Σάββατο 5 Σεπτεμβρίου 2015

ΕΞΟΔΟΣ

ΚΕΦΑΛΑΙΟΝ 21


ΚΑΙ ταῦτα τὰ δικαιώματα, ἃ παραθήσῃ ἐνώπιον αὐτῶν. 2 ἐὰν κτήσῃ παῖδα ῾Εβραῖον, ἓξ ἔτη δουλεύσει σοι· τῷ δὲ ἑβδόμῳ ἔτει ἀπελεύσεται ἐλεύθερος δωρεάν. 3 ἐὰν αὐτὸς μόνος εἰσέλθῃ, καὶ μόνος ἐξελεύσεται· ἐὰν δὲ γυνὴ συνεισέλθῃ μετ᾿ αὐτοῦ, ἐξελεύσεται καὶ ἡ γυνὴ αὐτοῦ. 4 καὶ ἐὰν δὲ ὁ κύριος δῷ αὐτῷ γυναῖκα, καὶ τέκῃ αὐτῷ υἱοὺς ἢ θυγατέρας, ἡ γυνὴ καὶ τὰ παιδία ἔσται τῷ κυρίῳ αὐτοῦ,αὐτὸς δὲ μόνος ἐξελεύσεται. 5 ἐὰν δὲ ἀποκριθεὶς εἴπῃ ὁ παῖς, ἠγάπησα τὸν κύριόν μου καὶ τὴν γυναῖκα καὶ τὰ παιδία, οὐκ ἀποτρέχω ἐλεύθερος· 6 προσάξει αὐτὸν ὁ κύριος αὐτοῦ πρὸς τὸ κριτήριον τοῦ Θεοῦ καὶ τότε προσάξει αὐτὸν ἐπὶ τὴν θύραν ἐπὶ τὸν σταθμόν, καὶ τρυπήσει ὁ κύριος αὐτοῦ τὸ οὖς τῷ ὀπητίῳ, καὶ δουλεύσει αὐτῷ εἰς τὸν αἰῶνα. 7 ἐὰν δέ τις ἀποδῶται τὴν ἑαυτοῦ θυγατέρα οἰκέτιν, οὐκ ἀπελεύσεται, ὥσπερ ἀποτρέχουσιν αἱ δοῦλαι. 8 ἐὰν μὴ εὐαρεστήσῃ τῷ κυρίῳ αὐτῆς ἣν αὐτῷ καθωμολογήσατο, ἀπολυτρώσει αὐτήν· ἔθνει δὲ ἀλλοτρίῳ οὐ κύριός ἐστι πωλεῖν αὐτήν, ὅτι ἠθέτησεν ἐν αὐτῇ. 9 ἐὰν δὲ τῷ υἱῷ καθομολογήσηται αὐτήν, κατὰ τὸ δικαίωμα τῶν θυγατέρων ποιήσει αὐτῇ. 10 ἐὰν δὲ ἄλλην λάβῃ ἑαυτῷ, τὰ δέοντα καὶ τὸν ἱματισμὸν καὶ τὴν ὁμιλίαν αὐτῆς οὐκ ἀποστερήσει. 11 ἐὰν δὲ τὰ τρία ταῦτα μὴ ποιήσῃ αὐτῇ, ἐξελεύσεται δωρεὰν ἄνευ ἀργυρίου. 12 ᾿Εὰν δὲ πατάξῃ τίς τινα, καὶ ἀποθάνῃ, θανάτῳ θανατούσθω· 13 ὁ δὲ οὐχ ἑκών, ἀλλ᾿ ὁ Θεὸς παρέδωκεν εἰς τὰς χεῖρας αὐτοῦ, δώσω σοι τόπον, οὗ φεύξεται ἐκεῖ ὁ φονεύσας. 14 ἐὰν δέ τις ἐπιθῆται τῷ πλησίον ἀποκτεῖναι αὐτὸν δόλῳ καὶ καταφύγῃ, ἀπὸ τοῦ θυσιαστηρίου μου λήψῃ αὐτὸν θανατῶσαι. 15 ὃς τύπτει πατέρα αὐτοῦ ἢ μητέρα αὐτοῦ, θανάτῳ θανατούσθω. 16 ὁ κακολογῶν πατέρα αὐτοῦ ἢ μητέρα αὐτοῦ τελευτήσει θανάτῳ. 17 ὃς ἐὰν κλέψῃ τίς τινα τῶν υἱῶν ᾿Ισραὴλ καὶ καταδυναστεύσας αὐτὸν ἀποδῶται, καὶ εὑρεθῇ ἐν αὐτῷ, θανάτῳ τελευτάτω. 18 ἐὰν δὲ λοιδορῶνται δύο ἄνδρες καὶ πατάξῃ τις τὸν πλησίον λίθῳ ἢ πυγμῇ, καὶ μὴ ἀποθάνῃ, κατακλιθῇ δὲ ἐπὶ τὴν κοίτην, 19 ἐὰν ἐξαναστὰς ὁ ἄνθρωπος περιπατήσῃ ἔξω ἐπὶ ράβδου, ἀθῷος ἔσται ὁ πατάξας· πλὴν τῆς ἀργίας αὐτοῦ ἀποτίσει καὶ τὰ ἰατρεῖα. 20 ἐὰν δέ τις πατάξῃ τὸν παῖδα αὐτοῦ ἢ τὴν παιδίσκην αὐτοῦ ἐν ράβδῳ καὶ ἀποθάνῃ ὑπὸ τὰς χεῖρας αὐτοῦ, δίκῃ ἐκδικηθήσεται. 21 ἐὰν δὲ διαβιώσῃ ἡμέραν μίαν ἢ δύο, οὐκ ἐκδικηθήσεται· τὸ γὰρ ἀργύριον αὐτοῦ ἐστιν. 22 ἐὰν δὲ μάχωνται δύο ἄνδρες καὶ πατάξωσι γυναῖκα ἐν γαστρὶ ἔχουσαν καὶ ἐξέλθῃ τὸ παιδίον αὐτῆς μὴ ἐξεικονισμένον, ἐπιζήμιον ζημιωθήσεται· καθότι ἂν ἐπιβάλῃ ὁ ἀνὴρ τῆς γυναικός, δώσει μετὰ ἀξιώματος· 23 ἐὰν δὲ ἐξεικονισμένον ᾖ, δώσει ψυχὴν ἀντὶ ψυχῆς, 24 ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, ὀδόντα ἀντὶ ὀδόντος, χεῖρα ἀντὶ χειρός, πόδα ἀντὶ ποδός, 25 κατάκαυμα ἀντὶ κατακαύματος, τραῦμα ἀντὶ τραύματος, μώλωπα ἀντὶ μώλωπος. 26 ἐὰν δέ τις πατάξῃ τὸν ὀφθαλμὸν τοῦ οἰκέτου αὐτοῦ ἢ τὸν ὀφθαλμὸν τῆς θεραπαίνης αὐτοῦ, καὶ ἐκτυφλώσῃ, ἐλευθέρους ἐξαποστελεῖ αὐτοὺς ἀντὶ τοῦ ὀφθαλμοῦ αὐτῶν. 27 ἐὰν δὲ τὸν ὀδόντα τοῦ οἰκέτου ἢ τὸν ὀδόντα τῆς θεραπαίνης αὐτοῦ ἐκκόψῃ, ἐλευθέρους ἐξαποστελεῖ αὐτοὺς ἀντὶ τοῦ ὀδόντος αὐτῶν. 28 ᾿Εὰν δὲ κερατίσῃ ταῦρος ἄνδρα ἢ γυναῖκα καὶ ἀποθάνῃ, λίθοις λιθοβοληθήσεται ὁ ταῦρος, καὶ οὐ βρωθήσεται τὰ κρέα αὐτοῦ· ὁ δὲ κύριος τοῦ ταύρου ἀθῷος ἔσται. 29 ἐὰν δὲ ὁ ταῦρος κερατιστὴς ᾖ πρὸ τῆς χθὲς καὶ πρὸ τῆς τρίτης, καὶ διαμαρτύρωνται τῷ κυρίῳ αὐτοῦ, καὶ μὴ ἀφανίσῃ αὐτόν, ἀνέλῃ δὲ ἄνδρα ἢ γυναῖκα, ὁ ταῦρος λιθοβοληθήσεται καὶ ὁ κύριος αὐτοῦ προσαποθανεῖται. 30 ἐὰν δὲ λύτρα ἐπιβληθῇ αὐτῷ, δώσει λύτρα τῆς ψυχῆς αὐτοῦ ὅσα ἐὰν ἐπιβάλωσιν αὐτῷ. 31 ἐὰν δὲ υἱὸν ἢ θυγατέρα κερατίσῃ, κατὰ τὸ δικαίωμα τοῦτο ποιήσωσιν αὐτῷ. 32 ἐὰν δὲ παῖδα κερατίσῃ ὁ ταῦρος ἢ παιδίσκην, ἀργυρίου τριάκοντα δίδραχμα δώσει τῷ κυρίῳ αὐτῶν, καὶ ὁ ταῦρος λιθοβοληθήσεται. 33 ἐὰν δέ τις ἀνοίξῃ λάκκον ἢ λατομήσῃ λάκκον καὶ μὴ καλύψῃ αὐτόν, καὶ ἐμπέσῃ ἐκεῖ μόσχος ἢ ὄνος, 34 ὁ κύριος τοῦ λάκκου ἀποτίσει· ἀργύριον δώσει τῷ κυρίῳ αὐτῶν, τὸ δὲ τετελευτηκὸς αὐτῷ ἔσται. 35 ἐὰν δὲ κερατίσῃ τινὸς ταῦρος τὸν ταῦρον τοῦ πλησίον καὶ τελευτήσῃ, ἀποδώσονται τὸν ταῦρον τὸν ζῶντα καὶ διελοῦνται τὸ ἀργύριον αὐτοῦ, καὶ τὸν ταῦρον τὸν τεθνηκότα διελοῦνται. 36 ἐὰν δὲ γνωρίζηται ὁ ταῦρος ὅτι κερατιστής ἐστι πρὸ τῆς χθὲς καὶ πρὸ τῆς τρίτης ἡμέρας, καὶ διαμεμαρτυρημένοι ὦσι τῷ κυρίῳ αὐτοῦ, καὶ μὴ ἀφανίσῃ αὐτόν, ἀποτίσει ταῦρον ἀντὶ ταύρου, ὁ δὲ τετελευτηκὼς αὐτῷ ἔσται.

Παρασκευή 4 Σεπτεμβρίου 2015

ΚΑΘΟΛΙΚΗ ΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ Α΄

ΚΕΦΑΛΑΙΟΝ Ε΄ 

Στίχ. 1-5. Αι νίκαι της πίστεως. 

Πας ο πιστεύων ότι Ιησούς εστιν ο Χριστός, εκ του Θεού γεγεννηται, και πας ο αγαπών τον γεννήσαντα αγαπά και τον γεγεννημένον εξ αυτού. 
2 εν τούτω γινώσκομεν ότι αγαπώμεν τα τέκνα του Θεού, όταν τον Θεόν αγαπώμεν και τας εντολάς αυτού τηρώμεν. 
3 αύτη γαρ εστιν η αγάπη του Θεού, ίνα τας εντολάς αυτού τηρώμεν και αι εντολαί αυτού βαρείαι ουκ εισίν, 
4 ότι παν το γεγεννημένον εκ του Θεού νικά τον κόσμον και αύτη εστίν η νίκη η νικήσασα τον κόσμον, η πίστις ημών. 
5 τις εστιν ο νικών τον κόσμον ει μη ο πιστεύων ότι Ιησούς εστιν ο υιός του Θεού; 

Στίχ. 6-12.  Ο Ιησούς Χριστός είναι ο Μεσσίας.

6 Ούτος εστιν ο ελθών δι' ύδατος και αίματος, Ιησούς Χριστός ουκ εν τω ύδατι μόνον, αλλ' εν τω ύδατι και τω αίματι και το Πνεύμα εστι το μαρτυρούν, ότι το Πνεύμα εστιν η αλήθεια. 
7 ότι τρεις εισιν οι μαρτυρούντες εν τω ουρανώ, ο Πατήρ, ο Λόγος και το Άγιον Πνεύμα, και ούτοι οι τρεις εν εισι 
8 και τρεις εισιν οι μαρτυρούντες εν τη γη, το Πνεύμα και το ύδωρ και το αίμα, και οι τρεις εις το εν εισιν. 
9 ει την μαρτυρίαν των ανθρώπων λαμβάνομεν, η μαρτυρία του Θεού μείζων εστίν ότι αύτη εστίν η μαρτυρία του Θεού ην μεμαρτύρηκε περί του υιού αυτού. 
10 ο πιστεύων εις τον υιόν του Θεού έχει την μαρτυρίαν εν αυτώ ο μη πιστεύων τω Θεώ ψεύστην πεποίηκεν εις την μαρτυρίαν ην μεμαρτύρηκεν ο Θεός περί του υιού αυτού. 
11 και αύτη εστίν η μαρτυρία, ότι ζωήν αιώνιον έδωκεν ημίν ο Θεός, και αύτη η ζωή εν τω υιώ αυτού εστιν. 
12 ο έχων τον υιόν έχει την ζωήν ο μη έχων τον υιόν του Θεού την ζωήν ουκ έχει. 

Στίχ. 13-21. Τα αποτελέσματα της πίστεως εις τον Χριστόν. 

13 Ταύτα έγραψα υμίν τοις πιστεύουσιν εις το όνομα του υιού του Θεού, ίνα ειδήτε ότι ζωήν αιώνιον έχετε, και ίνα πιστεύητε εις το όνομα του υιού του Θεού. 
14 και αύτη εστίν η παρρησία ην έχομεν προς αυτόν, ότι εάν τι αιτώμεθα κατά το θέλημα αυτού, ακούει ημών. 
15 και εάν οίδομεν ότι ακούει ημών ο αν αιτώμεθα, οίδαμεν ότι έχομεν τα αιτήματα α ητήκαμεν παρ' αυτού. 
16 Εάν τις ίδη τον αδελφόν αυτού αμαρτάνοντα αμαρτίαν μη προς θάνατον, αιτήσει, και δώσει αυτώ ζωήν, τοις αμαρτάνουσι μη προς θάνατον. έστιν αμαρτία προς θάνατον ου περί εκείνης λέγω ίνα ερωτήση. 
17 πάσα αδικία αμαρτία εστίν και έστιν αμαρτία ου προς θάνατον. 
18 Οίδαμεν ότι πας ο γεγεννημένος εκ του Θεού ουχ αμαρτάνει, αλλ' ο γεννηθείς εκ του Θεού τηρεί εαυτόν, και ο πονηρός ουχ άπτεται αυτού. 
19 οίδαμεν ότι εκ του Θεού εσμεν, και ο κόσμος όλος εν τω πονηρώ κείται. 
20 οίδαμεν δε ότι ο υιός του Θεού ήκει και δέδωκεν ημίν διάνοιαν ίνα γινώσκωμεν τον αληθινόν και εσμεν εν τω αληθινώ, εν τω υιώ αυτού Ιησού Χριστώ. ούτος εστιν ο αληθινός Θεός και ζωή αιώνιος. 
21 Τεκνία, φυλάξατε εαυτούς από των ειδώλων αμήν. 

Πέμπτη 3 Σεπτεμβρίου 2015

Τρισάγιος ύμνος - Τρισάγιον

Ονομάζεται ο ύμνος <<Άγιος ο Θεός, Άγιος ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς>>, γιατί σ' αυτόν αναφέρεται τρεις φορές η λέξη <<άγιος>>. Ο ύμνος ψάλλεται προ του Αποστολικού Αναγνώσματος. Όλες οι θρησκευτικές ακολουθίες αρχίζουν με το Τρισάγιο, δηλ. με το <<Άγιος ο Θεός...>>. Επίσης απαγγέλλεται και προ της Απολύσεως του Εσπερινού. <<Τρισάγιον>> επίσης ονομάζεται και η σύντομη, επιμνημόσυνη δέηση, γιατί αρχίζει με τη φράση <<Άγιος ο Θεός...>>

Τρίτη 1 Σεπτεμβρίου 2015

Κανόνες Συνοδικοί

Ονομάζονται οι αποφάσεις των αγίων Επτά Οικουμενικών Συνόδων της Εκκλησίας μας καθώς και των Τοπικών Συνόδων και αναφέρονται σε δογματικά θέματα κυρίως και σε ζητήματα λατρείας. Στο Συνοδικό της Ζ΄ Οικουμενικής Συνόδου αναφέρεται <<...οι Προφήται ως είδον, οι Απόστολοι ως εδίδαξαν, η Εκκλησία ως παρέλαβεν, οι Διδάσκαλοι ως εδογμάτισαν...>>. Οι Οικουμενικές Σύνοδοι με τους κανόνες διετύπωσαν την δογματική διδασκαλία της Εκκλησίας μας, περιφρούρησαν και περιχαράκωσαν την Ορθόδοξον  πίστη μας. Οι Κανόνες των Οικουμενικών και τοπικών Συνόδων καθώς οι Αποστολικοί Κανόνες, του αγίου Βασιλείου κ.ά. περιέχονται στο <<Πηδάλιον>> της εκκλησίας μας. Όλοι πρέπει να σεβόμαστε και να τηρούμε τους ιερούς Κανόνες, γιατί αποτελούν το σύνταγμα της Εκκλησίας μας.

Κυριακή 30 Αυγούστου 2015

ΕΞΟΔΟΣ

ΚΕΦΑΛΑΙΟΝ 20


ΚΑΙ ἐλάλησε Κύριος πάντας τοὺς λόγους τούτους λέγων· 2 ἐγώ εἰμι Κύριος ὁ Θεός σου, ὅστις ἐξήγαγόν σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας. 3 οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ. 4 οὐ ποιήσεις σεαυτῷ εἴδωλον, οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς. 5 οὐ προσκυνήσεις αὐτοῖς, οὐδὲ μὴ λατρεύσεις αὐτοῖς· ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου, Θεὸς ζηλωτής, ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα, ἕως τρίτης καὶ τετάρτης γενεᾶς τοῖς μισοῦσί με 6 καὶ ποιῶν ἔλεος εἰς χιλιάδας τοῖς ἀγαπῶσί με καὶ τοῖς φυλάσσουσι τὰ προστάγματά μου. 7 οὐ λήψει τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ σου ἐπί ματαίῳ· οὐ γὰρ μὴ καθαρίσῃ Κύριος ὁ Θεός σου τὸν λαμβάνοντα τὸ ὄνομα αὐτοῦ ἐπὶ ματαίῳ. 8 μνήσθητι τὴν ἡμέρα τῶν σαββάτων ἁγιάζειν αὐτήν. 9 ἓξ ἡμέρας ἐργᾷ καὶ ποιήσεις πάντα τὰ ἔργα σου· 10 τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα Κυρίῳ τῷ Θεῷ σου· οὐ ποιήσεις ἐν αὐτῇ πᾶν ἔργον, σὺ καὶ ὁ υἱός σου καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου καὶ ἡ παιδίσκη σου, ὁβοῦς σου καὶ τὸ ὑποζύγιόν σου καὶ πᾶν κτῆνός σου καὶ ὁ προσήλυτος ὁ παροικῶν ἐν σοί. 11 ἐν γὰρ ἓξ ἡμέραις ἐποίησε Κύριος τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς καὶ κατέπαυσε τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ· διὰ τοῦτο εὐλόγησε Κύριος τὴν ἡμέραν τὴν ἑβδόμην καὶ ἡγίασεν αὐτήν. 12 τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται, καὶ ἵνα μακροχρόνιος γένῃ ἐπὶ τῆς γῆς τῆς ἀγαθῆς, ἧς Κύριος ὁ Θεός σου δίδωσί σοι. 13 οὐ μοιχεύσεις. 14 οὐ κλέψεις. 15 οὐ φονεύσεις. 16 οὐ ψευδομαρτυρήσεις κατὰ τοῦ πλησίον σου μαρτυρίαν ψευδῆ. 17 οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου. οὐκ ἐπιθυμήσεις τὴν οἰκίαν τοῦ πλησίον σου οὔτε τὸν ἀγρὸν αὐτοῦ οὔτε τὸν παῖδα αὐτοῦ οὔτε τὴν παιδίσκην αὐτοῦ οὔτε τοῦ βοὸς αὐτοῦ οὔτε τοῦ ὑποζυγίου αὐτοῦ οὔτε παντὸς κτήνους αὐτοῦ οὔτε ὅσα τῷ πλησίον σου ἐστί. 18 Καὶ πᾶς ὁ λαὸς ἑώρα τὴν φωνὴν καὶ τὰς λαμπάδας καὶ τὴν φωνὴν τῆς σάλπιγγος καὶ τὸ ὄρος τὸ καπνίζον· φοβηθέντες δὲ πᾶς ὁ λαὸς ἔστησαν μακρόθεν. 19 καὶ εἶπαν πρὸς Μωυσῆν· λάλησον σὺ ἡμῖν, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ Θεός, μὴ ἀποθάνωμεν. 20 καὶ λέγει αὐτοῖς Μωυσῆς· θαρσεῖτε, ἕνεκεν γὰρ τοῦ πειράσαι ὑμᾶς παρεγενήθη ὁ Θεὸς πρὸς ὑμᾶς, ὅπως ἂν γένηται ὁ φόβος αὐτοῦ ἐν ὑμῖν, ἵνα μὴ ἁμαρτάνητε. 21 εἱστήκει δὲ ὁ λαὸς μακρόθεν, Μωυσῆς δὲ εἰσῆλθεν εἰς τὸν γνόφον, οὗ ἦν ὁ Θεός. 22 εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· τάδε ἐρεῖς τῷ οἴκῳ ᾿Ιακὼβ καὶ ἀναγγελεῖς τοῖς υἱοῖς ᾿Ισραήλ· ὑμεῖς ἑωράκατε ὅτι ἐκ τοῦ οὐρανοῦ λελάληκα πρὸς ὑμᾶς· 23 οὐ ποιήσετε ὑμῖν αὐτοῖς θεοὺς ἀργυροῦς καὶ θεοὺς χρυσοῦς οὐ ποιήσετε ὑμῖν αὐτοῖς. 24 θυσιαστήριον ἐκ γῆς ποιήσετέ μοι καὶ θύσετε ἐπ᾿ αὐτοῦ τὰ ὁλοκαυτώματα ὑμῶν καὶ τὰ σωτήρια ὑμῶν καὶ τὰ πρόβατα καὶ τοὺς μόσχους ὑμῶν ἐν παντὶ τόπῳ, οὗ ἐὰν ἐπονομάσω τὸ ὄνομά μου ἐκεῖ, καὶ ἥξω πρὸς σὲ καὶ εὐλογήσω σε. 25 ἐὰν δὲ θυσιαστήριον ἐκ λίθων ποιῇς μοι, οὐκ οἰκοδομήσεις αὐτοὺς τμητούς· τὸ γὰρ ἐγχειρίδιόν σου ἐπιβέβληκας ἐπ᾿ αὐτούς, καὶ μεμίανται. 26 οὐκ ἀναβήσῃ ἐν ἀναβαθμίσιν ἐπὶ τὸ θυσιαστήριόν μου, ὅπως ἂν μὴ ἀποκαλύψῃς τὴν ἀσχημοσύνην σου ἐπ᾿ αὐτοῦ.