Παρασκευή 17 Ιουλίου 2015

ΕΞΟΔΟΣ

ΚΕΦΑΛΑΙΟΝ 11


ΕΙΠΕ δὲ Κύριος πρὸς Μωυσῆν· ἔτι μίαν πληγὴν ἐγὼ ἐπάξω ἐπὶ Φαραὼ καὶ ἐπ᾿ Αἴγυπτον, καὶ μετὰ ταῦτα ἐξαποστελεῖ ὑμᾶς ἐντεῦθεν· ὅταν δὲ ἐξαποστέλλῃ ὑμᾶς, σὺν παντὶ ἐκβαλεῖ ὑμᾶς ἐκβολῇ. 2 λάλησον οὖν κρυφῇ εἰς τὰ ὦτα τοῦ λαοῦ, καὶ αἰτησάτω ἕκαστος παρὰ τοῦ πλησίον σκεύη ἀργυρᾶ καὶ χρυσᾶ καὶ ἱματισμόν. 3 Κύριος δὲ ἔδωκε τὴν χάριν τῷ λαῷ αὐτοῦ ἐναντίον τῶν Αἰγυπτίων, καὶ ἔχρησαν αὐτοῖς· καὶ ὁ ἄνθρωπος Μωυσῆς μέγας ἐγενήθη σφόδρα ἐναντίον τῶν Αἰγυπτίων καὶ ἐναντίον Φαραὼ καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ. 4 Καὶ εἶπε Μωυσῆς· τάδε λέγει Κύριος· περὶ μέσας νύκτας ἐγὼ εἰσπορεύομαι εἰς μέσον Αἰγύπτου, 5 καὶ τελευτήσει πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ, ἀπὸ πρωτοτόκου Φαραώ, ὃς κάθηται ἐπὶ τοῦ θρόνου, καὶ ἕως πρωτοτόκου τῆς θεραπαίνης τῆς παρὰ τὸν μύλον καὶ ἕως πρωτοτόκου παντὸς κτήνους, 6 καὶ ἔσται κραυγὴ μεγάλη κατὰ πᾶσαν γῆν Αἰγύπτου, ἥτις τοιαύτη οὐ γέγονε καὶ τοιαύτη οὐκ ἔτι προστεθήσεται. 7 καὶ ἐν πᾶσι τοῖς υἱοῖς ᾿Ισραὴλ οὐ γρύξει κύων τῇ γλώσσῃ αὐτοῦ ἀπὸ ἀνθρώπου ἕως κτήνους, ὅπως εἰδῇς ὅσα παραδοξάσει Κύριος ἀνὰ μέσον τῶν Αἰγυπτίων καί τοῦ ᾿Ισραήλ. 8 καὶ καταβήσονται πάντες οἱ παῖδές σου οὗτοι πρός με καὶ προσκυνήσουσί με λέγοντες· ἔξελθε σὺ καὶ πᾶς ὁ λαός σου, οὗ σύ ἀφηγῇ· καὶ μετὰ ταῦτα ἐξελεύσομαι. ἐξῆλθε δὲ Μωυσῆς ἀπὸ Φαραὼ μετὰ θυμοῦ. 9 εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· οὐκ εἰσακούσεται ὑμῶν Φαραώ, ἵνα πληθύνων πληθυνῶ μου τὰ σημεῖα καὶ τὰ τέρατα ἐν γῇ Αἰγύπτῳ. 10 Μωυσῆς δὲ καὶ ᾿Ααρὼν ἐποίησαν πάντα τὰ σημεῖα καὶ τὰ τέρατα ταῦτα ἐν γῇ Αἰγύπτῳ ἐναντίον Φαραώ· ἐσκλήρυνε δὲ Κύριος τὴν καρδίαν Φαραώ, καὶ οὐκ εἰσήκουσεν ἐξαποστεῖλαι τούς υἱοὺς ᾿Ισραὴλ ἐκ γῆς Αἰγύπτου.

Πέμπτη 16 Ιουλίου 2015

Μαρτυρικά καθίσματα

Είναι τα τροπάρια (Καθίσματα) που εγκωμιάζουν και εξυμνούν τους μάρτυρες της Εκκλησίας μας. Μαρτυρικά Καθίσματα και τροπάρια ψάλλονται όλες τις μέρες της εβδομάδος της Μεγάλης Τεσσαρακοστής και την περίοδο του Πεντηκοσταρίου. Επίσης στις ιδιαίτερες Ασματικές Ακολουθίες των μαρτύρων τα Καθίσματα και τα τροπάρια των Κανόνων είναι Μαρτυρικά, αφού διεξοδικά εξυμνούν και εγκωμιάζουν τους Μάρτυρες. Τα Μαρτυρικά ως ομάδα τριών τροπαρίων (Απόστιχα Εσπερινού) και τεσσάρων τοιούτων (Απόστιχα των Αίνων) υπάρχουν σε όλους τους ήχους. Ψάλλονται δε στον Εσπερινό της Παρασκευής και τον Όρθρο του Σαββάτου. Τα Μαρτυρικά περιέχονται στο βιβλίο της Παρακλητικής.

Τετάρτη 15 Ιουλίου 2015

ΚΑΘΟΛΙΚΗ ΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ Α΄

ΚΕΦΑΛΑΙΟΝ Γ΄ 

Στίχ. 1-12. Τα τέκνα του Θεού και τα τέκνα του διαβόλου.

Ίδετε ποταπήν αγάπην δέδωκεν ημίν ο πατήρ ίνα τέκνα Θεού κληθώμεν. δια τούτο ο κόσμος ου γινώσκει υμάς, ότι ουκ έγνω αυτόν. 
2 Αγαπητοί, νυν τέκνα Θεού εσμεν, και ούπω εφανερώθη τι εσόμεθα οίδαμεν δε ότι εάν φανερωθή, όμοιοι αυτώ εσόμεθα, ότι οψόμεθα αυτόν καθώς εστι. 
3 και πας ο έχων την ελπίδα ταύτην επ' αυτώ αγνίζει εαυτόν, καθώς εκείνος αγνός εστι. 
4 Πας ο ποιών την αμαρτίαν και την ανομίαν ποιεί, και η αμαρτία εστίν η ανομία. 
5 και οίδατε ότι εκείνος εφανερώθη ίνα τας αμαρτίας ημών άρη, και αμαρτία εν αυτώ ουκ έστι. 
6 πας ο εν αυτώ μένων ουχ αμαρτάνει πας ο αμαρτάνων ουχ εώρακεν αυτόν ουδέ έγνωκεν αυτόν. 
7 Τεκνία, μηδείς πλανάτω υμάς ο ποιών την δικαιοσύνην δίκαιός εστι, καθώς εκείνος δίκαιός εστιν
8 ο ποιών την αμαρτίαν εκ του διαβόλου εστίν, ότι απ' αρχής ο διάβολος αμαρτάνει. εις τούτο εφανερώθη ο υιός του Θεού, ίνα λύση τα έργα του διαβόλου. 
9 Πας ο γεγεννημένος εκ του Θεού αμαρτίαν ου ποιεί, ότι σπέρμα αυτού εν αυτώ μένει και ου δύναται αμαρτάνειν, ότι εκ του Θεού γεγέννηται. 
10 εν τούτω φανερά εστι τα τέκνα του Θεού και τα τέκνα του διαβόλου. πας ο μη ποιών δικαιοσύνην ουκ έστιν εκ του Θεού, και ο μη αγαπών τον αδελφόν αυτού. 
11 ότι αύτη εστίν η αγγελία ην ηκούσατε απ' αρχής, ίνα αγαπώμεν αλλήλους, 
12 ου καθώς Κάϊν εκ του πονηρού ην και έσφαξε τον αδελφόν αυτού και χάριν τίνος έσφαξεν αυτόν; ότι τα έργα αυτού πονηρά ην, τα δε του αδελφού αυτού δίκαια. 

Στίχ. 13-15. Το κατά των Χριστιανών μίσος. 

13 Μη θαυμάζετε, αδελφοί μου, ει μισεί υμάς ο κόσμος. 
14 ημείς οίδαμεν ότι μεταβεβήκαμεν εκ του θανάτου εις την ζωήν, ότι αγαπώμεν τους αδελφούς ο μη αγαπών τον αδελφόν μένει εν τω θανάτω. 
15 πας ο μισών τον αδελφόν αυτού ανθρωποκτόνος εστί, και οίδατε ότι πας ανθρωποκτόνος ουκ έχει ζωήν αιώνιον εν αυτώ μένουσαν. 

Στίχ. 16-24. Η αγάπη προς τους αδελφούς είναι εντολή του Πατρός. 

16 εν τούτω εγνώκαμεν την αγάπην, ότι εκείνος υπέρ ημών την ψυχήν αυτού έθηκε και ημείς οφείλομεν υπέρ των αδελφών τας ψυχάς τιθέναι. 
17 ος δ' αν έχη τον βίον του κόσμου και θεωρή τον αδελφόν αυτού χρείαν έχοντα και κλείση τα σπλάγχνα αυτού απ' αυτού, πως η αγάπη του Θεού μένει εν αυτώ; 
18 Τεκνία μου, μη αγαπώμεν λόγω μηδέ τη γλώσση, αλλ' εν έργω και αληθεία. 
19 και εν τούτω γινώσκομεν ότι εκ της αληθείας εσμέν, και έμπροσθεν αυτού πείσομεν τας καρδίας ημών, 
20 ότι εάν καταγινώσκη ημών η καρδία, ότι μείζων εστίν ο Θεός της καρδίας ημών και γινώσκει πάντα. 
21 αγαπητοί, εάν η καρδία ημών μη καταγινώσκη ημών, παρρησίαν έχομεν προς τον Θεόν, 
22 και ο εάν αιτώμεν λαμβάνομεν παρ' αυτού, ότι τας εντολάς αυτού τηρούμεν και τα αρεστά ενώπιον αυτού ποιούμεν. 
23 και αύτη εστίν η εντολή αυτού, ίνα πιστεύσωμεν τω ονόματι του υιού αυτού Ιησού Χριστού και αγαπώμεν αλλήλους καθώς έδωκεν εντολήν. 
24 και ο τηρών τας εντολάς αυτού εν αυτώ μένει και αυτόςεν αυτώ. και εν τούτω γινώσκομεν ότι μένει εν ημίν εκ του Πνεύματος ου ημίν έδωκεν.

Τρίτη 14 Ιουλίου 2015

ΚΑΘΟΛΙΚΗ ΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ Α΄

ΚΕΦΑΛΑΙΟΝ Β΄

Στίχ. 1-6. Πρέπει να ζώμεν σύμφωνα με τας εντολάς του Κυρίου. 

Τεκνία μου, ταύτα γράφω υμίν ίνα μη αμάρτητε και εάν τις αμάρτη, παράκλητον έχομεν προς τον πατέρα, Ιησούν Χριστόν δίκαιον 
2 και αυτός ιλασμός εστι περί των αμαρτιών ημών, ου περί των ημετέρων δε μόνον, αλλά και περί όλου του κόσμου. 
3 Και εν τούτω γινώσκομεν ότι εγνώκαμεν αυτόν, εάν τας εντολάς αυτού τηρώμεν. 
4 ο λέγων, έγνωκα αυτόν, και τας εντολάς αυτού μη τηρών, ψεύστης εστί, και εν τούτω η αλήθεια ουκ έστιν 
5 ος δ' αν τηρή αυτού τον λόγον, αληθώς εν τούτω η αγάπη του Θεού τετελείωται, εν τούτω γινώσκομεν ότι εν αυτώ εσμεν. 
6 ο λέγων εν αυτώ μένειν οφείλει, καθώς εκείνος περιπάτησε, και αυτός ούτω περιπατείν. 

Στίχ. 7-11. Η εντολή της αγάπης. 

7 Αδελφοί, ουκ εντολήν καινήν γράφω υμίν, αλλ' εντολήν παλαιάν, ην είχετε απ' αρχής η εντολή η παλαιά εστιν ο λόγος ον ηκούσατε απ' αρχής. 
8 πάλιν εντολήν καινήν γράφω υμίν, ο εστιν αληθές εν αυτώ και εν υμίν, ότι η σκοτία παράγεται και το φως το αληθινόν ήδη φαίνει. 
9 ο λέγων εν τω φωτί είναι, και τον αδελφόν αυτού μισών, εν τη σκοτία εστίν έως άρτι. 
10 ο αγαπών τον αδελφόν αυτού εν τω φωτί μένει, και σκάνδαλον εν αυτώ ουκ έστιν 
11 ο δε μισών τον αδελφόν αυτού εν τη σκοτία εστί και εν τη σκοτία περιπατεί, και ουκ οίδε που υπάγει, ότι η σκοτία ετύφλωσε τους οφθαλμούς αυτού. 

Στίχ. 12-17. Όχι φιλία με τον αμαρτωλόν κόσμον. 

12 Γράφω υμίν, τεκνία, ότι αφέωνται υμίν αι αμαρτίαι διά το όνομα αυτού. 
13 γράφω υμίν, πατέρες. ότι εγνώκατε τον απ' αρχής. γράφω υμίν, νεανίσκοι, ότι νενικήκατε τον πονηρόν. έγραψαυμίν, παιδία, ότι εγνώκατε τον πατέρα. 
14 έγραψα υμίν, πατέρες, ότι εγνώκατε τον απ' αρχής. έγραψα υμίν, νεανίσκοι, ότι ισχυροί εστε και ο λόγος του Θεού εν υμίν μένει και νενικήκατε τον πονηρόν. 
15 μη αγαπάτε τον κόσμον μηδέ τα εν τω κόσμω εάν τις αγαπά τον κόσμον, ουκ έστιν η αγάπη του πατρός εν αυτώ 
16 ότι παν το εν τω κόσμω, η επιθυμία της σαρκός και η επιθυμία των οφθαλμών και η αλαζονεία του βίου, ουκ έστιν εκ του πατρός, αλλ' εκ του κόσμου εστί. 
17 και ο κόσμος παράγεται και η επιθυμία αυτού ο δε ποιών το θέλημα του Θεού μένει εις το αιώνα. 

Στίχ. 18-29. Αποφυγή των αιρετικών και αφοσίωσις εις τον Χριστόν. 

18 Παιδία, εσχάτη ώρα εστί, και καθώς ηκούσατε ότι ο αντίχριστος έρχεται, και νυν αντίχριστοι πολλοί γεγόνασιν όθεν γινώσκομεν ότι εσχάτη ώρα εστίν. 
19 εξ ημών εξήλθον, αλλ' ουκ ήσαν εξ ημών ει γαρ ήσαν εξ ημών, μεμενήκεισαν αν μεθ' ημών αλλ' ίνα φανερωθώσιν ότι ουκ εισί πάντες εξ ημών. 
20 και υμείς χρίσμα έχετε από του αγίου, και οίδατε πάντα. 
21 ουκ έγραψα υμίν ότι ουκ οίδατε τν αλήθειαν, αλλ' ότι οίδατε αυτήν, και ότι παν ψεύδος εκ της αληθείας ουκ έστι. 
22 τις εστιν ο ψεύστης ει μη ο αρνούμενος ότι Ιησούς ουκ έστιν ο Χριστός; ούτος εστιν ο αντίχριστος, ο αρνούμενος τον πατέρα και τον υιόν. 
23 πας ο αρνούμενος τον υιόν ουδέ τον πατέρα έχει. 
24 Υμείς ουν ο ηκούσατε απ' αρχής, εν υμίν μενέτω. εάν εν υμίν μείνη ο απ' αρής ηκούσατε, και υμείς εν τω υιώ και εν τω πατρί μενείτε. 
25 και αύτη εστίν η επαγγελία ην αυτός επηγγείλατο ημίν, την ζωήν την αιώνιον. 
26 Ταύτα έγραψα υμίν περί των πλανώντων υμάς.
27 και υμείς, το χρίσμα ο ελάβατε απ' αυτού, εν υμίν μένει, και ου χρείαν έχετε ίνα τις διδάσκη υμάς, αλλ' ως το αυτό χρίσμα διδάσκει υμάς περί οάντων, και αληθές εστι και ουκ έστ ψεύδος, και καθώς εδίδαξεν υμάς μενείτε εν αυτώ. 
28 Και νυν, τεκνία, μένετε εν αυτώ, ίνα όταν φανερωθή έχωμεν παρρησίαν και μη αισχυνθώμεν απ' αυτού εν τη παρουσία αυτού. 
29 εάν ειδήτε ότι δίκαιός εστι, γινώσκετε ότι πας ο ποιών την δικαιοσύνην εξ αυτού γεγέννηται.

Τρίτη 7 Ιουλίου 2015

ΕΞΟΔΟΣ

ΚΕΦΑΛΑΙΟΝ 10


ΕΙΠΕ δὲ Κύριος πρὸς Μωυσῆν λέγων· εἴσελθε πρὸς Φαραώ· ἐγὼ γὰρ ἐσκλήρυνα αὐτοῦ τὴν καρδίαν καὶ τῶν θεραπόντων αὐτοῦ, ἵνα ἑξῆς ἐπέλθῃ τὰ σημεῖα ταῦτα ἐπ᾿ αὐτούς· 2 ὅπως διηγήσησθε εἰς τὰ ὦτα τῶν τέκνων ὑμῶν καὶ τοῖς τέκνοις τῶν τέκνων ὑμῶν, ὅσα ἐμπέπαιχα τοῖς Αἰγυπτίοις, καὶ τὰ σημεῖά μου, ἃ ἐποίησα ἐν αὐτοῖς, καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος. 3 εἰσῆλθε δὲ Μωυσῆς καὶ ᾿Ααρὼν ἐναντίον Φαραὼ καὶ εἶπαν αὐτῷ· τάδε λέγει Κύριος ὁ Θεὸς τῶν ῾Εβραίων· ἕως τίνος οὐ βούλῃ ἐντραπῆναί με; ἐξαπόστειλον τὸν λαόν μου, ἵνα λατρεύσωσί μοι. 4 ἐὰν δὲ μὴ θέλῃς σὺ ἐξαποστεῖλαι τὸν λαόν μου, ἰδοὺ ἐγὼ ἐπάγω ταύτην τὴν ὥραν αὔριον ἀκρίδα πολλὴν ἐπὶ πάντα τὰ ὅριά σου, 5 καὶ καλύψει τὴν ὄψιν τῆς γῆς, καὶ οὐ δυνήσῃ κατιδεῖν τὴν γῆν, καὶ κατέδεται πᾶν τὸ περισσὸν τῆς γῆς τὸ καταλειφθέν, ὃ κατέλιπεν ὑμῖν ἡ χάλαζα, καὶ κατέδεται πᾶν ξύλον τὸ φυόμενον ὑμῖν ἐπὶ τῆς γῆς· 6 καὶ πλησθήσονταί σου αἱ οἰκίαι καὶ αἱ οἰκίαι τῶν θεραπόντων σου καὶ πᾶσαι αἱ οἰκίαι ἐν πάσῃ γῇ τῶν Αἰγυπτίων, ἃ οὐδέποτε ἑωράκασιν οἱ πατέρες σου, οὐδ᾿ οἱ πρόπαπποι αὐτῶν, ἀφ᾿ ἧς ἡμέρας γεγόνασιν ἐπὶ τῆς γῆς ἕως τῆς ἡμέρας ταύτης. καὶ ἐκκλίνας Μωυσῆς ἐξῆλθεν ἀπὸ Φαραώ. 7 καὶ λέγουσιν οἱ θεράποντες Φαραὼ πρὸς αὐτόν· ἕως τίνος ἔσται τοῦτο ἡμῖν σκῶλον; ἐξαπόστειλον τοὺς ἀνθρώπους, ὅπως λατρεύσωσι τῷ Θεῷ αὐτῶν· ἢ εἰδέναι βούλῃ ὅτι ἀπόλωλεν Αἴγυπτος; 8 καὶ ἀπέστρεψαν τόν τε Μωυσῆν καὶ ᾿Ααρὼν πρὸς Φαραώ, καὶ εἶπεν αὐτοῖς· πορεύεσθε καὶ λατρεύσατε Κυρίῳ τῷ Θεῷ ὑμῶν· τίνες δὲ καὶ τίνες εἰσὶν οἱ πορευόμενοι; 9 καὶ λέγει Μωυσῆς· σὺν τοῖς νεανίσκοις καὶ πρεσβυτέροις πορευσόμεθα, σὺν τοῖς υἱοῖς καὶ θυγατράσι καὶ προβάτοις καὶ βουσὶν ἡμῶν· ἔστι γὰρ ἑορτὴ Κυρίου τοῦ Θεοῦ ἡμῶν. 10 καὶ εἶπε πρὸς αὐτούς· ἔστω οὕτω, Κύριος μεθ᾿ ὑμῶν· καθότι ἀποστέλλω ὑμᾶς, μὴ καὶ τὴν ἀποσκευὴν ὑμῶν; ἴδετε ὅτι πονηρία πρόσκειται ὑμῖν. 11 μὴ οὕτως· πορευέσθωσαν δὲ οἱ ἄνδρες, καὶ λατρευσάτωσαν τῷ Θεῷ· τοῦτο γὰρ αὐτοὶ ἐκζητεῖτε. ἐξέβαλον δὲ αὐτοὺς ἀπὸ προσώπου Φαραώ. 12 εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· ἔκτεινον τὴν χεῖρα ἐπὶ γῆν Αἰγύπτου, καὶ ἀναβήτω ἀκρὶς ἐπὶ τὴν γῆν καὶ κατέδεται πᾶσαν βοτάνην τῆς γῆς καὶ πάντα τὸν καρπὸν τῶν ξύλων, ὃν ὑπελίπετο ἡ χάλαζα. 13 καὶ ἐπῇρε Μωυσῆς τὴν ράβδον εἰς τὸν οὐρανόν, καὶ Κύριος ἐπήγαγεν ἄνεμον νότον ἐπὶ τὴν γῆν, ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα· τὸ πρωΐ ἐγενήθη, καὶ ὁ ἄνεμος ὁ νότος ἀνέλαβε τὴν ἀκρίδα 14 καὶ ἀνήγαγεν αὐτὴν ἐπὶ πᾶσαν τὴν γῆν Αἰγύπτου, καὶ κατέπαυσεν ἐπὶ πάντα τὰ ὅρια Αἰγύπτου πολλὴ σφόδρα· προτέρα αὐτῆς οὐ γέγονε τοιαύτη ἀκρὶς καὶ μετὰ ταῦτα οὐκ ἔσται οὕτως. 15 καὶ ἐκάλυψε τὴν ὄψιν τῆς γῆς, καὶ ἐφθάρη ἡ γῆ· καὶ κατέφαγε πᾶσαν βοτάνην τῆς γῆς καὶ πάντα τὸν καρπὸν τῶν ξύλων, ὃς ὑπελείφθη ἀπὸ τῆς χαλάζης· οὐχ ὑπελείφθη χλωρὸν οὐδὲν ἐν τοῖς ξύλοις καὶ ἐν πάσῃ βοτάνῃ τοῦ πεδίου, ἐν πάσῃ γῇ Αἰγύπτου. 16 κατέσπευδε δὲ Φαραὼ καλέσαι Μωυσῆν καὶ ᾿Ααρὼν λέγων· ἡμάρτηκα ἐναντίον Κυρίου τοῦ Θεοῦ ὑμῶν καὶ εἰς ὑμᾶς· 17 προσδέξασθε οὖν μου τὴν ἁμαρτίαν ἔτι νῦν καὶ προσεύξασθε πρὸς Κύριον τὸν Θεὸν ὑμῶν, καὶ περιελέτω ἀπ᾿ ἐμοῦ τὸν θάνατον τοῦτον. 18 ἐξῆλθε δὲ Μωυσῆς ἀπὸ Φαραὼ καὶ ηὔξατο πρὸς τὸν Θεόν. 19 καὶ μετέβαλε Κύριος ἄνεμον ἀπὸ θαλάσσης σφοδρόν, καὶ ἀνέλαβε τὸν ἀκρίδα καὶ ἔβαλεν αὐτὴν εἰς τὴν ἐρυθρὰν θάλασσαν, καὶ οὐχ ὑπελείφθη ἀκρὶς μία ἐν πάσῃ γῇ Αἰγύπτου. 20 καὶ ἐσκλήρυνε Κύριος τὴν καρδίαν Φαραώ. καὶ οὐκ ἐξαπέστειλε τοὺς υἱοὺς ᾿Ισραήλ. 21 Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· ἔκτεινον τὴν χεῖρά σου εἰς τὸν οὐρανόν, καὶ γενηθήτω σκότος ἐπὶ γῆς Αἰγύπτου, ψηλαφητὸν σκότος. 22 ἐξέτεινε δὲ Μωυσῆς τὴν χεῖρα εἰς τὸν οὐρανόν, καὶ ἐγένετο σκότος γνόφος, θύελλα ἐπὶ πᾶσαν γῆν Αἰγύπτου τρεῖς ἡμέρας, 23 καὶ οὐκ εἶδεν οὐδεὶς τὸν ἀδελφὸν αὐτοῦ τρεῖς ἡμέρας, καὶ οὐκ ἐξανέστη οὐδεὶς ἐκ τῆς κοίτης αὐτοῦ τρεῖς ἡμέρας· πᾶσι δὲ τοῖς υἱοῖς ᾿Ισραὴλ φῶς ἦν ἐν πᾶσιν, οἷς κατεγίνοντο. 24 καὶ ἐκάλεσε Φαραὼ Μωυσῆν καὶ ᾿Ααρὼν λέγων· βαδίζετε, λατρεύσατε Κυρίῳ τῷ Θεῷ ὑμῶν, πλὴν τῶν προβάτων καὶ τῶν βοῶν ὑπολείπεσθε· καὶ ἡ ἀποσκευὴ ὑμῶν ἀποτρεχέτω μεθ᾿ ὑμῶν, 25 καὶ εἶπε Μωυσῆς· ἀλλὰ καὶ σὺ δώσει ἡμῖν ὁλοκαυτώματα καὶ θυσίας, ἃ ποιήσομεν Κυρίῳ τῷ Θεῷ ἡμῶν· 26 καὶ τὰ κτήνη ἡμῶν πορεύσεται μεθ᾿ ἡμῶν, καὶ οὐχ ὑπολειψόμεθα ὁπλήν· ἀπ᾿ αὐτῶν γὰρ ληψόμεθα λατρεῦσαι Κυρίῳ τῷ Θεῷ ἡμῶν, ἡμεῖς δὲ οὐκ οἴδαμεν τί λατρεύσομεν Κυρίῳ τῷ Θεῷ ἡμῶν, ἕως τοῦ ἐλθεῖν ἡμᾶς ἐκεῖ. 27 ἐσκλήρυνε δὲ Κύριος τὴν καρδίαν Φαραὼ καὶ οὐκ ἐβουλήθη ἐξαποστεῖλαι αὐτούς. 28 καὶ λέγει Φαραώ· ἄπελθε ἀπ᾿ ἐμοῦ· πρόσεχε σεαυτῷ ἔτι προσθεῖναι ἰδεῖν μου τὸ πρόσωπον· ᾗ δ᾿ ἂν ἡμέρᾳ ὀφθῇς μοι, ἀποθανῇ. 29 λέγει δὲ Μωυσῆς· εἴρηκας· οὐκ ἔτι ὀφθήσομαί σοι εἰς πρόσωπον.