνη, καὶ ἀντελάβετο ᾿Ιωσὴφ τῆς χειρὸς τοῦ πατρὸς αὐτοῦ ἀφελεῖν αὐτὴν ἀπὸ τῆς κεφαλῆς ᾿Εφραΐμ ἐπὶ τὴν κεφαλὴν Μανασσῆ. 18 εἶπε δὲ ᾿Ιωσὴφ τῷ πατρὶ αὐτοῦ· οὐχ οὕτως, πάτερ, οὗτος γὰρ ὁ πρωτότοκος· ἐπίθες τὴν δεξιάν σου ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. 19 καὶ οὐκ ἠθέλησεν, ἀλλὰ εἶπεν· οἶδα, τέκνον, οἶδα· καὶ οὗτος ἔσται εἰς λαόν, καὶ οὗτος ὑψωθήσεται· ἀλλὰ ὁ ἀδελφὸς αὐτοῦ ὁ νεώτερος μείζων αὐτοῦ ἔσται, καὶ τὸ σπέρμα αὐτοῦ ἔσται εἰς πλῆθος ἐθνῶν. 20 καὶ εὐλόγησεν αὐτοὺς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων· ἐν ὑμῖν εὐλογηθήσεται ᾿Ισραὴλ λέγοντες· ποιήσαι σε ὁ Θεὸς ὡς ᾿Εφραΐμ καὶ ὡς Μανασσῆ. καὶ ἔθηκε τὸν ᾿Εφραΐμ ἔμπροσθεν τοῦ Μανασσῆ. 21 εἶπε δὲ ᾿Ισραὴλ τῷ ᾿Ιωσήφ· ἰδοὺ ἐγὼ ἀποθνήσκω, καὶ ἔσται ὁ Θεὸς μεθ᾿ ὑμῶν καὶ ἀποστρέψει ὑμᾶς εἰς τὴν γῆν τῶν πατέρων ὑμῶν· 22 ἐγὼ δὲ δίδωμί σοι Σίκιμα ἐξαίρετον ὑπὲρ τοὺς ἀδελφούς σου, ἣν ἔλαβον ἐκ χειρὸς ᾿Αμορραίων ἐν μαχαίρᾳ μου καὶ τόξῳ.

Τρίτη 12 Μαΐου 2015

ΚΑΘΟΛΙΚΗ ΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ Α΄

ΚΕΦΑΛΑΙΟΝ Α΄

Στίχ. 1-4. Η καλή αγγελία του Ιωάννου.

Ο ην απ' αρχής, ο ακηκόαμεν, ο εωράκαμεν τοις οφθαλμοίς ημών, ο εθεασάμεθα και αι χείρες ημών εψηλάφησαν, περί του λόγου της ζωής 
2 και η ζωή εφανερώθη, και εωράκαμεν και μαρτυρούμεν και απαγγέλλομεν υμίν την ζωήν την αιώνιον, ήτις ην προς τον πατέρα και εφανερώθη ημίν 
3 ο εωράκαμεν και ακηκόαμεν, απαγγέλλομεν υμίν, ίνα και υμείς κοινωνίαν έχητε μεθ' ημών και η κοινωνία δε η ημετέρα μετά του πατρός και μετά του υιού αυτού Ιησού Χριστού. 
4 και ταύτα γράφομεν υμίν, ίνα η χαρά ημών η πεπληρωμένη. 

Στίχ. 5-7. Ο Θεός είναι φως. 

5 Και αύτη εστίν η επαγγελία ην ακηκόαμεν απ' αυτού και αναγγέλλομεν υμίν, ότι ο Θεός φως εστι και σκοτία εν αυτώ ουκ έστιν ουδεμία. 
6 εάν είπωμεν ότι κοινωνίαν έχομεν μετ' αυτού και εν τω σκότει περιπατώμεν, ψευδόμεθα και ου ποιούμεν την αλήθειαν 
7 εάν δε εν τω φωτί περιπατώμεν, ως αυτός εστιν εν τω φωτί, κοινωνίαν έχομεν μετ' αλλήλων, και το αίμα Ιησού Χριστού του υιού αυτού καθαρίζει ημάς από πάσης αμαρτίας. 

Στίχ. 8-10. Όλοι είμεθα αμαρτωλοί. 

8 εάν είπωμεν ότι αμαρτίαν ουκ έχομεν, εαυτούς πλανώμεν και η αλήθεια ουκ έστιν εν ημίν. 
9 εάν ομολογώμεν τας αμαρτίας ημών, πιστός εστι και δίκαιος, ίνα αφή ημίν τας αμαρτίας και καθαρίση ημάς από πάσης αδικίας. 
10 εάν είπωμεν ότι ουχ ημαρτήκαμεν, ψεύστην ποιούμεν αυτόν, και ο λόγος αυτού ουκ έστιν εν ημίν. 

Σάββατο 9 Μαΐου 2015

ΑΙ ΤΡΕΙΣ ΕΠΙΣΤΟΛΑΙ ΤΟΥ ΙΩΑΝΝΟΥ

Και εις τας τρείς ταύτας επιστολάς διακρίνεται η αυτή συγγραφική σφραγίς, διό και ανέκαθεν εγένετο σχεδόν γενικώς δεκτόν, ότι προέρχονται εκ της αυτής χειρός και διανοίας. Παρέμειναν διά τούτο και αι τρείς αχώριστοι απ' αλλήλων, συναποτελέσασαι ιδίαν τινά κλάσιν μεταξύ πασών των επιστολών της Καινής Διαθήκης. Ο συγγραφεύς αυτών ανήκει εις τους αυτόπτας και ακροατάς του Κυρίου, τιτλοφορεί δε εαυτόν <<ο πρεσβύτερος>>, και κατά την ομόφωνον της Εκκλησίας παράδοσιν είναι ο ευαγγελιστής Ιωάννης. Η πρώτη των επιστολών τούτων, αρκούντως εκτενής, εγράφη υπό του Αποστόλου εξ αφορμής του κινδύνου, τον οποίον εδημιούργουν εις την Εκκλησίαν ψευδοδιδάσκαλοι τινες, οίτινες χαρακτηρίζονται ως πρόδρομοι και όργανα του αντιχρίστου, και αυτοί αντίχριστοι υπό του Αποστόλου αποκαλούμενοι. Οι αιρετικοί ούτοι ηρνούντο, ότι ο Ιησούς είναι Υιός του Θεού και ότι ενηνθρώπησε και έπαθεν υπέρ ημών πράγματι και αληθεία. Εκ της αφορμής ταύτης γράψας ο Απόστολος την επιστολήν του ταύτην πιθανώτατα εξ Εφέσου κατά τον αυτόν περίπου χρόνον, καθ' ον συνέγραψε και το Ευαγγέλιον, έθεσεν ως κύριον σκοπόν αυτής το να στηρίξη τα πνευματικά του τέκνα εις την αληθή πίστιν και εις αδιάσπαστον επικοινωνίαν μετά των αυτοπτών του Λόγου της ζωής. Η δευτέρα επιστολή, βραχυτάτη ούσα, απευθύνεται <<εκλεκτή κυρία>> και κατακλείεται διά συντόμου χαιρετισμού εκ μέρους των τέκνων της αδελφής της εκλεκτής ταύτης κυρίας. Κατά την πιθανωτέραν γνώμην υπό την φράσιν ταύτην ο Ευαγγελιστής υπονοεί μεταφορικώς τοπικήν τινα Εκκλησίαν και υπέρ τούτου συνηγορεί, ότι φυσικώτερον παρουσιάζεται και τα τέκνα της άλλης εκλεκτής κυρίας, τα πέμποντα τους ασπασμούς να είναι τα μέλη άλλης τινός τοπικής Εκκλησίας. Και η επιστολή αύτη εγράφη εξ αφορμής του εκ των ψευδοδιδασκάλων κινδύνου με τον σκοπόν, όπως κατασφαλισθώσιν απ' αυτού οι πιστοί, προς τους οποίους απεστάλη η επιστολή, μέχρις ου ο Ευαγγελιστής θα ελάμβανε την ευκαιρίαν και αυτοπροσώπως να επισκεφθή αυτούς. Φαίνεται δε, ότι και αύτη απεστάλη εξ Εφέσου μετά την πρώτην Καθολικήν επιστολήν. Και η τρίτη επιστολή είναι εξ ίσου βραχεία, ως η δευτέρα. Εγράφη δε εξ αφορμής αδελφών τινων, οίτινες περιώδευον κηρύττοντες το Ευαγγέλιον, και τους οποίους ο θείος Απόστολος συνιστά εις την φιλοξενίαν των εκασταχού Χριστιανών. Απευθύνεται προς Γάϊόν τινα, προς τον οποίον ιδία συνιστά ο Απόστολος τους πειοδευτάς τούτους, παραπονούμενος συγχρόνως διά κάποιον Διοτρεφή, όστις αντιπολιτευόμενος τον Απόστολον κατεδίωκε τους εξ αυτού προερχομένους και απέπεμπεν από της Εκκλησίας πάντα, όστις θα εδέχετο αυτούς. Η επιστολή εγράφη κατά τα τελευταία έτη της ζωής του Αποστόλου, πιθανώτατα εξ Εφέσου.

Παρασκευή 8 Μαΐου 2015

ΓΕΝΕΣΙΣ

ΚΕΦΑΛΑΙΟΝ 47


ΕΛΘΩΝ δὲ ᾿Ιωσὴφ ἀπήγγειλε τῷ Φαραὼ λέγων· ὁ πατήρ μου καὶ οἱ ἀδελφοί μου καὶ τὰ κτήνη καὶ οἱ βόες αὐτῶν καὶ πάντα τὰ αὐτῶν ἦλθον ἐκ γῆς Χαναὰν καὶ ἰδού εἰσιν ἐν γῇ Γεσέμ. 2 ἀπὸ δὲ τῶν ἀδελφῶν αὐτοῦ παρέλαβε πέντε ἄνδρας καὶ ἔστησεν αὐτοὺς ἐναντίον Φαραώ. 3 καὶ εἶπε Φαραὼ τοῖς ἀδελφοῖς ᾿Ιωσήφ· τί τὸ ἔργον ὑμῶν; οἱ δὲ εἶπαν τῷ Φαραώ· ποιμένες προβάτων οἱ παῖδές σου, καὶ ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν. 4 εἶπαν δὲ τῷ Φαραώ· παροικεῖν ἐν τῇ γῇ ἥκαμεν· οὐ γάρ ἐστι νομὴ τοῖς κτήνεσι τῶν παίδων σου, ἐνίσχυσε γὰρ ὁ λιμὸς ἐν γῇ Χαναάν· νῦν οὖν κατοικήσωμεν οἱ παῖδές σου ἐν γῇ Γεσέμ. 5 εἶπε δὲ Φαραὼ τῷ ᾿Ιωσήφ· κατοικείτωσαν ἐν γῇ Γεσέμ· εἰ δὲ ἐπίστῃ ὅτι εἰσὶν ἐν αὐτοῖς ἄνδρες δυνατοί, κατάστησον αὐτοὺς ἄρχοντας τῶν ἐμῶν κτηνῶν. ῏Ηλθον δὲ εἰς Αἴγυπτον πρὸς ᾿Ιωσὴφ ᾿Ιακὼβ καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ ἤκουσε Φαραὼ βασιλεὺς Αἰγύπτου. 6 καὶ εἶπε Φαραὼ πρὸς ᾿Ιωσὴφ λέγων· ὁ πατήρ σου καὶ οἱ ἀδελφοί σου ἥκασι πρὸς σέ· ἰδοὺ ἡ γῆ Αἰγύπτου ἐναντίον σου ἐστίν· ἐν τῇ βελτίστῃ γῇ κατοίκισον τὸν πατέρα σου καὶ τοὺς ἀδελφούς σου. 7 εἰσήγαγε δὲ ᾿Ιωσὴφ ᾿Ιακὼβ τὸν πατέρα αὐτοῦ καὶ ἔστησεν αὐτὸν ἐναντίον Φαραώ, καὶ ηὐλόγησεν ᾿Ιακὼβ τὸν Φαραώ. 8 εἶπε δὲ Φαραὼ τῷ ᾿Ιακώβ· πόσα ἔτη ἡμερῶν τῆς ζωῆς σου; 9 καὶ εἶπεν ᾿Ιακὼβ τῷ Φαραώ· αἱ ἡμέραι τῶν ἐτῶν τῆς ζωῆς μου, ἃς παροικῶ, ἑκατὸν τριάκοντα ἔτη· μικραὶ καὶ πονηραὶ γεγόνασιν αἱ ἡμέραι τῶν ἐτῶν τῆς ζωῆς μου, οὐκ ἀφίκοντο εἰς τὰς ἡμέρας τῶν ἐτῶν τῆς ζωῆς τῶν πατέρων μου, ἃς ἡμέρας παρῴκησαν. 10 καὶ εὐλογήσας ᾿Ιακὼβ τὸν Φαραὼ ἐξῆλθεν ἀπ᾿ αὐτοῦ. 11 καὶ κατῴκισεν ᾿Ιωσὴφ τὸν πατέρα αὐτοῦ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ καὶ ἔδωκεν αὐτοῖς κατάσχεσιν ἐν γῇ Αἰγύπτῳ ἐν τῇ βελτίστῃ γῇ, ἐν γῇ Ραμεσσῆ, καθὰ προσέταξε Φαραώ. 12 καὶ ἐσιτομέτρει ᾿Ιωσὴφ τῷ πατρὶ αὐτοῦ καὶ τοῖς ἀδελφοῖς καὶ παντὶ τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ σῖτον κατὰ σῶμα. 13 Σῖτος δὲ οὐκ ἦν ἐν πάσῃ τῇ γῇ· ἐνίσχυσε γὰρ ὁ λιμὸς σφόδρα. ἐξέλιπε δὲ ἡ γῆ Αἰγύπτου καὶ ἡ γῆ Χαναὰν ἀπὸ τοῦ λιμοῦ. 14 συνήγαγε δὲ ᾿Ιωσὴφ πᾶν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν γῇ Αἰγύπτου καὶ ἐν γῇ Χαναὰν τοῦ σίτου, οὗ ἠγόραζον, καὶ ἐσιτομέτρει αὐτοῖς, καὶ εἰσήνεγκεν ᾿Ιωσὴφ πᾶν τὸ ἀργύριον εἰς τὸν οἶκον Φαραώ. 15 καὶ ἐξέλιπε πᾶν τὸ ἀργύριον ἐκ γῆς Αἰγύπτου καὶ ἐκ γῆς Χαναάν. ἦλθον δὲ πάντες οἱ Αἰγύπτιοι πρὸς ᾿Ιωσήφ, λέγοντες· δὸς ἡμῖν ἄρτους, καὶ ἱνατί ἀποθνήσκομεν ἐναντίον σου; ἐκλέλοιπε γὰρ τὸ ἀργύριον ἡμῶν. 16 εἶπε δὲ αὐτοῖς ᾿Ιωσήφ· φέρετε τὰ κτήνη ὑμῶν, καὶ δώσω ὑμῖν ἄρτους ἀντὶ τῶν κτηνῶν ὑμῶν, εἰ ἐκλέλοιπε τὸ ἀργύριον ὑμῶν. 17 ἤγαγον δὲ τὰ κτήνη αὐτῶν πρὸς ᾿Ιωσήφ, καὶ ἔδωκεν αὐτοῖς ᾿Ιωσὴφ ἄρτους ἀντὶ τῶν ἵππων καὶ ἀντὶ τῶν προβάτων καὶ ἀντὶ τῶν βοῶν καὶ ἀντὶ τῶν ὄνων καὶ ἐξέθρεψεν αὐτοὺς ἐν ἄρτοις ἀντὶ πάντων τῶν κτηνῶν αὐτῶν ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ. 18 ἐξῆλθε δὲ τὸ ἔτος ἐκεῖνο, καὶ ἦλθον πρὸς αὐτὸν ἐν τῷ ἔτει τῷ δευτέρῳ καὶ εἶπαν αὐτῷ· μή ποτε ἐκτριβῶμεν ἀπὸ τοῦ κυρίου ἡμῶν; εἰ γὰρ ἐκλέλοιπε τὸ ἀργύριον ἡμῶν καὶ τὰ ὑπάρχοντα καὶ τὰ κτήνη πρὸς σὲ τὸν κύριον, καὶ οὐχ ὑπολέλειπται ἡμῖν ἐναντίον τοῦ κυρίου ἡμῶν ἀλλ᾿ ἢ τὸ ἴδιον σῶμα καὶ ἡ γῆ ἡμῶν. 19 ἵνα οὖν μὴ ἀποθάνωμεν ἐναντίον σου καὶ ἡ γῆ ἐρημωθῇ, κτῆσαι ἡμᾶς καὶ τὴν γῆν ἡμῶν ἀντὶ ἄρτων, καὶ ἐσόμεθα ἡμεῖς καὶ ἡ γῆ ἡμῶν παῖδες τῷ Φαραώ· δὸς σπέρμα, ἵνα σπείρωμεν καὶ ζῶμεν καὶ μὴ ἀποθάνωμεν καὶ ἡ γῆ οὐκ ἐρημωθήσεται. 20 καὶ ἐκτήσατο ᾿Ιωσὴφ πᾶσαν τὴν γῆν τῶν Αἰγυπτίων τῷ Φαραώ· ἀπέδοντο γὰρ οἱ Αἰγύπτιοι τὴν γῆν αὐτῶν τῷ Φαραώ, ἐπεκράτησε γὰρ αὐτῶν ὁ λιμός· καὶ ἐγένετο ἡ γῇ τῷ Φαραώ, 21 καὶ τὸν λαὸν κατεδουλώσατο αὐτῷ εἰς παῖδας ἀπ᾿ ἄκρων ὁρίων Αἰγύπτου ἕως τῶν ἄκρων, 22 χωρὶς τῆς γῆς τῶν ἱερέων μόνον· οὐκ ἐκτήσατο ταύτην ᾿Ιωσήφ, ἐν δόσει γὰρ ἔδωκε δόμα τοῖς ἱερεῦσι Φαραώ, καὶ ἤσθιον τὴν δόσιν, ἣν ἔδωκεν αὐτοῖς Φαραώ· διὰ τοῦτο οὐκ ἀπέδοντο τὴν γῆν αὐτῶν. 23 εἶπε δὲ ᾿Ιωσὴφ πᾶσι τοῖς Αἰγυπτίοις· ἰδοὺ κέκτημαι ὑμᾶς καὶ τὴν γῆν ὑμῶν σήμερον τῷ Φαραώ· λάβετε ἑαυτοῖς σπέρμα καὶ σπείρατε τὴν γῆν, 24 καὶ ἔσται τὰ γεννήματα αὐτῆς καὶ δώσετε τὸ πέμπτον μέρος τῷ Φαραώ, τὰ δὲ τέσσαρα μέρη ἔσται ὑμῖν αὐτοῖς εἰς σπέρμα τῇ γῇ καὶ εἰς βρῶσιν ὑμῖν καὶ πᾶσι τοῖς ἐν τοῖς οἴκοις ὑμῶν. 25 καὶ εἶπαν· σέσωκας ἡμᾶς, εὕρομεν χάριν ἐναντίον τοῦ κυρίου ἡμῶν καὶ ἐσόμεθα παῖδες τῷ Φαραώ. 26 καὶ ἔθετο αὐτοῖς ᾿Ιωσὴφ εἰς πρόσταγμα ἕως τῆς ἡμέρας ταύτης, ἐπὶ γῆς Αἰγύπτου τῷ Φαραὼ ἀποπεμπτοῦν, χωρὶς τῆς γῆς τῶν ἱερέων μόνον· οὐκ ἦν τῷ Φαραώ. 27 Κατῴκησε δὲ ᾿Ισραὴλ ἐν γῇ Αἰγύπτῳ ἐπὶ γῆς Γεσὲμ καὶ ἐκληρονόμησαν ἐπ᾿ αὐτῆς καὶ ηὐξήθησαν καὶ ἐπληθύνθησαν σφόδρα. 28 ἐπέζησε δὲ ᾿Ιακὼβ ἐν γῇ Αἰγύπτῳ δεκαεπτὰ ἔτη· καὶ ἐγένοντο αἱ ἡμέραι ᾿Ιακὼβ ἐνιαυτῶν τῆς ζωῆς αὐτοῦ ἑκατὸν τεσσαρακονταεπτὰ ἔτη. 29 ἤγγισαν δὲ αἱ ἡμέραι ᾿Ισραὴλ τοῦ ἀποθανεῖν, καὶ ἐκάλεσε τὸν υἱὸν αὐτοῦ ᾿Ιωσὴφ καὶ εἶπεν αὐτῷ· εἰ εὕρηκα χάριν ἐναντίον σου, ὑπόθες τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου καὶ ποιήσεις ἐπ᾿ ἐμὲ ἐλεημοσύνην καὶ ἀλήθειαν τοῦ μή με θάψαι ἐν Αἰγύπτῳ, 30 ἀλλὰ κοιμηθήσομαι μετὰ τῶν πατέρων μου, καὶ ἀρεῖς με ἐξ Αἰγύπτου καὶ θάψεις με ἐν τῷ τάφῳ αὐτῶν. ὁ δὲ εἶπεν· ἐγὼ ποιήσω κατὰ τὸ ρῆμά σου. 31 εἶπε δέ· ὄμοσόν μοι. καὶ ὤμοσεν αὐτῷ. καὶ προσεκύνησεν ᾿Ισραὴλ ἐπὶ τὸ ἄκρον τῆς ράβδου αὐτοῦ.