Τετάρτη 5 Αυγούστου 2015

ΕΞΟΔΟΣ

ΚΕΦΑΛΑΙΟΝ 15


ΤΟΤΕ ᾖσε Μωυσῆς καὶ οἱ υἱοὶ ᾿Ισραὴλ τὴν ᾠδὴν ταύτην τῷ Θεῷ καὶ εἶπαν λέγοντες· ᾄσωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν. 2 βοηθὸς καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν· οὗτός μου Θεός, καὶ δοξάσω αὐτόν, Θεὸς τοῦ πατρός μου, καὶ ὑψώσω αὐτόν. 3 Κύριος συντρίβων πολέμους, Κύριος ὄνομα αὐτῷ. 4 ἅρματα Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ ἔρριψεν εἰς θάλασσαν, ἐπιλέκτους ἀναβάτας τριστάτας κατεπόντισεν ἐν ἐρυθρᾷ θαλάσσῃ, 5 πόντῳ ἐκάλυψεν αὐτούς, κατέδυσαν εἰς βυθὸν ὡσεὶ λίθος. 6 ἡ δεξιά σου, Κύριε, δεδόξασται ἐν ἰσχύϊ· ἡ δεξιά σου χείρ, Κύριε, ἔθραυσεν ἐχθρούς. 7 καὶ τῷ πλήθει τῆς δόξης σου συνέτριψας τοὺς ὑπεναντίους· ἀπέστειλας τὴν ὀργήν σου καὶ κατέφαγεν αὐτοὺς ὡς καλάμην. 8 καὶ διὰ πνεύματος τοῦ θυμοῦ σου διέστη τὸ ὕδωρ· ἐπάγη ὡσεὶ τεῖχος τὰ ὕδατα, ἐπάγη τὰ κύματα ἐν μέσῳ τῆς θαλάσσης. 9 εἶπεν ὁ ἐχθρός, διώξας καταλήψομαι, μεριῶ σκῦλα, ἐμπλήσω ψυχήν μου, ἀνελῶ τῇ μαχαίρᾳ μου, κυριεύσει ἡ χείρ μου. 10 ἀπέστειλας τὸ πνεῦμά σου, ἐκάλυψεν αὐτοὺς θάλασσα· ἔδυσαν ὡσεὶ μόλιβος ἐν ὕδατι σφοδρῷ. 11 τίς ὅμοιός σοι ἐν θεοῖς, Κύριε; τίς ὅμοιός σοι, δεδοξασμένος ἐν ἁγίοις, θαυμαστὸς ἐν δόξαις, ποιῶν τέρατα. 12 ἐξέτεινας τὴν δεξιάν σου, κατέπιεν αὐτοὺς γῆ. 13 ὡδήγησας τῇ δικαιοσύνῃ σου τὸν λαόν σου τοῦτον, ὃν ἐλυτρώσω, παρεκάλεσας τῇ ἰσχύϊ σου εἰς κατάλυμα ἅγιόν σου. 14 ἤκουσαν ἔθνη καὶ ὠργίσθησαν· ὠδῖνες ἔλαβον κατοικοῦντας Φυλιστιείμ. 15 τότε ἔσπευσαν ἡγεμόνες ᾿Εδώμ, καὶ ἄρχοντες Μωαβιτῶν, ἔλαβεν αὐτοὺς τρόμος, ἐτάκησαν πάντες οἱ κατοικοῦντες Χαναάν. 16 ἐπιπέσοι ἐπ᾿ αὐτοὺς τρόμος καὶ φόβος, μεγέθει βραχίονός σου ἀπολιθωθήτωσαν, ἕως ἂν παρέλθῃ ὁ λαός σου, Κύριε, ἕως ἂν παρέλθῃ ὁ λαός σου οὗτος, ὃν ἐκτήσω. 17 εἰσαγαγὼν καταφύτευσον αὐτοὺς εἰς ὄρος κληρονομίας σου, εἰς ἕτοιμον κατοικητήριόν σου, ὃ κατηρτίσω, Κύριε, ἁγίασμα, Κύριε, ὃ ἡτοίμασαν αἱ χεῖρές σου. 18 Κύριος βασιλεύων τὸν αἰῶνα καὶ ἐπ᾿ αἰῶνα καὶ ἔτι. 19 ὅτι εἰσῆλθεν ἵππος Φαραὼ σὺν ἅρμασι καὶ ἀναβάταις εἰς θάλασσαν, καὶ ἐπήγαγεν ἐπ᾿ αὐτοὺς Κύριος τὸ ὕδωρ τῆς θαλάσσης· οἱ δὲ υἱοὶ ᾿Ισραὴλ ἐπορεύθησαν διὰ ξηρᾶς ἐν μέσῳ τῆς θαλάσσης. 20 Λαβοῦσα δὲ Μαριάμ, ἡ προφῆτις, ἡ ἀδελφὴ ᾿Ααρών, τὸ τύμπανον ἐν τῇ χειρὶ αὐτῆς, καὶ ἐξήλθοσαν πᾶσαι αἱ γυναῖκες ὀπίσω αὐτῆς μετὰ τυμπάνων καὶ χορῶν, 21 ἐξῆρχε δὲ αὐτῶν Μαριὰμ λέγουσα· ᾄσωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν. 22 ᾿Εξῇρε δὲ Μωυσῆς τοὺς υἱοὺς ᾿Ισραὴλ ἀπὸ θαλάσσης ἐρυθρᾶς καὶ ἤγαγεν αὐτοὺς εἰς τὴν ἔρημον Σούρ· καὶ ἐπορεύοντο τρεῖς ἡμέρας ἐν τῇ ἐρήμῳ καὶ οὐχ ηὕρισκον ὕδωρ ὥστε πιεῖν. 23 ἦλθον δὲ εἰς Μερρᾶ καὶ οὐκ ἠδύναντο πιεῖν ἐκ Μερρᾶς, πικρὸν γὰρ ἦν· διὰ τοῦτο ἐπωνόμασε τὸ ὄνομα τοῦ τόπου ἐκείνου Πικρία. 24 καὶ διεγόγγυζεν ὁ λαὸς ἐπὶ Μωυσῇ λέγοντες· τί πιόμεθα; 25 ἐβόησε δὲ Μωυσῆς πρὸς Κύριον, καὶ ἔδειξεν αὐτῷ Κύριος ξύλον, καὶ ἐνέβαλεν αὐτὸ εἰς τὸ ὕδωρ, καὶ ἐγλυκάνθη τὸ ὕδωρ. ἐκεῖ ἔθετο αὐτῷ δικαιώματα καὶ κρίσεις καὶ ἐκεῖ αὐτὸν ἐπείρασε. 26 καὶ εἶπεν· ἐὰν ἀκοῇ ἀκούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου καὶ τὰ ἀρεστὰ ἐναντίον αὐτοῦ ποιήσῃς καὶ ἐνωτίσῃ ταῖς ἐντολαῖς αὐτοῦ καὶ φυλάξῃς πάντα τὰ δικαιώματα αὐτοῦ, πᾶσαν νόσον, ἣν ἐπήγαγον τοῖς Αἰγυπτίοις, οὐκ ἐπάξω ἐπὶ σέ· ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου ὁ ἰώμενός σε. 27 Καὶ ἤλθοσαν εἰς Αἰλείμ, καὶ ἦσαν ἐκεῖ δώδεκα πηγαὶ ὑδάτων καὶ ἑβδομήκοντα στελέχη φοινίκων· παρενέβαλον δὲ ἐκεῖ παρὰ τὰ ὕδατα.

Τρίτη 4 Αυγούστου 2015

ΚΑΘΟΛΙΚΗ ΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ Α΄

ΚΕΦΑΛΑΙΟΝ Δ΄

Στίχ. 1-6. Το πνεύμα της αληθείας και το πνεύμα της πλάνης. 

Αγαπητοί, μη παντί πνεύματι πιστεύετε, αλλά δοκιμάζετε τα πνεύματα ει εκ του Θεού εστιν, ότι πολλοί ψευδοπροφήται εξεληλύθασιν εις τον κόσμον. 
2 εν τούτω γινώσκετε το πνεύμα του Θεού παν πνεύμα ο ομολογεί Ιησούν Χριστόν εν σαρκί εληλυθότα, εκ του Θεού εστι 
3 και παν πνεύμα ο μη ομολογεί τον Ιησούν Χριστόν εν σαρκί εληλυθότα, εκ του Θεού ουκ έστι και τούτο εστι το του αντιχρίστου ο ακηκόατε ότι έρχεται, και νυν εν τω κόσμω εστίν ήδη. 
4 Υμείς εκ του Θεού εστε, τεκνία, και νενικήκατε αυτούς, ότι μείζων εστίν ο εν υμίν ή ο εν τω κόσμω. 
5 αυτοί εκ του κόσμου εισί δια τούτο εκ του κόσμου λαλούσι και ο κόσμος αυτών ακούει. 
6 ημείς εκ του Θεού εσμεν ο γινώσκων τον Θεόν ακούει ημών ος ουκ έστιν εκ του Θεού ουκ ακούει ημών. εκ τούτου γινώσκομεν το Πνεύμα της αληθείας και το πνεύμα της πλάνης. 

Στίχ. 7-21. Η αγάπη του Θεού προς ημάς. Οφείλομεν και ημείς να αγαπώμεν αλλήλους. 

7 Αγαπητοί, αγαπώμεν αλλήλους, ότι η αγάπη εκ του Θεού εστι, και πας ο αγαπών εκ του Θεού γεγέννηται και γινώσκει τον Θεόν. 
8 ο μη αγαπών ουκ έγνω τον Θεόν, ότι ο Θεός αγάπη εστίν. 
9 εν τούτω εφανερώθη η αγάπη του Θεού εν ημίν, ότι τον υιόν αυτού τον μονογενή απέσταλκεν ο Θεός εις τον κόσμον ίνα ζήσωμεν δι' αυτού. 
10 εν τούτω εστίν η αγάπη, ουχ ότι ημείς αγαπήσαμεν τον Θεόν, αλλ' ότι αυτός ηγάπησεν ημάς και απέστειλε τον υιόν αυτού ιλασμόν περί των αμαρτιών ημών. 
11 Αγαπητοί, ει ούτως ο Θεός ηγάπησεν ημάς, και ημείς οφείλομεν αλλήλους αγαπάν. 
12 Θεόν ουδείς πώποτε τεθέαται εάν αγαπώμεν αλλήλους, ο Θεός εν ημίν μένει και η αγάπη αυτού τετελειωμένη εστίν εν ημίν. 
13 εν τούτω γινώσκομεν ότι εν αυτώ μένομεν και αυτός εν ημίν, ότι εκ του Πνεύματος αυτού δέδωκεν ημίν. 
14 Και ημείς τεθεάμεθα και μαρτυρούμεν ότι ο πατήρ απέσταλκε τον υιόν σωτήρα του κόσμου. 
15 ος αν ομολογήση ότι Ιησούς εστιν ο υιός του  Θεού, ο Θεός εν αυτώ μένει και αυτός εν τω Θεώ. 
16 και ημείς εγνώκαμεν και πεπιστεύκαμεν την αγάπην ην έχει ο Θεός εν ημίν. Ο Θεός αγάπη εστί, και ο μένων εν τη αγάπη εν τω Θεώ μένει και ο Θεός εν αυτώ. 
17 Εν τούτω τετελείωται η αγάπη μεθ' ημών, ίνα παρρησίαν έχωμεν εν τη ημέρα της κρίσεως, ότι καθώς εκείνος εστι, και ημείς εσμεν εν τω κόσμω τούτω. 
18 φόβος ουκ έστιν εν τη αγάπη, αλλ' η τελεία αγάπη έξω βάλλει τον φόβον, ότι ο φόβος κόλασιν έχει, ο δε φοβούμενος ου τετελείωται εν τη αγάπη. 
19 Ημείς αγαπώμεν αυτόν, ότι αυτός πρώτος ηγάπησεν ημάς. 
20 εάν τις είπη ότι αγαπώ τον Θεόν, και τον αδελφόν αυτού μισή, ψεύστης εστίν ο γαρ μη αγαπών τον αδελφόν ον εώρακε, τον Θεόν ον ουχ εώρακε πως δύναται αγαπάν; 
21 και ταύτην την εντολήν έχομεν απ' αυτού, ίνα ο αγαπών τον Θεόν αγαπά και τον αδελφόν αυτού.

Κοντάκιον

Ύμνος που διηγείται <<εν συντομία>> το εορταστικό γεγονός στο οποίο αναφέρεται. Πρωτοπαρουσιάστηκε τον 5ο μ.Χ. αι. και αναπτύχθηκε τον 6ο αι. Το Κοντάκιο αποτελείται από το Προοίμιο που λέγεται και <<Κουκούλιον>> και από 18-30 στροφές που τελειώνουν με τον ίδιο στίχο, που λέγεται εφύμνιο. Οι στροφές ονομάζονται <<Οίκοι>> δηλ. ποιητικά οικοδομήματα. Για την ονομασία τους άλλοι υποστηρίζουν πως οφείλεται στον <<κοντόν>> = μικρό κοντάρι στο οποίο περιτυλισσόταν ο πάπυρος ή η μεμβράνη πάνω στην οποία ήταν γραμμένο το Κοντάκιο και άλλοι από το <<εν κοντώ>> δηλ. ότι με συντομία εξυμνούσε το περιστατικό της γιορτής. Χαρακτηριστικό των Κοντακίων είναι ότι τα πρώτα γράμματα των Οίκων σχηματίζουν Ακροστιχίδα αλφαβητική ή ολόκληρη φράση στην οποία αναφέρεται και το όνομα του υμνωδού. Σήμερα από τα Κοντάκια έχει μείνει μόνο το <<Προοίμιον> ή <<Κουκούλιον>> το οποίο λέγεται και αυτό Κοντάκιο καθώς και ο πρώτος Οίκος. Το Κοντάκιο διαβάζεται σήμερα μετά την ΣΤ΄ ωδή και πριν από τη μνημόνευση των αγίων της ημέρας ή της γιορτής. Επίσης το Κοντάκιο της γιορτής ψάλλεται την ώρα της θείας Λειτουργίας λίγο μετά την μικρή Είσοδο και μετά τα Απολυτίκια και απαγγέλλεται την περίοδο της Μεγάλης Τεσσαρακοστής όταν διαβάζονται οι Μακαρισμοί. Επίσης απαγγέλλεται και στις Ώρες. Μέχρι τις μέρες μας σώθηκε μόνο ένα ολόκληρο Κοντάκιο, ο <<Ακάθιστος Ύμνος>>, που έχει διπλό <<Προοίμιον>> και Αλφαβητική Ακροστιχίδα. Πρώτος ποιητής Κοντακίων υπήρξεν ο Ρωμανός ο Μελωδός. 

Κυριακή 2 Αυγούστου 2015

Κυριακή προσευχή

Είναι η υπόδειξη του Ιησού Χριστού στους μαθητές του και μέσω αυτών σε όλους εμάς, πως πρέπει να προσευχόμαστε. Απαγγέλλεται μεγαλόφωνα την ώρα της θείας Λειτουργίας. Επίσης απαγγέλλεται στην αρχή κάθε αγιαστικής πράξης και ακολουθίας της Εκκλησίας μας. Ονομάζεται <<Κυριακή Προσευχή>> γιατί την εδίδαξε ο Κύριος (Ματθ. ΣΤ΄ 9-13, Λουκ. ΙΑ΄ 2-4). Λέγεται και <<Πάτερ ημών>> γιατί αρχίζει μ' αυτή τη φράση. <<Με την Κυριακή Προσευχή, σημειώνει ένας σύγχρονος θεολόγος, με την οποία γινόμαστε άξιοι να λέμε το Θεό πατέρα μας, φανερώνουμε ότι με τη χάρι του Αγίου Πνεύματος στο θείο Βάπτισμα, πραγματικά γίναμε και είμαστε παιδιά του Θεού>>.

Δευτέρα 27 Ιουλίου 2015

ΕΞΟΔΟΣ

ΚΕΦΑΛΑΙΟΝ 14


ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· 2 λάλησον τοῖς υἱοῖς ᾿Ισραήλ, καὶ ἀποστρέψαντες στρατοπεδευσάτωσαν ἀπέναντι τῆς ἐπαύλεως, ἀνὰ μέσον Μαγδώλου καὶ ἀνὰ μέσον τῆς θαλάσσης, ἐξεναντίας Βεελσεπφῶν, ἐνώπιον αὐτῶν στρατοπεδεύσεις ἐπὶ τῆς θαλάσσης. 3 καὶ ἐρεῖ Φαραὼ τῷ λαῷ αὐτοῦ· οἱ υἱοὶ ᾿Ισραὴλ πλανῶνται οὗτοι ἐν τῇ γῇ· συγκέκλεικε γὰρ αὐτοὺς ἡ ἔρημος. 4 ἐγὼ δὲ σκληρυνῶ τὴν καρδίαν Φαραώ, καὶ καταδιώξεται ὀπίσω αὐτῶν· καὶ ἐνδοξασθήσομαι ἐν Φαραὼ καὶ ἐν πᾶσι τῇ στρατιᾷ αὐτοῦ, καὶ γνώσονται πάντες οἱ Αἰγύπτιοι ὅτι ἐγώ εἰμι Κύριος. καὶ ἐποίησαν οὕτως. 5 καὶ ἀνηγγέλη τῷ βασιλεῖ τῶν Αἰγυπτίων ὅτι πέφευγεν ὁ λαός· καὶ μετεστράφη ἡ καρδία Φαραὼ καὶ τῶν θεραπόντων αὐτοῦ ἐπὶ τὸν λαόν, καὶ εἶπαν· τί τοῦτο ἐποιήσαμεν τοῦ ἐξαποστεῖλαι τοὺς υἱοὺς ᾿Ισραήλ, τοῦ μὴ δουλεύειν ἡμῖν; 6 ἔζευξεν οὖν Φαραὼ τὰ ἅρματα αὐτοῦ καὶ πάντα τὸν λαὸν αὐτοῦ συναπήγαγε μεθ᾿ ἑαυτοῦ 7 καὶ λαβὼν ἑξακόσια ἅρματα ἐκλεκτὰ καὶ πᾶσαν τὴν ἵππον τῶν Αἰγυπτίων καὶ τριστάτας ἐπὶ πάντων. 8 καὶ ἐσκλήρυνε Κύριος τὴν καρδίαν Φαραὼ βασιλέως Αἰγύπτου καὶ τῶν θεραπόντων αὐτοῦ, καὶ κατεδίωξεν ὀπίσω τῶν υἱῶν ᾿Ισραήλ· οἱ δὲ υἱοὶ ᾿Ισραὴλ ἐξεπορεύοντο ἐν χειρὶ ὑψηλῇ. 9 καὶ κατεδίωξαν οἱ Αἰγύπτιοι ὀπίσω αὐτῶν καὶ εὕροσαν αὐτοὺς παρεμβεβληκότας παρὰ τὴν θάλασσαν, καὶ πᾶσα ἡ ἵππος καὶ τὰ ἅρματα Φαραὼ καὶ οἱ ἱππεῖς καὶ ἡ στρατιὰ αὐτοῦ ἀπέναντι τῆς ἐπαύλεως ἐξεναντίας Βεελσεπφῶν. 10 καὶ Φαραὼ προσῆγε· καὶ ἀναβλέψαντες οἱ υἱοὶ ᾿Ισραὴλ τοῖς ὀφθαλμοῖς ὁρῶσι, καὶ οἱ Αἰγύπτιοι ἐστρατοπέδευσαν ὀπίσω αὐτῶν, καὶ ἐφοβήθησαν σφόδρα· ἀνεβόησαν δὲ οἱ υἱοὶ ᾿Ισραὴλ πρὸς Κύριον, 11 καὶ εἶπαν πρὸς Μωυσῆν· παρὰ τὸ μὴ ὑπάρχειν μνήματα ἐν γῇ Αἰγύπτῳ ἐξήγαγες ἡμᾶς θανατῶσαι ἐν τῇ ἐρήμῳ; τί τοῦτο ἐποίησας ἡμῖν ἐξαγαγὼν ἐξ Αἰγύπτου; 12 οὐ τοῦτο ἦν τὸ ρῆμα, ὃ ἐλαλήσαμεν πρὸς σὲ ἐν Αἰγύπτῳ, λέγοντες· πάρες ἡμᾶς, ὅπως δουλεύσωμεν τοῖς Αἰγυπτίοις; κρεῖσσον γὰρ ἡμᾶς δουλεύειν τοῖς Αἰγυπτίοις ἢ ἀποθανεῖν ἐν τῇ ἐρήμῳ ταύτῃ. 13 εἶπε δὲ Μωυσῆς πρὸς τὸν λαόν· θαρσεῖτε, στῆτε καὶ ὁρᾶτε τὴν σωτηρίαν τὴν παρὰ τοῦ Κυρίου, ἣν ποιήσει ἡμῖν σήμερον· ὃν τρόπον γὰρ ἑωράκατε τοὺς Αἰγυπτίους σήμερον, οὐ προσθήσεσθε ἔτι ἰδεῖν αὐτοὺς εἰς τὸν αἰῶνα χρόνον· 14 Κύριος πολεμήσει περὶ ὑμῶν, καὶ ὑμεῖς σιγήσετε. 15 Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· τί βοᾷς πρός με; λάλησον τοῖς υἱοῖς ᾿Ισραήλ, καὶ ἀναζευξάτωσαν· 16 καὶ σὺ ἔπαρον τῇ ράβδῳ σου καὶ ἔκτεινον τὴν χεῖρά σου ἐπὶ τὴν θάλασσαν καὶ ρῆξον αὐτήν, καὶ εἰσελθάτωσαν οἱ υἱοὶ ᾿Ισραὴλ εἰς μέσον τῆς θαλάσσης κατὰ τὸ ξηρόν. 17 καὶ ἰδοὺ ἐγὼ σκληρυνῶ τὴν καρδίαν Φαραὼ καὶ τῶν Αἰγυπτίων πάντων, καὶ εἰσελεύσονται ὀπίσω αὐτῶν· καὶ ἐνδοξασθήσομαιἐν Φαραὼ καὶ ἐν πάσῃ τῇ στρατιᾷ αὐτοῦ καὶ ἐν τοῖς ἅρμασι καὶ ἐν τοῖς ἵπποις αὐτοῦ. 18 καὶ γνώσονται πάντες οἱ Αἰγύπτιοι ὅτι ἐγώ εἰμι Κύριος, ἐνδοξαζομένου μου ἐν Φαραὼ καὶ ἐν τοῖς ἅρμασι καὶ ἵπποις αὐτοῦ. 19 ἐξῇρε δὲ ὁ ἄγγελος τοῦ Θεοῦ ὁ προπορευόμενος τῆς παρεμβολῆς τῶν υἱῶν ᾿Ισραὴλ καὶ ἐπορεύθη ἐκ τῶν ὄπισθεν· ἐξῇρε δὲ καὶ ὁ στῦλος τῆς νεφέλης ἀπὸ προσώπου αὐτῶν καὶ ἔστη ἐκ τῶν ὀπίσω αὐτῶν. 20 καὶ εἰσῆλθεν ἀνὰ μέσον τῆς παρεμβολῆς τῶν Αἰγυπτίων καὶ ἀνὰ μέσον τῆς παρεμβολῆς ᾿Ισραὴλ καὶ ἔστη· καὶ ἐγένετο σκότος καὶ γνόφος, καὶ διῆλθεν ἡ νύξ, καὶ οὐ συνέμιξαν ἀλλήλοις ὅλην τὴν νύκτα· 21 ἐξέτεινε δὲ Μωυσῆς τὴν χεῖρα ἐπὶ τὴν θάλασσαν, καὶ ὑπήγαγε Κύριος τὴν θάλασσαν ἐν ἀνέμῳ νότῳ βιαίῳ ὅλην τὴν νύκτα καὶ ἐποίησε τὴν θάλασσαν ξηράν, καὶ ἐσχίσθη τὸ ὕδωρ. 22 καὶ εἰσῆλθον οἱ υἱοὶ ᾿Ισραὴλ εἰς μέσον τῆς θαλάσσης κατὰ τὸ ξηρόν, καὶ τὸ ὕδωρ αὐτῆς τεῖχος ἐκ δεξιῶν καὶ τεῖχος ἐξ εὐωνύμων· 23 καὶ κατεδίωξαν οἱ Αἰγύπτιοι καὶ εἰσῆλθον ὀπίσω αὐτῶν, πᾶς ἵππος Φαραὼ καὶ τὰ ἅρματα καὶ οἱ ἀναβάται, εἰς μέσον τῆς θαλάσσης. 24 ἐγενήθη δὲ ἐν τῇ φυλακῇ τῇ ἑωθινῇ καὶ ἐπέβλεψε Κύριος ἐπὶ τὴν παρεμβολὴν τῶν Αἰγυπτίων ἐν στύλῳ πυρὸς καὶ νεφέλης καὶ συνετάραξε τὴν παρεμβολὴν τῶν Αἰγυπτίων 25 καὶ συνέδησε τοὺς ἄξονας τῶν ἁρμάτων αὐτῶν καὶ ἤγαγεν αὐτοὺς μετὰ βίας. καὶ εἶπαν οἱ Αἰγύπτιοι· φύγωμεν ἀπὸ προσώπου ᾿Ισραήλ, ὁ γὰρ Κύριος πολεμεῖ περὶ αὐτῶν τοὺς Αἰγυπτίους. 26 εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· ἔκτεινον τὴν χεῖρά σου ἐπὶ τὴν θάλασσαν, καὶ ἀποκαταστήτω τὸ ὕδωρ καὶ ἐπικαλυψάτω τοὺς Αἰγυπτίους, ἐπί τε τὰ ἅρματα καὶ τοὺς ἀναβάτας. 27 ἐξέτεινε δὲ Μωυσῆς τὴν χεῖρα ἐπὶ τὴν θάλασσαν, καὶ ἀποκατέστη τὸ ὕδωρ πρὸς ἡμέραν ἐπὶ χώρας· οἱ δὲ Αἰγύπτιοι ἔφυγον ὑπὸ τὸ ὕδωρ, καὶ ἐξετίναξε Κύριος τοὺς Αἰγυπτίους μέσον τῆς θαλάσσης. 28 καὶ ἐπαναστραφὲν τὸ ὕδωρ ἐκάλυψε τὰ ἅρματα καὶ τοὺς ἀναβάτας καὶ πᾶσαν τὴν δύναμιν Φαραώ, τοὺς εἰσπορευομένους ὀπίσω αὐτῶν, εἰς τὴν θάλασσαν, καὶ οὐ κατελήφθη ἐξ αὐτῶν οὐδὲ εἷς. 29 οἱ δὲ υἱοὶ ᾿Ισραὴλ ἐπορεύθησαν διὰ ξηρᾶς ἐν μέσῳ τῆς θαλάσσης, τὸ δὲ ὕδωρ αὐτῆς τεῖχος ἐκ δεξιῶν, καὶ τεῖχος ἐξ εὐωνύμων. 30 καὶ ἐρρύσατο Κύριος τὸν ᾿Ισραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ χειρὸς τῶν Αἰγυπτίων· καὶ εἶδεν ᾿Ισραὴλ τοὺς Αἰγυπτίους τεθνηκότας παρὰ τὸ χεῖλος τῆς θαλάσσης. 31 εἶδε δὲ ᾿Ισραὴλ τὴν χεῖρα τὴν μεγάλην, ἃ ἐποίησε Κύριος τοῖς Αἰγυπτίοις· ἐφοβήθη δὲ ὁ λαὸς τὸν Κύριον καὶ ἐπίστευσαν τῷ Θεῷ καὶ Μωυσῇ τῷ θεράποντι αὐτοῦ.