Κυριακή 5 Ιουλίου 2015

ΕΞΟΔΟΣ

ΚΕΦΑΛΑΙΟΝ 9

ΕΙΠΕ δὲ Κύριος πρὸς Μωυσῆν· εἴσελθε πρὸς Φαραὼ καὶ ἐρεῖς αὐτῷ· τάδε λέγει Κύριος ὁ Θεὸς τῶν ῾Εβραίων· ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι λατρεύσωσιν· 2 εἰ μὲν οὖν μή βούλει ἐξαποστεῖλαι τὸν λαόν μου, ἀλλὰ ἔτι ἐγκρατεῖς αὐτοῦ, 3 ἰδοὺ χεὶρ Κυρίου ἐπέσται ἐν τοῖς κτήνεσί σου τοῖς ἐν τοῖς πεδίοις, ἔν τε τοῖς ἵπποις καὶ ἐν τοῖς ὑποζυγίοις καὶ ταῖς καμήλοις καὶ βουσὶ καὶ προβάτοις, θάνατος μέγας σφόδρα. 4 καὶ παραδοξάσω ἐγὼ ἐν τῷ καιρῷ ἐκείνῳ ἀνὰ μέσον τῶν κτηνῶν τῶν Αἰγυπτίων καὶ ἀνὰ μέσον τῶν κτηνῶν τῶν υἱῶν ᾿Ισραήλ· οὐ τελευτήσει ἀπὸ πάντων τῶν τοῦ ᾿Ισραὴλ υἱῶν ρητόν. 5 καὶ ἔδωκεν ὁ Θεὸς ὅρον λέγων· ἐν τῇ αὔριον ποιήσει Κύριος τὸ ρῆμα τοῦτο ἐπὶ τῆς γῆς. 6 καὶ ἐποίησε Κύριος τὸ ρῆμα τοῦτο τῇ ἐπαύριον, καὶ ἐτελεύτησε πάντα τὰ κτήνη τῶν Αἰγυπτίων, ἀπὸ δὲ τῶν κτηνῶν τῶν υἱῶν ᾿Ισραὴλ οὐκ ἐτελεύτησεν οὐδέν. 7 ἰδὼν δὲ Φαραὼ ὅτι οὐκ ἐτελεύτησεν ἀπὸ πάντων τῶν κτηνῶν τῶν υἱῶν ᾿Ισραὴλ οὐδέν, ἐβαρύνθη ἡ καρδία Φαραώ, καὶ οὐκ ἐξαπέστειλε τὸν λαόν. 8 Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν καὶ ᾿Ααρὼν λέγων· λάβετε ὑμεῖς πλήρεις τὰς χεῖρας αἰθάλης καμιναίας, καὶ πασάτω Μωυσῆς εἰς τὸν οὐρανὸν ἐναντίον Φαραὼ καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ, 9 καὶ γενηθήτω κονιορτὸς ἐπὶ πᾶσαν τὴν γῆν Αἰγύπτου, καὶ ἔσται ἐπὶ τούς ἀνθρώπους καὶ ἐπὶ τὰ τετράποδα ἕλκη, φλυκτίδες ἀναζέουσαι, ἔν τε τοῖς ἀνθρώποις καὶ ἐν τοῖς τετράποσι καὶ ἐν πάσῃ γῇ Αἰγύπτου. 10 καὶ ἔλαβε τὴν αἰθάλην τῆς καμιναίας ἐναντίον Φαραώ, καὶ ἔπασεν αὐτὴν Μωυσῆς εἰς τὸν οὐρανόν, καὶ ἐγένετο ἕλκη, φλυκτίδες ἀναζέουσαι, ἔν τε τοῖς ἀνθρώποις καὶ ἐν τοῖς τετράποσι. 11 καὶ οὐκ ἠδύναντο οἱ φαρμακοὶ στῆναι ἐναντίον Μωυσῆ διὰ τὰ ἕλκη· ἐγένετο γὰρ τὰ ἕλκη ἐν τοῖς φαρμακοῖς καὶ ἐν πάσῃ γῇ Αἰγύπτῳ. 12 ἐσκλήρυνε δὲ Κύριος τὴν καρδίαν Φαραώ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, καθὰ συνέταξε Κύριος. 13 Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· ὄρθρισον τὸ πρωΐ καὶ στῆθι ἐναντίον Φαραὼ καὶ ἐρεῖς πρὸς αὐτόν· τάδε λέγει Κύριος ὁ Θεὸς τῶν ῾Εβραίων· ἐξαπόστειλον τὸν λαόν μου, ἵνα λατρεύσωσί μοι· 14 ἐν τῷ γὰρ νῦν καιρῷ ἐγὼ ἐξαποστέλλω πάντα τὰ συναντήματά μου εἰς τὴν καρδίαν σου καὶ τῶν θεραπόντων σου καὶ τοῦ λαοῦ σου, ἵνα εἰδῇς ὅτι οὐκ ἔστιν ὡς ἐγὼ ἄλλος ἐν πάσῃ τῇ γῇ· 15 νῦν γὰρ ἀποστείλας τὴν χεῖρα πατάξω σε, καὶ τὸν λαόν σου θανατώσω, καὶ ἐκτριβήσῃ ἀπὸ τῆς γῆς· 16 καὶ ἕνεκεν τούτου διετηρήθης, ἵνα ἐνδείξωμαι ἐν σοὶ τὴν ἰσχύν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ. 17 ἔτι οὖν σὺ ἐμποιῇ τοῦ λαοῦ μου τοῦ μὴ ἐξαποστεῖλαι αὐτούς; 18 ἰδοὺ ἐγὼ ὕω ταύτην τὴν ὥραν αὔριον χάλαζαν πολλὴν σφόδρα, ἥτις τοιαύτη οὐ γέγονεν ἐν Αἰγύπτῳ, ἀφ᾿ ἧς ἡμέρας ἔκτισται ἕως τῆς ἡμέρας ταύτης. 19 νῦν οὖν κατάσπευσον συναγαγεῖν τὰ κτήνη σου καὶ ὅσα σοί ἐστιν ἐν τῷ πεδίῳ· πάντες γὰρ οἱ ἄνθρωποι καὶ τὰ κτήνη, ὅσα ἐὰν εὑρεθῇ ἐν τοῖς πεδίοις καὶ μὴ εἰσέλθῃ εἰς οἰκίαν, πέσῃ δὲ ἐπ᾿ αὐτὰ ἡ χάλαζα, τελευτήσει. 20 ὁ φοβούμενος τὸ ρῆμα Κυρίου τῶν θεραπόντων Φαραὼ συνήγαγε τὰ κτήνη αὐτοῦ εἰς τοὺς οἴκους· 21 ὃς δὲ μὴ προσέσχε τῇ διανοίᾳ εἰς τὸ ρῆμα Κυρίου, ἀφῆκε τὰ κτήνη ἐν τοῖς πεδίοις. 22 εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· ἔκτεινον τὴν χεῖρά σου εἰς τὸν οὐρανόν, καὶ ἔσται χάλαζα ἐπὶ πᾶσαν γῆν Αἰγύπτου, ἐπί τε τοὺς ἀνθρώπους καὶ τὰ κτήνη καὶ ἐπὶ πᾶσαν βοτάνην τὴν ἐπὶ τῆς γῆς. 23 ἐξέτεινε δὲ Μωυσῆς τὴν χεῖρα εἰς τὸν οὐρανόν, καὶ Κύριος ἔδωκε φωνὰς καὶ χάλαζαν, καὶ διέτρεχε τὸ πῦρ ἐπὶ τῆς γῆς, καὶ ἔβρεξε Κύριος χάλαζαν ἐπὶ πᾶσαν γῆν Αἰγύπτου. 24 ἦν δὲ ἡ χάλαζα καὶ τὸ πῦρ φλογίζον ἐν τῇ χαλάζῃ· ἡ δὲ χάλαζα πολλὴ σφόδρα, ἥτις τοιαύτη οὐ γέγονεν ἐν Αἰγύπτῳ, ἀφ᾿ ἧς ἡμέρας γεγένηται ἐπ᾿ αὐτῆς ἔθνος. 25 ἐπάταξε δὲ ἡ χάλαζα ἐν πάσῃ γῇ Αἰγύπτου ἀπὸ ἀνθρώπου ἕως κτήνους, καὶ πᾶσαν βοτάνην τὴν ἐν τῷ πεδίῳ ἐπάταξεν ἡ χάλαζα, καὶ πάντα τὰ ξύλα τὰ ἐν τοῖς πεδίοις συνέτριψεν ἡ χάλαζα· 26 πλὴν ἐν γῇ Γεσέμ, οὗ ἦσαν οἱ υἱοὶ ᾿Ισραήλ, οὐκ ἐγένετο ἡ χάλαζα. 27 ἀποστείλας δὲ Φαραώ ἐκάλεσε Μωυσῆν καὶ ᾿Ααρὼν καὶ εἶπεν αὐτοῖς· ἡμάρτηκα τὸ νῦν· ὁ Κύριος δίκαιος, ἐγὼ δὲ καὶ ὁ λαός μου ἀσεβεῖς. 28 εὔξασθε οὖν περὶ ἐμοῦ πρὸς Κύριον, καὶ παυσάσθω τοῦ γενηθῆναι φωνὰς Θεοῦ καὶ χάλαζαν καὶ πῦρ· καὶ ἐξαποστελῶ ὑμᾶς, καὶ οὐκέτι προστεθήσεσθε μένειν. 29 εἶπε δὲ αὐτῷ Μωυσῆς· ὡς ἂν ἐξέλθω τὴν πόλιν, ἐκπετάσω τὰς χεῖράς μου πρὸς τὸν Κύριον, καὶ αἱ φωναὶ παύσονται, καὶ ἡ χάλαζα καὶ ὁ ὑετὸς οὐκ ἔσται ἔτι, ἵνα γνῷς ὅτι τοῦ Κυρίου ἡ γῆ. 30 καὶ σὺ καὶ οἱ θεράποντές σου, ἐπίσταμαι ὅτι οὐδέπω πεφόβησθε τὸν Κύριον. 31 τὸ δὲ λίνον καὶ ἡ κριθὴ ἐπλήγη· ἡ γὰρ κριθὴ παρεστηκυῖα, τὸ δὲ λίνον σπερματίζον. 32 ὁ δὲ πυρὸς καὶ ἡ ὀλύρα οὐκ ἐπλήγησαν, ὄψιμα γὰρ ἦν. 33 ἐξῆλθε δὲ Μωυσῆς ἀπὸ Φαραὼ ἐκτὸς τῆς πόλεως καὶ ἐξέτεινε τὰς χεῖρας πρὸς Κύριον, καὶ αἱ φωναὶ ἐπαύσαντο καὶ ἡ χάλαζα, καὶ ὁ ὑετὸς οὐκ ἔσταξεν ἔτι ἐπὶ τὴν γῆν. 34 ἰδὼν δὲ Φαραὼ ὅτι πέπαυται ὁ ὑετὸς καὶ ἡ χάλαζα καὶ αἱ φωναί, προσέθετο τοῦ ἁμαρτάνειν καὶ ἐβάρυνεν αὐτοῦ τὴν καρδίαν καὶ τῶν θεραπόντων αὐτοῦ. 35 καὶ ἐσκληρύνθη ἡ καρδία Φαραώ, καὶ οὐκ ἐξαπέστειλε τοὺς υἱοὺς ᾿Ισραήλ, καθάπερ ἐλάλησε Κύριος τῷ Μωυσῇ.

Πέμπτη 2 Ιουλίου 2015

ΕΞΟΔΟΣ

ΚΕΦΑΛΑΙΟΝ 8


ΕΙΠΕ δὲ Κύριος πρὸς Μωυσῆν· εἰπὸν ᾿Ααρὼν τῷ ἀδελφῷ σου· ἔκτεινον τῇ χειρὶ τὴν ράβδον σου ἐπὶ τοὺς ποταμοὺς καὶ ἐπὶ τὰς διώρυγας καὶ ἐπὶ τὰ ἕλη καὶ ἀνάγαγε τοὺς βατράχους· 2 καὶ ἐξέτεινεν ᾿Ααρὼν τὴν χεῖρα ἐπὶ τὰ ὕδατα Αἰγύπτου καὶ ἀνήγαγε τοὺς βατράχους· καὶ ἀνεβιβάσθη ὁ βάτραχος καὶ ἐκάλυψε τὴν γῆν Αἰγύπτου. 3 ἐποίησαν δὲ ὡσαύτως καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ταῖς φαρμακείαις αὐτῶν καὶ ἀνήγαγον τοὺς βατράχους ἐπὶ γῆν Αἰγύπτου. 4 καὶ ἐκάλεσε Φαραὼ Μωυσῆν καὶ ᾿Ααρὼν καὶ εἶπεν· εὔξασθε περὶ ἐμοῦ πρὸς Κύριον, καὶ περιελέτω τοὺς βατράχους ἀπ᾿ ἐμοῦ καὶ ἀπὸ τοῦ ἐμοῦ λαοῦ, καὶ ἐξαποστελῶ αὐτούς, καὶ θύσωσι τῷ Κυρίῳ. 5 εἶπε δὲ Μωυσῆς πρὸς Φαραώ· τάξαι πρός με πότε εὔξομαι περὶ σοῦ καὶ περὶ τῶν θεραπόντων σου καὶ τοῦ λαοῦ σου ἀφανίσαι τοὺς βατράχους ἀπὸ σοῦ καὶ ἀπὸ τοῦ λαοῦ σου καὶ ἐκ τῶν οἰκιῶν ὑμῶν, πλὴν ἐν τῷ ποταμῷ ὑπολειφθήσονται. 6 ὁ δὲ εἶπεν· εἰς αὔριον. εἶπεν οὖν· ὡς εἴρηκας, ἵνα εἰδῇς ὅτι οὐκ ἔστι ἄλλος πλὴν Κυρίου· 7 καὶ περιαιρεθήσονται οἱ βάτραχοι ἀπὸ σοῦ καὶ ἀπὸ τῶν οἰκιῶν ὑμῶν καὶ ἀπὸ τῶν ἐπαύλεων καὶ ἀπὸ τῶν θεραπόντων σου καὶ ἀπὸ τοῦ λαοῦ σου, πλὴν ἐν τῷ ποταμῷ ὑπολειφθήσονται. 8 ἐξῆλθε δὲ Μωυσῆς καὶ ᾿Ααρὼν ἀπὸ Φαραώ· καὶ ἐβόησε Μωυσῆς πρὸς Κύριον περὶ τοῦ ὁρισμοῦ τῶν βατράχων, ὡς ἐτάξατο Φαραώ. 9 ἐποίησε δὲ Κύριος καθάπερ εἶπε Μωυσῆς καὶ ἐτελεύτησαν οἱ βάτραχοι ἐκ τῶν οἰκιῶν καὶ ἐκ τῶν ἐπαύλεων καὶ ἐκ τῶν ἀγρῶν· 10 καὶ συνήγαγον αὐτοὺς θημωνίας θημωνίας, καὶ ὤζεσεν ἡ γῆ. 11 ἰδὼν δὲ Φαραὼ ὅτι γέγονεν ἀνάψυξις, ἐβαρύνθη ἡ καρδία αὐτοῦ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, καθάπερ ἐλάλησε Κύριος. 12 Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· εἰπὸν ᾿Ααρών, ἔκτεινον τῇ χειρὶ τὴν ράβδον σου καὶ πάταξον τὸ χῶμα τῆς γῆς, καὶ ἔσονται σκνῖφες ἔν τε τοῖς ἀνθρώποις καὶ ἐν τοῖς τετράποσι καὶ ἐν πάσῃ γῇ Αἰγύπτου. 13 ἐξέτεινεν οὖν ᾿Ααρὼν τῇ χειρὶ τὴν ράβδον καὶ ἐπάταξε τὸ χῶμα τῆς γῆς, καὶ ἐγένοντο οἱ σκνῖφες ἐν τοῖς ἀνθρώποις καὶ ἐν τοῖς τετράποσι, καὶ ἐν παντὶ χώματι τῆς γῆς ἐγένοντο οἱ σκνῖφες. 14 ἐποίησαν δὲ ὡσαύτως καὶ οἱ ἐπαοιδοὶ ταῖς φαρμακείαις αὐτῶν ἐξαγαγεῖν τὸν σκνῖφα καὶ οὐκ ἠδύναντο. καὶ ἐγένοντο οἱ σκνῖφες ἔν τε τοῖς ἀνθρώποις καὶ ἐν τοῖς τετράποσιν. 15 εἶπαν οὖν οἱ ἐπαοιδοὶ τῷ Φαραώ· δάκτυλος Θεοῦ ἐστι τοῦτο. καὶ ἐσκληρύνθη ἡ καρδία Φαραώ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, καθάπερ ἐλάλησε Κύριος. 16 Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· ὄρθρισον τὸ πρωΐ καὶ στῆθι ἐναντίον Φαραώ· καὶ ἰδοὺ αὐτὸς ἐξελεύσεται ἐπὶ τὸ ὕδωρ, καὶ ἐρεῖς πρὸς αὐτόν· τάδε λέγει Κύριος· ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι λατρεύσωσιν ἐν τῇ ἐρήμῳ· 17 ἐὰν δὲ μὴ βούλῃ ἐξαποστεῖλαι τὸν λαόν μου, ἰδοὺ ἐγὼ ἐξαποστέλλω ἐπὶ σὲ καὶ ἐπὶ τοὺς θεράποντάς σου καὶ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τοὺς οἴκους ὑμῶν κυνόμυιαν, καὶ πλησθήσονται αἱ οἰκίαι τῶν Αἰγυπτίων τῆς κυνομυίης καὶ εἰς τὴν γῆν, ἐφ᾿ ἧς εἰσιν ἐπ᾿ αὐτῆς. 18 καὶ παραδοξάσω ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὴν γῆν Γεσέμ, ἐφ᾿ ἧς ὁ λαός μου ἔπεστιν ἐπ᾿ αὐτῆς, ἐφ᾿ ἧς οὐκ ἔσται ἐκεῖ ἡ κυνόμυια, ἵνα εἰδῇς ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς πάσης τῆς γῆς. 19 καὶ δώσω διαστολὴν ἀνὰ μέσον τοῦ ἐμοῦ λαοῦ καὶ ἀνὰ μέσον τοῦ σοῦ λαοῦ· ἐν δὲ τῇ αὔριον ἔσται τὸ σημεῖον τοῦτο ἐπὶ τῆς γῆς. 20 ἐποίησε δὲ Κύριος οὕτως, καὶ παρεγένετο ἡ κυνόμυια πλῆθος εἰς τοὺς οἴκους Φαραὼ καὶ εἰς τοὺς οἴκους τῶν θεραπόντων αὐτοῦ καὶ εἰς πᾶσαν τὴν γῆν Αἰγύπτου, καὶ ἐξωλοθρεύθη ἡ γῆ ἀπὸ τῆς κυνομυίης. 21 ἐκάλεσε δὲ Φαραὼ Μωυσῆν καὶ ᾿Ααρὼν λέγων· ἐλθόντες θύσατε Κυρίῳ τῷ Θεῷ ὑμῶν ἐν τῇ γῇ. 22 καὶ εἶπε Μωυσῆς· οὐ δυνατὸν γενέσθαι οὕτως· τὰ γὰρ βδελύγματα τῶν Αἰγυπτίων θύσομεν Κυρίῳ τῷ Θεῷ ἡμῶν· ἐὰν γὰρ θύσωμεν τὰ βδελύγματα τῶν Αἰγυπτίων ἐναντίον αὐτῶν, λιθοβοληθησόμεθα. 23 ὁδὸν τριῶν ἡμερῶν πορευσόμεθα εἰς τὴν ἔρημον καὶ θύσομεν τῷ Θεῷ ἡμῶν, καθάπερ εἶπε Κύριος ἡμῖν. 24 καὶ εἶπε Φαραώ· ἐγὼ ἀποστέλλω ὑμᾶς, καὶ θύσατε τῷ Θεῷ ὑμῶν ἐν τῇ ἐρήμῳ, ἀλλ᾿ οὐ μακρὰν ἀποτενεῖτε πορευθῆναι· εὔξασθε οὖν περὶ ἐμοῦ πρὸς Κύριον. 25 εἶπε δὲ Μωυσῆς· ῞Οδεἐγὼ ἐξελεύσομαι ἀπὸ σοῦ καὶ εὔξομαι πρὸς τὸν Θεόν, καὶ ἀπελεύσεται ἡ κυνόμυια καὶ ἀπὸ τῶν θεραπόντων σου καὶ ἀπὸ τοῦ λαοῦ σου αὔριον· μὴ προσθῇς ἔτι, Φαραώ, ἐξαπατῆσαι τοῦ μὴ ἐξαποστεῖλαι τὸν λαὸν θῦσαι Κυρίῳ. 26 ἐξῆλθε δὲ Μωυσῆς ἀπὸ Φαραὼ καὶ ηὔξατο πρὸς τὸν Θεόν· 27 ἐποίησε δὲ Κύριος καθάπερ εἶπε Μωυσῆς, καὶ περιεῖλε τὴν κυνόμυιαν ἀπὸ Φαραὼ καὶ τῶν θεραπόντων αὐτοῦ καὶ τοῦ λαοῦ αὐτοῦ, καὶ οὐ κατελείφθη οὐδεμία. 28 καὶ ἐβάρυνε Φαραὼ τὴν καρδίαν αὐτοῦ καὶ ἐπὶ τοῦ καιροῦ τούτου, καὶ οὐκ ἠθέλησεν ἐξαποστεῖλαι τὸν λαόν.

Τετάρτη 1 Ιουλίου 2015

ΕΞΟΔΟΣ

ΚΕΦΑΛΑΙΟΝ 7


ΚΑΙ εἶπε Κύριος πρὸς Μωυσῆν λέγων· ἰδοὺ δέδωκά σε θεὸν Φαραώ, καὶ ᾿Ααρὼν ὁ ἀδελφός σου ἔσται σου προφήτης· 2 σὺ δὲ λαλήσεις αὐτῷ πάντα, ὅσα σοι ἐντέλλομαι, ὁ δὲ ᾿Ααρὼν ὁ ἀδελφός σου λαλήσει πρὸς Φαραώ, ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς ᾿Ισραὴλ ἐκ τῆς γῆς αὐτοῦ. 3 ἐγὼ δὲ σκληρυνῶ τὴν καρδίαν Φαραὼ καὶ πληθυνῶ τὰ σημεῖά μου καὶ τὰ τέρατα ἐν γῇ Αἰγύπτῳ. 4 καὶ οὐκ εἰσακούσεται ὑμῶν Φαραώ· καὶ ἐπιβαλῶ τὴν χεῖρά μου ἐπ᾿ Αἴγυπτον καὶ ἐξάξω σὺν δυνάμει μου τὸν λαόν μου τοὺς υἱοὺς ᾿Ισραὴλ ἐκ γῆς Αἰγύπτου σὺν ἐκδικήσει μεγάλῃ. 5 καὶ γνώσονται πάντες οἱ Αἰγύπτιοι, ὅτι ἐγώ εἰμι Κύριος ἐκτείνων τὴν χεῖρά μου ἐπ᾿ Αἴγυπτον, καὶ ἐξάξω τοὺς υἱοὺς ᾿Ισραὴλ ἐκ μέσου αὐτῶν. 6 ἐποίησε δὲ Μωυσῆς καὶ ᾿Ααρὼν καθάπερ ἐνετείλατο αὐτοῖς Κύριος, οὕτως ἐποίησαν. 7 Μωυσῆς δὲ ἦν ἐτῶν ὀγδοήκοντα, ᾿Ααρὼν δὲ ὁ ἀδελφὸς αὐτοῦ ἐτῶν ὀγδοηκοντατριῶν, ἡνίκα ἐλάλησε πρὸς Φαραώ. 8 Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν καὶ ᾿Ααρὼν λέγων· 9 καὶ ἐὰν λαλήσῃ πρὸς ὑμᾶς Φαραὼ λέγων· δότε ἡμῖν σημεῖον ἢ τέρας, καὶ ἐρεῖς ᾿Ααρὼν τῷ ἀδελφῷ σου· λάβε τὴν ράβδον καὶ ρίψον ἐπὶ τὴν γῆν ἐναντίον Φαραὼ καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ, καὶ ἔσται δράκων. 10 εἰσῆλθε δὲ Μωυσῆς καὶ ᾿Ααρὼν ἐναντίον Φαραὼ καὶ τῶν θεραπόντων αὐτοῦ καὶ ἐποίησαν οὕτως, καθάπερ ἐνετείλατο αὐτοῖς Κύριος· καὶ ἔρριψεν ᾿Ααρὼν τὴν ράβδον ἐναντίον Φαραώ, καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ, καὶ ἐγένετο δράκων. 11 συνεκάλεσε δὲ Φαραὼ τοὺς σοφιστὰς Αἰγύπτου καὶ τοὺς φαρμακούς, καὶ ἐποίησαν καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ταῖς φαρμακείαις αὐτῶν ὡσαύτως. 12 καὶ ἔρριψαν ἕκαστος τὴν ράβδον αὐτῶν, καὶ ἐγένοντο δράκοντες· καὶ κατέπιεν ἡ ράβδος ἡ ᾿Ααρὼν τὰς ἐκείνων ράβδους. 13 καὶ κατίσχυσεν ἡ καρδία Φαραώ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, καθάπερ ἐνετείλατο αὐτοῖς Κύριος. 14 Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· βεβάρηται ἡ καρδία Φαραὼ τοῦ μὴ ἐξαποστεῖλαι τὸν λαόν. 15 βάδισον πρὸς Φαραὼ τὸ πρωΐ· ἰδοὺ αὐτὸς ἐκπορεύεται ἐπὶ τὸ ὕδωρ, καὶ ἔσῃ συναντῶν αὐτῷ ἐπὶ τὸ χεῖλος τοῦ ποταμοῦ καὶ τὴν ράβδον τὴν στραφεῖσαν εἰς ὄφιν λήψῃ ἐν τῇ χειρί σου. 16 καὶ ἐρεῖς πρὸς αὐτόν· Κύριος ὁ Θεὸς τῶν ῾Εβραίων ἀπέσταλκέ με πρὸς σὲ λέγων· ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι λατρεύσῃ ἐν τῇ ἐρήμῳ· καὶ ἰδοὺ οὐκ εἰσήκουσας ἕως τούτου. 17 τάδε λέγει Κύριος· ἐν τούτῳ γνώσῃ ὅτι ἐγὼ Κύριος· ἰδοὺ ἐγὼ τύπτω τῇ ράβδῳ τῇ ἐν χειρί μου ἐπὶ τὸ ὕδωρ τὸ ἐν τῷ ποταμῷ, καὶ μεταβαλεῖ εἰς αἷμα· 18 καὶ οἱ ἰχθύες οἱ ἐν τῷ ποταμῷ τελευτήσουσι, καὶ ἐποζέσει ὁ ποταμός, καὶ οὐ δυνήσονται οἱ Αἰγύπτιοι πιεῖν ὕδωρ ἀπὸ τοῦ ποταμοῦ. 19 εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· εἰπὸν ᾿Ααρὼν τῷ ἀδελφῷ σου· λάβε τὴν ράβδον σου ἐν τῇ χειρί σου καὶ ἔκτεινον τὴν χεῖρά σου ἐπὶ τὰ ὕδατα Αἰγύπτου καὶ ἐπὶ τοὺς ποταμοὺς αὐτῶν καὶ ἐπὶ τὰς διώρυγας αὐτῶν καὶ ἐπὶ τὰ ἕλη αὐτῶν καὶ ἐπὶ πᾶν συνεστηκὸς ὕδωρ αὐτῶν, καὶ ἔσται αἷμα, καὶ ἐγένετο αἷμα ἐν πάσῃ γῇ Αἰγύπτου ἔν τε τοῖς ξύλοις καὶ ἐν τοῖς λίθοις. 20 καὶ ἐποίησαν οὕτως Μωυσῆς καὶ ᾿Ααρών, καθάπερ ἐνετείλατο αὐτοῖς Κύριος· καὶ ἐπάρας τῇ ράβδῳ αὐτοῦ ἐπάταξε τὸ ὕδωρ τὸ ἐν τῷ ποταμῷ ἐναντίον Φαραὼ καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ καὶ μετέβαλε πᾶν τὸ ὕδωρ τὸ ἐν τῷ ποταμῷ εἰς αἷμα. 21 καὶ οἱ ἰχθύες οἱ ἐν τῷ ποταμῷ ἐτελεύτησαν, καὶ ἐπώζεσεν ὁ ποταμός, καὶ οὐκ ἠδύναντο οἱ Αἰγύπτιοι πιεῖν ὕδωρ ἐκ τοῦ ποταμοῦ, καὶ ἦν τὸ αἷμα ἐν πάσῃ γῇ Αἰγύπτου. 22 ἐποίησαν δὲ ὡσαύτως καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ταῖς φαρμακείαις αὐτῶν· καὶ ἐσκληρύνθη ἡ καρδία Φαραώ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, καθάπερ εἶπε Κύριος. 23 ἐπιστραφεὶς δὲ Φαραὼ εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ καὶ οὐκ ἐπέστησε τὸν νοῦν αὐτοῦ οὐδὲ ἐπὶ τούτῳ. 24 ὤρυξαν δὲ πάντες οἱ Αἰγύπτιοι κύκλῳ τοῦ ποταμοῦ ὥστε πιεῖν ὕδωρ, καὶ οὐκ ἠδύναντο πιεῖν ὕδωρ ἀπὸ τοῦ ποταμοῦ. 25 καὶ ἀνεπληρώθησαν ἑπτὰ ἡμέραι μετὰ τὸ πατάξαι Κύριον τὸν ποταμόν. 26 Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· εἴσελθε πρὸς Φαραὼ καὶ ἐρεῖς πρὸς αὐτόν· τάδε λέγει Κύριος· ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι λατρεύσωσιν· 27 εἰ δὲ μὴ βούλει σὺ ἐξαποστεῖλαι, ἰδοὺ ἐγὼ τύπτω πάντα τὰ ὅριά σου τοῖς βατράχοις. 28 καὶ ἐξερεύξεται ὁ ποταμὸς βατράχους, καὶ ἀναβάντες εἰσελεύσονται εἰς τοὺς οἴκους σου καὶ εἰς τὰ ταμιεῖα τῶν κοιτώνων σου καὶ ἐπὶ τῶν κλινῶν σου καὶ ἐπὶ τοὺς οἴκους τῶν θεραπόντων σου καὶ τοῦ λαοῦ σου καὶ ἐν τοῖς φυράμασί σου καὶ ἐν τοῖς κλιβάνοις σου· 29 καὶ ἐπὶ σὲ καὶ ἐπὶ τοὺς θεράποντάς σου καὶ ἐπὶ τὸν λαόν σου ἀναβήσονται οἱ βάτραχοι.

Παρασκευή 26 Ιουνίου 2015

ΕΞΟΔΟΣ

ΚΕΦΑΛΑΙΟΝ 6


Κ ΑΙ εἶπε Κύριος πρὸς Μωυσῆν· ἤδη ὄψει ἃ ποιήσω τῷ Φαραώ· ἐν γὰρ χειρὶ κραταιᾷ ἐξαποστελεῖ αὐτοὺς καὶ ἐν βραχίονι ὑψηλῷ ἐκβαλεῖ αὐτοὺς ἐκ τῆς γῆς αὐτοῦ. 2 ᾿Ελάλησε δὲ ὁ Θεὸς πρὸς Μωυσῆν καὶ εἶπε πρὸς αὐτόν· ἐγὼ Κύριος· 3 καὶ ὤφθην πρὸς ῾Αβραὰμ καὶ ᾿Ισαὰκ καὶ ᾿Ιακώβ, Θεὸς ὢν αὐτῶν, καὶ τὸ ὄνομά μου Κύριος οὐκ ἐδήλωσα αὐτοῖς· 4 καὶ ἔστησα τὴν διαθήκην μου πρὸς αὐτοὺς ὥστε δοῦναι αὐτοῖς τὴν γῆν τῶν Χαναναίων, τὴν γῆν, ἣν παρῳκήκασιν, ἐν ᾗ καὶ παρῴκησαν ἐπ᾿ αὐτῆς. 5 καὶ ἐγὼ εἰσήκουσα τὸν στεναγμὸν τῶν υἱῶν ᾿Ισραήλ, ὃν οἱ Αἰγύπτιοι καταδουλοῦνται αὐτούς, καὶ ἐμνήσθην τῆς διαθήκης ὑμῶν. 6 βάδιζε, εἰπὸν τοῖς υἱοῖς ᾿Ισραὴλ λέγων· ἐγὼ Κύριος καὶ ἐξάξω ὑμᾶς ἀπὸ τῆς δυναστείας τῶν Αἰγυπτίων καὶ ρύσομαι ὑμᾶς ἐκ τῆς δουλείας καὶ λυτρώσομαι ὑμᾶς ἐν βραχίονι ὑψηλῷ καὶ κρίσει μεγάλῃ 7 καὶ λήψομαι ἐμαυτῷ ὑμᾶς λαὸν ἐμοὶ καὶ ἔσομαι ὑμῶν Θεός, καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ τῆς καταδυναστείας τῶν Αἰγυπτίων, 8 καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν, εἰς ἣν ἐξέτεινα τὴν χεῖρά μου, δοῦναι αὐτὴν τῷ ῾Αβραὰμ καὶ ᾿Ισαὰκ καὶ ᾿Ιακώβ, καὶ δώσω ὑμῖν αὐτὴν ἐν κλήρῳ· ἐγὼ Κύριος. 9 ἐλάλησε δὲ Μωυσῆς οὕτω τοῖς υἱοῖς ᾿Ισραήλ, καὶ οὐκ εἰσήκουσαν Μωυσῆ ἀπό τῆς ὀλιγοψυχίας καὶ ἀπὸ τῶν ἔργων τῶν σκληρῶν. 10 Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν λέγων· 11 εἴσελθε, λάλησον Φαραὼ βασιλεῖ Αἰγύπτου, ἵνα ἐξαποστείλῃ τοὺς υἱοὺς ᾿Ισραὴλ ἐκ τῆς γῆς αὐτοῦ. 12 ἐλάλησε δὲ Μωυσῆς ἔναντι Κυρίου λέγων· ἰδοὺ οἱ υἱοὶ ᾿Ισραὴλ οὐκ εἰσήκουσάν μου, καὶ πῶς εἰσακούσεταί μου Φαραώ; ἐγὼ δὲ ἄλογός εἰμι. 13 εἶπε δὲ Κύριος πρὸς Μωυσῆν καὶ ᾿Ααρὼν καὶ συνέταξεν αὐτοῖς πρὸς Φαραὼ βασιλέα Αἰγύπτου, ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς ᾿Ισραὴλ ἐκ γῆς Αἰγύπτου. 14 Καὶ οὗτοι ἀρχηγοὶ οἴκων πατριῶν αὐτῶν. υἱοὶ Ρουβὴν πρωτοτόκου ᾿Ισραήλ· ᾿Ενὼχ καὶ Φαλλούς, ᾿Ασρὼν καὶ Χαρμεί· αὕτη ἡ συγγένεια Ρουβήν. 15 καὶ υἱοὶ Συμεών· ᾿Ιεμουὴλ καὶ ᾿Ιαμεὶν καὶ ᾿Αὼδ καὶ ᾿Ιαχεὶν καὶ Σαὰρ καὶ Σαοὺλ ὁ ἐκ τῆς Φοινίσσης· αὗται αἱ πατριαὶ τῶν υἱῶν Συμεών. 16 καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Λευὶ κατὰ συγγενείας αὐτῶν. Γεδσών, Καὰθ καὶ Μεραρεί· καὶ τὰ ἔτη τῆς ζωῆς Λευὶ ἑκατὸν τριακονταεπτά. 17 καὶ οὗτοι υἱοὶ Γεδσών· Λοβενεὶ καὶ Σεμεεί, οἶκοι πατριᾶς αὐτῶν. 18 καὶ υἱοὶ Καάθ· ᾿Αμβρὰμ καὶ ᾿Ισαάρ, Χεβρὼν καὶ ᾿Οζειήλ· καὶ τὰ ἔτη τῆς ζωῆς Καὰθ ἑκατὸν τριακοντατρία ἔτη. 19 καὶ υἱοὶ Μεραρεί· Μοολεὶ καὶ ῾Ομουσεί. οὗτοι οἱ οἶκοι πατριῶν Λευὶ κατὰ συγγενείας αὐτῶν. 20 καὶ ἔλαβεν ᾿Αμβρὰμ τὴν ᾿Ιωχαβὲδ θυγατέρα τοῦ ἀδελφοῦ τοῦ πατρὸς αὐτοῦ ἑαυτῷ εἰς γυναῖκα, καὶ ἐγέννησεν αὐτῷ τόν τε ᾿Ααρὼν καὶ τὸν Μωυσῆν καὶ Μαριὰμ τὴν ἀδελφὴν αὐτῶν· τὰ δὲ ἔτη τῆς ζωῆς ᾿Αμβρὰμ ἑκατὸν τριακονταδύο ἔτη. 21 καὶ υἱοὶ ᾿Ισσαάρ· Κορὲ καὶ Ναφὲκ καὶ Ζεχρεί. 22 καὶ υἱοὶ ᾿Οζειήλ· Μισαὴλ καὶ ᾿Ελισαφὰν καὶ Σεγρεί. 23 ἔλαβε δὲ ᾿Ααρὼν τὴν ᾿Ελισαβὲθ θυγατέρα ᾿Αμειναδὰβ ἀδελφὴν Ναασσὼν αὐτῷ γυναῖκα, καὶ ἔτεκεν αὐτῷ τόν τε Ναδὰβ καὶ ᾿Αβιοὺδ καὶ τὸν ᾿Ελεάζαρ καὶ ᾿Ιθάμαρ. 24 υἱοὶ δὲ Κορέ· ᾿Ασεὶρ καὶ ῾Ελκανὰ καὶ ᾿Αβιάσαφ· αὗται αἱ γενέσεις Κορέ. 25 καὶ ᾿Ελεάζαρ ὁ τοῦ ᾿Ααρὼν ἔλαβε τῶν θυγατέρων Φουτιὴλ αὐτῷ γυναῖκα, καὶ ἔτεκεν αὐτῷ τὸν Φινεές. αὗται αἱ ἀρχαὶ πατριᾶς Λευιτῶν κατὰ γενέσεις αὐτῶν. 26 οὗτος ᾿Ααρὼν καὶ Μωυσῆς, οἷς εἶπεν αὐτοῖς ὁ Θεὸς ἐξαγαγεῖν τοὺς υἱοὺς ᾿Ισραὴλ ἐκ γῆς Αἰγύπτου σὺν δυνάμει αὐτῶν· 27 οὗτοί εἰσιν οἱ διαλεγόμενοι πρὸς Φαραὼ βασιλέα Αἰγύπτου καὶ ἐξήγαγον τοὺς υἱοὺς ᾿Ισραὴλ ἐκ γῆς Αἰγύπτου· αὐτὸς ᾿Ααρὼν καὶ Μωυσῆς. 28 ῟ῌ ἡμέρᾳ ἐλάλησε Κύριος Μωυσῇ ἐν γῇ Αἰγύπτῳ, 29 καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· ἐγὼ Κύριος· λάλησον πρὸς Φαραὼ βασιλέα Αἰγύπτου ὅσα ἐγὼ λέγω πρὸς σέ. 30 καὶ εἶπε Μωυσῆς ἐναντίον Κυρίου· ἰδοὺ ἐγὼ ἰσχνόφωνός εἰμι, καὶ πῶς εἰσακούσεταί μου Φαραώ;

Τρίτη 23 Ιουνίου 2015

Φως ιλαρόν

Σύντομος ύμνος που απαγγέλλεται ή ψάλλεται στην ακολουθία του Εσπερινού. Είναι ύμνος δοξαστικός και κατανυκτικός. Το <<Φως ιλαρόν>> λέγεται <<Επιλύχνιος ευχαριστία>> γιατί την ώρα αυτή άναβαν τους λύχνους και τα κανδήλια. Στους αρχαίους υπήεχεν η φράση <<περί λύχνων αφάς>> δηλ. είναι η ώρα που ανάπτουν τους λύχνους. Σε αρχαία λειτουργικά βιβλία η ακολουθία του Εσπερινού χαρακτηρίζεται ως <<Ακολουθία του Λυχνικού>> και οι σ' αυτόν περιλαμβανόμενες ευχές <<Ευχές του Λυχνικού>>. Ο λόγος είναι ο ίδιος. Στον Μικρό Εσπερινό το <<Φως ιλαρόν>> ο αναγνώστης το απαγγέλλει <<καθαρώς και ευκρινός>> ενώ στους πανηγυρικούς Εσπερινούς ψάλλεται <<μελωδικώς υπό των ιερέων>>. Είναι από τους ωραιότερους και αρχαιότερους ύμνους της Εκκλησίας μας.