Τετάρτη 3 Φεβρουαρίου 2016

ΛΕΥΙΤΙΚΟΝ

ΚΕΦΑΛΑΙΟΝ 17 


ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· 2 λάλησον πρός ᾿Ααρὼν καὶ πρὸς τοὺς υἱοὺς αὐτοῦ καὶ πρὸς πάντας υἱοὺς ᾿Ισραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς· τοῦτο τὸ ρῆμα, ὃ ἐνετείλατο Κύριος, λέγων· 3 ἄνθρωπος ἄνθρωπος τῶν υἱῶν ᾿Ισραὴλ ἢ τῶν προσηλύτων τῶν προσκειμένων ἐν ὑμῖν, ὃς ἐὰν σφάξῃ μόσχον ἢ πρόβατον ἢ αἶγα ἐν τῇ παρεμβολῇ καὶ ὃς ἂν σφάξῃ ἔξω τῆς παρεμβολῆς, 4 καὶ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου μὴ ἐνέγκῃ, ὥστε ποιῆσαι αὐτὸ εἰς ὁλοκαύτωμα ἢ σωτήριον Κυρίῳ δεκτὸν εἰς ὀσμὴν εὐωδίας, καὶ ὃς ἂν σφάξῃ ἔξω καὶ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου μὴ ἐνέγκῃ αὐτό, ὥστε προσενέγκαι δῶρον τῷ Κυρίῳ ἀπέναντι τῆς σκηνῆς Κυρίου, καὶ λογισθήσεται τῷ ἀνθρώπῳ ἐκείνῳ αἷμα· αἷμα ἐξέχεεν, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς· 5 ὅπως ἀναφέρωσιν οἱ υἱοὶ ᾿Ισραὴλ τὰς θυσίας αὐτῶν, ὅσας ἂν αὐτοὶ σφάξουσιν ἐν τοῖς πεδίοις, καὶ οἴσουσι τῷ Κυρίῳ ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου πρὸς τὸν ἱερέα καὶ θύσουσι θυσίαν σωτηρίου τῷ Κυρίῳ αὐτά. 6 καὶ προσχεεῖ ὁ ἱερεὺς τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον κύκλῳ ἀπέναντι Κυρίου παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἀνοίσει τὸ στέαρ εἰς ὀσμὴν εὐωδίας Κυρίῳ. 7 καὶ οὐ θύσουσιν ἔτι τὰς θυσίας αὐτῶν τοῖς ματαίοις, οἷς αὐτοὶ ἐκπορνεύουσιν ὀπίσω αὐτῶν· νόμιμον αἰώνιον ἔσται ὑμῖν εἰς τὰς γενεὰς ὑμῶν. 8 Καὶ ἐρεῖς πρὸς αὐτούς· ἄνθρωπος ἄνθρωπος τῶν υἱῶν ᾿Ισραὴλ ἢ ἀπὸ τῶν υἱῶν τῶν προσηλύτων τῶν προσκειμένων ἐν ὑμῖν, ὃς ἂν ποιήσῃ ὁλοκαύτωμα ἢ θυσίαν 9 καὶ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου μὴ ἐνέγκῃ ποιῆσαι αὐτὸ τῷ Κυρίῳ, ἐξολοθρευθήσεται ὁ ἄνθρωπος ἐκεῖνος ἐκ τοῦ λαοῦ αὐτοῦ. 10 Καὶ ἄνθρωπος ἄνθρωπος τῶν υἱῶν ᾿Ισραὴλ ἢ τῶν προσηλύτων τῶν προσκειμένων ἐν ὑμῖν, ὃς ἂν φάγῃ πᾶν αἷμα, καὶ ἐπιστήσω τὸ πρόσωπόν μου ἐπὶ τὴν ψυχὴν τὴν ἔσθουσαν τὸ αἷμα καὶ ἀπολῶ αὐτὴν ἐκ τοῦ λαοῦ αὐτῆς· 11 ἡ γὰρ ψυχὴ πάσης σαρκὸς αἷμα αὐτοῦ ἐστι, καὶ ἐγὼ δέδωκα αὐτὸ ὑμῖν ἐπὶ τοῦ θυσιαστηρίου ἐξιλάσκεσθαι περὶ τῶν ψυχῶν ὑμῶν· τὸ γὰρ αἷμα αὐτοῦ ἀντὶ ψυχῆς ἐξιλάσεται. 12 διὰ τοῦτο εἴρηκα τοῖς υἱοῖς ᾿Ισραήλ· πᾶσα ψυχὴ ἐξ ὑμῶν οὐ φάγεται αἷμα, καὶ ὁ προσήλυτος ὁ προσκείμενος ἐν ὑμῖν οὐ φάγεται αἷμα. 13 καὶ ἄνθρωπος ἄνθρωπος τῶν υἱῶν ᾿Ισραὴλ ἢ τῶν προσηλύτων τῶν προσκειμένων ἐν ὑμῖν, ὃς ἂν θηρεύσῃ θήρευμα θηρίον ἢ πετεινόν, ὃ ἔσθεται, καὶ ἐκχεεῖ τὸ αἷμα καὶ καλύψει αὐτὸ τῇ γῇ· 14 ἡ γὰρ ψυχὴ πάσης σαρκὸς αἷμα αὐτοῦ ἐστι. καὶ εἶπα τοῖς υἱοῖς ᾿Ισραήλ· αἷμα πάσης σαρκὸς οὐ φάγεσθε, ὅτι ἡ ψυχὴ πάσης σαρκὸς αἷμα αὐτοῦ ἐστι· πᾶς ὁ ἔσθων αὐτὸ ἐξολοθρευθήσεται. 15 Καὶ πᾶσα ψυχή, ἥτις φάγεται θνησιμαῖον ἢ θηριάλωτον ἐν τοῖς αὐτόχθοσιν ἢ ἐν τοῖς προσηλύτοις, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας καὶ καθαρὸς ἔσται. 16 ἐὰν δὲ μὴ πλύνῃ τὰ ἱμάτια καὶ τὸ σῶμα μὴ λούσηται ὕδατι, καὶ λήψεται ἀνόμημα αὐτοῦ.

Τετάρτη 27 Ιανουαρίου 2016

ΛΕΥΙΤΙΚΟΝ

ΚΕΦΑΛΑΙΟΝ 16 


ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν μετὰ τὸ τελευτῆσαι τοὺς δύο υἱοὺς ᾿Ααρὼν ἐν τῷ προσάγειν αὐτοὺς πῦρ ἀλλότριον ἔναντι Κυρίου καὶ ἐτελεύτησαν. 2 καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· λάλησον πρὸς ᾿Ααρὼν τὸν ἀδελφόν σου, καὶ μὴ εἰσπορευέσθω πᾶσαν ὥραν εἰς τὸ ἅγιον ἐσώτερον τοῦ καταπετάσματος εἰς πρόσωπον τοῦ ἱλαστηρίου, ὅ ἐστιν ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου, καὶ οὐκ ἀποθανεῖται· ἐν γὰρ νεφέλῃ ὀφθήσομαι ἐπὶ τοῦ ἱλαστηρίου. 3 οὕτως εἰσελεύσεται ᾿Ααρὼν εἰς τὸ ἅγιον· ἐν μόσχῳ ἐκ βοῶν περὶ ἁμαρτίας, καὶ κριὸν εἰς ὁλοκαύτωμα· 4 καὶ χιτῶνα λινοῦν ἡγιασμένον ἐνδύσεται, καὶ περισκελὲς λινοῦν ἔσται ἐπὶ τοῦ χρωτὸς αὐτοῦ, καὶ ζώνῃ λινῇ ζώσεται καὶ κίδαριν λινῆν περιθήσεται, ἱμάτια ἅγιά ἐστι, καὶ λούσεται ὕδατι πᾶν τὸ σῶμα αὐτοῦ, καὶ ἐνδύσεται αὐτά. 5 καὶ παρὰ τῆς συναγωγῆς τῶν υἱῶν ᾿Ισραὴλ λήψεται δύο χιμάρους ἐξ αἰγῶν περὶ ἁμαρτίας καὶ κριὸν ἕνα εἰς ὁλοκαύτωμα. 6 καὶ προσάξει ᾿Ααρὼν τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας αὐτοῦ, καὶ ἐξιλάσεται περὶ αὐτοῦ καὶ τοῦ οἴκου αὐτοῦ. 7 καὶ λήψεται τοὺς δύο χιμάρους καὶ στήσει αὐτοὺς ἔναντι Κυρίου παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου· 8 καὶ ἐπιθήσει ᾿Ααρὼν ἐπὶ τοὺς δύο χιμάρους κλήρους, κλῆρον ἕνα τῷ Κυρίῳ καὶ κλῆρον ἕνα τῷ ἀποπομπαίῳ. 9 καὶ προσάξει ᾿Ααρὼν τὸν χίμαρον, ἐφ᾿ ὃν ἐπῆλθεν ἐπ᾿ αὐτὸν ὁ κλῆρος τῷ Κυρίῳ, καὶ προσοίσει περὶ ἁμαρτίας· 10 καὶ τὸν χίμαρον, ἐφ᾿ ὃν ἐπῆλθεν ἐπ᾿ αὐτὸν ὁ κλῆρος τοῦ ἀποπομπαίου, στήσει αὐτὸν ζῶντα ἔναντι Κυρίου, τοῦ ἐξιλάσασθαι ἐπ᾿ αὐτοῦ, ὥστε ἀποστεῖλαι αὐτὸν εἰς τὴν ἀποπομπήν, καὶ ἀφήσει αὐτὸν εἰς τὴν ἔρημον. 11 καὶ προσάξει ᾿Ααρὼν τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας αὐτοῦ, καὶ ἐξιλάσεται περὶ ἑαυτοῦ καὶ τοῦ οἴκου αὐτοῦ. καὶ σφάξει τὸν μόσχον περὶ τῆς ἁμαρτίας αὐτοῦ. 12 καὶ λήψεται τὸ πυρεῖον πλῆρες ἀνθράκων πυρὸς ἀπὸ τοῦ θυσιαστηρίου, τοῦ ἀπέναντι Κυρίου, καὶ πλήσει τὰς χεῖρας θυμιάματος συνθέσεως λεπτῆς καὶ εἰσοίσει ἐσώτερον τοῦ καταπετάσματος. 13 καὶ ἐπιθήσει τὸ θυμίαμα ἐπὶ τὸ πῦρ ἔναντι Κυρίου· καὶ καλύψει ἡ ἀτμὶς τοῦ θυμιάματος τὸ ἱλαστήριον τὸ ἐπὶ τῶν μαρτυρίων, καὶ οὐκ ἀποθανεῖται. 14 καὶ λήψεται ἀπὸ τοῦ αἵματος τοῦ μόσχου καὶ ρανεῖ τῷ δακτύλῳ ἐπὶ τὸ ἱλαστήριον κατὰ ἀνατολάς· κατὰ πρόσωπον τοῦ ἱλαστηρίου ρανεῖ ἑπτάκις ἀπὸ τοῦ αἵματος τῷ δακτύλῳ. 15 καὶ σφάξει τὸν χίμαρον τὸν περὶ ἁμαρτίας, τὸν περὶ τοῦ λαοῦ, ἔναντι Κυρίου καὶ εἰσοίσει τοῦ αἵματος αὐτοῦ ἐσώτερον τοῦ καταπετάσματος καὶ ποιήσει τὸ αἷμα αὐτοῦ, ὃν τρόπον ἐποίησε τὸ αἷμα τοῦ μόσχου. καὶ ρανεῖ τὸ αἷμα αὐτοῦ ἐπὶ τὸ ἱλαστήριον, κατὰ πρόσωπον τοῦ ἱλαστηρίου 16 καὶ ἐξιλάσεται τὸ ἅγιον ἀπὸ τῶν ἀκαθαρσιῶν τῶν υἱῶν ᾿Ισραὴλ καὶ ἀπὸ τῶν ἀδικημάτων αὐτῶν περὶ πασῶν τῶν ἁμαρτιῶν αὐτῶν. καὶ οὕτω ποιήσει τῇ σκηνῇ τοῦ μαρτυρίου τῇ ἐκτισμένῃ ἐν αὐτοῖς ἐν μέσῳ τῆς ἀκαθαρσίας αὐτῶν. 17 καὶ πᾶς ἄνθρωπος οὐκ ἔσται ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, εἰσπορευομένου αὐτοῦ ἐξιλάσασθαι ἐν τῷ ἁγίῳ, ἕως ἂν ἐξέλθῃ· καὶ ἐξιλάσεται περὶ ἑαυτοῦ καὶ τοῦ οἴκου αὐτοῦ καὶ περὶ πάσης συναγωγῆς υἱῶν ᾿Ισραήλ. 18 καὶ ἐξελεύσεται ἐπὶ τὸ θυσιαστήριον τὸ ὂν ἀπέναντι Κυρίου καὶ ἐξιλάσεται ἐπ᾿ αὐτοῦ. καὶ λήψεται ἀπὸ τοῦ αἵματος τοῦ μόσχου καὶ ἀπὸ τοῦ αἵματος τοῦ χιμάρου καὶ ἐπιθήσει ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου κύκλῳ 19 καὶ ρανεῖ ἐπ᾿ αὐτὸ ἀπὸ τοῦ αἵματος τῷ δακτύλῳ ἑπτάκις, καὶ καθαριεῖ αὐτὸ καὶ ἁγιάσει αὐτὸ ἀπὸ τῶν ἀκαθαρσιῶν τῶν υἱῶν ᾿Ισραήλ. 20 καὶ συντελέσει ἐξιλασκόμενος τὸ ἅγιον καὶ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τὸ θυσιαστήριον, καὶ περὶ τῶν ἱερέων καθαριεῖ· καὶ προσάξει τὸν χίμαρον τὸν ζῶντα. 21 καὶ ἐπιθήσει ᾿Ααρὼν τὰς χεῖρας αὐτοῦ ἐπὶ τὴν κεφαλὴν τοῦ χιμάρου τοῦ ζῶντος καὶ ἐξαγορεύσει ἐπ᾿ αὐτοῦ πάσας τὰς ἀνομίας τῶν υἱῶν ᾿Ισραὴλ καὶ πάσας τὰς ἀδικίας αὐτῶν καὶ πάσας τὰς ἁμαρτίας αὐτῶν καὶ ἐπιθήσει αὐτὰς ἐπὶ τὴν κεφαλὴν τοῦ χιμάρου τοῦ ζῶντος καὶ ἐξαποστελεῖ ἐν χειρὶ ἀνθρώπου ἑτοίμου εἰς τὴν ἔρημον, 22 καὶ λήψεται ὁ χίμαρος ἐφ᾿ ἑαυτῷ τὰς ἀδικίας αὐτῶν εἰς γῆν ἄβατον, καὶ ἐξαποστελεῖ τὸν χίμαρον εἰς τὴν ἔρημον. 23 καὶ εἰσελεύσεται ᾿Ααρὼν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ ἐκδύσεται τὴν στολὴν τὴν λινήν, ἣν ἐνδεδύκει εἰσπορευομένου αὐτοῦ εἰς τὸ ἅγιον, καὶ ἀποθήσει αὐτὴν ἐκεῖ. 24 καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι ἐν τόπῳ ἁγίῳ καὶ ἐνδύσεται τὴν στολὴν αὐτοῦ, καὶ ἐξελθὼν ποιήσει τὸ ὁλοκαύτωμα αὐτοῦ καὶ τὸ ὁλοκάρπωμα τοῦ λαοῦ καὶ ἐξιλάσεται περὶ αὐτοῦ καὶ περὶ τοῦ οἴκου αὐτοῦ καὶ περὶ τοῦ λαοῦ, ὡς περὶ τῶν ἱερέων. 25 καὶ τὸ στέαρ τὸ περὶ τῶν ἁμαρτιῶν ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον. 26 καὶ ὁ ἐξαποστέλλων τὸν χίμαρον τὸν διεσταλμένον εἰς ἄφεσιν πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι καὶ μετὰ ταῦτα εἰσελεύσεται εἰς τὴν παρεμβολήν. 27 καἱ τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας καὶ τὸν χίμαρον τὸν περὶ τῆς ἁμαρτίας, ὧν τὸ αἷμα εἰσηνέχθη ἐξιλάσασθαι ἐν τῷ ἁγίῳ, ἐξοίσουσιν αὐτὰ ἔξω τῆς παρεμβολῆς καὶ κατακαύσουσιν αὐτὰ ἐν πυρί, καί τὰ δέρματα αὐτῶν καὶ τὰ κρέα αὐτῶν καὶ τὴν κόπρον αὐτῶν. 28 ὁ δὲ κατακαίων αὐτὰ πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι καὶ μετά ταῦτα εἰσελεύσεται εἰς τὴν παρεμβολήν. 29 Καὶ ἔσται τοῦτο ὑμῖν νόμιμον αἰώνιον· ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ δεκάτῃ τοῦ μηνὸς ταπεινώσετε τὰς ψυχὰς ὑμῶν καὶ πᾶν ἔργον οὐ ποιήσετε ὁ αὐτόχθων καὶ ὁ προσήλυτος ὁ προσκείμενος ἐν ὑμῖν· 30 ἐν γὰρ τῇ ἡμέρᾳ ταύτῃ ἐξιλάσεται περὶ ὑμῶν, καθαρίσαι ὑμᾶς ἀπὸ πασῶν τῶν ἁμαρτιῶν ὑμῶν ἔναντι Κυρίου, καὶ καθαρισθήσεσθε. 31 σάββατα σαββάτων ἀνάπαυσις αὕτη ἔσται ὑμῖν, καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν, νόμιμον αἰώνιον. 32 ἐξιλάσεται ὁ ἱερεύς, ὃν ἂν χρίσωσιν αὐτὸν καὶ ὃν ἂν τελειώσωσι τὰς χεῖρας αὐτοῦ, ἱερατεύειν μετὰ τὸν πατέρα αὐτοῦ, καὶ ἐνδύσεται τὴν στολὴν τὴν λινῆν, στολὴν ἁγίαν. 33 καὶ ἐξιλάσεται τὸ ἅγιον τοῦ ἁγίου καὶ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τὸ θυσιαστήριον ἐξιλάσεται, καὶ περὶ τῶν ἱερέων καὶ περί πάσης συναγωγῆς ἐξιλάσεται. 34 καὶ ἔσται τοῦτο ὑμῖν νόμιμον αἰώνιον ἐξιλάσκεσθαι περὶ τῶν υἱῶν ᾿Ισραὴλ ἀπὸ πασῶν τῶν ἁμαρτιῶν αὐτῶν· ἅπαξ τοῦ ἐνιαυτοῦ ποιηθήσεται, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ.

Παρασκευή 22 Ιανουαρίου 2016

ΛΕΥΙΤΙΚΟΝ

ΚΕΦΑΛΑΙΟΝ 15 


ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν καὶ ᾿Ααρὼν λέγων· 2 λάλησον τοῖς υἱοῖς ᾿Ισραήλ, καὶ ἐρεῖς αὐτοῖς· ἀνδρὶ ἀνδρί, ᾧ ἐὰν γένηται ρύσις ἐκ τοῦ σώματος αὐτοῦ, ἡ ρύσις αὐτοῦ ἀκάθαρτός ἐστι. 3 καὶ οὗτος ὁ νόμος τῆς ἀκαθαρσίας αὐτοῦ· ρέων γόνον ἐκ σώματος αὐτοῦ, ἐκ τῆς ρύσεως, ἧς συνέστηκε τὸ σῶμα αὐτοῦ διὰ τῆς ρύσεως, αὕτη ἡ ἀκαθαρσία αὐτοῦ ἐν αὐτῷ· πᾶσαι αἱ ἡμέραι ρύσεως σώματος αὐτοῦ, ᾗ συνέστηκε τὸ σῶμα αὐτοῦ διά τῆς ρύσεως, ἀκαθαρσία αὐτοῦ ἐστι. 4 πᾶσα κοίτη, ἐφ᾿ ἧς ἐὰν κοιμηθῇ ἐπ᾿ αὐτῆς ὁ γονορρυής, ἀκάθαρτός ἐστι, καὶ πᾶν σκεῦος ἐφ᾿ ὃ ἂν καθίσῃ ἐπ᾿ αὐτὸ ὁ γονορρυής, ἀκάθαρτον ἔσται. 5 καὶ ἄνθρωπος, ὃς ἐὰν ἅψηται τῆς κοίτης αὐτοῦ, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· 6 καὶ ὁ καθήμενος ἐπὶ τοῦ σκεύους, ἐφ᾿ ὃ ἐὰν καθίσῃ ὁ γονορρυής, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· 7 καὶ ὁ ἁπτόμενος τοῦ χρωτὸς τοῦ γονορρυοῦς πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. 8 ἐὰν δὲ προσσιελίσῃ ὁ γονορρυὴς ἐπὶ τὸν καθαρόν, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. 9 καὶ πᾶν ἐπίσαγμα ὄνου, ἐφ᾿ ὃ ἂν ἐπιβῇ ἐπ᾿ αὐτὸ ὁ γονορρυής, ἀκάθαρτον ἔσται ἕως ἑσπέρας. 10 καὶ πᾶς ὁ ἁπτόμενος ὅσα ἂν ᾖ ὑποκάτω αὐτοῦ, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· καί ὁ αἴρων αὐτὰ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. 11 καὶ ὅσον ἐὰν ἅψηται ὁ γονορρυής, καὶ τὰς χεῖρας οὐ νένιπται ὕδατι, πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται τὸ σῶμα ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. 12 καὶ σκεῦος ὀστράκινον, οὗ ἂν ἅψηται ὁ γονορρυής, συντριβήσεται· καὶ σκεῦος ξύλινον νιφήσεται ὕδατι καὶ καθαρὸν ἔσται. 13 ἐὰν δὲ καθαρισθῇ ὁ γονορρυὴς ἐκ τῆς ρύσεως αὐτοῦ, καὶ ἐξαριθμηθήσεται αὐτῷ ἑπτὰ ἡμέρας εἰς τὸν καθαρισμὸν αὐτοῦ, καὶ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται τὸ σῶμα ὕδατι καὶ καθαρὸς ἔσται. 14 καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ λήψεται ἑαυτῷ δύο τρυγόνας ἢ δύο νεοσσοὺς περιστερῶν καὶ οἴσει αὐτὰ ἔναντι Κυρίου ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ δώσει αὐτὰ τῷ ἱερεῖ. 15 καὶ ποιήσει αὐτὰ ὁ ἱερεὺς μίαν περὶ ἁμαρτίας καὶ μίαν εἰς ὁλοκαύτωμα. καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἔναντι Κυρίου ἀπὸ τῆς ρύσεως αὐτοῦ. 16 Καὶ ἄνθρωπος, ᾧ ἂν ἐξέλθῃ ἐξ αὐτοῦ κοίτη σπέρματος, καὶ λούσεται ὕδατι πᾶν τὸ σῶμα αὐτοῦ καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. 17 καὶ πᾶν ἱμάτιον καὶ πᾶν δέρμα, ἀφ᾿ ὃ ἐὰν ᾖ ἐπ᾿ αὐτὸ κοίτη σπέρματος, καὶ πλυθήσεται ὕδατι καὶ ἀκάθαρτον ἔσται ἕως ἑσπέρας. 18 καὶ γυνὴ ἐὰν κοιμηθῇ ἀνὴρ μετ᾿ αὐτῆς κοίτην σπέρματος, καὶ λούσονται ὕδατι καὶ ἀκάθαρτοι ἔσονται ἕως ἑσπέρας. 19 Καὶ γυνή, ἥτις ἐὰν ᾖ ρέουσα αἵματι, καὶ ἔσται ἡ ρύσις αὐτῆς ἐν τῷ σώματι αὐτῆς, ἑπτὰ ἡμέρας ἔσται ἐν τῇ ἀφέδρῳ αὐτῆς· πᾶς ὁ ἁπτόμενος αὐτῆς ἀκάθαρτος ἔσται ἕως ἑσπέρας, 20 καὶ πᾶν, ἐφ᾿ ὃ ἐὰν κοιτάζηται ἐπ᾿ αὐτὸ ἐν τῇ ἀφέδρῳ αὐτῆς, ἀκάθαρτον ἔσται. καὶ πᾶν ἐφ᾿ ὃ ἐὰν ἐπικαθίσῃ ἐπ᾿ αὐτό, ἀκάθαρτον ἔσται. 21 καὶ πᾶς ὃς ἐὰν ἅψηται τῆς κοίτης αὐτῆς, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. 22 καὶ πᾶς ὁ ἁπτόμενος παντὸς σκεύους, οὗ ἐὰν καθίσῃ ἐπ᾿ αὐτό, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. 23 ἐὰν δὲ ἐν τῇ κοίτῃ αὐτῆς οὔσης, ἢ ἐπὶ τοῦ σκεύους, οὗ ἐὰν καθίσῃ ἐπ᾿ αὐτῷ ἐν τῷ ἅπτεσθαι αὐτὸν αὐτῆς, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. 24 ἐὰν δὲ κοίτῃ κοιμηθῇ τις μετ᾿ αὐτῆς καὶ γένηται ἡ ἀκαθαρσία αὐτῆς ἐπ᾿ αὐτῷ, ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας. καὶ πᾶσα κοίτη, ἐφ᾿ ᾗ ἂν κοιμηθῇ ἐπ᾿ αὐτῇ, ἀκάθαρτος ἔσται. 25 Καὶ γυνὴ ἐὰν ρέῃ ρύσει αἵματος ἡμέρας πλείους, οὐκ ἐν καιρῷ τῆς ἀφέδρου αὐτῆς, ἐὰν καὶ ρέῃ μετὰ τὴν ἄφεδρον αὐτῆς, πᾶσαι αἱ ἡμέραι ρύσεως ἀκαθαρσίας αὐτῆς, καθάπερ αἱ ἡμέραι τῆς ἀφέδρου αὐτῆς, ἔσται ἀκάθαρτος. 26 καὶ πᾶσα κοίτη, ἐφ᾿ ἧς ἐὰν κοιμηθῇ ἐπ᾿ αὐτῆς πάσας τὰς ἡμέρας τῆς ρύσεως, κατὰ τὴν κοίτην τῆς ἀφέδρου ἔσται αὐτῇ, καὶ πᾶν σκεῦος, ἐφ᾿ ὃ ἐὰν καθίσῃ ἐπ᾿ αὐτό, ἀκάθαρτον ἔσται κατὰ τὴν ἀκαθαρσίαν τῆς ἀφέδρου. 27 πᾶς ὁ ἁπτόμενος αὐτῆς ἀκάθαρτος ἔσται, καὶ πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται τὸ σῶμα ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. 28 ἐὰν δὲ καθαρισθῇ ἀπὸ τῆς ρύσεως, καὶ ἐξαριθμήσεται αὐτῇ ἑπτὰ ἡμέρας καὶ μετὰ ταῦτα καθαρισθήσεται. 29 καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ λήψεται αὕτη δύο τρυγόνας, ἢ δύο νεοσσοὺς περιστερῶν, καὶ οἴσει αὐτὰ πρὸς τὸν ἱερέα ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου. 30 καὶ ποιήσει ὁ ἱερεὺς τὴν μίαν περὶ ἁμαρτίας καὶ τὴν μίαν εἰς ὁλοκαύτωμα. καὶ ἐξιλάσεται περὶ αὐτῆς ὁ ἱερεὺς ἔναντι Κυρίου ἀπὸ ρύσεως ἀκαθαρσίας αὐτῆς. 31 Καὶ εὐλαβεῖς ποιήσεται τοὺς υἱοὺς ᾿Ισραὴλ ἀπὸ τῶν ἀκαθαρσιῶν αὐτῶν, καὶ οὐκ ἀποθανοῦνται διὰ τὴν ἀκαθαρσίαν αὐτῶν ἐν τῷ μιαίνειν αὐτοὺς τὴν σκηνήν μου τὴν ἐν αὐτοῖς. 32 οὗτος ὁ νόμος τοῦ γονορρυοῦς. καὶ ἐάν τινι ἐξέλθῃ ἐξ αὐτοῦ κοίτη σπέρματος, ὥστε μιανθῆναι ἐν αὐτῇ, 33 καὶ τῇ αἱμορροούσῃ ἐν τῇ ἀφέδρῳ αὐτῆς, καὶ ὁ γονορρυὴς ἐν τῇ ρύσει αὐτοῦ, τῷ ἄρσενι ἢ τῇ θηλείᾳ, καὶ τῷ ἀνδρί, ὃς ἐὰν κοιμηθῇ μετὰ ἀποκαθημένης.

Σάββατο 16 Ιανουαρίου 2016

Κατανυκτικός Εσπερινός

Ονομάζεται έτσι ο Εσπερινός των Κυριακών της Μεγάλης Τεσσαρακοστής. Στους Κατανυκτικούς Εσπερινούς ψάλλονται τα Μεγάλα Προκείμενα και τα Κατανυκτικά Τροπάρια.

ΛΕΥΙΤΙΚΟΝ

ΚΕΦΑΛΑΙΟΝ 14 


ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· 2 οὗτος ὁ νόμος τοῦ λεπροῦ, ᾗ ἂν ἡμέρᾳ καθαρισθῇ· καὶ προσαχθήσεται πρὸς τὸν ἱερέα, 3 καὶ ἐξελεύσεται ὁ ἱερεὺς ἔξω τῆς παρεμβολῆς, καὶ ὄψεται ὁ ἱερεύς, καὶ ἰδοὺ ἰᾶται ἡ ἁφὴ τῆς λέπρας ἀπὸ τοῦ λεπροῦ. 4 καὶ προστάξει ὁ ἱερεύς, καὶ λήψονται τῷ κεκαθαρισμένῳ δύο ὀρνίθια ζῶντα καθαρὰ καὶ ξύλον κέδρινον καὶ κεκλωσμένον κόκκινον καὶ ὕσσωπον· 5 καὶ προστάξει ὁ ἱερεύς, καὶ σφάξουσι τὸ ὀρνίθιον τὸ ἓν εἰς ἀγγεῖον ὀστράκινον ἐφ᾿ ὕδατι ζῶντι. 6 καὶ τὸ ὀρνίθιον τὸ ζῶν λήψεται αὐτὸ καὶ τὸ ξύλον τὸ κέδρινον καὶ τὸ κλωστὸν κόκκινον καὶ τὸν ὕσσωπον, καὶ βάψει αὐτὰ καὶ τὸ ὀρνίθιον τὸ ζῶν εἰς τὸ αἷμα τοῦ ὀρνιθίου τοῦ σφαγέντος ἐφ᾿ ὕδατι ζῶντι· 7 καὶ περιρρανεῖ ἐπὶ τὸν καθαρισθέντα ἀπὸ τῆς λέπρας ἑπτάκις, καὶ καθαρὸς ἔσται· καὶ ἐξαποστελεῖ τὸ ὀρνίθιον τὸ ζῶν εἰς τὸ πεδίον. 8 καὶ πλυνεῖ ὁ καθαρισθεὶς τὰ ἱμάτια αὐτοῦ καὶ ξυρηθήσεται αὐτοῦ πᾶσαν τὴν τρίχα, καὶ λούσεται ἐν ὕδατι, καὶ καθαρὸς ἔσται, καὶ μετὰ ταῦτα εἰσελεύσεται εἰς τὴν παρεμβολήν, καὶ διατρίψει ἔξω τοῦ οἴκου αὐτοῦ ἑπτὰ ἡμέρας. 9 καὶ ἔσται τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, ξυρηθήσεται πᾶσαν τὴν τρίχα αὐτοῦ, τὴν κεφαλὴν αὐτοῦ καὶ τὸν πώγωνα καὶ τὰς ὀφρῦς καὶ πᾶσαν τὴν τρίχα αὐτοῦ ξυρηθήσεται· καὶ πλυνεῖ τὰ ἱμάτια, καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι, καὶ καθαρὸς ἔσται. 10 καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ λήψεται δύο ἀμνοὺς ἀμώμους ἐνιαυσίους καὶ πρόβατον ἄμωμον ἐνιαύσιον καὶ τρία δέκατα σεμιδάλεως εἰς θυσίαν περυραμένης ἐν ἐλαίῳ καὶ κοτύλην ἐλαίου μίαν. 11 καὶ στήσει ὁ ἱερεὺς ὁ καθαρίζων τὸν ἄνθρωπον τὸν καθαριζόμενον καὶ ταῦτα ἔναντι Κυρίου, ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου. 12 καὶ λήψεται ὁ ἱερεὺς τὸν ἀμνὸν τὸν ἕνα, καὶ προσάξει αὐτὸν τῆς πλημμελείας, καὶ τὴν κοτύλην τοῦ ἐλαίου, καὶ ἀφοριεῖ αὐτὰ ἀφόρισμα ἔναντι Κυρίου· 13 καὶ σφάξουσι τὸν ἀμνὸν ἐν τόπῳ, οὗ σφάζουσι τὰ ὁλοκαυτώματα καὶ τὰ περὶ ἁμαρτίας, ἐν τόπῳ ἁγίῳ· ἔστι γὰρ τὸ περὶ ἁμαρτίας, ὥσπερ τὸ τῆς πλημμελείας ἐστὶ τῷ ἱερεῖ, ἅγια ἁγίων ἐστί. 14 καὶ λήψεται ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ τῆς πλημμελείας, καὶ ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὸν λοβὸν τοῦ ὠτὸς τοῦ καθαριζομένου τοῦ δεξιοῦ, καὶ ἐπὶ τὸ ἄκρον τῆς χειρὸς τῆς δεξιᾶς καὶ ἐπὶ τὸ ἄκρον τοῦ ποδὸς τοῦ δεξιοῦ. 15 καὶ λαβὼν ὁ ἱερεὺς ἀπὸ τῆς κοτύλης τοῦ ἐλαίου ἐπιχεεῖ ἐπὶ τὴν χεῖρα τοῦ ἱερέως τὴν ἀριστερὰν 16 καὶ βάψει τὸν δάκτυλον τὸν δεξιὸν ἀπὸ τοῦ ἐλαίου τοῦ ὄντος ἐπὶ τῆς χειρὸς αὐτοῦ τῆς ἀριστερᾶς καὶ ρανεῖ τῷ δακτύλῳ ἑπτάκις ἔναντι Κυρίου· 17 τὸ δὲ καταλειφθὲν ἔλαιον τὸ ὂν ἐν τῇ χειρὶ ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὸν λοβὸν τοῦ ὠτὸς τοῦ καθαριζομένου τοῦ δεξιοῦ καὶ ἐπὶ τὸ ἄκρον τῆς χειρὸς τῆς δεξιᾶς καὶ ἐπὶ τὸ ἄκρον τοῦ ποδὸς τοῦ δεξιοῦ. ἐπὶ τὸν τόπον τοῦ αἵματος τοῦ τῆς πλημμελείας· 18 τὸ δὲ καταλειφθὲν ἔλαιον τὸ ἐπὶ τῆς χειρὸς τοῦ ἱερέως ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὴν κεφαλὴν τοῦ καθαρισθέντος, καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἔναντι Κυρίου. 19 καὶ ποιήσει ὁ ἱερεὺς τὸ περὶ τῆς ἁμαρτίας, καὶ ἐξιλάσεται ὁ ἱερεὺς περὶ τοῦ καθαριζομένου ἀπὸ τῆς ἁμαρτίας αὐτοῦ· καὶ μετά τοῦτο σφάξει ὁ ἱερεὺς τὸ ὁλοκαύτωμα. 20 καὶ ἀνοίσει ὁ ἱερεὺς τὸ ὁλοκαύτωμα καὶ τὴν θυσίαν ἐπὶ τὸ θυσιαστήριον ἔναντι Κυρίου· καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεύς, καὶ καθαρισθήσεται. 21 ᾿Εὰν δὲ πένηται καὶ ἡ χεὶρ αὐτοῦ μὴ εὑρίσκῃ, λήψεται ἀμνὸν ἕνα εἰς ὃ ἐπλημμέλησεν εἰς ἀφαίρεμα, ὥστε ἐξιλάσασθαι περὶ αὐτοῦ, καὶ δέκατον σεμιδάλεως πεφυραμένης ἐν ἐλαίῳ εἰς θυσίαν, καὶ κοτύλην ἐλαίου μίαν, 22 καὶ δύο τρυγόνας, ἢ δύο νεοσσοὺς περιστερῶν, ὅσα εὗρεν ἡ χεὶρ αὐτοῦ, καὶ ἔσται ἡ μία περὶ ἁμαρτίας καὶ ἡ μία εἰς ὁλοκαύτωμα· 23 καὶ προσοίσει αὐτὰ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ εἰς τὸ καθαρίσαι αὐτὸν πρὸς τὸν ἱερέα, ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου ἔναντι Κυρίου. 24 καὶ λαβὼν ὁ ἱερεύς τὸν ἀμνὸν τῆς πλημμελείας καὶ τὴν κοτύλην τοῦ ἐλαίου, ἐπιθήσει αὐτὰ ἐπίθεμα ἔναντι Κυρίου. 25 καὶ σφάξει τὸν ἀμνὸν τὸν τῆς πλημμελείας, καὶ λήψεται ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ τῆς πλημμελείας καὶ ἐπιθήσει ἐπὶ τὸν λοβὸν τοῦ ὠτὸς τοῦ καθαριζομένου τοῦ δεξιοῦ καὶ ἐπὶ τὸ ἄκρον τῆς χειρὸς τῆς δεξιᾶς καὶ ἐπὶ τὸ ἄκρον τοῦ ποδὸς τοῦ δεξιοῦ. 26 καὶ ἀπὸ τοῦ ἐλαίου ἐπιχεεῖ ὁ ἱερεὺς ἐπὶ τὴν χεῖρα τοῦ ἱερέως τὴν ἀριστεράν, 27 καὶ ρανεῖ ὁ ἱερεὺς τῷ δακτύλῳ τῷ δεξιῷ ἀπὸ τοῦ ἐλαίου τοῦ ἐν τῇ χειρὶ αὐτοῦ τῇ ἀριστερᾷ ἑπτάκις ἔναντι Κυρίου· 28 καὶ ἐπιθήσει ὁ ἱερεὺς ἀπὸ τοῦ ἐλαίου τοῦ ἐπὶ τῆς χειρὸς αὐτοῦ ἐπὶ τὸν λοβὸν τοῦ ὠτὸς τοῦ καθαριζομένου τοῦ δεξιοῦ καὶ ἐπὶ τὸ ἄκρον τῆς χειρὸς αὐτοῦ τῆς δεξιᾶς καὶ ἐπὶ τὸ ἄκρον τοῦ ποδὸς αὐτοῦ τοῦ δεξιοῦ, ἐπὶ τὸν τόπον τοῦ αἵματος τοῦ τῆς πλημμελείας· 29 τὸ δὲ καταλειφθὲν ἀπὸ τοῦ ἐλαίου τὸ ὂν ἐπὶ τῆς χειρὸς τοῦ ἱερέως ἐπιθήσει ἐπὶ τὴν κεφαλὴν τοῦ καθαρισθέντος, καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἔναντι Κυρίου. 30 καὶ ποιήσει μίαν ἀπὸ τῶν τρυγόνων ἢ ἀπὸ τῶν νεοσσῶν τῶν περιστερῶν, καθότι εὗρεν αὐτοῦ ἡ χείρ, 31 τὴν μίαν περὶ ἁμαρτίας καὶ τὴν μίαν εἰς ὁλοκαύτωμα σὺν τῇ θυσίᾳ, καὶ ἐξιλάσεται ὁ ἱερεὺς περὶ τοῦ καθαριζομένου ἔναντι Κυρίου. 32 οὗτος ὁ νόμος, ἐν ᾧ ἐστιν ἡ ἁφὴ τῆς λέπρας, καὶ τοῦ μὴ εὑρίσκοντος τῇ χειρὶ εἰς τὸν καθαρισμὸν αὐτοῦ. 33 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν καὶ ᾿Ααρὼν λέγων· 34 ὡς ἂν εἰσέλθητε εἰς τὴν γῆν τῶν Χαναναίων, ἣν ἐγὼ δίδωμι ὑμῖν ἐν κτήσει, καὶ δώσω ἁφὴν λέπρας ἐν ταῖς οἰκίαις τῆς γῆς τῆς ἐγκτήτου ὑμῖν, 35 καὶ ἥξει τινὸς αὐτοῦ ἡ οἰκία, καὶ ἀναγγελεῖ τῷ ἱερεῖ λέγων· ὥσπερ ἁφὴ ἑώραταί μοι ἐν τῇ οἰκίᾳ. 36 καὶ προστάξει ὁ ἱερεὺς ἀποσκευάσαι τὴν οἰκίαν, πρὸ τοῦ εἰσελθόντα τὸν ἱερέα ἰδεῖν τὴν ἁφήν, καὶ οὐ μὴ ἀκάθαρτα γένηται ὅσα ἂν ᾖ ἐν τῇ οἰκίᾳ, καὶ μετὰ ταῦτα εἰσελεύσεται ὁ ἱερεὺς καταμαθεῖν τὴν οἰκίαν. 37 καὶ ὄψεται τὴν ἁφήν, καὶ ἰδοὺ ἡ ἁφὴ ἐν τοῖς τοίχοις τῆς οἰκίας, κοιλάδας χλωριζούσας, ἢ πυρριζούσας, καὶ ἡ ὄψις αὐτῶν ταπεινοτέρα τῶν τοίχων, 38 καὶ ἐξελθὼν ὁ ἱερεὺς ἐκ τῆς οἰκίας ἐπὶ τὴν θύραν τῆς οἰκίας, καὶ ἀφοριεῖ ὁ ἱερεὺς τὴν οἰκίαν ἑπτὰ ἡμέρας. 39 καὶ ἐπανήξει ὁ ἱερεὺς τῇ ἑβδόμῃ καὶ ὄψεται τὴν οἰκίαν, καὶ ἰδοὺ διεχύθη ἡ ἁφὴ ἐν τοῖς τοίχοις τῆς οἰκίας, 40 καὶ προστάξει ὁ ἱερεύς, καὶ ἐξελοῦσι τοὺς λίθους, ἐν οἷς ἐστιν ἡ ἁφή, καὶ ἐκβαλοῦσιν αὐτοὺς ἔξω τῆς πόλεως εἰς τόπον ἀκάθαρτον. 41 καὶ τὴν οἰκίαν ἀποξύσουσιν ἔσωθεν κύκλῳ καὶ ἐκχεοῦσι τὸν χοῦν τὸν ἀπεξυσμένον ἔξω τῆς πόλεως εἰς τόπον ἀκάθαρτον. 42 καὶ λήψονται λίθους ἀπεξυσμένους ἑτέρους, καὶ ἀντιθήσουσιν ἀντὶ τῶν λίθων καὶ χοῦν ἕτερον λήψονται καὶ ἐξαλείψουσι τὴν οἰκίαν. 43 ἐὰν δὲ ἐπέλθῃ πάλιν ἁφὴ καὶ ἀνατείλῃ ἐν τῇ οἰκίᾳ μετὰ τὸ ἐξελεῖν τοὺς λίθους καὶ μετά τὸ ἀποξυσθῆναι τὴν οἰκίαν καὶ μετὰ τὸ ἐξαλειφθῆναι, 44 καὶ εἰσελεύσεται ὁ ἱερεὺς καὶ ὄψεται· εἰ διακέχυται ἡ ἁφὴ ἐν τῇ οἰκίᾳ, λέπρα ἔμμονός ἐστιν ἐν τῇ οἰκίᾳ, ἀκάθαρτός ἐστι. 45 καὶ καθελοῦσι τὴν οἰκίαν καὶ τὰ ξύλα αὐτῆς καὶ τοὺς λίθους αὐτῆς καὶ πάντα τὸν χοῦν ἐξοίσουσιν ἔξω τῆς πόλεως εἰς τόπον ἀκάθαρτον. 46 καὶ ὁ εἰσπορευόμενος εἰς τὴν οἰκίαν πάσας τὰς ἡμέρας, ἃς ἀφωρισμένη ἐστίν, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. 47 καὶ ὁ κοιμώμενος ἐν τῇ οἰκίᾳ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας· καὶ ὁ ἔσθων ἐν τῇ οἰκίᾳ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. 48 ἐὰν δὲ παραγενόμενος εἰσέλθῃ ὁ ἱερεὺς καὶ ἴδῃ, καὶ ἰδοὺ διαχύσει οὐ διαχεῖται ἡ ἁφὴ ἐν τῇ οἰκίᾳ μετὰ τὸ ἐξαλειφθῆναι τὴν οἰκίαν, καὶ καθαριεῖ ὁ ἱερεὺς τὴν οἰκίαν, ὅτι ἰάθη ἡ ἁφή. 49 καὶ λήψεται ἀφαγνίσαι τὴν οἰκίαν δύο ὀρνίθια ζῶντα καθαρὰ καὶ ξύλον κέδρινον καὶ κεκλωσμένον κόκκινον καὶ ὕσσωπον· 50 καὶ σφάξει τὸ ὀρνίθιον τὸ ἓν εἰς σκεῦος ὀστράκινον ἐφ᾿ ὕδατι ζῶντι, 51 καὶ λήψεται τὸ ξύλον τὸ κέδρινον καὶ τὸ κεκλωσμένον κόκκινον καὶ τὸν ὕσσωπον καὶ τὸ ὀρνίθιον τὸ ζῶν, καὶ βάψει αὐτὸ εἰς τὸ αἷμα τοῦ ὀρνιθίου τοῦ ἐσφαγμένου ἐφ᾿ ὕδατι ζῶντι, καὶ περιρρανεῖ ἐν αὐτοῖς ἐπὶ τὴν οἰκίαν ἑπτάκις, 52 καὶ ἀφαγνιεῖ τὴν οἰκίαν ἐν τῷ αἵματι τοῦ ὀρνιθίου καὶ ἐν τῷ ὕδατι τῷ ζῶντι καὶ ἐν τῷ ὀρνιθίῳ τῷ ζῶντι καὶ ἐν τῷ ξύλῳ τῷ κεδρίνῳ καὶ ἐν τῷ ὑσσώπῳ καὶ ἐν τῷ κεκλωσμένῳ κοκκίνῳ. 53 καὶ ἐξαποστελεῖ τὸ ὀρνίθιον τὸ ζῶν ἔξω τῆς πόλεως εἰς τὸ πεδίον καὶ ἐξιλάσεται περὶ τῆς οἰκίας, καὶ καθαρὰ ἔσται. 54 Οὗτος ὁ νόμος κατὰ πᾶσαν ἁφὴν λέπρας καὶ θραύσματος 55 καὶ τῆς λέπρας ἱματίου καὶ οἰκίας 56 καὶ οὐλῆς καὶ σημασίας καὶ τοῦ αὐγάζοντος 57 καὶ τοῦ ἐξηγήσασθαι ᾗ ἡμέρᾳ ἀκάθαρτον, καὶ ᾗ ἡμέρᾳ καθαρισθήσεται. οὗτος ὁ νόμος τῆς λέπρας.